Ἔργον
Γρηγόριος Παλαμᾶς – Ομιλίες Α΄–Κ΄
Ομιλία Θ΄: Τρίτος λόγος περί νηστείας και πρακτικής αρετής
Παράθεση των πνευματικών και σωματικών ωφελειών της εγκράτειας, με προβολή βιβλικών προτύπων και προτροπή σε έμπρακτη αρετή.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ομιλία Θ΄: Τρίτος λόγος περί νηστείας και πρακτικής αρετής
Παράθεση των πνευματικών και σωματικών ωφελειών της εγκράτειας, με προβολή βιβλικών προτύπων και προτροπή σε έμπρακτη αρετή.
ΕΝ Τῼ ΚΑΙΡῼ ΤΗΣ ΝΗΣΤΕΙΑΣ ΚΑΙ ΠΡΟΣΕΥΧΗΣ Τέλος μὲν θείων δογμάτων καὶ τῆς περὶ ταῦτα φιλοπονίας καὶ θεωρίας ἀλήθεια καὶ ἀσφαλὴς δόξα καὶ πρὸς τοὺς θεοφόρους ἡμῶν πατέρας σύμφωνος καὶ ὁμόλογος· τῆς δὲ πρακτικῆς ἀρετῆς οὐ τοῦτο τέλος ἐστίν, ἀρχὴ δὲ μᾶλλον, ἥτις ἂν μὴ πρὸς τὸ κατάλληλον ἔλθῃ τέλος, καὶ μείζονος καταδίκης πρόξενος ἔσται τῷ κτησαμένῳ· «ὁ γὰρ εἰδώς», φησί, «τὸ θέλημα τοῦ Κυρίου καὶ μὴ ποιήσας δαρήσεται πολλάς». Οὕτως οὐκ ἀρκεῖ πρὸς λόγον πρακτικῆς ἀρετῆς ἡ περὶ ταύτην ἐπιστήμη τε καὶ ἀλήθεια, ἀλλὰ τέλος ἐστὶ ταύτης τὸ ἀγαθόν.
Εἰ μὲν οὖν ἑωρῶμεν τοὺς ἀνθρώπους ἐμμένοντας τοῖς ἐγνωσμένοις καλοῖς καὶ εἰς ἔργον ἄγοντας ταῦτα καὶ ἀγαθοὺς ἀποτελουμένους διὰ τῶν ἔργων, ἀλλὰ μὴ πλημμελοῦντας παρ’ ὃν ἔχουσιν ὀρθὸν λόγον ἐν ταῖς ψυχαῖς, οὐκ ἂν ἡμεῖς πολὺν ἐποιούμεθα λόγον περὶ δικαιοπραγίας, περὶ σωφροσύνης, περὶ ἐγκρατείας, καὶ τῶν τοιούτων· τίς γὰρ οὐκ οἶδεν, ὅτι καλὸν τούτων ἕκαστον, καὶ μάλιστα ἐγκρατὴς βίος, ὃς καὶ διὰ πείρας ἑκάστοτε δείκνυται ψυχαῖς ὁμοῦ τε καὶ σώμασιν ὠφελιμώτατος ὤν. Ἐπεὶ δὲ ἴσασι μὲν οἱ πλεῖστοι, καὶ καλῶς ἴσασιν, ἀλλ’ ἐπιθυμία καὶ θυμὸς ἐπικρατεῖ τῆς καλῆς ἐπιστήμης («βλέπω γάρ», φησὶν ὁ ἀπόστολος, «ἕτερον νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου»), διὰ τοῦτο συνεχῶς τὴν ἀπὸ τοῦ λόγου παράκλησιν προσάγομεν ὑμῖν, ἀδελφοί, ὡσὰν διαναστήσωμεν τῷ ἀδιαστρόφῳ καὶ ὀρθῷ λογισμῷ τὴν τοῦ ἀγαθοῦ πρᾶξιν ἐπιτιθέναι, ὡς τὸ τῆς ἐν τοῖς τοιούτοις γνώσεως τέλος ἀγαθὸν ἐπιφέρουσαν. «Σύνεσις ἀγαθή», φησὶν ὁ Δαβίδ, «πᾶσι τοῖς ποιοῦσιν αὐτήν». Καὶ «ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν, τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς»· καὶ ὁ Παῦλος, «οὐχ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ’ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται»· ὁ δὲ ἀμφοτέρων Κύριος, «εἰ ταῦτα οἴδατε», φησί, «μακάριοί ἐστε, ἐὰν ποιῆτε αὐτά».
