Ἔργον
Γρηγόριος Παλαμᾶς – Ομιλίες Α΄–Κ΄
Ομιλία Ι΄: Στη Β΄ Κυριακή των Νηστειών
Ερμηνεία της θεραπείας του παραλυτικού της Καπερναούμ, προβάλλοντας τη σχέση ασθένειας και αμαρτίας, καθώς και τα στάδια της μετάνοιας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ομιλία Ι΄: Στη Β΄ Κυριακή των Νηστειών
Ερμηνεία της θεραπείας του παραλυτικού της Καπερναούμ, προβάλλοντας τη σχέση ασθένειας και αμαρτίας, καθώς και τα στάδια της μετάνοιας.
Τῌ ΔΕΥΤΕΡᾼ ΚΥΡΙΑΚῌ ΤΗΣ ΑΓΙΑΣ ΤΕΣΣΑΡΑΚΟΣΤΗΣ Ὑπόθεσιν ἔχουσα τὸν ἐν Καπερναοὺμ ἰαθέντα παρὰ τοῦ Κυρίου Παράλυτον· καὶ πρὸς τοὺς ἀκαίρως ὁμιλοῦντας ἀλλήλοις ἐν ταῖς κατὰ τὴν Ἐκκλησίαν ἱεραῖς συνάξεσιν Αὐτὰς τὰς δεσποτικὰς φωνάς, μᾶλλον δὲ τὸ κεφάλαιον αὐτὸ τοῦ εὐαγγελικοῦ κηρύγματος, σήμερον ἐρῶ προοιμιαζόμενος πρὸς τὴν ὑμετέραν ἀγάπην· «μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν».
Καὶ οὐκ ἤγγισε μόνον, ἀλλὰ καὶ ἐν ἡμῖν ἐστιν· «ἡ γὰρ βασιλεία τῶν οὐρανῶν ἐντὸς ἡμῶν ἐστι», πάλιν ὁ Κύριος εἶπε. Καὶ οὐκ ἐν ἡμῖν ἐστι μόνον, ἀλλὰ καὶ μετ’ οὐ πολὺ περιφανέστερον παραγίνεται, καταργήσουσα πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν καὶ παρέξουσα τὸ ἄμαχον κράτος, τὸν ἀδαπάνητον πλοῦτον, τὴν ἀναλλοίωτον καὶ ἀκήρατον καὶ ἀτελεύτητον τρυφὴν καὶ δόξαν καὶ ἐξουσίαν καὶ δύναμιν μόνοις τοῖς κατὰ Θεὸν ζῶσι καὶ θεαρέστως ἐνταῦθα βεβιωκόσιν.
Ἐπεὶ τοίνυν ἡ βασιλεία τοῦ Θεοῦ καὶ ἤγγικε καὶ ἐν ἡμῖν ἐστι, καὶ μετ’ οὐ πολὺ παραγίνεται, ποιήσωμεν διὰ τῶν τῆς μετανοίας ἔργων ἑαυτοὺς αὐτῆς ἀξίους· βιάσωμεν ἡμᾶς αὐτούς, τὰς πονηρὰς ἀνακόπτοντες προλήψεις καὶ συνηθείας· βιαστὴ γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. Ζηλώσωμεν τῶν θεοφόρων ἡμῶν πατέρων τὴν ὑπομονήν, τὴν ταπείνωσιν, τὴν πίστιν αὐτήν· «τούτων γάρ», φησίν, «ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς, μιμεῖσθε τὴν πίστιν». Νεκρώσωμεν τὰ μέλη ἡμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πᾶν πάθος κακὸν καὶ τὴν πλεονεξίαν, καὶ μάλιστα κατὰ τὰς ἱερὰς ταύτας τῆς νηστείας ἡμέρας.
Διὰ τοῦτο γὰρ προλαβοῦσα ἡ τοῦ Πνεύματος χάρις, περὶ τῆς μελλούσης τοῦ Θεοῦ φρικωδεστάτης κρίσεως ἐδίδαξεν ἡμᾶς, εἶτα καὶ τῆς ἐξορίας τοῦ Ἀδὰμ ὑπέμνησε καὶ μετὰ τοῦτο τὴν ἀσφαλεστάτην πίστιν ὑπέδειξεν ἡμῖν, ἵνα τῷ ἐξ ἐκείνης φόβῳ καὶ τῷ ἐπὶ ταύτης θρήνῳ, τῆς τε πίστεως ἀσφαλῶς ἀντεχώμεθα καὶ συστέλλωμεν ἡμᾶς αὐτοὺς καὶ μὴ ἐκδιδῶμεν τῇ ἀκρασίᾳ, μηδὲ διὰ τῆς ἀπίστου καὶ ἀπλήστου γαστρὸς πᾶσι τοῖς πάθεσι θύραν ἀνοίγωμεν καὶ χώραν παρέχωμεν καὶ τῆς εὐρυχώρου καὶ πλατείας ὅλοι γινώμεθα, μεθ’ ἡδονῆς ὡς εἰπεῖν ἀπολλύμενοι· ἀλλὰ τὴν εἰς ζωὴν αἰώνιον ἀπάγουσαν στενὴν καὶ τεθλιμμένην ὁδὸν ἀγαπήσαντες, ἧς ἀρχὴ καὶ πρῶτον στάδιον ἡ νηστεία ἐστί, τὴν τεσσαρακοστὴν τῶν νηστίμων ἡμερῶν ταύτην μετ’ εὐτονίας ἀνύσωμεν.
