Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ομιλίες Α΄–Κ΄

Γρηγόριος Παλαμᾶς

Ομιλία ΙΑ΄: Στον τίμιο και ζωοποιό Σταυρό

Θεολογική ανάλυση της προτύπωσης του μυστηρίου του Σταυρού στην Παλαιά Διαθήκη και της σημασίας της σταύρωσης των παθών στη ζωή των πιστών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 11 από 20

ΕΙΣ ΤΟΝ ΤΙΜΙΟΝ ΚΑΙ ΖΩΟΠΟΙΟΝ ΣΤΑΥΡΟΝ Ὁ τοῦ Χριστοῦ Σταυρὸς προανεκηρύττετο καὶ προετυποῦτο μυστικῶς ἐκ γενεῶν ἀρχαίων, καὶ οὐδείς ποτε κατηλλάγη τῷ Θεῷ χωρὶς τῆς τοῦ Σταυροῦ δυνάμεως. Μετὰ γὰρ τὴν προγονικὴν ἐκείνην ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ διὰ τοῦ ξύλου παράβασιν, ἡ μὲν ἁμαρτία ἀνέζησεν, ἡμεῖς δὲ ἀπεθάνομεν, καὶ πρὸ τοῦ σωματικοῦ θανάτου τὸν τῆς ψυχῆς ὑποστάντες θάνατον, ὅς ἐστιν ὁ ἀπὸ τοῦ Θεοῦ ταύτης χωρισμός· ὃ δὲ μετὰ τὴν παράβασιν, τῇ ἁμαρτίᾳ ἐζῶμεν, καὶ τῇ κατὰ σάρκα ζωῇ· ἡ δὲ ἁμαρτία «τῷ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται, καὶ οἱ ἐν σαρκὶ ζῶντες Θεῷ ἀρέσαι οὐ δύνανται».

Ἐπεὶ τοίνυν, ὡς καὶ ὁ ἀπόστολός φησιν, «ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος καὶ τὸ πνεῦμα κατὰ τῆς σαρκός», ὁ δὲ Θεὸς πνεῦμά ἐστι καὶ αὐτοαγαθότης καὶ ἀρετή, καὶ τούτου κατ’ εἰκόνα καὶ ὁμοίωσιν τὸ πνεῦμά ἐστι τὸ ἡμέτερον, καθ’ ἃ καὶ διὰ τῆς ἁμαρτίας ἠχρείωται, πῶς ἦν δυνατὸν ἀνανεωθῆναί τινα τῶν ἁπάντων καὶ φιλιωθῆναι τῷ Θεῷ ἐν πνεύματι μὴ καταργηθείσης τῆς ἁμαρτίας καὶ τῆς κατὰ σάρκα ζωῆς; Τοῦτο δέ ἐστιν ὁ τοῦ Χριστοῦ Σταυρός, ἡ τῆς ἁμαρτίας κατάργησις. Διὸ καί τις τῶν θεοφόρων ἡμῶν πατέρων ἐρωτηθεὶς παρά τινος τῶν ἀπίστων, εἴπερ εἰς τὸν ἐσταυρωμένον πιστεύει, ‘ναί’, φησίν, ‘εἰς τὸν τὴν ἁμαρτίαν σταυρώσαντα’. Φίλοι δὲ Θεοῦ πολλοὶ τῶν πρὸ νόμου καὶ μετὰ νόμον, μήπω τοῦ Σταυροῦ φανέντος, ὑπ’ αὐτοῦ τοῦ Θεοῦ μεμαρτύρηνται· καὶ ὁ βασιλεὺς καὶ προφήτης Δαβίδ, ὡς πάντως ὄντων τότε τῷ Θεῷ φίλων, «ἐμοὶ δέ», φησί, «λίαν ἐτιμήθησαν οἱ φίλοι σου ὁ Θεός». Πῶς οὖν εἰσιν οἳ πρὸ τοῦ Σταυροῦ φίλοι τοῦ Θεοῦ ἐχρημάτισαν, ἐγὼ ὑμῖν ὑποδείξω, ἐάν μοι φιλόθεον καὶ φιλήκοον οὖς ὑπόσχητε.

Ὥσπερ μήπω παραγενομένου τοῦ ἀνθρώπου τῆς ἁμαρτίας, τοῦ υἱοῦ τῆς ἀνομίας, τοῦ Ἀντιχρίστου λέγω, ὁ ἠγαπημένος τῷ Χριστῷ φησι Θεολόγος, «καὶ νῦν, ἀγαπητοί, ὁ Ἀντίχριστός ἐστι», οὕτω καὶ ὁ Σταυρὸς ἦν ἐν τοῖς προγενεστέροις καὶ πρὸ τοῦ τελεσθῆναι.

