Ἔργον
Γρηγόριος Παλαμᾶς – Ομιλίες Α΄–Κ΄
Ομιλία Β΄: Στην παραβολή του Τελώνου και του Φαρισαίου
Ανάλυση της παραβολής με έμφαση στην πνευματική καταστροφή που επιφέρει η υπερηφάνεια και στη σωτήρια δύναμη της συντετριμμένης ταπείνωσης.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ομιλία Β΄: Στην παραβολή του Τελώνου και του Φαρισαίου
Ανάλυση της παραβολής με έμφαση στην πνευματική καταστροφή που επιφέρει η υπερηφάνεια και στη σωτήρια δύναμη της συντετριμμένης ταπείνωσης.
ΕΙΣ ΤΗΝ ΚΑΤΑ ΤΟΝ ΤΕΛΩΝΗΝ ΚΑΙ ΤΟΝ ΦΑΡΙΣΑΙΟΝ ΤΟΥ ΚΥΡΙΟΥ ΠΑΡΑΒΟΛΗΝ Εὔπορός ἐστιν εἰς κακίαν ὁ νοητὸς τῆς κακίας προστάτης, καὶ πολὺς μὲν ἤδη καταβαλλομένους εἰς ψυχὴν τοὺς τῆς ἀρετῆς θεμελίους τὴν ἀρχὴν εὐθὺς ὑποσύραι, δι’ ἀνελπιστίας καὶ ἀπιστίας· πολὺς δὲ καὶ τοῖς τοίχοις οἷον ἀνεγειρομένοις τῆς κατ’ ἀρετὴν οἰκίας, μεταξὺ πάλιν ἐπιθέσθαι δι’ ἀκηδίας καὶ ρᾳθυμίας· ἔτι δὲ καὶ αὐτὸν ἐπῳκοδομημένον ἤδη τὸν ὄροφον τῶν ἀγαθῶν ἔργων δι’ ὑπερηφανίας καὶ ἀπονοίας κατενεγκεῖν. Ἀλλὰ στῆτε, μὴ πτοηθῆτε· εὐπορώτερος γάρ ἐστιν ἐν ἀγαθοῖς ὁ σπουδαῖος καὶ πλείω τὴν ἰσχὺν ἔχει πρὸς ἀντιπαράταξιν τῆς κακίας ἡ ἀρετή, τὴν ἄνωθεν πλουτοῦσα χορηγίαν καὶ συμμαχίαν παρ’ αὐτοῦ τοῦ τὰ πάντα ἰσχύοντος, καὶ πάντας τοὺς τῆς ἀρετῆς ἐραστὰς ἐνδυναμοῦντος δι’ ἀγαθότητα· ὡς μὴ μόνον ἄσειστος διαμένειν τοῖς συνεσκευασμένοις ὑπὸ τοῦ ἀντικειμένου ποικίλοις καὶ πονηροῖς μηχανήμασιν, ἀλλὰ καὶ τοὺς εἰς βάθος ἐμπεσόντας κακῶν ἀνεγείρειν ἔχειν καὶ ἐπανάγειν, καὶ διὰ μετανοίας καὶ ταπεινώσεως τῷ Θεῷ προσάγειν μετ’ εὐκολίας.
Δεῖγμα δὲ καὶ παράστασις διαρκής· καὶ γὰρ ὁ Τελώνης, τελώνης ὤν, καὶ οἷον τῷ πυθμένι τῆς ἁμαρτίας ἐνδιαιτώμενος, λόγῳ μόνῳ κοινωνήσας τοῖς κατ’ ἀρετὴν ζῶσι, καὶ τούτῳ βραχεῖ, κουφίζεται καὶ ὑψοῦται καὶ ὑπερβαίνει πᾶσαν κακίαν, καὶ τῷ χορῷ τῶν δικαίων ἐγκαταλέγεται, παρ’ αὐτοῦ δεδικαιωμένος τοῦ ἀδεκάστου Κριτοῦ. Εἰ δὲ καὶ ὁ Φαρισαῖος λόγῳ καταδικάζεται, ἀλλὰ Φαρισαῖος ὤν, καὶ δοκῶν εἶναί τις ἑαυτῷ, ἀλλ’ οὐκ ὢν δίκαιος ἐπ’ ἀληθείας, καὶ θρασυστομῶν οὐκ ὀλίγα, ἐν οἷς οὐκ ἐλάττω τῶν συλλαβῶν τὰ τὸν Θεὸν παροργίζοντα.
Διατί δὲ ἡ μὲν ταπείνωσις πρὸς ὕψος ἀνάγει δικαιοσύνης, ἡ δὲ οἴησις πρὸς βυθὸν κατάγει τῆς ἁμαρτίας; Διότι ὁ μὲν οἰόμενος ἑαυτὸν εἶναί τινα μέγαν, καὶ ταῦτα ἐνώπιον τοῦ Θεοῦ, ἐγκαταλιμπάνεται δικαίως ὑπὸ Θεοῦ, ὡς μὴ τῆς παρ’ ἐκείνου δοκῶν χρῄζειν ἐπικουρίας· ὁ δὲ μηδὲν οἰόμενος ἑαυτόν, καὶ διὰ τοῦτο βλέπων εἰς τοὺς ἄνωθεν οἰκτιρμούς, τυγχάνει δικαίως τῆς παρὰ τοῦ Θεοῦ συμπαθείας καὶ βοηθείας καὶ χάριτος· «Κύριος», γάρ φησιν, «ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν».