Εἰ γάρ, ὥσπερ καιρὸς τῷ παντὶ πράγματι, κατὰ τὸν Σολομῶντα καὶ τοῖς πᾶσιν ὁ χρόνος, οὕτω καὶ καιρὸς ἐπιτήδειον ζητεῖ τις πρὸς ἐργασίαν τῆς ἀρετῆς, οὗτός ἐστιν ὁ καιρός, ἡ τεσσαρακοστὴ τῶν ἡμερῶν αὕτη. Εἰ δὲ καὶ πᾶς ὁ τῶν ἀνθρώπων βίος πρὸς σωτηρίας πορισμόν ἐστιν ἐπιτήδειος, πολλῷ μᾶλλον ὁ καιρὸς οὗτος τῆς νηστείας ἐστίν· ἐπεὶ καὶ ὁ ἀρχηγὸς καὶ χορηγὸς τῆς σωτηρίας ἡμῶν Χριστὸς ἀπὸ νηστείας ἐποιήσατο τὴν ἀρχὴν καὶ ἐν τῷ σταδίῳ ταύτης τὸν δημιουργὸν τῶν παθῶν, παντοίως προσβαλόντα, κατεπάλαισε καὶ κατῄσχυνε διάβολον. Ὥσπερ γὰρ ἡ τῆς γαστρὸς ἀκρασία, τῶν ἀρετῶν ἀναιρέτης οὖσα, γεννήτρια τῆς ἐμπαθείας ἐστίν, οὕτω καὶ ἡ ἐγκράτεια τοὺς ἐκ τῆς ἀκρασίας μολυσμοὺς ἀναιροῦσα γεννήτρια τῆς ἀπαθείας ἐστίν. Εἰ δὲ μήπω τὰ πάθη ἐν ἡμῖν ὄντα προξενεῖ τε καὶ ἐπροξένησεν ἡ ἀκρασία, πῶς ὄντα οὐκ αὐξήσει τε καὶ στηρίξει, ὥσπερ ἡ νηστεία μειώσει ταῦτα καὶ ἀφανίσει; συζυγεῖς δὲ ἀλλήλαις εἰσὶν ἥ τε νηστεία καὶ ἡ ἐγκράτεια, κἂν ἄλλοτε ἄλλη τοῖς συνετῶς μετιοῦσιν εὐκαίρως πλεονεκτῇ.
Ταύτας οὖν καὶ ἡμεῖς ἀρτίως ἀλλήλων μὴ διαζεύξωμεν, ἀλλὰ τῇ μὲν σεπτῇ μεταξὺ πεντάδι τῶν τῆς ἑβδομάδος ἡμερῶν μᾶλλον ἀντεχώμεθα τῆς νηστείας, Σαββάτου δὲ καὶ Κυριακῆς τῇ ἐγκρατείᾳ μᾶλλον ἢ τῇ νηστείᾳ προσέχωμεν, ὡς ἂν συνετῶς ἀκροώμεθα τῶν εὐαγγελικῶν ρημάτων, ἃ σήμερον ἡμῖν ἀπαγγελεῖ τὴν τοῦ παραλύτου θαυμαστὴν ἴασιν, οὐ τὴν ἐν Ἰερουσαλύμοις, ἀλλὰ τὴν ἐν Καπερναοὺμ ὑπὸ τοῦ Κυρίου γεγενημένην. Τῷ γὰρ καιρῷ ἐκείνῳ, φησὶν ὁ θεηγόρος Μάρκος, «εἰσῆλθε πάλιν ὁ Ἰησοῦς εἰς Καπερναοὺμ δι’ ἡμερῶν». Ταύτην δὲ τὴν Καπερναοὺμ ἰδίαν πόλιν τοῦ Κυρίου ὁ Ματθαῖός φησι· τὰ γὰρ κατὰ τὸν παράλυτον τοῦτον κἀκεῖνος ἱστορῶν, «ἦλθε», φησίν, «ὁ Ἰησοῦς εἰς τὴν ἰδίαν πόλιν»· μετὰ γὰρ τὸ βαπτισθῆναι ἐν τῷ Ἰορδάνῃ ὑπὸ Ἰωάννου καὶ τὸ Πνεῦμα οὐρανόθεν ἐπ’ αὐτὸν καταπτῆναι, εἰς τὴν ἔρημον ὑπὸ τοῦ Πνεύματος πρὸς πεῖραν ἐξάγεται καὶ μετὰ τὸ νικῆσαι τὸν πειραστὴν ἐπανελθὼν ἐγγὺς Ἰορδάνου περιῄει διδάσκων, καὶ ὑπὸ τοῦ Βαπτιστοῦ πολλαχῶς μαρτυρούμενος, μέχρις ὅτου ὁ Ἰωάννης ὑπὸ Ἡρώδου κατάκλειστος γέγονε. Τότε δέ, ὡς ὁ Ματθαῖός φησιν, «ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν καί, καταλιπὼν τὴν Ναζαρέτ, ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν».