Ὁ γὰρ μέγας Παῦλος σαφέστερον ἡμᾶς διδάσκων, πῶς καὶ μήπω παραγενόμενος ἐν ἡμῖν ἐστιν ὁ Ἀντίχριστος, φησὶν ὅτι «τὸ μυστήριον αὐτοῦ ἐνεργεῖται ἐν ἡμῖν». Οὕτω δὴ καὶ ὁ Σταυρὸς τοῦ Χριστοῦ μήπω γεγονὼς ἐν τοῖς προπάτορσιν ἦν· τὸ γὰρ μυστήριον αὐτοῦ ἐνηργεῖτο ἐν αὐτοῖς.

Καὶ ἵνα νῦν ἀφῶ τὸν Ἄβελ, τὸν Σήθ, τὸν Ἐνώς, τὸν Ἐνώχ, Νῶέ τε καὶ τοὺς μέχρι Νῶε τῷ Θεῷ εὐηρεστηκότας, καὶ εἴ τις ἐγγὺς μετ’ αὐτούς, ἄρξωμαι δὲ ἀπὸ Ἀβραάμ, ὃς πατὴρ ἐχρημάτισε πολλῶν ἐθνῶν, τῶν μὲν Ἰουδαίων ἐκ σαρκός, ἡμῶν δὲ ἐκ πίστεως. Ἵν’ οὖν ἐκ τούτου τοῦ κατὰ πνεῦμα πατρὸς ἡμῶν ἄρξωμαι καὶ αὐτῆς τῆς κατ’ αὐτὸν ἀγαθοῦ ἀρχῆς καὶ τῆς πρώτης παρὰ Θεοῦ κλήσεως, τίνα πρώτην ἀφῆκε φωνὴν πρὸς αὐτὸν λαλήσας ὁ Θεός; «Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω».

Τὸ γοῦν μυστήριον τοῦ Σταυροῦ ἐν ἑαυτῇ φέρει αὕτη ἡ φωνή· τοῦτο γάρ ἐστιν ἄντικρυς ὃ Παῦλος ὁ καυχώμενος ἐν τῷ Σταυρῷ λέγει ὅτι «ἐμοὶ ὁ κόσμος ἐσταύρωται». Κατὰ γὰρ τὸν φυγόντα τὴν πατρίδα ἢ τὸν κόσμον ἀμεταστρεπτὶ ἡ κατὰ σάρκα πατρὶς καὶ ὁ κόσμος ἐνεκρώθη καὶ κατήργηται· καὶ τοῦτό ἐστιν ὁ Σταυρός.

Ἀλλὰ πρὸς μὲν τὸν Ἀβραὰμ μήπω φυγόντα τὴν μετὰ τῶν ἀθέων συναυλίαν, «ἔξελθε», φησίν, «ἐκ τῆς γῆς σου, καὶ δεῦρο εἰς γῆν», οὐχ ἣν ἄν σοι δώσω, ἀλλ’ «ἣν ἄν σοι δείξω», ὡς δι’ ἐκείνης ἄλλης γῆς πνευματικῆς δεικνυμένης. Πρὸς δὲ τὸν Μωϋσέα μετὰ τὸ φυγεῖν τὴν Αἴγυπτον καὶ τὸ ὄρος ἀναβῆναι, τί φησιν ἡ πρὸς αὐτὸν πρώτη τοῦ Θεοῦ φωνή; «Λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου». Ἄλλο τοῦτο τοῦ σταυροῦ μυστήριον, τῷ προτέρῳ προσφυῶς ἑπόμενον· εἰ γὰρ καὶ τῆς Αἰγύπτου, φησίν, ἐξῆλθες καὶ τὴν Φαραὼ θεραπείαν ἀφῆκας καὶ τὸ καλεῖσθαι υἱὸς τῆς θυγατρὸς Φαραὼ παρεῖδες καὶ ὅσον τὸ εἰς σὲ ἧκον ὁ κόσμος ἐκεῖνος τῆς πονηρᾶς θεραπείας ἐλύθη καὶ κατήργηται, ἀλλὰ δεῖ σε καὶ προσθεῖναι. Τί τοῦτο; Λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου, ἀποθέσθαι τοὺς δερματίνους χιτῶνας οὓς ἐνέδυσε καὶ ἐν οἷς ἐνεργεῖ ἡ ἁμαρτία καὶ τῆς ἁγίας ἀποδιαστέλλει γῆς. Λῦσαι οὖν τοῦτο τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου, ταὐτὸν δὲ εἰπεῖν, μηκέτι κατὰ σάρκα καὶ τῇ ἁμαρτίᾳ ζῆθι, ἀλλὰ καταργηθήτω καὶ νεκρωθήτω ἡ ἀντικειμένη τῷ Θεῷ ζωὴ καὶ τὸ φρόνημα τῆς σαρκὸς καὶ ὁ ἐν τοῖς μέλεσι νόμος, ὁ ἀντιστρατευόμενος τῷ νόμῳ τοῦ νοὸς καὶ αἰχμαλωτίζων ἐν τῷ νόμῳ τῆς ἁμαρτίας, μηκέτι ἐπικρατείτω, μηδὲ ἐνεργείτω, τῇ δυνάμει τῆς θεοπτίας νεκρούμενος.