Ἁψώμεθα οὖν δι’ ἔργων, ἀδελφοί, τοῦ καλοῦ τῆς νηστείας καὶ ἐγκρατείας χρήματος, πιστωσώμεθα τὴν ἀγαθὴν περὶ ταῦτα διάθεσιν, δείξωμεν ἐνεργῶς τοὺς καρποὺς αὐτῶν ὁποῖοι· «ἐκ γὰρ καρποῦ τὸ δένδρον γινώσκεται», ἀλλὰ καὶ «τὸν γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν· νόει ἃ λέγω», φησὶν ὁ ἀπόστολος. Τῶν μὲν γὰρ ἄλλων ἀρετῶν ἑκάστη ἢ ψυχὴν ἢ σῶμα καθαίρει τε καὶ κοσμεῖ, μᾶλλον δὲ ψυχῆς ἕν γέ τι μέρος ἢ σώματος, ὡς προσευχὴ καὶ ἐπιστήμη τὸν νοῦν, τὸν θυμὸν ἡ πραότης, τὴν ἐπιθυμίαν ἡ σωφροσύνη.
Ἡ δὲ νηστεία καὶ ἡ ἐγκράτεια τὰς μὲν τοῦ σώματος ἐπαναστάσεις κοιμίζει, τὴν λύσσαν τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας ἀπομαραίνει, αἰθρίαν δὲ τῇ διανοίᾳ καθαρὰν ἐμποιεῖ καὶ οἷον ἀνέφελον, ἀποκαθαίρουσα ταύτην τῶν ἐκ τοῦ πλήθους τῶν βρωμάτων ἀνιόντων ἀτμῶν, καὶ τῆς ἀπὸ τούτων ἀχλύος. Διὰ νηστείας καὶ ἐγκρατείας ὁ ἔξω ἄνθρωπος φθείρεται· ὅσῳ δὲ οὗτος φθείρεται, τοσοῦτον ὁ ἐντὸς ἀνακαινίζεται κατὰ τὸν ἀπόστολον. «Παχεία γαστήρ», εἶπέ τις, «λεπτὸν οὐ τίκτει νοῦν». Οὐκοῦν ἡ διὰ νηστείας καὶ ἐγκρατείας λεπτυνομένη καὶ τὸν νοῦν ἐξ ἀνάγκης λεπτύνει.
Οὕτω πᾶν καλὸν καὶ ἀγαθὸν διὰ ταύτης κατορθοῦται καὶ τελειοῦται. Διπλοῦν ἐστι περιτείχισμα ἡ νηστεία καὶ ἡ ἐγκράτεια, καὶ ὁ ἐν ταύταις βιῶν εἰρήνης ἀπολαύει πολλῆς, ὡς τῆς Ἰερουσαλὴμ ὢν ἐντός· Ἰερουσαλὴμ γὰρ εἰρήνη ἑρμηνεύεται. Τούτῳ δὲ πολεμεῖ τῷ τείχει ὁ τοῦ βαβυλωνίου ἄρχοντος ἀρχιμάγειρος· κἂν οὐχ εὕρῃ τοὺς ἐντὸς ἀντεχομένους τῶν τειχῶν καρτερῶς, καθαιρεῖ ταῦτα, προσαγαγὼν ὡς ἐλεπόλεις τὰ τῆς ὀψαρτυτικῆς μαγγανεύματα.