Ἐξήρχετο οὖν ἀπ’ αὐτῆς εἴς τε τὰς ἐρήμους προσευχῆς χάριν καὶ εἰς τὰς τῶν γειτόνων κωμοπόλεις κηρύσσων καὶ πάλιν ἐπανήρχετο πρὸς αὐτήν. Διὰ τοῦτο Ματθαῖος μὲν ὁ εὐαγγελιστὴς ἰδίαν εἶπε ταύτην πόλιν αὐτοῦ, ὁ δὲ Μάρκος εἰσῆλθε, φησί, πάλιν εἰς Καπερναοὺμ δι’ ἡμερῶν. «Καὶ ἤκουσαν ὅτι εἰς οἶκόν ἐστι καὶ εὐθέως συνήχθησαν πολλοί, ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν»· τὴν γὰρ διατριβὴν ὡς ἐπὶ πλεῖστον ἐκεῖ ποιούμενος διὰ πολλῶν καὶ μεγάλων καὶ θαυμάτων καὶ λόγων ἐπεγνώσθη μειζόνως, διὸ καὶ ἐποθεῖτο διαφερόντως. Ὡς οὖν ἤκουσαν ὅτι πάρεστι πάλιν, πανδημεὶ συνέρρευσαν· ὡς δὲ ὁ Λουκᾶς φησι, καὶ ἀπὸ πάσης πόλεως ἦσαν οἱ συνελθόντες, ἐν οἷς καὶ Γραμματεῖς ἦσαν καὶ Φαρισαῖοι καὶ νομοδιδάσκαλοι· καὶ ἐλάλει αὐτοῖς, φησί, τὸν λόγον. Οὗτος γὰρ ἦν αὐτῷ προηγούμενον ἔργον, ὃ καὶ παραβολικῶς ἐδήλωσεν εἰπών· «ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ», δηλονότι τὸν τῆς διδασκαλίας λόγον, καὶ «ἦλθόν φησι καλέσαι τοὺς ἁμαρτωλοὺς εἰς μετάνοιαν», ἡ δὲ κλῆσις διὰ τοῦ λόγου τῆς διδασκαλίας. Τοῦτο καὶ ὁ Παῦλος δηλῶν ἔλεγε, «ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ρήματος Θεοῦ».
Ἐλάλει μὲν οὖν ὁ Κύριος ἅπασι κοινῶς καὶ ἀνεπιφθόνως τὸν λόγον τῆς μετανοίας, τὸ εὐαγγέλιον τῆς σωτηρίας, τὰ ρήματα τῆς αἰωνίου ζωῆς. Καὶ πάντες μὲν ἤκουον, οὐ πάντες δὲ ὑπήκουον· φιλήκοοι μὲν γὰρ καὶ φιλοθεάμονές ἐσμεν ἅπαντες, φιλάρετοι δὲ οὐχ ἅπαντες. Πρὸς μὲν γὰρ τὸ ποθεῖν εἰδέναι πρὸς τοῖς ἄλλοις καὶ τὰ σωτήρια πεφύκαμεν ἅπαντες, διὸ καὶ τῆς ἱερᾶς διδασκαλίας οἱ πλείους οὐ μόνον ἡδέως ἀκούουσιν, ἀλλὰ καὶ φιλοκρινοῦσι τοὺς λόγους, ὅπως ἂν ἕκαστος ἀγνοίας ἢ συνέσεως ἔχῃ πρὸς τὸ δοκοῦν ἐξετάζοντες· πρὸς δὲ τὸ εἰς ἔργον ἄγειν τοὺς λόγους ἢ καὶ πίστιν ἐξ αὐτῶν καρποῦσθαι λυσιτελοῦσαν, εὐγνωμοσύνης δεῖ καὶ ἀγαθῆς προαιρέσεως, ἥτις οὐ ρᾳδίως εὑρίσκεται, καὶ μάλιστα ἐν τοῖς δικαιοῦσιν ἑαυτοὺς καὶ ἐνώπιον αὑτῶν ἐπιστήμοσιν, ὁποῖοί τινες ἦσαν οἱ Γραμματεῖς καὶ Φαρισαῖοι τῶν Ἰουδαίων.
Διὸ καὶ τότε παραμένοντες ἤκουον μὲν τοῦ λόγου καὶ τὰ τελούμενα σημεῖα ἑώρων, ἐβλασφήμουν δὲ μᾶλλον ἢ ἐπῄνουν τὸν δι’ ἔργων καὶ λόγων εὐεργετοῦντα. Διδάσκοντος γὰρ τοῦ Κυρίου καὶ πάντων ἢ τῶν πλείστων ἑστῶσιν ὠσὶν ὑποδεχομένων τοὺς λόγους τῆς χάριτος τοὺς ἐκπορευομένους ἐκ τοῦ στόματος αὐτοῦ, «ἔρχονται», φησί, «τινὲς πρὸς αὐτόν, παραλυτικὸν φέροντες αἰρόμενον ὑπὸ τεσσάρων καί, μὴ δυνάμενοι προσεγγίσαι αὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ὁ Κύριος ἦν καὶ ἐξορύξαντες χαλῶσι τὸν κράββατον, ἐφ’ ᾧ ὁ παραλυτικὸς κατέκειτο». Ἔστι μὲν τῆς τῶν αἰρόντων πίστεως εἶναι νομίσαι τὸ πραχθὲν ἅπαν καὶ τῇ πίστει τούτων ἀρεσθέντα τὸν Κύριον δοῦναι τῷ παραλύτῳ τὴν ἑξῆς ἴασιν· ἐμοὶ δὲ δοκεῖ μὴ οὕτως ἔχειν τὸ ἀληθές. Εἰ γὰρ καὶ τὸν παῖδα τοῦ ἀρχισυναγώγου θεραπεύων ὁ Κύριος οὐκ ἐζήτησε τὴν παρ’ αὐτοῦ πίστιν, οὐδ’ ἀπὸ τῆς θυγατρὸς τῆς Χαναναίας ἢ τῆς Ἰαείρου, τῇ πίστει τῶν ὑπὲρ αὐτῶν προσελθόντων ἀρκεσθείς, ἀλλὰ τούτων ἡ μὲν τεθνηκυῖα ἦν, ἡ δὲ τῆς Χαναναίας ἔκφρων, ὁ δὲ παῖς οὐδὲ παρῆν· ὁ δὲ παράλυτος οὗτος παρῆν καὶ λογισμοῦ κύριος ἦν, εἰ καὶ τὸ σῶμα παράλυτος ἦν.