Καὶ τοῦτο δεικνὺς διὰ παραβολῆς ὁ Κύριος, «ἄνθρωποι». φησί, «δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι· ὁ εἷς Φαρισαῖος, καὶ ὁ ἕτερος Τελώνης». Θέλων ἐναργῶς παραστῆσαι τὸ ἐκ τῆς ταπεινώσεως κέρδος καὶ τὴν ἐκ τῆς ὑπερηφανίας ζημίαν, εἰς δύο διεῖλε πάντας τοὺς τῷ ἱερῷ προσιόντας, μᾶλλον δὲ τοὺς εἰς αὐτὸ ἀνιόντας, οὗτοι δέ εἰσιν οἱ προσευχῆς ἕνεκα τῷ τοῦ Θεοῦ ναῷ προσιόντες.
Τοιαύτη γὰρ ἡ τῆς προσευχῆς φύσις· ἀπὸ γῆς εἰς οὐρανὸν ἀνάγει τὸν ἄνθρωπον, καὶ πᾶν ἐπουράνιον ὑπερβᾶσα καὶ ὄνομα καὶ ὕψωμα καὶ ἀξίωμα, αὐτῷ παρίστησι τοῦτον τῷ ἐπὶ πάντων Θεῷ. Ἦν δὲ καὶ τὸ ἱερὸν ἐκεῖνο τὸ παλαιὸν ἐφ’ ὑψηλοῦ κείμενον, ἐν μετεώρῳ τῆς πόλεως, ἐφ’ οὗ ποτε λόφου θανάτου τὴν Ἰερουσαλὴμ ἀναλίσκοντος, τὸν θανατηφόρον ἄγγελον ἰδὼν ὁ Δαβὶδ ἐσπασμένον ρομφαίαν κατὰ τῆς πόλεως, ἀναβὰς ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ καὶ ἀνήνεγκεν ἐπ’ αὐτοῦ τῷ Θεῷ θυσίαν καὶ ἐπεσχέθη ἡ θραῦσις. Εἰς τύπον καὶ ταῦτα τῆς κατὰ τὴν ἱερὰν προσευχὴν σωτηρίου καὶ πνευματικῆς ἀναβάσεως καὶ τοῦ δι’ αὐτῆς ἱλασμοῦ (τυπικὰ γὰρ ἦν ἐκεῖνα πάντα πρὸς σωτηρίαν ἡμῶν), εἰ δὲ βούλει, καὶ εἰς τύπον τῆς καθ’ ἡμᾶς ταύτης ἱερᾶς Ἐκκλησίας, ἥτις ὄντως ἐφ’ ὑψηλοῦ κεῖται, ἀγγελικός τις ἄλλος οὖσα καὶ ὑπερκόσμιος χῶρος, ἐν ᾧ πρὸς ἐξιλασμὸν τοῦ κόσμου παντός, καὶ θανάτου θραῦσιν, καὶ ζωῆς ἀθανάτου περιουσίαν, τὸ ἀναίμακτον καὶ μέγα καὶ ὄντως εὐπρόσδεκτον τῷ Θεῷ ἀναφέρεται θῦμα.
Διὰ ταῦτα τοίνυν οὐκ εἶπεν ἄνθρωποι δύο ‘προσῆλθον’ τῷ ἱερῷ, ἀλλ’ «ἀνέβησαν» εἰς τὸ ἱερόν. Εἰσὶ δὲ καὶ νῦν οἱ πρὸς τὴν ἱερὰν Ἐκκλησίαν ἐρχόμενοι, οὐκ αὐτοὶ ἀναβαίνουσιν, ἀλλὰ κατασπῶσι μᾶλλον τὴν τὸν οὐρανὸν εἰκονίζουσαν Ἐκκλησίαν, οἵτινές εἰσιν οἱ συντυχίας χάριν καὶ ὁμιλίας τῆς πρὸς ἀλλήλους παραγινόμενοι, καὶ οἱ τὰ ὤνια προτιθέντες καὶ ἀγοράζοντες· ἐοίκασι γὰρ ἀλλήλοις, οἱ μὲν γὰρ ὠνήν, οἱ δὲ λόγους διδόντες ἀντιλαμβάνουσι τὰ κατάλληλα. Οὕς, ὥσπερ τοῦ ἱεροῦ ἐκείνου παντελῶς ὁ Κύριος ἔξωσέ ποτε, πρὸς αὐτοὺς εἰπών, «ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ ἐποιήσατε αὐτὸν σπήλαιον λῃστῶν», οὕτω καὶ τῶν οἰκείων τούτων λόγων ἐξέβαλεν, ὡς μὴ ἀναβαίνοντας εἰς τὸ ἱερὸν ὅλως, κἂν ἑκάστης ἡμέρας ἔρχωνται.