Εἰ δὲ οἱ ἐπὶ τῶν τειχῶν τούτων οὐ μόνον περιφρονοῦσι τὰ ποικίλα τῶν ὄψων, ἀλλὰ καὶ τὸν ἄρτον ἐπὶ τὸ εὐτελέστερον ἔτι μάττουσιν, αὐτοὶ μᾶλλον δι’ ἐγκρατείας ἀνατρέπουσι καὶ τὴν σκηνὴν Μαδιάμ· τοιοῦτον γάρ τι προτυποῖ καὶ ἡ κατὰ τὸν Γεδεὼν ἱστορία· «ἰδοὺ γάρ», φησί, «μαγὶς ἄρτου κριθίνου, κυλιομένη ἐπὶ τὴν παρεμβολὴν Μαδιάμ». Ἐδήλου δὲ ὁ κρίθινος ἄρτος τῶν ἐπιστρατευσάντων μετὰ Γεδεὼν τὴν καὶ ἐπὶ τῶν ἀναγκαίων τροφῶν εὐτέλειαν καὶ ἐγκράτειαν· «καὶ ἦλθε», φησί, «μέχρι τῆς σκηνῆς Μαδιὰμ καὶ ἐπάταξεν αὐτὴν καὶ κατέστρεψε». Σκηνὴ δ’ ἂν εἴη πάντως ὑπὸ μάζης κριθίνης καταστρεφομένη ἡ μαιμάσσουσα τοῦ τε λαιμοῦ καὶ τῆς κοιλίας ἐπιθυμία, ἧς τὸ μαργαῖνον ἀφαιρεῖται νηστεία καὶ λιτὴ προσγινομένη τράπεζα. Δανιὴλ ὁ τῶν ἐπιθυμιῶν ἀνήρ, οὐ τὸν δράκοντα μόνον διὰ μάζης ἀνεῖλε, τὸν θεὸν ὧν θεὸς ἡ κοιλία καὶ ὁ ἔχων τὴν ἰσχὺν ἐπὶ τῇ ὀσφύϊ καὶ ἐπ’ ὀμφαλοῦ γαστρός, ἀλλ’ ἐπὶ πολλὰς ἑβδομάδας μὴ φαγὼν ἄρτον ἐπιθυμιῶν μήτε οἶνον πιών, καινοτέρας ὁράσεις εἶδε καὶ ἀρχαγγέλου ἐπιστασίαν ἐδέξατο.
Ὁ μὲν οὖν Δανιὴλ οὕτω. Ὁ ἐπιθυμητὴς λαὸς καὶ ἀχάριστος, οἱ λέγοντες, «τίς ψωμιεῖ ἡμᾶς κρέα; νῦν ἡ ψυχὴ ἡμῶν κατάξηρος», μετὰ τὸ φαγεῖν κρέα ἕως ἐξῆλθεν ἐκ τῶν μυκτήρων αὐτῶν, ἐπατάχθησαν πληγὴν μεγάλην σφόδρα· «ἐθυμώθη» γάρ, φησίν, «εἰς τὸν λαὸν ὁ Θεός, καὶ ὁ κόρος αὐτοῖς εἰς χολέραν ἐγένετο».
Καὶ τὰ ἐν ἐκείνῳ τῷ τόπῳ λεγόμενα μνήματα τῆς ἐπιθυμίας ἀναστήλωσίς ἐστι τῆς ἐπ’ ἐκείνους θείας ὀργῆς· πρὸς ἣν βλέποντες, φύγωμεν τὴν γαστριμαργίαν, ἀσπασώμεθα τὴν ἐγκράτειαν, περιπτυξώμεθα τὰς νηστίμους ἡμέρας ταύτας, ὡς εὐήκοον τῇ ψυχῇ ποιούσας τὸ σῶμα καὶ τὸν νοῦν κουφιζούσας πρὸς Θεὸν ἀνατρέχοντα.