Διό μοι δοκεῖ μᾶλλον ἐκ τῆς εὐελπιστίας καὶ πίστεως τούτου καὶ τοὺς αἴροντας τὴν εἰς τὸν Κύριον πίστιν εἰσδέξασθαι καὶ θαρρῆσαι προσελθεῖν καὶ τῷ παραλυτικῷ τούτῳ πειθομένους αἴρειν καὶ ἀναφέρειν ἐπὶ τὸ στέγος καὶ χαλᾶν ἐκεῖθεν τοῦ Κυρίου ἐνώπιον· οὐ γὰρ ἂν ἄκοντος ἐκεῖνοι ταῦτα ἔπραττον, καὶ τὸ ἐπιτεταμένον τῆς παραλύσεως οὐ τὸν λογισμόν, ἀλλὰ τὰ ἐπιπροσθοῦντα καὶ προσιστάμενα τῇ πίστει μᾶλλον εἰκότως διέλυσε.
Δόξης γὰρ ἀνθρωπίνης ἔρως τοὺς Φαρισαίους ἀπῆγε τῆς πρὸς τὸν Κύριον πίστεως· διὸ καὶ πρὸς αὐτοὺς ἔλεγε, «πῶς δύνασθε πιστεύειν εἰς ἐμέ, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες;». Ἄλλους δὲ πάλιν ἀγροὶ καὶ γάμοι καὶ βιωτικῶν φροντίδες ἔργων ἀπεῖργον τῆς προσελεύσεως, ἃ πάντα παρέλυσεν οἷον καὶ ἀφεῖλε τῶν τοῦ παραλύτου λογισμῶν ἡ τοῦ σώματος πάρεσις. Καὶ διὰ τοῦτο τοῖς ἁμαρτάνουσιν ἡ νόσος ἔστιν ὅτε κρείττων τῆς ὑγείας, ὅτι συνεργεῖ τούτοις πρὸς σωτηρίαν, καὶ τὰς μὲν ἐμφύτους πρὸς κακίαν ὁρμὰς ἀμβλύνει, τὸ δὲ χρέος τῶν ἡμαρτημένων διὰ τῆς κακώσεως οἷον ἀποδιδοῦσα δεκτικοὺς ποιεῖ, πρῶτον μὲν τῆς κατὰ ψυχὴν ἰατρείας, ἔπειτα καὶ τῆς τοῦ σώματος, καὶ μάλισθ’ ὅταν ὁ νοσῶν συνεὶς ἰατρείαν οὖσαν παρὰ Θεοῦ τὴν πληγὴν φέρῃ γενναίως καὶ μετὰ πίστεως προσπίπτῃ Θεῷ καὶ δι’ ἔργων, ὅπως ἂν ἔχῃ δυνάμεως, ἐπικαλεῖται τὸν ἱλασμόν· ὃ καὶ ὁ παράλυτος δι’ ἔργων ὡς εἶχε ὑπέδειξε καὶ ὁ Κύριος ἔργοις τε καὶ λόγοις αὐτοῖς παρέστησεν, εἰ καὶ οἱ Φαρισαῖοι μὴ συνιδεῖν δυνηθέντες, ἐβλασφήμουν καὶ διεγόγγυζον· «ἰδὼν γάρ», φησίν, «ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν, τοῦ τε κλινοπετοῦς καταφερομένου καὶ τῶν ἐκ τοῦ στέγους χαλώντων, λέγει τῷ παραλυτικῷ, τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου».
Ὢ μακαρίας προσηγορίας! Τέκνον ἀκούει καὶ υἱοποιεῖται τῷ οὐρανίῳ Πατρὶ καὶ προσκολλᾶται τῷ ἀναμαρτήτῳ Θεῷ, ἀναμάρτητος παραχρῆμα καὶ αὐτὸς γεγονὼς διὰ τῆς τῶν ἡμαρτημένων ἀφέσεως· καὶ ὡς ἂν ἐπακολουθήσῃ καὶ ἡ τοῦ σώματος ἀνακαίνισις, τὴν ψυχὴν πρότερον ἀνωτέραν λαμβάνει τῆς ἁμαρτίας παρὰ τοῦ γινώσκοντος, ὅτι τὴν ἀρχὴν τῆς ψυχῆς ὑποπεσούσης τοῖς βρόχοις τῆς ἁμαρτίας, αἵ τε νόσοι τῷ σώματι καὶ ὁ θάνατος ἐπηκολούθησε κατὰ τὴν αὐτοῦ δικαιοκρισίαν.