Ὁ δὲ Φαρισαῖος καὶ ὁ Τελώνης ἀνέβησαν εἰς τὸ ἱερόν· ἀμφοτέροις γὰρ εἷς ἦν σκοπὸς τὸ προσεύξασθαι, εἰ καὶ ὁ Φαρισαῖος μετὰ τὴν ἄνοδον κατήνεγκεν ἑαυτόν, ὑπὸ τοῦ τρόπου περιτραπείς· σκοπὸς μὲν γὰρ αὐτοῖς τῆς ἀναβάσεως ὁ αὐτὸς (προσεύξασθαι γὰρ ἀνέβησαν), ὁ δὲ τρόπος ἀντίθετος· ὁ μὲν γὰρ συντετριμμένος καὶ τεταπεινωμένος ἀνήρχετο, παρὰ τοῦ ψαλμῳδοῦ προφήτου μαθών, ὅτι «καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει», ἐπεὶ καὶ αὐτὸς περὶ ἑαυτοῦ φησιν ὁ προφήτης, πάντως διὰ πείρας εἰδώς, «ἐταπεινώθην καὶ ἔσωσέ με ὁ Κύριος». Καὶ τί λέγω τὸν προφήτην; ὁ γὰρ τῶν προφητῶν Θεὸς καθ’ ἡμᾶς δι’ ἡμᾶς γενόμενος ἐταπείνωσεν ἑαυτόν, καθά φησιν ὁ ἀπόστολος· διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσεν. Ὁ δὲ Φαρισαῖος μέγα φυσῶν καὶ ἀλαζονευόμενος ἄνεισιν, ὡς καὶ δικαιώσων ἑαυτόν· καὶ ταῦτα ἐνώπιον τοῦ Θεοῦ, παρ’ ᾧ πᾶσα δικαιοσύνη ἡμῶν, ὡς ράκος ἀποκαθημένης· οὐ γὰρ ἤκουσε τοῦ λέγοντος, «ἀκάθαρτος παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος», καὶ «Κύριος ὑπερηφάνοις ἀντιτάσσεται», καὶ «οὐαὶ οἱ δικαιοῦντες ἑαυτοὺς καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες».
Οὐ μόνον δὲ τὸ ἦθος καὶ ὁ τρόπος αὐτοὺς διεῖλε διάφορος ὤν, ἀλλὰ καὶ τὸ τῆς προσευχῆς εἶδος· διπλοῦν γὰρ καὶ τοῦτο· προσευχὴ γάρ ἐστιν οὐ δεήσεως μόνον, ἀλλὰ καὶ εὐχαριστίας πρόβλημα· καὶ ὁ μὲν τῶν προσευξομένων ἄνεισι πρὸς τὸν τοῦ Θεοῦ ναόν, δοξάσων καὶ εὐχαριστήσων τῷ Θεῷ, ὑπὲρ ὧν ἔλαβε παρ’ αὐτοῦ, ὁ δὲ αἰτήσων ἅπερ οὔπω ἔλαβεν, ὧν καὶ μάλιστα τῆς ἑκάστης ὥρας καθ’ ἡμᾶς ἁμαρτάνουσιν ἔτι καὶ ἡ τῶν ἁμαρτημάτων ἄφεσις· ἡ γὰρ ὑπόσχεσις τῶν παρ’ ἡμῶν τῷ Θεῷ κατ’ εὐσέβειαν προσφερομένων, οὐ προσευχήν, ἀλλ’ εὐχὴν ἔχει τὴν ἐπωνυμίαν· καὶ τοῦτ’ ἐδήλωσεν ὁ εἰπών, «Εὔξασθε καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ἡμῶν», καὶ ὁ λέγων, «Κρεῖσσον μὴ εὔξασθαι ἢ εὔξασθαι καὶ μὴ ἀποδοῦναι».
Ἀλλὰ τὸ διπλοῦν ἐκεῖνο τῆς προσευχῆς εἶδος, διπλῆν ἔχει καὶ τὴν ἀχρείωσιν τοῖς μὴ προσέχουσι· τὴν μὲν γὰρ ὑπὲρ ἀφέσεως ἁμαρτημάτων προσευχήν τε καὶ δέησιν ἀνύσιμον μὲν ποιεῖ μετὰ τὴν ἀποχὴν τῶν κακῶν ἡ πίστις καὶ ἡ κατάνυξις, ἀνήνυτον δὲ ἡ ἀπόγνωσις καὶ ἡ πώρωσις. Τὴν δὲ ὑπὲρ ὧν εὖ παρὰ Θεοῦ πεπόνθαμεν εὐχαριστίαν, εὐπρόσδεκτον μὲν ἡ ταπείνωσις ποιεῖ, καὶ τὸ μὴ κατεπαίρεσθαι τῶν οὐκ ἐχόντων, ἀπρόσδεκτον δὲ ἡ ἐπὶ τούτοις ἔπαρσις, ὡς οἰκείᾳ σπουδῇ καὶ γνώσει προσγινομένοις, καὶ ἡ πρὸς τοὺς μὴ κεκτημένους κατάκρισις. Ἅπερ ἄμφω νοσῶν ὁ Φαρισαῖος, παρ’ ἑαυτοῦ καὶ τῶν οἰκείων λόγων ἐλέγχεται· ἀναβὰς γὰρ εἰς τὸ ἱερόν, εὐχαριστήσων οὐ δεηθησόμενος, ἔπαρσιν καὶ κατάκρισιν ἀφρόνως τε καὶ ἀθλίως τῇ πρὸς Θεὸν εὐχαριστίᾳ κατέμιξε.
Σταθεὶς γάρ φησιν, οὗτος πρὸς ἑαυτὸν ταῦτα προσηύχετο «ὁ Θεὸς εὐχαριστῶ σοι, ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί». Τὸ στῆναι τὸν Φαρισαῖον οὐ τὴν δουλικὴν παράστασιν, ἀλλὰ τὴν ἀπηρυθριασμένην ἀνάτασιν δηλοῖ, τὴν ἀντικειμένην τῷ μὴ δὲ τοὺς ὀφθαλμοὺς θαρροῦντι πρὸς οὐρανὸν ὑπὸ ταπεινώσεως ἆραι.
