Ἔργον
Γρηγόριος Παλαμᾶς – Ομιλίες Α΄–Κ΄
Ομιλία Η΄: Περί πίστεως και ορθοδόξου ομολογίας
Δογματική ανάπτυξη του τριαδικού μυστηρίου, της θείας οικονομίας και της διάκρισης ουσίας και ακτίστων ενεργειών στον Θεό.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ομιλία Η΄: Περί πίστεως και ορθοδόξου ομολογίας
Δογματική ανάπτυξη του τριαδικού μυστηρίου, της θείας οικονομίας και της διάκρισης ουσίας και ακτίστων ενεργειών στον Θεό.
ΠΕΡΙ ΠΙΣΤΕΩΣ Ἐν ᾗ καὶ τῆς κατ’ εὐσέβειαν ὁμολογίας ἔκθεσις Πιστεύομεν εἰς τὸν Θεόν, καὶ πιστεύομεν τῷ Θεῷ ἕτερόν ἐστιν ἑκάτερον τούτων. Πιστεύειν μὲν γάρ ἐστι τῷ Θεῷ τὸ τὰς παρ’ αὐτοῦ πρὸς ἡμᾶς ἐπαγγελίας βεβαίας καὶ ἀληθεῖς ἡγεῖσθαι, πιστεύειν δὲ εἰς τὸν Θεὸν τὸ περὶ αὐτοῦ φρονεῖν ὀρθῶς.
Δεῖ δὲ καὶ ἀμφότερα ἡμᾶς ἔχειν καὶ κατ’ ἀμφότερα ἡμᾶς ἀληθεύειν καὶ οὕτως ἔχειν, ὥστε καὶ πιστεύεσθαι παρὰ τῶν ἀσφαλῶς ὁρώντων καὶ πιστοὺς ἐνώπιον εἶναι τοῦ πρὸς ὃν ἡ πίστις Θεοῦ, καὶ ὡς πιστοὺς οὕτω παρ’ αὐτοῦ δικαιοῦσθαι· «ἐπίστευσε γὰρ ὁ Ἀβραὰμ τῷ Θεῷ», φησί, «καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην». Πῶς οὖν ὁ Ἀβραὰμ πιστεύσας ἐδικαιώθη; Ἔλαβε παρὰ Θεοῦ ἐπαγγελίαν ἐν τῷ σπέρματι αὐτοῦ, ὅπερ ἦν ὁ Ἰσαάκ, εὐλογηθήσεσθαι πάσας τὰς φυλὰς τοῦ Ἰσραήλ· εἶτα ὑπὸ τοῦ Θεοῦ προστάττεται, παῖδα ἔτι ὄντα, θῦσαι τὸν Ἰσαὰκ δι’ οὗ μόνου τὴν ἔκβασιν σχήσειν ἔμελλεν ἡ ἐπαγγελία· καὶ μηδὲν ἀντειπὼν ὁ πατήρ, αὐτόχειρ γενέσθαι τοῦ παιδὸς ἠπείγετο καὶ τὴν δι’ αὐτοῦ ταύτην ἐπαγγελίαν βεβαίαν καὶ ἀδιάπτωτον ἡγεῖτο.
Βλέπετε τὴν δικαιοῦσαν πίστιν ὁποία; Ἀλλ’ ἐπηγγείλατο καὶ ἡμῖν ὁ Χριστὸς ζωῆς ἀϊδίου καὶ τρυφῆς καὶ δόξης καὶ βασιλείας κληρονομίαν, εἶτα προσέταξε πτωχεύειν, νηστεύειν, εὐτελῶς καὶ τεθλιμμένως ζῆν, ἑτοίμους εἶναι πρὸς θάνατον, σταυροῦν ἑαυτοὺς σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Ἐὰν οὖν πρὸς ταῦτα σπεύδωμεν καὶ τῇ ἐπαγγελίᾳ ἐκείνῃ τοῦ Θεοῦ πιστεύωμεν, ὄντως ἐπιστεύσαμεν τῷ Θεῷ κατὰ τὸν Ἀβραάμ, καὶ λογισθήσεται ἡμῖν εἰς δικαιοσύνην.