Ἀλλ’ οἱ Γραμματεῖς ἀκούσαντες, «διελογίζοντο», φησίν, «ἐν ἑαυτοῖς, τί οὗτος λαλεῖ βλασφημίας; τίς δύναται ἀφιέναι ἁμαρτίας, εἰμὴ εἷς ὁ Θεός;». Ὁ δὲ Κύριος ὡς ποιητὴς τῶν καρδιῶν καὶ τοὺς ἀφανεῖς τῶν καρδιῶν λογισμοὺς τῶν Γραμματέων ἐπιστάμενος, πρὸς αὐτούς φησι· «τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; τί ἐστιν εὐκοπώτερον εἰπεῖν τῷ παραλυτικῷ, ἀφέωνταί σοι αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, ἔγειραι καὶ ἆρον τὸν κράββατόν σου καὶ περιπάτει;».
Τοῖς Γραμματεῦσιν ἐδόκει ὡς ἀδυνατῶν ὁ Κύριος ἰάσασθαι τὸν παράλυτον, πρὸς τὸ ἀφανὲς κατέφυγε, τὴν τῶν ἁμαρτημάτων ἄφεσιν, ἣν λόγῳ μόνῳ εἰπεῖν, καὶ ταῦτα δεσποτικῶς οὕτω καὶ προστακτικῶς, βλάσφημον μέν, ἀλλ’ εὔκολον καὶ τοῦ βουλομένου παντός. Διὸ καὶ πρὸς αὐτοὺς ὁ Κύριος εἰ λόγους, φησίν, ἐβουλόμην λέγειν καινούς, μὴ τὴν ἀπὸ τῶν πραγμάτων ἔκβασιν ἔχοντας, ἐπίσης εὔκολον ἦν ἑκάτερον ἔργου φάναι χωρὶς καὶ τὴν ἔγερσιν τοῦ παραλυτικοῦ καὶ τὴν ἄφεσιν τῶν ἡμαρτημένων αὐτῷ. Ἵνα δὲ γνῶτε ὡς οὐκ ἄπρακτός ἐστιν ὁ ἐμὸς λόγος, οὐδ’ ὡς ἀδυνατῶν τῆς νόσου τὴν ἴασιν παρασχεῖν εἰς τὴν ἄφεσιν τῆς ἁμαρτίας κατέφυγον, ἀλλ’ ἐξουσίαν ἔχω θεϊκὴν ἐπὶ τῆς γῆς, ὡς Υἱὸς ὁμοούσιος τῷ ἐν τοῖς οὐρανοῖς Πατρί, εἰ καὶ ὁμοούσιος ὑμῖν τοῖς ἀχαρίστοις κατὰ σάρκα γέγονα, τότε λέγει τῷ παραλυτικῷ· «σοὶ λέγω, ἔγειραι καὶ ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου· καὶ ἠγέρθη εὐθέως καὶ ἄρας τὸν κράββατον ἐξῆλθεν ἐναντίον πάντων».
Ἀντίκειται καὶ ὁ λόγος καὶ τὸ θαῦμα τοῦτο τοῖς τῶν Γραμματέων διαλογισμοῖς, ἔστι δ’ ὡς καὶ συμφωνεῖ· ὅτι μὲν γὰρ οὐδεὶς ἀνθρώπων παρ’ ἑαυτοῦ δύναται ἀφιέναι ἁμαρτίας, ἀληθὲς εἶναι δείκνυσιν, ἐκεῖνο δὲ τῶν Φαρισαίων ψευδὲς καὶ ἀσύνετον, ὅτι ψιλός ἐστιν ἄνθρωπος ὁ Χριστός, ἀλλ’ οὐ Θεὸς παντοδύναμος· ὃ γὰρ οὐδέποτέ τις εἶδεν, οὐδὲ ἤκουσε, νῦν ἀνεφάνη, Θεὸς καὶ ἄνθρωπος αὐτός, διττὴν καὶ τὴν φύσιν ἔχων καὶ τὴν ἐνέργειαν, καὶ λαλῶν μὲν καθ’ ἡμᾶς ὡς ἄνθρωπος, ποιῶν δὲ ὅσα θέλει λόγῳ καὶ προστάγματι μόνῳ ὡς Θεός, καὶ διὰ τῶν ἔργων πιστούμενος, ὅτι καὶ τὴν ἀρχὴν αὐτὸς τὰ πάντα, κατὰ τὸ ψαλμικόν, «εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν». Διὸ καὶ νῦν τῷ λόγῳ τούτου παραχρῆμα τὸ ἔργον ἐπηκολούθησεν· ἠγέρθη γὰρ εὐθὺς ὁ παραλυτικός, «καὶ ἄρας τὸν κράββατον ἐξῆλθεν ἐναντίον πάντων· ὥστε ἐξίστασθαι πάντας». Ἡ μὲν γὰρ τῶν πταισμάτων ἄφεσις καὶ παρὰ τῶν ἀνθρώπων εἰς οὓς ἄν τις πταίσῃ πολλάκις διὰ λόγου τελεῖται, νόσον δέ, καὶ ταῦτα τοιαύτην, φυγαδεῦσαι προστάγματι καὶ λόγῳ μόνῳ μόνου Θεοῦ. Διὰ τοῦτο καὶ ὁ εὐαγγελιστὴς ἐπισημαίνεται λέγων ἐκστῆναι πάντας τοὺς ἰδόντας καὶ δοξάζειν τὸν Θεόν, αὐτὸν πάντως τὸν τοῦ παραδόξου τούτου ποιητήν, μᾶλλον δὲ τὸν ἔνδοξα ποιοῦντα καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός, λέγοντας· «ὅτι οὐδέποτε οὕτως εἴδομεν».