Εἰκότως δὲ πρὸς ἑαυτὸν ὁ Φαρισαῖος προσηύχετο· οὐ γὰρ ἀνέβαινε πρὸς τὸν Θεόν, εἰ καὶ οὐκ ἐλάνθανε τὸν καθήμενον ἐπὶ τῶν Χερουβίμ, καὶ ἐπιβλέποντα τὰ ἔσχατα τῶν ἀβύσσων, ἡ αὐτοῦ τοιαύτη προσευχή· «εὐχαριστῶ σοι» γὰρ εἰπών, οὐκ ἐπήνεγκεν, ὅτι δωρεάν, ὡς ἀσθενῆ πρὸς ἀντιπαράταξιν, ἐλεήσας ἔδωκάς μοι τὴν ἀπὸ τῶν τοῦ πονηροῦ παγίδων ἐλευθερίαν· ἀνδρεῖον γὰρ ἔστι κατὰ ψυχήν, ἀδελφοί, τὸ κρατηθέντα ταῖς τοῦ ἐχθροῦ πάγαις, καὶ περιπεσόντα τοῖς βρόχοις τῆς ἁμαρτίας, δυνηθῆναι τῇ μετανοίᾳ διαφυγεῖν.
Διὰ τοῦτο προνοίᾳ μείζονι τὰ καθ’ ἡμᾶς διευθύνεται, καὶ πολλάκις μικρὸν ἢ μηδὲν σπουδάσαντες, πολλῶν καὶ μεγάλων παθῶν ἀνώτεροι σὺν Θεῷ διεμείναμεν, συμπαθῶς κουφισθέντες διὰ τὴν ἡμετέραν ἀσθένειαν· καὶ δεῖ τῆς δωρεᾶς ἐπιγνώμονας ἡμᾶς εἶναι, καὶ ταπεινοῦσθαι τοῦ παρασχόντος ἐνώπιον, ἀλλὰ μὴ ἐπαίρεσθαι.
Ὁ δὲ Φαρισαῖος, «εὐχαριστῶ σοι», φησίν, ὁ Θεός· οὐχ ὅτι ἔλαβον βοήθειάν τινα παρὰ σοῦ, ἀλλ’ «ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων»· ὡς ἂν οἴκοθεν καὶ παρ’ ἑαυτοῦ καὶ ἐξ οἰκείας ἔχων δυνάμεως τὸ μὴ εἶναι ἅρπαξ, καὶ μοιχὸς καὶ ἄδικος εἴπερ ἄρα καὶ οὐκ ἦν· οὐ γὰρ προσεῖχεν ἑαυτῷ, ἵνα δίκαιος εἴη πιστεύεσθαι περὶ ἑαυτοῦ λέγων, ἀλλὰ πάντας μᾶλλον ἔβλεπεν, ἢ ἑαυτόν, καὶ πάντας, ὢ τῆς ἀπονοίας, ἐξουδενῶν, ἕνα μόνον ᾤετο δίκαιον εἶναι καὶ σώφρονα, ἑαυτόν· «οὐκ εἰμί», γάρ φησιν, «ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ Τελώνης». Τῆς ἀνοίας εἶπεν ἄν τις πρὸς αὐτόν, καὶ εἰ πλὴν σοῦ, πάντες ἄδικοί τε καὶ ἅρπαγες, τίς ὁ τὴν ἁρπαγὴν καὶ τὴν κάκωσιν ὑφιστάμενος; Τί δὲ καὶ ὁ Τελώνης οὗτος, καὶ ἡ τούτου κατ’ ἐξοχὴν προσθήκη; Οὐχ εἷς ὢν ἁπάντων μετὰ τῶν λοιπῶν καὶ οὗτος τῇ παρὰ σοῦ κοινῇ, καὶ ὡς εἰπεῖν οἰκουμενικῇ κατακρίσει συμπεριείληπται;
Ἢ διπλασίας ἔδει τούτῳ τῆς καταδίκης, ὡς ὑπὸ τοὺς φαρισαϊκοὺς σοὺς ὀφθαλμούς, εἰ καὶ μακρὰν ἑστῶτι; Ἄλλως τε καὶ τελώνην μὲν ὑπάρχοντα φανερῶς, ἄδικον ᾔδεις ὄντα, μοιχὸν δὲ πόθεν; Ἢ σὲ τοῦτον ἀδικεῖν καὶ προπηλακίζειν ἀνεύθυνον, ἐπειδή περ οὗτος ἄλλους ἠδίκει; Οὐκ ἔστι τοῦτο οὐκ ἔστιν, ἀλλ’ οὗτος μὲν φέρων ἐν ταπεινῷ τῷ φρονήματι τὴν σὴν ὑπερήφανον κατηγορίαν, καὶ τῷ Θεῷ προσφέρων σὺν αὐτομεμψίᾳ τὴν ἱκεσίαν, ἀφεθήσεται παρ’ αὐτοῦ δικαίως τῆς ὑπὲρ ὧν αὐτὸς ἠδίκησε καταδίκης· σὺ δὲ καταδικασθήσῃ δικαίως, ὑπερηφάνως ἐκείνου τε καὶ πάντων ἀνθρώπων κατηγορῶν, καὶ μόνον ἁπάντων σεαυτὸν δικαιῶν. «Οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί».