Καὶ ὁρᾶτε τὴν ἀκολουθίαν τῶν προτεθέντων· οὐ μόνον γὰρ ἰσχυρὰ μαρτυρία καὶ παράστασις τῆς τοῦ Ἀβραὰμ πίστεως ἐγένετο τὸ συγκατατεθῆναι πρὸς σφαγὴν τὸν Ἰσαὰκ προθεῖναι, ἀλλὰ καὶ αἴτιον ὑπῆρξε τοῦτο τοῦ τὸν Χριστὸν ἐκ σπέρματος αὐτοῦ τεχθῆναι, δι’ οὗ εὐλογήθησαν πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ἐπληρώθη ἡ ἐπαγγελία· τῷ γὰρ δόντι διὰ τὸν Θεὸν τὸν ἑαυτοῦ μονογενῆ τε καὶ γνήσιον υἱόν, ὀφειλέτης οἷον ὁ Θεὸς ἐγένετο δι’ αὐτὸν καὶ τὴν πρὸς αὐτὸν ἐπαγγελίαν ἀντιδοῦναι τὸν ἑαυτοῦ μονογενῆ τε καὶ γνήσιον υἱόν.
Οὕτω δὴ καὶ ἐν ἡμῖν, ἡ διὰ τὰς ἐντολὰς τοῦ Θεοῦ σωφροσύνη καὶ δικαιοσύνη καὶ ταπείνωσις, ὑπομονή τε τῶν ὁπωσδήποτε κακούντων καὶ διάδοσις τῶν ὑπαρχόντων, ἥ τε τοῦ σώματος ἐν νηστείαις καὶ ἀγρυπνίαις κακοπάθεια, καὶ ἁπλῶς τὸ σταυροῦν ἑαυτοὺς σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις, οὐ μόνον παράστασίς ἐστι τοῦ ἀληθῶς ἡμᾶς πιστεῦσαι ταῖς ἐπαγγελίαις τοῦ Χριστοῦ, ἀλλὰ καὶ ὀφειλέτην οἷον τὸν Θεὸν καθίστησι τοῦ τὴν ἀΐδιον καὶ ἀκήρατον ἡμῖν ζωὴν καὶ τρυφὴν καὶ δόξαν καὶ βασιλείαν ἀντιδοῦναι.
Διὸ καὶ αὐτὸς πρὸς τοὺς μαθητὰς αὐτοῦ βλέπων ἔλεγε· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν· μακάριοι οἱ πενθοῦντες· μακάριοι οἱ ἐλεήμονες· μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης· καὶ οὐαὶ οἱ πλουτοῦντες, οὐαὶ οἱ γελῶντες, οὐαὶ οἱ ἐμπεπλησμένοι, οὐαὶ ὅταν καλῶς πάντες εἴπωσιν ὑμᾶς οἱ ἄνθρωποι.
Ὁ τοίνυν μὴ πρὸς τὰ μακαριζόμενα βλέπων, ἀλλὰ πρὸς τὰ παρὰ τοῦ Κυρίου ταλανιζόμενα, πῶς εἰπέ μοι πιστευθήσεται πιστεύειν τῷ Θεῷ; «Δεῖξόν μοι», φησί, «τὴν πίστιν σου ἐκ τῶν ἔργων σου· καὶ τίς σοφός, δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ».