Ἀλλ’ ἐκεῖνοι μὲν οὕτω, λόγῳ τὴν δόξαν ἀποδιδόντες καὶ τὸ θαῦμα μεῖζον τῶν προγεγονότων ἐπιδεικνῦντες, ἔλεγον, οὐδέποτε οὕτως εἴδομεν. Ἡμεῖς δὲ οἱ μὴ τοῦτο λέγειν ἔχοντες νῦν (εἴδομεν γὰρ πολλὰ καὶ μείζω τούτου πολλῷ, οὐ παρὰ Χριστοῦ μόνον, ἀλλὰ καὶ τῶν αὐτοῦ μαθητῶν καὶ τῶν ἑξῆς διαδόχων, καὶ μόνῃ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἐπικλήσει τελούμενα)· ἡμεῖς οὖν, ἀδελφοί, δι’ ἔργων αὐτὸν ἀρτίως δοξάσωμεν, ὑπόδειγμα πρὸς ἀρετὴν ἀναγωγικῶς καὶ τὸ θαῦμα τοῦτο λαμβάνοντες. Ἕκαστος γὰρ τῶν ταῖς ἡδοναῖς προσκειμένων παράλυτός ἐστι τὴν ψυχὴν ἐπὶ κλίνης τῆς ἡδυπαθείας καὶ τῆς ἐν ταύτῃ κατὰ σάρκα δοκούσης ἀνέσεως κείμενος· ἀλλ’ ὅταν πεισθεὶς ταῖς εὐαγγελικαῖς παραινέσεσιν, ἐξομολογούμενος θριαμβεύῃ τὰς ἑαυτοῦ ἁμαρτίας καὶ τὴν ἐντεῦθεν τῆς ψυχῆς αὐτῷ γενομένην παράλυσιν, ὑπὸ τῶν τεσσάρων τούτων αἰρόμενος φέρεται πρὸς τὸν Κύριον, τῆς οἰκείας καταγνώσεως, τῆς τῶν προημαρτημένων ἐξαγορεύσεως, τῆς εἰς τὸ ἑξῆς πρὸς ἀποχὴν τῶν κακῶν ὑποσχέσεως, καὶ τῆς πρὸς τὸν Θεὸν δεήσεως. Ἀλλ’ οὐ δύναται ταῦτα προσεγγίσαι τῷ Θεῷ, ἂν μὴ τὸν ὄροφον ἀποστεγάσωσι, τὰς κεράμους καὶ τὸν χοῦν καὶ τὴν ἄλλην ὕλην διαρρίψαντες. Ὄροφος δέ ἐστιν ἐν ἡμῖν τὸ λογιστικὸν τῆς ψυχῆς, ὡς τῶν ἐν ἡμῖν πάντων ὑπερκείμενον· ἔχει δὲ τοῦτο πολλὴν ὥσπερ ὕλην ἐπικειμένην, τὴν πρὸς τὰ πάθη καὶ τὰ γήϊνα σχέσιν.
Ὅταν οὖν ἡ σχέσις αὕτη διὰ τῶν προειρημένων τεσσάρων λυθῇ καὶ ἀποτιναχθῇ, τότε ὡς ἀληθῶς δυνάμεθα χαλασθῆναι, τουτέστιν ἀληθῶς ταπεινωθῆναι καὶ προσπεσεῖν καὶ προσεγγίσαι τῷ Κυρίῳ, καὶ αἰτῆσαι καὶ λαβεῖν παρ’ αὐτοῦ τὴν ἴασιν.
Γίνεται δὲ ταῦτα τὰ τῆς μετανοίας ἔργα πότε; Ὅτε ἦλθεν ὁ Ἰησοῦς ἐπὶ τὴν ἰδίαν πόλιν, τουτέστι μεθὸ διὰ σαρκὸς ἐπεδήμησε τῷ κόσμῳ, ὃς αὐτοῦ ἐστιν ἴδιος ὡς ὑπ’ αὐτοῦ κτισθείς, καθάπερ καὶ ὁ εὐαγγελιστὴς περὶ αὐτοῦ φησιν, ὅτι· «εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον· ὅσοι δὲ ἔλαβον αὐτὸν ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ». Διὸ καὶ ὁ παραλυτικὸς νοῦς μετὰ πίστεως οὕτω προσπεσών, τέκνον, εὐθὺς ἀκούει παρ’ αὐτοῦ, καὶ τὴν ἄφεσιν καὶ τὴν ἴασιν λαμβάνει· καὶ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ δύναμιν προσλαμβάνει τὸν κράββατον αἴρειν καὶ φέρειν ἐφ’ ᾧ κατέκειτο. Κράββατον δὲ νοήσεις τὸ σῶμα ᾧ πρόσκειται καὶ δι’ οὗ τῶν ἔργων ἀντέχεται τῆς ἁμαρτίας ὁ ταῖς σαρκικαῖς ὀρέξεσιν ἑπόμενος νοῦς.