Ἆρ’ οὐ τοῦτό ἐστιν ὁ Σταυρός; Σταυρὸς γάρ ἐστι πάλιν, κατὰ τὸν θεῖον Παῦλον εἰπεῖν, τὸ σταυρῶσαι τὴν σάρκα «σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις». «Λῦσαι οὖν», φησί, «τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ἡ γὰρ γῆ ἐφ’ ἣν σὺ ἔστηκας γῆ ἁγία ἐστίν»· ἐδήλου δὲ αὐτῷ ὁ λόγος τὸν μετὰ τὴν ἐπιφάνειαν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μέλλοντα ἐπὶ τῆς γῆς διὰ τοῦ Σταυροῦ ἔσεσθαι ἁγιασμόν. Τότε γὰρ ὁ Μωϋσῆς τὴν τότε μέλλουσαν παρουσίαν τοῦ Χριστοῦ προεώρα, πρὸς τὸ μέγα θέαμα ἐκεῖνο βλέπων, τὴν ἐν πυρὶ δροσιζομένην βάτον· ὥστε καὶ ἡ ἐν Θεῷ θεωρία τοῦ Σταυροῦ μυστήριόν ἐστι, τοῦ προτέρου ἐκείνου μυστηρίου μεῖζον. Δύο γὰρ εἶναι ταῦτα καὶ ὁ μέγας Παῦλος καὶ οἱ θεῖοι πατέρες ἡμῶν αἰνίττονται· ὁ μὲν μὴ μόνον λέγων, ὅτι «ὁ κόσμος ἐμοὶ ἐσταύρωται», ἀλλὰ προστιθείς, ὅτι «κἀγὼ τῷ κόσμῳ»· οἱ δὲ παραγγέλλοντες ἡμῖν μὴ σπεύδειν ἀναβαίνειν ἐπὶ τὸν σταυρὸν πρὸ τοῦ Σταυροῦ, ὡς δύο πάντως ὄντων τῶν λόγων καὶ τῶν μυστηρίων τοῦ Σταυροῦ.

Κατὰ μὲν οὖν τὸ πρῶτον τοῦ Σταυροῦ μυστήριον, ὅπερ ἐστὶν ἡ φυγὴ τοῦ κόσμου καὶ ἡ τῶν κατὰ σάρκα συγγενῶν διάζευξις, εἴπερ πρὸς εὐσέβειαν καὶ τὸν κατ’ αὐτὴν ἐμποδίζουσι βίον, καὶ ἡ σωματικὴ ἐργασία, ἣν καὶ πρὸς ὀλίγον ὠφέλιμον εἶναί φησιν ὁ Παῦλος, κατὰ ταῦτα γοῦν ὁ κόσμος ἡμῖν σταυροῦται καὶ ἡ ἁμαρτία, φυγόντων ἡμῶν ἐκ τούτων. Κατὰ δὲ τὸ δεύτερον τοῦ Σταυροῦ μυστήριον, ἡμεῖς σταυρούμεθα τῷ κόσμῳ καὶ τοῖς πάθεσιν, αὐτῶν φευγόντων ἐξ ἡμῶν. Οὐκ ἔνι δὲ τελείως ἐξ ἡμῶν αὐτὰ φυγεῖν, μὴ ἐν ἡμῖν ἐνεργεῖν λογιστικῶς, ἂν μὴ ἐν θεωρίᾳ τοῦ Θεοῦ γενώμεθα· ὅταν γὰρ διὰ τῆς πρακτικῆς προσβῶμεν τῇ θεωρίᾳ καὶ τὸν ἐντὸς ἡμῶν ἄνθρωπον καλλιεργῶμεν καὶ ἀνακαθαίρωμεν, ἀναζητοῦντες τὸν ἡμῖν αὐτοῖς κεκρυμμένον θεῖον θησαυρὸν καὶ ἀναθεωροῦντες τὴν ἐντὸς ἡμῶν οὖσαν βασιλείαν τοῦ Θεοῦ, τότε ἡμεῖς σταυρούμεθα τῷ κόσμῳ καὶ τοῖς πάθεσι. Θέρμη γάρ τις ἐγγίνεται τῇ καρδίᾳ διὰ τῆς μελέτης ταύτης, ὡς μυίας τοὺς πονηροὺς ἀποσοβοῦσα λογισμοὺς καὶ πνευματικὴν εἰρήνην καὶ παράκλησιν ἐμποιοῦσα τῇ ψυχῇ καὶ τὸν ἁγιασμὸν τῷ σώματι παρέχουσα, κατὰ τὸν εἰπόντα, «ἐθερμάνθη ἡ καρδία μου ἐντός μου, καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ».