Ὅτι μὲν οὖν ἀληθῶς πιστεύομεν τῷ Θεῷ, τουτέστιν ἀληθεῖς καὶ βεβαίας καὶ ὅσον οὔπω παρεσομένας γινώσκομεν τὰς αὐτοῦ πρὸς ἡμᾶς ἐπαγγελίας ἢ καὶ ἀπειλάς, διὰ τῶν ἡμετέρων ἀγαθῶν ἔργων δείκνυται καὶ τῆς τῶν θείων ἐντολῶν τηρήσεως. Ὅτι δὲ ὀρθῶς πιστεύομεν εἰς τὸν Θεόν, τουτέστι καλῶς καὶ ἀσφαλῶς καὶ εὐσεβῶς φρονοῦμεν περὶ αὐτοῦ, πόθεν ἡμῖν ἡ παράστασις; ἀπὸ τῆς πρὸς τοὺς θεοφόρους πατέρας ἡμῶν ὁμολογίας. Ὥσπερ δὲ τὸ ἀψευδῶς πιστεύειν τῷ Θεῷ, οὐ μόνον ἔχει τὴν ἀπὸ τῶν τῆς σαρκὸς παθῶν καὶ τὴν ἀπὸ τῶν τοῦ πονηροῦ παγίδων ἐναντίωσιν, ἀλλὰ καὶ τὴν ἀπὸ τῶν ἐμπαθῶν ἀνθρώπων, θελγόντων καὶ συγκαθελκόντων εἰς τὰς οὐ καλὰς ἡδονάς, οὕτω καὶ τὸ πιστεύειν ὀρθῶς εἰς τὸν μόνον ἀληθῆ Θεόν, οὐ μόνον ἔχει τὴν ἀπὸ τῆς ἀγνοίας καὶ τὴν ἀπὸ τῶν ὑποβολῶν τοῦ ἀντικειμένου ἐναντίωσιν, ἀλλὰ καὶ τὴν ἀπὸ τῶν δυσσεβῶν ἀνθρώπων κλεπτόντων καὶ συγκατασπώντων εἰς τὴν οἰκείαν ἀπώλειαν. Καὶ βοήθεια δὲ μεγίστη πρόσεστιν ἐφ’ ἑκατέρας πίστεως, οὐ μόνον παρ’ αὐτοῦ τε τοῦ Θεοῦ καὶ τῆς ἐξ αὐτοῦ δεδομένης ἡμῖν γνωστικῆς δυνάμεως, ἀλλὰ καὶ παρὰ τῶν ἀγαθῶν ἀγγέλων, καὶ τῶν θεοσεβῶν καὶ ζώντων κατὰ Θεὸν ἀνθρώπων.
Διὰ τοῦτο καὶ ἡ πνευματικὴ καὶ κοινὴ μήτηρ καὶ τροφὸς ἡμῶν, ἡ Ἐκκλησία τοῦ Χριστοῦ, σήμερον ἀριδηλότερον ἅμα καὶ κοινότερον τήν τε ἀνακήρυξιν ποιεῖται τῶν ἐπ’ εὐσεβείᾳ καὶ ἀρετῇ λαμψάντων καὶ τῶν πανιέρων κατ’ αὐτοὺς συνόδων καὶ τῶν κατ’ αὐτὰς θείων δογμάτων, καὶ τὴν ἀποκήρυξιν κεφαλαιωδέστερον τῶν σπουδαστῶν τῆς δυσσεβείας καὶ τῶν πονηρῶν κατ’ αὐτοὺς σπουδασμάτων τε καὶ φρονημάτων, ἵνα τούτους μὲν ἡμεῖς ἀποτρεπόμενοι, τοῖς δὲ κατὰ Θεὸν φρονήσασιν ἑπόμενοι, πιστεύωμεν εἰς ἕνα Θεόν, Πατέρα Υἱὸν καὶ Πνεῦμα ἅγιον, ἐξ οὗ καὶ δι’ οὗ καὶ ἐν ᾧ τὰ πάντα γέγονεν, ὅς ἐστι πρὸ πάντων καὶ ἐπὶ πάντων καὶ ἐν πᾶσι καὶ ὑπὲρ τὸ πᾶν, μονὰς ἐν τριάδι, καὶ τριὰς ἐν μονάδι, ἀσυγχύτως ἑνουμένη, καὶ ἀμερίστως διαιρουμένη· μονὰς ἡ αὐτὴ καὶ τριὰς παντοδύναμος.