Ἰωάννης ὁ τῆς χάριτος Πρόδρομος ἀκρίσι καὶ μέλιτι ἀγρίῳ διὰ βίου ἠρκεῖτο. Πέτρος ἁλμάσιν ἐλαίαις καὶ θέρμοις καὶ λεπτοῖς λαχάνοις ἐχρῆτο μόνοις. Τί δεῖ τὰ τοῦ Παύλου λέγειν, ὃς περὶ ἑαυτοῦ καὶ τοῦτό φησιν, ὡς «ἐν λιμῷ καὶ δίψῃ, ἐν νηστείαις πολλάκις»;
Σοὶ δὲ οὐ βίος ὅλος τῶν τεσσαράκοντα ἡμερῶν ἐστι τὸ τῆς νηστείας διάστημα καὶ περιγράφει σοι καθ’ ἑκάστην ἡμέραν τὴν ἐπὶ ταύτῃ νηστείαν ἡ τοῦ ἡλίου πρὸς δύσιν ἐπίνευσις. Ἆρ’ οὐ ρᾳδία σχεδὸν πᾶσι καὶ σύμμετρος ἡ ἐπὶ τοσοῦτον ἀσιτία ἐστί;
Μόνον ἔστω καὶ ἡ σίτησις σύμμετρος· οὕτω γὰρ μετρίως ἀσιτῶν καὶ μετρίως σιτούμενος, οὐ κατὰ πολὺ τῶν ἀτροφούντων ἀπολειφθήσῃ. Φείδῃ τυχὸν τῆς σαρκὸς καὶ φεύγεις τὴν νηστείαν ὡς τηκεδόνα φέρουσαν, ἀλλὰ τουναντίον ἐστίν· ὁ κόρος γὰρ ποδάγρας καὶ καρηβαρίας καὶ νόσους ἑτέρας γεννᾶν μᾶλλον πέφυκεν, ἡ δὲ νηστεία μήτηρ ἐστὶν ὑγείας· καὶ ὡς ἔοικεν οὐ μόνον ὁ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει, ἀλλὰ καὶ ὁ γαστριμαργῶν εἰς τὸ ἴδιον πλημμελεῖ σῶμα, καχεκτικὸν αὐτὸ καὶ νοσερὸν ἐργαζόμενος.
Ἐπεὶ δὲ διὰ πασῶν τῶν αἰσθήσεων ἡ ἀκρασία τελεῖται, πάσαις ἐπιστήσωμεν τὴν ἐγκράτειαν. Εἰ δὲ νηστεύεις μὲν βρωμάτων, τὴν δὲ ὄψιν ἔχεις προαγωγὸν εἰς τὴν ἐν τῷ ταμείῳ τῆς ψυχῆς σου μοιχείαν καὶ περιέργειαν καὶ βασκανίαν, τὴν δὲ ἀκοὴν δεκτικὴν ὕβρεων καὶ πορνικῶν ᾀσμάτων καὶ ψιθυρισμῶν οὐ καλῶν, καὶ τὰς ἄλλας αἰσθήσεις τῶν καταλλήλως βλαπτόντων, τί ὄφελος τῆς νηστείας; πάντως οὐδέν. Ἣν γὰρ δι’ ἑτέρας φεύγεις κακίαν, κάθοδον αὐτῇ δίδως δι’ ἄλλης εἰς τὴν ψυχήν· συνθέτων γὰρ ὄντων ἡμῶν ἐκ ψυχῆς λέγω καὶ σώματος, οὐ τοῦ σώματος μόνον, ἀλλὰ καὶ τῆς ψυχῆς πολυμελοῦς οὔσης (ἕτερον τρόπον ἔχει γὰρ καὶ αὕτη καθάπερ μέλη τὸ θρεπτικόν, τὸ ἐπιθυμητικόν, τὸ θυμικόν τε καὶ λογιστικόν), ἐκείνη ἐστὶν ἀληθὴς νηστεία, ἡ διὰ πάντων διήκουσα καὶ πάντα καθαίρουσά τε καὶ θεραπεύουσα· πρᾳεῖα γάρ ἐστιν, ἀδελφοί, καὶ φιλανθρώπως ἡ διὰ νηστείας τῆς ψυχῆς ἰατρεία, καὶ διὰ τοῦτο καὶ οἱ πατέρες ἡμῶν διὰ τῶν ἡμερῶν τούτων ταύτην ἡμῖν ἐπέθηκαν.