Καὶ τοῦτό ἐστιν, ὃ καί τις τῶν θεοφόρων ἡμῶν πατέρων ἐδίδαξεν ἡμᾶς λέγων, «πᾶσαν σπουδὴν ποίησον, ἵνα ἡ ἔνδον σου ἐργασία κατὰ Θεὸν ᾖ, καὶ νικήσεις τὰ ἔξω πάθη». Πρὸς τοῦτο καὶ ὁ μέγας Παῦλος ἡμᾶς προτρεπόμενος, «πνεύματι περιπατεῖτε», φησί, «καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε». Διὸ καὶ ἀλλαχοῦ παραγγέλλει γράφων· «στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ», ὡς τοῦ θεωρητικοῦ τὸ ἐπιθυμητικὸν ἐπιρρωννύντος καὶ περιέποντος καὶ τὰς σαρκικὰς ἐπιθυμίας ἀποσοβοῦντος. Ὁ γὰρ μέγας Πέτρος ἡμῖν ὑποδείκνυσιν ἐμφανέστερον, τίς ἡ ὀσφὺς αὕτη καὶ τίς ἡ ἀλήθεια. «Ἀναζωσάμενοι γάρ», φησί, «τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες τελείως, ἐλπίσατε ἐπὶ τὴν ἐπιφερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ».

Ἐπεὶ τοίνυν τὰ πονηρὰ πάθη καὶ τὸν κόσμον τῆς ἁμαρτίας οὐκ ἔνι τελέως ἐξ ἡμῶν φυγεῖν, καὶ μὴ ἐν ἡμῖν ἐνεργεῖν λογιστικῶς, εἰ μὴ ἐν θεωρίᾳ τοῦ Θεοῦ γενοίμεθα, διὰ τοῦτο Σταυροῦ μυστήριόν ἐστι καὶ ἡ τοιαύτη θεωρία, σταυροῦσα τῷ κόσμῳ τοὺς ἑαυτῆς ἀξιωμένους.

Οὕτως οὖν καὶ ἡ κατὰ Μωϋσῆν ἐκείνη τῆς καιομένης καὶ μὴ κατακαιομένης βάτου θεωρία Σταυροῦ μυστήριον ἦν, τοῦ κατὰ τὸν Ἀβραὰμ ἐκείνου μυστηρίου μεῖζον καὶ τελεώτερον. Ἆρ’ οὖν Μωϋσῆς μὲν ἐμυήθη τὸ τοῦ Σταυροῦ τελεώτερον μυστήριον, Ἀβραὰμ δὲ οὔ; Καὶ πῶς ἂν ἔχοι τοῦτο λόγον; Ἀλλὰ τότε μὲν ἐπ’ αὐτῇ τῇ κλήσει οὐ μεμύηται· ὕστερον δὲ μετὰ τὴν κλῆσιν καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις, κἂν ἡμῖν ἀρτίως ὁ καιρὸς περὶ πάντων λέγειν οὐ δίδωσιν.

Ἐγὼ δὲ ὑμῖν τῆς θαυμασιωτέρας ὑπομνήσω τούτου θεοπτίας, ὅτε καὶ τὸν ἕνα Θεὸν σαφῶς τρισυπόστατον ἐθεάσατο, μήπω κηρυττόμενον οὕτως· «ὤφθη γὰρ αὐτῷ ὁ Θεὸς πρὸς τῇ Δρυῒ τῇ Μαμβρῇ· καὶ ἀναβλέψας, εἶδε, καὶ ἰδοὺ τρεῖς ἄνδρες, καὶ προσέδραμεν αὐτοῖς». Ἰδοὺ τὸν ὀφθέντα ἕνα Θεὸν τρεῖς ἑώρα. Ὤφθη γὰρ αὐτῷ, φησίν, ὁ Θεός· καὶ ἰδοὺ τρεῖς ἄνδρες, καὶ τοῖς τρισὶ προσδραμών, αὖθις ὡς ἑνὶ ὡμίλει, λέγων, «Κύριε, εἰ εὗρον χάριν ἐνώπιόν σου, μὴ παρέλθεις τὸν παῖδά σου». Καὶ αὐτοὶ δὲ οἱ τρεῖς ὡς εἷς ὄντες πρὸς αὐτὸν διαλέγονται. Εἶπε γάρ, φησί, πρὸς Ἀβραάμ· «ποῦ Σάρρα ἡ γυνή σου; Ἐπαναστρέφων ἥξω πρὸς σὲ κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας, καὶ ἕξει υἱὸν Σάρρα ἡ γυνή σου». Ὡς δὲ ἀκούσασα ἡ γραῦς ἐγέλασε Σάρρα, «εἶπε Κύριος, τί ὅτι ἐγέλασε Σάρρα ἡ γυνή σου»;

Ἰδοὺ ὁ εἷς Θεὸς τρεῖς ὑποστάσεις, καὶ αἱ τρεῖς αὗται εἷς Κύριος· εἶπε γάρ, φησί, Κύριος. Ἐν μὲν οὖν τῷ Ἀβραὰμ οὕτω τὸ μυστήριον ἐνηργεῖτο τοῦ Σταυροῦ. Ὁ δὲ Ἰσαάκ, αὐτὸς ἦν τοῦ ἐν αὐτῷ προσηλωθέντος τύπος, ὑπήκοος ὡς καὶ ὁ Χριστὸς μέχρι θανάτου τῷ Πατρὶ γενόμενος· καὶ ὁ ἀντιδοθεὶς αὐτῷ κριὸς αὐτὸν τὸν τοῦ Θεοῦ ἀμνὸν τὸν ὑπὲρ ἡμῶν εἰς σφαγὴν δοθέντα προεδήλου· καὶ τὸ φυτόν, ἐν ᾧ ὁ κριὸς ἐδέδετο, τὸ μυστήριον εἶχε τοῦ τύπου τοῦ σταυροῦ, διὸ καὶ φυτὸν Σαβέκ, τουτέστι φυτὸν ἀφέσεως ὠνομάζετο, ὡς καὶ σταυρὸς ξύλον σωτηρίου.