Πατὴρ ἄχρονος καὶ ἄναρχος καὶ ἀΐδιος, μόνος αἰτία καὶ ρίζα τῆς ἐν Υἱῷ καὶ ἁγίῳ Πνεύματι θεωρουμένης θεότητος· οὐ μόνος δημιουργός, ἀλλὰ μόνος ἑνὸς Υἱοῦ Πατὴρ καὶ Πνεύματος ἑνὸς ἁγίου προβολεύς· ἀεὶ ὢν καὶ ἀεὶ ὢν Πατὴρ καὶ ἀεὶ ὢν μόνος Πατήρ τε καὶ προβολεύς.
Οὗ Υἱὸς εἷς συναΐδιος αὐτῷ καὶ κατὰ χρόνον συνάναρχος· οὐκ ἄναρχος δέ, ὡς γεννήτορα καὶ ρίζαν καὶ πηγὴν καὶ ἀρχὴν ἔχων τὸν Πατέρα, ἐξ οὗ μόνου πρὸ πάντων τῶν αἰώνων ἀσωμάτως, ἀπαθῶς, ἀρρεύστως, γεννητῶς προῆλθεν, ἀλλ’ οὐ διῃρέθη· Θεὸς ὢν ἐκ Θεοῦ, οὐκ ἄλλος μέν, καθὸ Θεός, ἄλλος δὲ καθὸ Υἱός· ἀεὶ ὢν καὶ ἀεὶ ὢν Υἱὸς καὶ ἀεὶ πρὸς τὸν Θεὸν ἀσυγχύτως ὤν· λόγος ζῶν, φῶς ἀληθινόν, ἐνυπόστατος σοφία, αἰτία καὶ ἀρχὴ τῶν γεγονότων πάντων, ὡς δι’ αὐτοῦ πάντων γεγονότων· ὃς ἐπὶ συντελείᾳ τῶν αἰώνων, καθάπερ οἱ προφῆται προηγόρευσαν, ἑαυτὸν ἐκένωσε, μορφὴν τὴν καθ’ ἡμᾶς δι’ ἡμᾶς λαβών, καὶ ἐκ τῆς ἀειπαρθένου Μαρίας εὐδοκίᾳ τοῦ Πατρὸς καὶ συνεργίᾳ τοῦ ἁγίου Πνεύματος κυηθεὶς καὶ γεννηθεὶς καὶ ὡς ἀληθῶς ἐνανθρωπήσας γέγονεν ὅμοιος ἡμῖν κατὰ πάντα, χωρὶς ἁμαρτίας, μείνας ὅπερ ἦν Θεὸς ἀληθινὸς ἐν μιᾷ ὑποστάσει καὶ μετὰ τὴν ἐνανθρώπησιν· ἐνεργῶν τὰ θεῖα πάντα ὡς Θεὸς καὶ τὰ ἀνθρώπινα πάντα ὡς ἄνθρωπος, καὶ τοῖς ἀδιαβλήτοις ἀνθρωπίνοις ὑποκείμενος πάθεσιν· ἀπαθὴς μὲν καὶ ἀθάνατος ὢν καὶ διαμένων ὡς Θεός, ἑκὼν δὲ δι’ ἡμᾶς σαρκὶ παθὼν ὡς ἄνθρωπος καὶ σταυρωθεὶς καὶ θανὼν καὶ ταφεὶς καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστὰς καὶ διὰ τοῦ θανάτου καὶ τῆς ἀναστάσεως αὐτοῦ καταργήσας τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου· καὶ μετὰ τὴν ἀνάστασιν ἐπιφανεὶς καὶ εἰς τὸν οὐρανὸν ἀναληφθεὶς καὶ καθίσας ἐκ δεξιῶν τοῦ Πατρός, ὁμότιμον καὶ ὁμόθρονον, ὡς ὁμόθεον ποιήσας τὸ ἡμέτερον φύραμα, μεθ’ οὗ πάλιν φυράματος ἥξειν μετὰ δόξης μέλλει κρῖναι ζῶντας καὶ νεκρούς, πρὸς ζωὴν ἐπανελθόντας τῇ δυνάμει τῆς αὐτοῦ παρουσίας, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.