Ταῦτα τὰ ρήματα καὶ τὴν πρὸς τὸν Θεὸν καὶ τὴν πρὸς πάντας ἀνθρώπους ὑπεροψίαν τοῦ Φαρισαίου παρίστησι, πρὸς δὲ καὶ τὸ κάνον τῆς αὐτοῦ συνειδήσεως· τούς τε γὰρ ἀνθρώπους κοινῇ πάντας ἐξουδενεῖ φανερῶς, καὶ τὴν τῶν κακῶν ἀποχὴν οὐ τῇ τοῦ Θεοῦ, ἀλλὰ τῇ καθ’ ἑαυτὸν δυνάμει προσμαρτυρεῖ. Εἰ δὲ εὐχαριστεῖν φησιν, ἀλλὰ τάχα διὰ τοῦτο, καὶ πλὴν αὐτοῦ πάντας ἀνθρώπους ἀκολάστους εἶναι νομίζει καὶ ἀδίκους καὶ ἅρπαγας, ὡς μηδενί, πλὴν αὐτῷ, ἀξιοῦντος τοῦ Θεοῦ τὴν ἀρετὴν παρασχεῖν. Ἀλλ’ εἰ πάντες οἱ λοιποὶ τοιοῦτοι, τὰ τοῦ Φαρισαίου τούτου προκεῖσθαι τούτοις πᾶσι πρὸς διαρπαγὴν ἐχρῆν. Οὐ φαίνεται δὲ οὕτως· ἐπάγει γὰρ αὐτός, ὅτι «νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι». Οὐχ ὅσα κέκτηταί φησιν ἀποδεκατοῦν, ἀλλ’ ὅσα κτᾶται, τὰς προσθήκας καὶ τὰς ἐπαυξήσεις τῆς οἰκείας περιουσίας διὰ τούτου δηλῶν. Οὐκοῦν εἶχε μὲν ἅπερ ἐκέκτητο, προσελάμβανε δὲ ἀναπηρεάστως ἅπερ ἐδύνατο· πῶς οὖν χωρὶς αὐτοῦ πάντες ἥρπαζον καὶ ἠδίκουν; Οὕτως αὐτέλεγκτόν ἐστιν καὶ αὐτεπίβουλον ἡ κακία! οὕτως ἐστὶ συγκεκραμμένον ἀεὶ τὸ ψεῦδος τῇ ἀπονοίᾳ.
Τὴν μὲν οὖν ἀποδεκάτωσιν εἰς παράστασιν ἐκ περιουσίας τῆς οἰκείας δικαιοσύνης προήγαγε· πῶς γὰρ ἅρπαξ ἔσται τῶν ἀλλοτρίων ὁ ἀποδεκατῶν τὰ οἰκεῖα; Τὴν δὲ νηστείαν εἰς τὴν τῆς σωφροσύνης ἐπίδειξιν· ποιητικὴ γὰρ ἁγνείας ἡ νηστεία ἐστίν.
Ἔστω τοίνυν, σώφρων ὑπάρχεις καὶ δίκαιος, εἰ δὲ βούλει, καὶ σοφὸς καὶ νουνεχὴς καὶ ἀνδρεῖος καὶ εἴ τι τοιοῦτον ἕτερον· εἰ μὲν παρὰ σεαυτοῦ λαβὼν ἔχεις, καὶ μὴ παρὰ τοῦ Θεοῦ, τί καταψεύδῃ καὶ τοῦ τῆς προσευχῆς σχήματος καὶ εἰς τὸ ἱερὸν ἀναβαίνεις καὶ εὐχαριστεῖν μάτην λέγεις; Εἰ δὲ παρὰ Θεοῦ λαβὼν ἔχεις, οὐκ ἔλαβες ἵνα κομπάζῃς, ἀλλ’ ἵνα πρὸς οἰκοδομὴν τοῖς ἄλλοις ὑπάρχῃς εἰς δόξαν τοῦ παρασχόντος. Χαίρειν οὖν ὡς ἀληθῶς ἔδει σὺν ταπεινώσει καὶ εὐχαριστεῖν καὶ τῷ δόντι καὶ δι’ οὓς ἔλαβεν· οὐ γὰρ ὑπὲρ ἑαυτῆς μᾶλλον ἢ διὰ τοὺς ὁρῶντας ἡ λαμπὰς λαμβάνει τὸ φῶς. Σάββατον δέ φησιν ὁ Φαρισαῖος οὐ τὴν ἑβδόμην ἡμέραν, ἀλλὰ τὴν ἑβδομάδα τῶν ἡμερῶν, ὧν τὰς δύο νηστίμους ἄγων μεγαλαυχεῖ, ἀγνοῶν ὅτι αὗται μὲν ἀνθρώπιναι ἀρεταί, ἡ δὲ ὑπερηφανία δαιμονιώδης· διὸ καὶ ἀχρειοῖ ταύτας καὶ συγκατασπᾷ συζυγεῖσα, κἂν ἀληθεῖς ὦσι, πόσῳ μᾶλλον εἰ κεκιβδηλευμέναι.