Καὶ ἐν Ἰακὼβ δὲ τῷ τοῦ Ἰσαὰκ υἱῷ τὸ μυστήριον καὶ ὁ τύπος ἐνήργει τοῦ Σταυροῦ· ξύλῳ γὰρ καὶ ὕδατι τὰ ποίμνια ἑαυτῷ ἐπλήθυνε. Τὸ μὲν οὖν ξύλον τὸ σταυρικὸν προετύπου ξύλον, τὸ δὲ ὕδωρ τὸ θεῖον βάπτισμα, ὃ ἐν ἑαυτῷ ἔχει τὸ τοῦ Σταυροῦ μυστήριον. «Εἰς γὰρ τὸν θάνατον τοῦ Χριστοῦ ἐβαπτίσθημεν», φησὶν ὁ ἀπόστολος.

Καὶ ὁ Χριστὸς δὲ ξύλῳ καὶ ὕδατι, τῷ Σταυρῷ καὶ τῷ βαπτίσματι, τὰ λογικὰ ποίμνια ἐπὶ τῆς γῆς ἑαυτῷ ἐπλήθυνεν. Ὁ δὲ Ἰακὼβ καὶ ὅτε πρὸς τὸ ἄκρον τῆς ράβδου προσεκύνει καὶ ὅτε τοὺς ἐγγόνους εὐλόγει, ἐναλλὰξ τὰς χεῖρας θείς, τὸν Σταυροῦ τύπον ἔτι σαφέστερον ὑπέφῃνεν. Ἀλλὰ καὶ τοῖς πατράσιν ἐξ ἀρχῆς ἄχρι τέλους ὑπήκοος ὢν καὶ ἀγαπητὸς καὶ εὐλογητὸς διὰ τοῦτο, ἀλλὰ καὶ μισητὸς τῷ Ἠσαῦ διὰ ταῦτα, καὶ οὕτω πάντα πειρασμὸν γενναίως ὑποφέρων, διὰ παντὸς τοῦ βίου τὸ μυστήριον εἶχε τοῦ σταυροῦ ἐνεργούμενον. Διὸ καὶ ὁ Θεὸς ἔλεγε, «τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα». Τοιοῦτόν τι γίνεται καὶ ἐφ’ ἡμῶν, ἀδελφοί.

Ὁ μὲν γὰρ ὑποτασσόμενος τοῖς τε κατὰ σῶμα καὶ κατὰ πνεῦμα πατράσι κατὰ τὴν ἀποστολικὴν ἐντολὴν τὴν λέγουσαν «τὰ τέκνα ὑπακούετε τοῖς γονεῦσιν», ὁ τοιοῦτος ὡς ἀφωμοιωμένος κατὰ τοῦτο τῷ ἀγαπητῷ υἱῷ τοῦ Θεοῦ, καὶ παρὰ τοῦ Θεοῦ ἀγαπᾶται· ὁ δὲ παρακούων, ὡς ἀλλότριος τῆς πρὸς τὸν ἀγαπητὸν ὁμοιώσεως, καὶ παρὰ τοῦ Θεοῦ μισεῖται. Καὶ τοῦτο δεικνὺς ὁ σοφὸς Σολομών, ὡς οὐκ ἐπὶ τοῦ Ἰακὼβ μόνον καὶ Ἠσαῦ, ἀλλὰ καὶ διὰ παντὸς καὶ ἐπὶ πάντων γίνεται, «Υἱός», φησίν, «ὑπήκοος ἔσται εἰς ζωήν· ὁ δὲ παρήκοος εἰς ἀπώλειαν».