Τοῦτο καὶ ἡμεῖς τὸ παρ’ ἡμῶν αὐτοῦ πρόσλημμά τε καὶ φύραμα αἰσθητόν τε καὶ περιγραπτὸν εἰδότες, εἰκονίζομεν καὶ προσκυνοῦμεν εὐσεβῶς, καὶ τὴν αὐτὸν ἐν παρθενίᾳ τεκοῦσαν καὶ τοὺς αὐτῷ τελείως εὐαρεστήσαντας. Τούτου τὰ τῶν παθῶν σύμβολα, καὶ μάλιστα τὸν σταυρόν, καὶ τιμῶμεν καὶ προσκυνοῦμεν ὡς τρόπαια θεῖα κατὰ τοῦ κοινοῦ πολεμίου. Τούτου τὴν ἀνάμνησιν ὡσημέραι κατὰ τὴν αὐτοῦ ἐντολὴν ποιούμενοι, καὶ ἱερουργοῦμεν τὰ θειότατα καὶ μετέχομεν τούτων. Τούτου κατὰ τὴν παραγγελίαν πρὸ πάντων βαπτιζόμεθά τε καὶ βαπτίζομεν εἰς ἓν ὄνομα σεπτόν τε καὶ προσκυνητὸν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.
Ἐκ γὰρ τοῦ ἀϊδίου καὶ ἀνάρχου Πατρὸς καὶ τὸ ἅγιον ἐκπορεύεται Πνεῦμα, συνάναρχον μὲν ὂν Πατρί τε καὶ Υἱῷ ὡς ἄχρονον, οὐκ ἄναρχον δέ, ὡς καὶ αὐτὸ ρίζαν καὶ ἀρχὴν καὶ αἰτίαν ἔχον τὸν Πατέρα, ἐξ οὗ πρὸ πάντων τῶν αἰώνων ἀρρεύστως, ἀπαθῶς, ἐκπορευτῶς, προῆλθεν, ἀδιαίρετον ὂν Πατρός τε καὶ Υἱοῦ, ὡς ἐκ Πατρὸς προερχόμενον καὶ ἐν Υἱῷ ἀναπαυόμενον· ἀσύγχυτον καὶ τὴν ἕνωσιν ἔχον καὶ ἀμέριστον τὴν διαίρεσιν· Θεὸς ὂν καὶ αὐτὸ ἐκ Θεοῦ, οὐκ ἄλλος μὲν καθὸ Θεός, ἄλλος δὲ Παράκλητος, καθὸ Πνεῦμα ἅγιον αὐθυπόστατον· ἐκ Πατρὸς τὴν ὕπαρξιν ἔχον καὶ δι’ Υἱοῦ πεμπόμενον, εἰς ἀπαρχὴν ζωῆς αἰωνίου καὶ ἀρραβῶνα τῶν μελλόντων καὶ ἀεὶ μενόντων ἀγαθῶν· αἴτιον καὶ αὐτὸ τῶν γεγονότων πάντων, ὡς ἐν αὐτῷ πάντων γεγονότων· τὸ αὐτὸ καὶ ἀπαράλλακτον Πατρί τε καὶ Υἱῷ, χωρὶς τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως. Ἐπέμφθη δὲ παρὰ τοῦ Υἱοῦ πρὸς τοὺς οἰκείους μαθητάς, τουτέστι πεφανέρωται· πῶς γὰρ ἂν ἄλλως ἐπέμφθη τὸ πανταχοῦ παρὸν καὶ τοῦ πέμποντος μὴ χωριζόμενον; Διὸ μὴ μόνον παρὰ τοῦ Υἱοῦ, ἀλλὰ καὶ παρὰ τοῦ Πατρὸς πέμπεται καὶ παρ’ ἑαυτοῦ ἔρχεται· κοινὸν γὰρ ἔργον ἡ ἀποστολή, δηλονότι ἡ φανέρωσις, Πατρός, Υἱοῦ καὶ Πνεύματος.