Μετὰ δὲ τὴν ἴασιν ἄγων ἐστὶ τὸ σῶμα καὶ φέρων ὡς ὑποχείριον ὁ ἡμέτερος νοῦς καὶ δι’ αὐτοῦ τοὺς καρποὺς καὶ τὰ ἔργα τῆς μετανοίας ἐπιδεικνύμενος, ὡς καὶ τοὺς ὁρῶντας δοξάζειν τὸν Θεόν, βλέποντας εὐαγγελιστὴν σήμερον τὸν χθὲς τελώνην, ἀπόστολον τὸν διώκτην, θεολόγον τὸν λῃστήν, υἱὸν τοῦ οὐρανίου Πατρὸς τὸν πρώην τοῖς χοίροις ἐνδιαιτώμενον, εἰ δὲ βούλει, καὶ ἀναβάσεις ἐν τῇ καρδίᾳ διατιθέμενον καὶ πορευόμενον ἀπὸ δόξης εἰς δόξαν τῷ προκόπτειν ἑκάστης ἡμέρας ἐπὶ τὸ κρεῖττον. Διὸ καὶ ὁ Κύριος πρὸς τοὺς οἰκείους φησίν, «οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς». Τοῦτο δέ φησιν, οὐκ ἐπιδείκνυσθαι κελεύων, ἀλλὰ θεοφιλῶς πολιτεύεσθαι· καθάπερ δὲ τὸ φῶς ἀπραγματεύτως ἐφέλκεται τοὺς ὀφθαλμοὺς τῶν ὁρώντων, οὕτως ἡ θεοφιλὴς πολιτεία μετὰ τῶν ὀφθαλμῶν ἐπισπᾶται καὶ τὴν διάνοιαν. Καὶ καθάπερ πάλιν ἐπὶ τοῦ ἡλιακοῦ φωτὸς οὐ τὸν μετέχοντα τῆς λαμπρότητος ἐπαινοῦμεν ἀέρα, ἀλλὰ τὸν ἔχοντα καὶ παρέχοντα τὴν αὐγὴν τῆς λαμπρότητος ἥλιον, κἂν τὸν ἀέρα ὡς φωτεινὸν ἐπαινέσωμεν, πόσῳ μᾶλλον τὸν ἥλιον· οὕτω καὶ ἐπὶ τοῦ διὰ τῶν ἔργων τῆς ἀρετῆς ἐπιδεικνυμένου τὴν τοῦ ἡλίου τῆς δικαιοσύνης λαμπρότητα· ἐνάγει γὰρ οὗτος εὐθὺς ὁρώμενος πρὸς τὴν δόξαν τοῦ ἐν οὐρανοῖς Πατρὸς τοῦ ἡλίου τῆς δικαιοσύνης Χριστοῦ.
Καὶ ἵνα τὰς μείζους τῶν ἀρετῶν παραλείπω νῦν ἐγώ, ὅταν ἐπὶ τῆς ἱερᾶς ἐκκλησίας σὺν ὑμῖν τῷ Θεῷ παριστάμενος, στραφεὶς ἴδω τοὺς μετὰ συνέσεώς τε καὶ κατανύξεως ἀναπέμποντας τοὺς πρὸς Θεὸν ὕμνους καὶ τὰς δεήσεις, ἢ σιωπῶντά τινα καὶ σύννουν ἑστῶτα καὶ ἀκροώμενον, καὶ ὑπὸ μόνης τῆς θέας εὐθὺς ἔνθους γίνομαι καὶ θυμηδίας πληροῦμαι καὶ δοξάζω τὸν ἐν οὐρανοῖς Πατέρα Χριστόν, οὗ χωρὶς οὐδὲν οὐδεὶς δύναται ποιεῖν τῶν καλῶν καὶ δι’ οὗ πᾶν ἀνθρώποις τὸ κατορθούμενον.