Ἀλλ’ ὁ τῆς ὑπακοῆς υἱὸς Ἰακώβ, ἆρ’ οὐχὶ καὶ τοῦ μείζονος ἔτυχε μυστηρίου τοῦ Σταυροῦ, τῆς θεοπτίας λέγω, καθ’ ἣν τελεώτερον σταυροῦται καὶ ἀποθνῄσκει ὁ ἄνθρωπος τῇ ἁμαρτίᾳ, καὶ ζῇ τῇ ἀρετῇ; Καὶ μὴν αὐτὸς ἑαυτῷ μαρτυρεῖ καὶ τὴν θεωρίαν καὶ τὴν σωτηρίαν· «εἶδον γάρ», φησί, «τὸν Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή». Ποῦ εἰσιν οἱ στοιχοῦντες ἔτι ταῖς τῶν ἐφ’ ἡμῶν ἀναφανέντων κακοδόξων βδελυραῖς λογολεσχίαις; Ἀκουέτωσαν, ὅτι ὁ Ἰακὼβ τὸ πρόσωπον εἶδε τοῦ Θεοῦ· καὶ οὐ μόνον οὐκ ἀφῄρηται τὸ ζῆν, ἀλλ’ ὡς αὐτός φησι, καὶ σέσωσαι, καίτοι τοῦ Θεοῦ λέγοντος, οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται. Ἆρ’ οὖν δύο θεοί, ὁ μὲν εἷς ἔχων πρόσωπον τῇ ὁράσει τῶν ἁγίων ὑποπίπτον, ὁ δὲ ἕτερος πρόσωπον ἔχων ὑπὲρ πᾶσαν ὅρασιν; Ἄπαγε τῆς δυσσεβείας!

Ἀλλὰ πρόσωπον μὲν τοῦ Θεοῦ ὁρώμενόν ἐστιν ἡ κατὰ τὴν ἐπὶ τοὺς ἀξίους ἐπιφάνειαν ἐνέργεια καὶ χάρις τοῦ Θεοῦ· τοῦ αὐτοῦ δὲ πρόσωπον μηδέποτε ὁρώμενον ἡ ὑπὲρ πᾶσαν ἔκφανσιν καὶ ὅρασιν ἔσθ’ ὅτε λέγεται φύσις τοῦ Θεοῦ· οὐδεὶς γὰρ ἔστη, ἐν ὑποστήματι καὶ οὐσίᾳ Κυρίου κατὰ τὸ γεγραμμένον, καὶ Θεοῦ φύσιν ἢ εἶδεν, ἢ ἐξηγόρευσεν. Οὕτω καὶ ἡ ἐν τῷ Θεῷ θεωρία καὶ τὸ θεῖον τοῦ Σταυροῦ μυστήριον οὐ τὰ πονηρὰ πάθη μόνον καὶ τοὺς δημιουργοὺς τούτων δαίμονας ἀπελαύνει τῆς ψυχῆς, ἀλλὰ καὶ τὰς κακοδόξους δόξας καὶ τοὺς ταύταις συνηγόρους ἐξελέγχει καὶ ἀπωθεῖται τῶν περιβόλων τῆς ἱερᾶς τοῦ Χριστοῦ Ἐκκλησίας, καθ’ ἣν ἡμῖν ἐχαρίσθη νῦν ἑορτάζειν καὶ διατρανοῦν τὴν τοῦ Σταυροῦ πρὸ τοῦ Σταυροῦ θείαν ἐν τοῖς πατράσι χάριν καὶ ἐνέργειαν.

Ὥσπερ οὖν ἐν μὲν τῷ Ἀβραὰμ τὸ μυστήριον ἐνήργει τοῦ Σταυροῦ, ὁ δὲ αὐτοῦ υἱὸς Ἰσαὰκ αὐτὸς ἦν τύπος τοῦ σταυρωθέντος ὕστερον, οὕτω πάλιν ἐν μὲν τῷ βίῳ παντὶ τοῦ Ἰακὼβ τὸ μυστήριον ἐνήργει τοῦ Σταυροῦ, Ἰωσὴφ δὲ ὁ υἱὸς τοῦ Ἰακὼβ αὐτὸς ἦν τύπος καὶ μυστήριον τοῦ σταυρωθησομένου μετὰ ταῦτα θεανθρώπου Λόγου· φθόνῳ γὰρ καὶ αὐτὸς ἤχθη πρὸς σφαγήν, καὶ ὑπὸ τῶν κατὰ σάρκα συγγενῶν, ὑπὲρ ὧν καὶ πρὸς αὐτοὺς παρὰ τοῦ πατρὸς ἐπέμφθη, ὡς καὶ ὁ Χριστὸς ὕστερον. Εἰ δὲ οὐκ ἐσφάγη, ἀλλὰ πέπραται ὁ Ἰωσήφ, θαυμαστὸν οὐδέν· οὐδὲ γὰρ Ἰσαὰκ ἐσφάγη· καὶ γὰρ οὐκ αὐτοὶ ἦσαν ἡ ἀλήθεια, ἀλλὰ τύπος τῆς μελλούσης ἀληθείας. Εἰ δὲ δεῖ κἀν τούτοις τὸ διπλοῦν συνιδεῖν μυστήριον τοῦ διπλοῦ τὴν φύσιν Ἰησοῦ, τὸ μὲν ἀχθῆναι πρὸς σφαγὴν τὸ κατὰ σάρκα πάθος τοῦ θεανθρώπου προϋπέφηνε, τὸ δὲ μηδὲν παθεῖν, τῆς θεότητος τὸ ἀπαθές.