Ἀλλ’ ὁ μὲν Φαρισαῖος τοιαῦτα. «Ὁ δὲ Τελώνης μακρόθεν ἑστώς, οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς πρὸς τὸν οὐρανὸν ἆραι, ἀλλ’ ἔτυπτεν εἰς τὸ ἑαυτοῦ στῆθος, λέγων· «Ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ»». Ὁρᾶτε τὴν ταπείνωσιν ὅση, καὶ τὴν πίστιν καὶ τὴν αὐτομεμψίαν; ὁρᾶτε τὴν ἄκραν συστολὴν τῆς τε διανοίας καὶ τῶν αἰσθήσεως, ἅμα δὲ καὶ τὴν συντριβὴν τῆς καρδίας τῇ προσευχῇ τοῦ Τελώνου τούτου συγκεκραμμένην; Ἀναβὰς γὰρ εἰς τὸ ἱερὸν ὑπὲρ τῆς τῶν οἰκείων ἁμαρτημάτων ἀφέσεως δεησόμενος, καλὰς ἐπηγάγετο μεθ’ ἑαυτοῦ τὰς μεσιτευούσας πρὸς τὸν Θεόν, τὴν ἀκαταίσχυντον πίστιν, τὴν ἀκατάκριτον αὐτομεμψίαν, τὴν μὴ ἐξουδενωμένην συντριβὴν τῆς καρδίας, τὴν ὑψοῦσαν ταπείνωσιν. Συνῆψε δὲ καὶ τῇ προσευχῇ τὴν προσοχὴν ἄριστα. Μακρόθεν γάρ φησιν ἑστὼς ὁ Τελώνης οὗτος. Οὐκ εἶπε σταθεὶς ὡς ἐπὶ τοῦ Φαρισαίου, ἀλλ’ ἑστώς· τὴν ἐπὶ πολὺ παράτασιν τῆς στάσεως διὰ τούτου δηλῶν, ὁμοῦ δὲ καὶ τὸ ἐπίμονον τῆς δεήσεως καὶ τῶν ἱλαστηρίων ρημάτων· μηδὲν γὰρ ἕτερον μήτε προτιθείς, μήτε διανοούμενος, ἑαυτῷ μόνῳ προσεῖχε καὶ τῷ Θεῷ, αὐτὴν ἐφ’ ἑαυτὴν στρέφων καὶ πολυπλασιάζων μόνην τὴν μονολόγιστον δέησιν, ὅπερ ἀνυσιμώτατόν ἐστι προσευχῆς εἶδος. «Μακρόθεν οὖν», φησίν, «ὁ Τελώνης ἑστώς, οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἆραι».
Αὕτη ἡ στάσις, καὶ στάσις ἦν ὁμοῦ καὶ ὑπόπτωσις, καὶ οὐκ εὐτελοῦς δούλου μόνον, ἀλλὰ καὶ καταδίκου παράστασις. Ἐμφαίνει δὲ καὶ τὴν ἀφειμένην τῆς ἁμαρτίας ψυχήν, μακρὰν μὲν οὖσαν ἔτι Θεοῦ, διὰ τὸ μήπω τὴν δι’ ἔργων ἔχει πρὸς αὐτὸν παρρησίαν, ἐγγίζειν δὲ προσδόκιμον οὖσαν Θεῷ, διὰ τὴν ἀποχὴν τῶν κακῶν καὶ τὴν ἀγαθὴν ἤδη πρόθεσιν.
Οὕτως οὖν μακρόθεν ὁ Τελώνης ἑστώς, οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἆραι, τῷ τρόπῳ καὶ τῷ σχήματι τὴν οἰκείαν κατάγνωσιν καὶ αὐτομεμψίαν ἐπιδεικνύμενος· ἀνάξιον γὰρ ἑαυτὸν ἡγεῖτο καὶ τοῦ οὐρανοῦ καὶ τοῦ κατὰ τὴν γῆν ἱεροῦ. Διὸ τοῦ μὲν ἐπὶ τῶν προθύμων εἱστήκει, πρὸς δὲ τὸν οὐρανὸν οὐδὲ ἀτενίζειν ἐτόλμα, πόσῳ μᾶλλον πρὸς τὸν τοῦ οὐρανοῦ Θεόν· ἀλλ’ ὑπὸ τῆς σφοδρᾶς κατανύξεως τύπτων τὸ ἑαυτοῦ στῆθος καὶ πληγῶν ἑαυτὸν ἄξιον παριστὰς ἐντεῦθεν, βαρυπενθῶν καὶ τοὺς στεναγμοὺς ἀναπέμπων ἐκεῖθεν καὶ τὴν κεφαλὴν ὡς κατάκριτος κλίνων, ἁμαρτωλὸν ἐκάλει καὶ τὸ ἱλασμὸν πιστῶς ἐπεζήτει, λέγων· «Ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ». Ἐπίστευσε γὰρ τῷ λέγοντι «ἐπιστράφητε πρός με καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς», καὶ τῷ προφήτῃ μαρτυροῦντι, «εἶπα ἐξαγορεύσω κατ’ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου».
Τί δὴ τὸ ἐπὶ τούτοις; «Κατέβη οὗτος δεδικαιωμένος», φησὶν ὁ Κύριος, «ἢ ἐκεῖνος· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται». Ὡς γὰρ αὐτόχρημα τύφος ἐστὶν ὁ διάβολος καὶ ἴδιόν ἐστι τούτῳ ἡ ὑπερηφανία κακόν, διὸ καὶ νικᾷ καὶ συγκατασπᾷ συμμιγεῖσα πᾶσαν ἀρετὴν ἀνθρωπίνην, οὕτως ἡ πρὸς τὸν Θεὸν ταπείνωσις ἀγγέλων τῶν ἀγαθῶν ἐστιν ἀρετὴ καὶ νικᾷ πᾶσαν ἀνθρωπίνην κακίαν ἐπιγενομένην τῷ πταίσαντι· ὄχημα γάρ ἐστιν ἡ ταπείνωσις τῆς πρὸς τὸν Θεὸν ἀναβάσεως, κατὰ τὰς νεφέλας ἐκείνας, αἳ μέλλουσιν ἀνοίσειν πρὸς τὸν Θεὸν τοὺς ἐσομένους εἰς ἀπείρους αἰῶνας μετὰ Θεοῦ, καθάπερ ὁ ἀπόστολος προεφήτευσεν· «ἁρπαγησόμεθα», λέγων, «ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα». Οἷον γάρ τίς ἐστι νεφέλη, καὶ ἡ ταπείνωσις, διὰ μετανοίας συστᾶσα καὶ τὰς τῶν δακρύων λιβάδας ἐκ τῶν ὀφθαλμῶν ἀφιεῖσα καὶ τοὺς ἀξίους ἐκ τῶν ἀναξίων ἐξάγουσα καὶ ἀνάγουσα καὶ τῷ Θεῷ συνιστᾶσα, δωρεὰν δεδικαιωμένους διὰ τὴν εὐγνωμοσύνην τῆς προαιρέσεως.