Ἐὰν οὖν ταύτην ἡμεῖς ἀφρόνως ἐκφύγωμεν, αἱ κολαστικαὶ ποιναὶ καὶ τομαὶ καὶ καύσεις ἡμᾶς ἐκδέξονται, ὅτε Χριστὸς τὸ ἀθεράπευτον διχοτομήσει καὶ τῷ ἀσβέστῳ πυρὶ παραδώσει δίκην ὑφέξον αἰώνιον. Ὡς γὰρ μὴ νηστεύσαντες ἐν τῷ παραδείσῳ, εἰς τὸν πολυώδυνον τοῦτον βίον ἐρρίφημεν, οὕτως ἐνταῦθα μὴ νηστεύσαντες, μηδὲ ἐγκρατῶς ζήσαντες κατὰ δύναμιν, εἰς τὴν ἄσβεστον καὶ ἀφόρητον ἐκείνην ἐμπεσούμεθα γέενναν.
Ἀλλ’ «ἐπιστρέψατε υἱοὶ ἀφεστηκότες», ἡ προφητεία φησίν. Οὐδὲν οὕτω συνεργὸν πρὸς ἐξιλασμὸν τοῖς ἐπιστρέφουσιν ὡς ἡ νηστεία ἐστίν, ὡς ἐκ τῆς τῶν Νινευϊτῶν ἐπιστροφῆς ἐδιδάχθημεν· οὐδὲν οὕτω νεκροποιὸν ὡς ἡ γαστριμαργία ἐστί. Καὶ δείκνυσιν ὁ περὶ τοῦ ἀσώτου ἐπιστρέψαντος εἰπών, «οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησεν, ἀπολωλὼς ἦν καὶ εὑρέθη»· συώδη γὰρ βίον ἠσπάσατο καὶ συῶν ἥδετο βορβόρῳ, παρασυνεβλήθη τούτοις καὶ ὡμοιώθη αὐτοῖς, τὴν πρὸς Θεὸν ὁμοίωσιν ἀποθέμενος.
Κατὰ δὲ τὸν μέγαν Ἰὼβ οὐ κτήνεσιν ὡμοιώθη μόνον, ἀλλὰ καὶ τοῖς ἐν ὑδρηλοῖς χωρίοις παντελῶς ἀναισθήτοις, βουτόμῳ τε καὶ παπύρῳ καὶ τῷ καλάμῳ, ἐν οἷς καὶ κοιμᾶται ὁ παμφάγος Λευϊάθαν· ἐν γὰρ τοῖς ὑγροβίοις τὸ νοητὸν τοῦτο κῆτος ἐπαναπαύεται.
Ἣν ὑγρότητα ὁ Δαβὶδ ἀπελαύνων διὰ τῆς ἐγκρατείας τῆς οἰκείας ζωῆς, «ἐξηράνθη», φησίν, «ὡς ὄστρακον ἡ ἰσχύς μου καὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύγιον συνεφρύγησαν, τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας καὶ ἡ σάρξ μου ἠλλοιώθη δι’ ἔλαιον».
Διὸ καὶ τὴν τῆς δεξιᾶς τοῦ Ὑψίστου ἠλλοιοῦτο ἀλλοίωσιν, αὐτῷ ἑαυτὸν ὅλον ἀναθέμενος καὶ ἑαυτὸν διὰ παντὸς ἐνώπιον αὐτοῦ προορώμενος καὶ τὴν τῆς οἰκείας καρδίας μελέτην ἐκεῖνον διὰ παντὸς ἔχων ἐνώπιον.
Τοῦτον δὴ καὶ ἡμεῖς, ἀγαπητοί, μιμησώμεθα, καὶ μὴ μόνον τῆς ὑγρᾶς καὶ διακεχυμένης ζωῆς ἑαυτοὺς ἀποστήσωμεν, ἀλλὰ καὶ τὴν ἡμετέραν νηστείαν καὶ ψαλμῳδίαν καὶ προσευχήν, ὡς αὐτοῦ παρόντος καὶ ἐφορῶντος τοῦ Θεοῦ, ποιώμεθα· εἰδότες, ὡς οὔτε νηστεία οὔτε ψαλμῳδία οὔτε προσευχὴ σώζειν ἡμᾶς καθ’ ἑαυτὰ δύναται, ἀλλὰ τὸ ἐνώπιον ἐκτελεῖσθαι ταῦτα τοῦ Θεοῦ· οὕτω γὰρ οἱ ὀφθαλμοὶ Κυρίου ἐπιβλέποντες ἁγιάζουσιν ἡμᾶς, ὡς ὁ ἥλιος θερμαίνει τὰ ὑπ’ αὐτοῦ καταλαμπόμενα.