Τοῦτ’ αὐτὸ ἂν εὕροις καὶ ἐπὶ Ἰακὼβ καὶ Ἀβραάμ· εἰ γὰρ καὶ ἐπειράσθησαν, ἀλλ’ ἐνίκησαν, ὃ σαφῶς καὶ ἐπὶ τοῦ Χριστοῦ γέγραπται. Τεσσάρων οὖν ὄντων τῶν ἐπ’ ἀρετῇ καὶ εὐσεβείᾳ περιβεβοημένων πρὸ τοῦ νόμου, οἱ μὲν δύο Ἀβραὰμ καὶ Ἰακὼβ ἐν τοῖς περὶ τὸν βίον τὸ μυστήριον εἶχον τοῦ Σταυροῦ ἐνεργούμενον, οἱ δὲ δύο Ἰσαὰκ καὶ Ἰωσήφ, αὐτοὶ τὸ τοῦ Σταυροῦ μυστήριον θαυμασίως προανεφώνησαν.

Τί δὲ πάλιν ὁ πρῶτος παρὰ τοῦ Θεοῦ τὸν νόμον δεδεγμένος καὶ μεταδοὺς τοῖς ἄλλοις Μωϋσῆς, οὐ ξύλῳ μὲν καὶ ὕδατι πρὸ τοῦ νόμου σέσωσται αὐτός, ἡνίκα ἐξετέθη τοῖς τοῦ Νείλου ρεύμασιν ἐν θίβῃ ἀφεθείς, ξύλῳ δὲ καὶ ὕδατι τὸν Ἰσραηλιτικὸν ἔσωσε λαόν, τῷ μὲν ξύλῳ τὸν Σταυρὸν προφαίνων, τῷ δὲ ὕδατι τὸ θεῖον βάπτισμα, καθάπερ καὶ Παῦλος ὁ τῶν μυστηρίων ἐπόπτης φανερῶς φησιν, ὅτι «πάντες εἰς Μωσῆν ἐβαπτίσθησαν ἐν τῇ νεφέλῃ»; Ὃς καὶ πρὸ τῆς θαλάσσης καὶ τῆς ράβδου ταύτης μαρτυρεῖ αὐτῷ ὡς τὸν Χριστοῦ Σταυρὸν ἑκουσίως ὑπομείναντι· «κρείττω», γάρ, φησίν, «ἡγήσατο τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ». Ὀνειδισμὸς δὲ τοῦ Χριστοῦ παρὰ τῶν ἀφρόνων ὁ Σταυρός, καθὼς πάλιν αὐτὸς ὁ Παῦλος περὶ τοῦ Χριστοῦ φησιν, ὅτι ὑπέμεινε Σταυρόν, αἰσχύνης καταφρονήσας. Προϊὼν δὲ ὁ Μωϋσῆς καὶ τὸν τύπον αὐτὸν καὶ τὸ σχῆμα τοῦ Σταυροῦ καὶ τὴν δι’ αὐτοῦ τοῦ τύπου σωτηρίαν προανέδειξε σαφέστατα· τὴν γὰρ ράβδον ὀρθίαν στήσας, τὰς χεῖρας αὐτοῦ ἐπ’ αὐτὴν ἐξέτεινε, καὶ οὕτω σταυρικῶς ἐπὶ τῆς ράβδου σχηματίσας ἑαυτόν, τὸν Ἀμαλὴκ ἄρδην κατετροποῦτο τοιοῦτος ὁρώμενος. Ἀλλὰ καὶ τὸν χαλκοῦν ὄφιν θεὶς ἐπὶ σημείου πλάγιον, καὶ οὕτω τὸν Σταυροῦ τύπον ἀναστηλώσας παρρησίᾳ, τοὺς ὀφιοδήκτους τῶν Ἰουδαίων βλέπειν πρὸς αὐτὸν ὡς ὄντα σωτήριον ἐπέταττε, καὶ οὕτω τὰ τῶν ὄφεων δήγματα ἰᾶτο.

Ἐπιλείψει δέ με ὁ χρόνος διηγούμενον, περὶ Ἰησοῦ καὶ τῶν μετ’ αὐτὸν κριτῶν καὶ προφητῶν, Δαβίδ τε καὶ τῶν μετ’ αὐτόν, οἳ τῷ μυστηρίῳ τοῦ σταυροῦ ἐνεργούμενοι, ποταμοὺς ἀνέκοψαν, ἥλιον ἔστησαν, ἀσεβῶν πόλεις κατηδάφισαν, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων, ἔφυγον στόματα μαχαίρας, ἔσβεσαν δύναμιν πυρός, ἔφραξαν στόματα λεόντων, βασιλεῖς ἤλεγξαν, πεντηκοντάρχους ἐτέφρωσαν, νεκροὺς ἤγειραν, οὐρανὸν ἔστησαν λόγῳ καὶ πάλιν ἔλυσαν, ἀγόνους τε καὶ πάλιν γονίμους τὰς ἐν αὐτῷ νεφέλας ἀπεργασάμενοι· εἰ γὰρ καὶ τὴν πίστιν ἐνηργηκέναι ταῦτά φησιν ὁ Παῦλος, ἀλλ’ ἡ πίστις δύναμίς ἐστιν εἰς σωτηρίαν· διὸ καὶ πάντα δυνατὰ τῷ πιστεύοντι. Τοιοῦτον δὲ πάντως καὶ ὁ τοῦ Χριστοῦ Σταυρὸς τοῖς πιστεύουσιν· «ὁ γὰρ λόγος ὁ τοῦ Σταυροῦ, πάλιν κατὰ Παῦλον εἰπεῖν, τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστί, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστιν».