Ἀλλὰ τί νῦν ἐροῦμεν πρὸς τοὺς μήτε σιωπῶντας ἑστῶτας, μήτε συμψάλλοντας, ἀλλὰ συντυγχάνοντας ἀλλήλοις καὶ τὴν λογικὴν ἡμῶν πρὸς τὸν Θεὸν λατρείαν κοσμικῇ τινι λογολεσχίᾳ συμφύροντας, καὶ μήτε αὐτοὺς ἀκούοντας τῶν ἱερῶν καὶ θεοπνεύστων λόγων καὶ τοὺς θέλοντας ἀκούειν κωλύοντας; Ἕως πότε, ὦ οὗτοι, χωλανεῖτε ἐπ’ ἀμφοτέραις ταῖς ἰγνύαις, ὁ θεσβίτης ἂν εἶπεν Ἠλίας, ἅμα θέλοντες ἐπὶ προσευχὴν συνεῖναι καὶ λόγους ἀκαίρους τε γηΐνους, καὶ μηδέτερον ὡς εἰκὸς κατορθοῦντες, ἀλλὰ διὰ τούτων συμφθείροντες ἄλληλα, μᾶλλον δὲ αὐτοὶ δι’ ἀλλήλων φθειρόμενοι;
Ἕως πότε κἀνταῦθα τῶν ρημάτων τῆς ματαιότητος οὐκ ἀφέξεσθε, ἀλλὰ τὸν οἶκον τῆς προσευχῆς οἶκον ἐμπορείας, ἢ ἐμπαθείας λόγον ποιήσετε, οἶκον ἐν ᾧ ρήματα ζωῆς αἰωνίου καὶ λέγεται καὶ ἀκούεται, τὰ μὲν παρ’ ἡμῶν αἰτούντων παρὰ Θεοῦ μετ’ ἐλπίδος ἀκαταισχύντου τὴν ζωὴν τὴν αἰώνιον, τὰ δὲ παρὰ τοῦ Θεοῦ διδόντος τοῖς ἐξ ὅλης τῆς ψυχῆς καὶ διανοίας αἰτοῦσιν αὐτήν, ἀλλ’ οὐχὶ τοῖς μηδὲ τὴν γλῶσσαν ὡς εἰπεῖν ὅλην πρὸς τὴν αἴτησιν στρέφουσιν;
Οὐ διὰ πυρὸς νῦν ἡμῖν ἡ θυσία πρὸς τὸν Θεόν, ἀδελφοί, καθάπερ ἐπὶ Μωσέως, ἀλλὰ διὰ λόγου τελεῖται. Τότε τοίνυν, ἡνίκα πυρὶ τὴν θυσίαν ἀναφερομένην ὁ Θεὸς ἐδέχετο, πῦρ προσενεγκόντες ἀλλότριον ἔξωθεν οἱ μετὰ Κορὲ κατὰ Μωσέως ἐπαναστάντες, ὑπὸ τοῦ ἱεροῦ πυρὸς αὐτομάτως ἐφορμήσαντος αὐτοῖς καταφλέχθησαν.
Φοβηθῶμεν δὴ καὶ ἡμεῖς, μὴ λόγους ἔξωθεν ἀλλοτρίους τῷ λογικῷ τούτῳ τοῦ Θεοῦ θυσιαστηρίῳ, τῇ Ἐκκλησίᾳ λέγω, προσάγοντες ὑπὸ τῶν ἐν αὐτῇ θείων λόγων εἰς τέλος κατακριθῶμεν, τῆς ἀπευκταίας φωνῆς καὶ καταδίκης ἑαυτοὺς ἀξίους ἐντεῦθεν ἀπεργασάμενοι.
Ναί, φοβηθῶμεν, παρακαλῶ, καὶ μέχρις ἂν ὦμεν ἐνταῦθα μετὰ φόβου τῷ Θεῷ παριστάμενοι τὴν ἱκεσίαν προσάγωμεν· ἐξελθόντες δὲ τῶν ὧδε, τὴν ἐντεῦθεν ἐπὶ τὸ κρεῖττον τῶν τρόπων μεταβολὴν ἐνδειξώμεθα, κερδῶν οὐχ ἡττόμενοι, καὶ μάλιστα τῶν ἀδίκων, ὅρκους φεύγοντες, καὶ μάλιστα τοὺς ἐπὶ ψεύδει, αἰσχρῶν ἀπεχόμενοι ρημάτων, πόσῳ δὴ μᾶλλον τῶν κατὰ ταῦτα πραγμάτων, καταλαλιᾶς, δόλου, μεγαλαυχίας, πᾶν μέλος, πᾶσαν αἴσθησιν νῷ παιδαγωγοῦντες καὶ κινοῦντες θεόφρονι καὶ φέροντες σὺν λόγῳ καὶ φόβῳ θείῳ τὸ σῶμα καὶ ἀναφέροντες, ἀλλ’ οὐχ ὑπὸ τοῦ σώματος πρὸς τὰς αὐτοῦ χαμερπεῖς καὶ βδελυρὰς ὀρέξεις καταφερόμενοί τε καὶ κατεχόμενοι, παρὰ τοῦ Παύλου μαθόντες τε καὶ γινώσκοντες, ὡς εἰ μὲν κατὰ σάρκα ζῶμεν μέλλομεν ἀποθνῄσκειν, εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦμεν, εἰς αἰῶνας ζησώμεθα.
Καὶ νῦν πρὸς δόξαν Θεοῦ κινήσωμεν πάντας τοὺς ὁρῶντας ἡμᾶς, ἐπιγνόντας ὡς ὁ οἶκος οὗτος τὸν Χριστὸν ἐν ἑαυτῷ φέρει, τοὺς κατὰ ψυχὴν παραλύτους σφίγγοντα καὶ κελεύοντα τὰς σωματικὰς αἰσθήσεις καὶ ἀντιλήψεις πνευματικῇ καὶ θεοφιλεῖ διανοίᾳ πρὸς αὐτὸν αἴρειν τε καὶ ἀνάγειν, ἀλλ’ οὐχ ὑπ’ αὐτῶν ἀσυνέτως φέρεσθαί τε καὶ καταφέρεσθαι· καὶ οὕτως ὑπάγειν εἰς τὸν ὄντως ἡμέτερον οἶκον, τὸν οὐρανὸν λέγω καὶ τὸν ὑπερουράνιον χῶρον, ἔνθα νῦν Χριστὸς ὁ κληρονόμος καὶ κληροδότης ἡμῶν. ᾯ πρέπει δόξα, κράτος, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ ἁγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.