Φανεροῦται δὲ οὐ κατὰ τὴν οὐσίαν, οὐδεὶς γάρ ποτε Θεοῦ φύσιν ἢ εἶδεν ἢ ἐξηγόρευσεν, ἀλλὰ κατὰ τὴν χάριν καὶ τὴν δύναμιν καὶ τὴν ἐνέργειαν, ἥτις κοινή ἐστι Πατρὸς Υἱοῦ καὶ Πνεύματος· ἴδιον μὲν γὰρ ἑκάστῳ τούτων ἡ ἑκάστου ὑπόστασις καὶ τὰ περὶ αὐτὴν ὑποστατικῶς θεωρούμενα· κοινὰ δὲ αὐτῶν, οὐχ ἡ ἀνέκφαντος καὶ ὑπερώνυμος καὶ ἀμέθεκτος οὐσία μόνη, ἀλλὰ καὶ ἡ χάρις καὶ ἡ δύναμις καὶ ἡ ἐνέργεια καὶ ἡ λαμπρότης καὶ ἡ ἀφθαρσία καὶ ἡ βασιλεία καὶ πάντα, καθὰ κοινωνεῖ καὶ κατὰ χάριν ἑνοῦται τοῖς ἁγίοις ἀγγέλοις τε καὶ ἀνθρώποις ὁ Θεός, μήτε διὰ τὸ μεριστὸν καὶ διάφορον τῶν ὑποστάσεων, μήτε διὰ τὸ μεριστὸν καὶ ποικίλον τῶν θείων δυνάμεών τε καὶ ἐνεργειῶν τοῦ ἑνιαίου καὶ τῆς ἁπλότητος ἐκπίπτων.
Οὕτω πιστεύομεν εἰς ἕνα Θεὸν ἐν μιᾷ τρισυποστάτῳ καὶ παντοδυνάμῳ θεότητι καὶ τοὺς ἐν τοιαύτῃ πίστει τῷ Θεῷ εὐαρεστήσαντας ἀνακηρύττομεν, τοὺς δὲ μὴ οὕτω πιστεύοντας, ἀλλ’ ἰδίας αἱρέσεως ἢ ἄρξαντας ἢ τοῖς ἄρξασιν εἰς τέλος ἐπακολουθήσαντας, ἀποβαλλώμεθα.
Τοῦτο δέ ἐστε γινώσκοντες, ἀδελφοί, ὅτι τὰ πονηρὰ πάθη καὶ τὰ δυσσεβῆ δόγματα δι’ ἀλλήλων εἰσάγεται, λαβόντα χώραν ὑπὸ τῆς τοῦ Θεοῦ δικαίας ἐγκαταλείψεως. Ὅτι μὲν οὖν διὰ τῆς δυσσεβείας ὁ πολυπληθὴς ἐσμὸς τῆς ἁμαρτίας λαμβάνει χώραν, ὁ μέγας Παῦλος ἡμᾶς ἐδίδαξε γράφων περὶ τῶν Ἑλλήνων· «καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει», «ἀλλὰ γνόντες τὸν Θεόν, οὐχ ὡς Θεὸν ἐδόξασαν ἢ ἐσεβάσθησαν», «παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν ποιεῖν τὰ μὴ καθήκοντα, πεπληρωμένους πάσῃ ἀδικίᾳ, πορνείᾳ, πλεονεξίᾳ, καὶ τοῖς ἑξῆς». Ὅτι δὲ διὰ τῆς ἁμαρτίας ἡ δυσσέβεια πάλιν εἰσάγεται, διὰ πολλῶν τῶν τοῦτο παθόντων ἀθλίως ἐστὶν ἡ παράστασις.
Σολομὼν ἐκεῖνος ἐκδοὺς ἑαυτὸν ταῖς σαρκικαῖς ἡδοναῖς, εἰς εἰδωλολατρίαν ἐξώλισθεν. Ἱεροβοὰμ κατ’ ἄκρας ἡττηθεὶς φιλαρχίας ταῖς χρυσαῖς δαμάλεσιν ἔθυσεν. Ὁ προδότης Ἰούδας φιλαργυρίαν νοσήσας περιέπεσε τῇ θεοκτονίᾳ.