Ἀλλ’ ὁ μὲν Τελώνης κακοτέχνως σφετεριζόμενος τὰ ἀλλότρια πρότερον, τῆς κακοτεχνίας ἀφέμενος ὕστερον καὶ μὴ δικαιῶν ἑαυτόν, δεδικαίωται, ὁ δὲ Φαρισαῖος τῶν ἄλλοις προσηκόντων μὴ ἀντεχόμενος καὶ δικαιῶν· ἑαυτὸν κατακέκριται. Οἱ δὲ καὶ τῶν ἄλλοις προσηκόντων μὴ ἀπεχόμενοι, καὶ δικαιοῦν ἐπιχειροῦντες ἑαυτούς, τί πείσονται;
Ἀλλὰ τούτους μὲν ἀφῶμεν, ἐπεὶ καὶ ὁ Κύριος, ὡς ἄρα μὴ λόγῳ καταπειθεῖς. Ἔστι δ’ ὅτε καὶ ἡμεῖς ταπεινούμεθα προσευχόμενοι, καὶ ἴσως οἰόμεθα τοῦ Τελώνου κομίζεσθαι τὸ δικαίωμα. Οὐκ ἔχει δὲ οὕτως· ἐκεῖνο γὰρ δεῖ σκοπεῖν, ὅτι παρὰ τοῦ Φαρισαίου κατὰ πρόσωπον ὁ Τελώνης καὶ μετὰ τὸ ἐκστῆναι τῆς ἁμαρτίας ἐξουθενούμενος καὶ αὐτὸς ἑαυτὸν ἐξουθενῶν κατεδίκαζε μὴ μόνον οὐκ ἀντιλέγων, ἀλλὰ καὶ συνηγορῶν ἐκείνῳ καθ’ ἑαυτοῦ.
Ὅταν οὖν καὶ αὐτὸς τὴν ἐν χερσὶ κακίαν ἀφείς, τοῖς δι’ αὐτὴν ἐξουθενοῦσι καὶ λοιδοροῦσιν οὐκ ἀντιλέγῃς, ἀλλὰ συγκαταδικάζων σαυτόν, ὡς ὄντα τοιοῦτον, διὰ προσευχῆς ἐν κατανύξει πρὸς μόνον καταφεύγεις τὸν ἐκ Θεοῦ ἱλασμόν, ἴσθι σεσωσμένος τελώνης ὤν.
Πολλοὶ γάρ φησιν ἑαυτοὺς ἁμαρτωλοὺς καὶ λέγομεν ἴσως καὶ ἔχομεν· ἀτιμία δὲ καρδίαν ἐδοκίμασεν· ὥσπερ γὰρ ὁ μέγας Παῦλος πόρρω τῆς φαρισαϊκῆς μεγαλαυχίας ἐστί, καίτοι πρὸς τοὺς ἐν Κορίνθῳ γλώσσαις λαλοῦντας γράφων, «εὐχαριστῶ τῷ Θεῷ μου πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶν» (ἵνα γὰρ ἐκείνους καταστείλῃ κατὰ τῶν μὴ τὸ χάρισμα κεκτημένων ἐπαιρομένους, τοιαῦτα γράφει ὁ ἀλλαχοῦ πάντων περίψημα ἑαυτὸν εἶναι λέγων)· ὥσπερ οὖν ὁ Παῦλος ἐκεῖνα γράφων, πόρρω τῆς φαρισαϊκῆς μεγαλαυχίας ἐστίν, οὕτως ἐστὶ καὶ τὰ τοῦ Τελώνου ρήματα λέγειν, καὶ ταπεινολογεῖν κατ’ ἐκεῖνον, καὶ μὴ δικαιωθῆναι καθάπερ ἐκεῖνος· δεῖ γὰρ τοῖς τελωνιακοῖς ρήμασι προσεῖναι καὶ τὴν ἀπὸ τῶν κακῶν μετάθεσιν, καὶ τὴν ἐν τῇ ψυχῇ διάθεσιν, καὶ τὴν κατάνυξιν, καὶ τὴν ὑπομονὴν ἐκείνου· ἐπεὶ καὶ ὁ Δαβὶδ ἔργοις δεῖν ἔδειξε τὸν ὑπεύθυνον ἑαυτὸν παρὰ Θεῷ λογιζόμενον καὶ μετανοοῦντα, δικαίαν ἡγεῖσθαι καὶ φορητὴν τὴν παρ’ ἑτέρων εἰς αὐτὸν ὕβριν καὶ ἀτιμίαν· μετὰ γὰρ τὴν ἁμαρτίαν κακῶς ἀκούων παρὰ Σεμεεί, πρὸς τοὺς ἀμύνεσθαι βουλομένους ἔλεγεν, «ἄφετε αὐτὸν καταρᾶσθαί με, ὅτι Κύριος εἶπεν αὐτῷ καταράσασθαι τὸν Δαβίδ», τὴν ἀπὸ τοῦ Θεοῦ διὰ τὴν εἰς αὐτὸν ἁμαρτίαν συγχώρησιν, ἐκείνου πρόσταγμα λέγων εἶναι· καίτοι δεινῇ τότε καὶ μεγάλῃ συμφορᾷ προσεπάλαιεν ὁ Δαβίδ, ἄρτι τοῦ Ἀβεσσαλὼμ ἐπαναστάντος αὐτῷ.