Ἐνώπιον δὲ ταῦτα γίνεται Θεοῦ, ὅταν ἀτενῶς ἡ διάνοια ἐκείνῳ ἐνορᾷ, καὶ διὰ τὸ πρὸς αὐτὸν ὁρᾶν καὶ νηστεύῃ καὶ ψάλλῃ καὶ προσεύχηται· ὅταν γὰρ ἐν τῇ προσευχῇ καὶ ψαλμῳδίᾳ, ποτὲ μὲν ὁ νοῦς συντείνηται πρὸς τὸν Θεόν, ποτὲ δὲ διαπίπτῃ καὶ μετεωρίζηται, δεῖ νοεῖν, ὡς οὔπω ἀνεθήκαμεν ἑαυτοὺς ὅλους τῷ Θεῷ, οὐδὲ ἐν τῷ νόμῳ Κυρίου πᾶς ὁ σκοπὸς τῶν πραττομένων ἐφ’ ἡμῶν ἐστι. Διὰ τοῦτο καθ’ ὅσον τῶν τῆς δικαιοσύνης ἔργων ἀποπίπτομεν, κατὰ τοσοῦτον ἐνώπιον τῶν τοῦ Θεοῦ ὀφθαλμῶν παραμένειν οὐ δυνάμεθα· «οὐ γὰρ διαμενοῦσι», φησί, «παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου». Ὅμως μέντοι τετραυματισμένοι κείμενοι, τὸν δυνάμενον μάλαγμα καὶ καταδέσμους ἐπιθεῖναι τοῖς συντρίμμασιν ἡμῶν ἐπικαλώμεθα Κύριον.
Μὴ τοίνυν ἀνήσωμεν, παρακαλῶ, νηστείαις καὶ εὐχαῖς καὶ δάκρυσι καὶ πᾶσι τρόποις αὐτὸν ἐπιβοώμενοι, μέχρις ἂν ἐγγίσῃ καὶ ἰάσηται ἡμᾶς· δείξωμεν καὶ ἡμεῖς δι’ ἔργων νυμφίον πλουτοῦντες Χριστὸν καὶ τοῦτον ἀποδημοῦντα νῦν ἀφ’ ἡμῶν καὶ ἐν τοῖς ἐπουρανίοις κρυπτόμενον δι’ ἐλπίδος ἀπεκδεχόμενοι· «ὅταν γάρ», φησίν, «ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος, τότε νηστεύσουσιν».
Ὅθεν δῆλον ὡς ἐν ἐγκρατείᾳ τε καὶ νηστείᾳ διὰ παντὸς εἶναι τοῦ βίου χρὴ τοὺς ἀπὸ Χριστοῦ καλουμένους, μετ’ ἀγαθῆς ἐλπίδος τὴν αὐτοῦ προσδοκῶντας φρικτὴν παρουσίαν. Νηστεύσωμεν δὲ μᾶλλον ἐν ταύταις ταῖς ἡμέραις καὶ παντοίως ἡμᾶς αὐτοὺς εὐτρεπίσωμεν, ἀπεκδεχόμενοι καὶ τὴν ἐπέτειον ἡμέραν τῆς τοῦ Χριστοῦ ἀναστάσεως, ἵνα καθαροὶ καθαρῶς καὶ τὰ πάθη τούτου δοξάσωμεν καὶ τύχωμεν τῆς δι’ αὐτῶν ἡμῖν ὑπὸ τοῦ Κυρίου πραγματευθείσης ἀθανάτου καὶ μακαρίας ζωῆς.
Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.