Διὰ ταῦτα τοίνυν, ἐπεὶ καὶ ἡ πίστις χωρὶς τῶν ἔργων νεκρὰ καὶ ἀσύστατος, καὶ τὰ ἔργα χωρὶς τῆς πίστεως μάταια καὶ ἀνώνητα, συνῆψεν ἡ τοῦ Πνεύματος χάρις σήμερον ἐν τῷ σεπτῷ τῆς νηστείας καιρῷ καὶ τῆς κατ’ ἀρετὴν ἀσκήσεως τὴν ἀνακήρυξιν τῶν ὀρθοτομούντων τὸν λόγον τῆς εὐσεβείας καὶ τὴν ἀποκήρυξιν τῶν μὴ ὀρθοτομεῖν ἑλομένων, ὡς ἂν ἡμεῖς συνημμένως ἐπ’ ἄμφω σπεύδοντες, καὶ τὴν πίστιν διὰ τῶν ἔργων ἐπιδειξώμεθα καὶ τῶν πόνων τὸ κέρδος διὰ τῆς πίστεως κομισώμεθα.
Μὴ μόνον δὲ δι’ ἀλλήλων εἰσάγεται τὰ πονηρὰ πάθη καὶ ἡ δυσσέβεια, ἀλλὰ καὶ ἀλλήλοις ἐοίκασι. Καὶ ἵνα βραχύ τι πρὸς τὴν ὑμετέραν ἀγάπην εἴπω, περὶ τῶν ἐφ’ ἡμῶν ἀναφανέντων ἑτεροδόξων, καθάπερ ὁ Ἀδὰμ ἀπὸ παντὸς ἐσθίειν ξύλου τοῦ ἐν τῷ παραδείσῳ παρὰ τοῦ Θεοῦ λαβὼν ἐξουσίαν, οὐκ ἠρκέσθη πᾶσιν ἐκείνοις, ἀλλὰ τῇ τοῦ ἀρχεκάκου ὄφεως συμβουλῇ πεισθείς, ἀπὸ τοῦ ξύλου ἔφαγεν, οὗ μόνου προσετάχθη μὴ ἅψασθαι· οὕτω καὶ τῶν ἐν τῷ Θεῷ ἀγαθῶν καὶ ὄντως ἀγαθοπρεπῶν δωρεῶν εἰς μέθεξιν ὑπ’ αὐτοῦ προκειμένων τοῖς βουλομένοις, κατὰ τὸν εἰπόντα, «πάντα ὅσα ὁ Θεός, καὶ ὁ διὰ τῆς χάριτος τεθεωμένος ἔσται, χωρὶς τῆς κατ’ οὐσίαν ταυτότητος», εἰσὶν οἳ καὶ αὐτῆς τῆς ὑπερουσίου οὐσίας μετέχειν ἡμᾶς διδάσκουσι καὶ δύνασθαι κυρίως ὀνομάζειν αὐτὴν ἐπαγγέλλονται, καὶ τὸν ἀρχέκακον ὄφιν μιμούμενοι, ὡς ἐκεῖνος τὰ τοῦ Θεοῦ, οὕτως καὶ αὐτοῖς τὰ τῶν ἁγίων ρήματα παρεξηγοῦνται καὶ διαστρέφουσιν.
Ἀλλ’ ἡμεῖς καὶ δύναμιν παρὰ Κυρίου λαβόντες πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, πᾶσαν τὴν αὐτοῦ μηχανὴν καὶ πάγην τήν τε κατὰ τῆς εὐσεβείας καὶ τῆς κατ’ εὐσέβειαν πολιτείας εὐχερῶς συντρίψαντες, καὶ νικηταὶ διὰ πάντων αὐτοῦ φανέντες, τῶν οὐρανίων καὶ ἀκηράτων τῆς δικαιοσύνης στεφάνων ἐπιτευξόμεθα, ἐν αὐτῷ Χριστῷ τῷ ἀδεκάστῳ κριτῇ καὶ δοτῆρι τῶν ἀντιδόσεων· ᾯ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.