Καὶ δὴ μετ’ ὀδύνης οὐ φορητῆς ἄκων τὴν Ἰερουσαλὴμ ἀπολιπών, ἐπεὶ πρὸς τὴν ὑπώρειαν τοῦ Ἐλαιῶνος ἔφθασε φεύγων, τὸν Σεμεεὶ προσθήκην εὗρε τῆς συμφορᾶς, λίθοις αὐτὸν βάλλοντα καὶ ἀφειδῶς ἐπαρώμενον καὶ ἀναιδῶς καθυβρίζοντα καὶ ἄνδρα αἱμάτων ἀποκαλοῦντα καὶ ἄνδρα παράνομον, οἱονεὶ τὸ περὶ τὴν Βηρσαβεὲ καὶ τὸν Οὐρίαν ἄγος εἰς ὀνειδισμὸν τοῦ βασιλέως ὑπ’ ὄψιν ἄγοντα. Καὶ οὐδὲ ἅπαξ ἢ δὶς ἐπαρασάμενος καὶ λίθοις καὶ λίθων πληκτικωτέροις ρήμασι βαλὼν ἀπήλλαξεν· ἀλλ’ ἐπορεύετό φησιν ὁ βασιλεὺς καὶ πάντες οἱ ἄνδρες αὐτοῦ μετ’ αὐτοῦ, καὶ Σεμεεὶ ἐπορεύετο ἐκ πλευρᾶς τοῦ ὄρους, ἐχόμενος αὐτοῦ, καταρώμενος καὶ λίθοις βάλλων ἐκ πλαγίου καὶ τῷ χοῒ πάσσων τὸν βασιλέα. Οὐκ ἠπόρει δὲ τῶν κωλυσόντων ὁ βασιλεύς. Ἀβεσσὰ γοῦν ὁ στρατηγὸς μὴ ἀνασχόμενος πρὸς τὸν Δαβὶδ εἶπεν· «Ἵνα τί καταρᾶται ὁ κύων ὁ τεθνηκὼς οὗτος τὸν κύριόν μου τὸν βασιλέα; διαβήσομαι δὴ καὶ ἀφελῶ τὴν κεφαλὴν αὐτοῦ». Ὁ δὲ βασιλεὺς ἐπέσχεν αὐτὸν καὶ πάντας τοὺς παῖδας αὐτοῦ, πρὸς αὐτοὺς εἰπών· ἄφετε αὐτόν, ὅπως ἴδοι Κύριος ἐν τῇ ταπεινώσει μου καὶ ἐπιστρέψοι μοι ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐτοῦ.
Ὃ καὶ τότε μὲν ἐτελέσθη καὶ εἰς ἔργον ἐξέβη, δείκνυται δὲ καὶ διὰ τῆς κατὰ τὸν Τελώνην τοῦτον καὶ τὸν Φαρισαῖον παραβολῆς, ὑπὸ τῆς δικαιοσύνης ἀεὶ τελούμενον· ὁ γὰρ ὑπεύθυνον ἑαυτὸν ἀληθῶς αἰωνίου κολάσεως λογιζόμενος, πῶς οὐκ ἂν ὑπομείνῃ γενναίως, οὐκ ἀτιμίαν μόνον, ἀλλὰ καὶ ζημίαν καὶ νόσον καὶ πᾶσαν, ὡς εἰπεῖν, δυσπραγίαν καὶ κάκωσιν; Ὁ δὲ τοιαύτην ὑπομονὴν ἐνδεικνύμενος, ὡς χρεώστης οὕτω καὶ ὑπεύθυνος ὤν, δι’ ἐλαφροτέρας καταδίκης καὶ προσκαίρου καὶ λυομένης λυτροῦται τῆς ὄντως βαρείας ἐκείνης καὶ ἀφορήτου καὶ ἀλήκτου κολάσεως, ἔστι δ’ ὅτε καὶ τῶν νῦν ἐπικειμένων δεινῶν, ἀρχὴν ἐντεῦθεν λαμβανούσης τῆς δι’ ὑπομονὴν οἷον ἐποφειλομένης θείας χρηστότητος· διὸ καί τις τῶν ὑπὸ Θεοῦ παιδευομένων ἔφη· «παιδείαν Κυρίου ὑποίσω, ὅτι ἥμαρτον αὐτῷ».
Γένοιτο δὲ καὶ ἡμᾶς μετ’ ἐλέους, ἀλλὰ μὴ ἐν ὀργῇ καὶ θυμῷ Κυρίου παιδευομένους τῇ παιδείᾳ τοῦ Θεοῦ μὴ κατενεχθῆναι, ἀλλὰ κατὰ τὸν ψαλμῳδὸν ἀνορθωθῆναι εἰς τέλος, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ πρέπει δόξα, κράτος, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρί, καὶ τῷ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.