Ἀλλ’ ἵνα καὶ τοὺς πρὸ νόμου καὶ τοὺς ὑπὸ νόμον ἀφῶμεν πάντας, αὐτὸς ὁ Κύριος δι’ ὃν τὰ πάντα καὶ δι’ οὗ τὰ πάντα, οὐ πρὸ τοῦ Σταυροῦ ἔλεγεν, ὅστις οὐκ αἴρει τὸν σταυρὸν αὑτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος; Ὁρᾶτε ὅπως καὶ πρὸ τοῦ τὸν Σταυρὸν παγῆναι Σταυρὸς ἦν ὁ σώζων; Ἀλλὰ καὶ ἡνίκα τοῖς μαθηταῖς παρρησίᾳ προέλεγε τὸ ἑαυτοῦ πάθος καὶ τὸν διὰ Σταυροῦ θάνατον ὁ Κύριος, ὁ δὲ Πέτρος ἀκούων οὐκ ἠνέσχετο, ἀλλ’ εἰδὼς αὐτὸν ἔχοντα τὴν ἐξουσίαν ἐδεῖτο λέγων, «ἵλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο», αὐτῷ μὲν ἐπετίμησεν ὡς ἀνθρωπίνως, ἀλλ’ οὐ θείως φρονοῦντι κατὰ τοῦτο· προσκαλεσάμενος δὲ τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς· «ὅστις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὑτοῦ καὶ ἀκολουθήτω μοι· ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὑτοῦ σῶσαι, ἀπολέσει αὐτήν, ὃς δ’ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὑτοῦ ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν».

Προσκαλεῖται μὲν οὖν καὶ τὸν ὄχλον σὺν τοῖς μαθηταῖς καὶ τότε διαμαρτύρεται καὶ παραγγέλλει ταῦτα τὰ μεγάλα καὶ ὑπερφυῆ καὶ ὄντως οὐκ ἀνθρώπων, ἀλλὰ Θεοῦ φρονήματα, ἵνα δείξῃ μὴ παρὰ τῶν ἐκκρίτων αὐτοῦ μόνον μαθητῶν τὰ τοιαῦτα ἀπαιτῶν, ἀλλὰ καὶ παρὰ παντὸς τοῦ εἰς αὐτὸν πιστεύοντος. Τὸ δὲ ἀκολουθεῖν Χριστῷ δηλοῖ τὸ ζῆν κατὰ τὸ εὐαγγέλιον αὐτοῦ, πᾶσαν ἀρετὴν καὶ εὐσέβειαν ἐνδεικνυμένους· τὸ δὲ τὸν θέλοντα ἀκολουθεῖν ἀπαρνήσασθαι ἑαυτὸν καὶ αἴρειν τὸν σταυρὸν αὐτοῦ, τὸ μηκέτι καιροῦ καλοῦντος ἑαυτοῦ φείδεσθαι, ἀλλ’ ἕτοιμον εἶναι πρὸς τὸν ὑπὲρ ἀρετῆς καὶ τῆς ἀληθείας τῶν θείων δογμάτων ἐν ἀτιμίᾳ θάνατον. Τοῦτο δὲ εἰ καὶ μέγα ἐστὶ καὶ ὑπερφυές, τὸ ἀρνήσασθαί τινα ἑαυτὸν καὶ εἰς ἐσχάτην ἀτιμίαν καὶ θάνατον προδοῦναι, ἀλλ’ οὐκ ἀπεικός· οἱ γὰρ βασιλεῖς τῆς γῆς οὐκ ἄν ποτε ἀκολουθεῖν ὀπίσω αὐτῶν δέξαιντο, καὶ ταῦτα πρὸς πόλεμον ἰόντες, τοὺς μὴ ἑτοίμους ὄντας ἀποθανεῖν ὑπὲρ αὑτῶν. Τί οὖν θαυμαστόν, εἰ καὶ ὁ βασιλεὺς τῶν οὐρανῶν, τῇ γῇ δι’ ἐπαγγελίας ἐπιδημήσας, πρὸς ἀντιπαράταξιν τοῦ κοινοῦ τοῦ γένους πολεμίου τοιούτους ζητεῖ τοὺς ὀπίσω αὐτοῦ ἀκολουθοῦντας; Ἀλλ’ οἱ μὲν βασιλεῖς τῆς γῆς οὐκ ἔχουσιν ἀναζωοῦν τοὺς τῷ πολέμῳ τεθνηκότας, οὐδ’ ἀνταποδοῦναί τι σχεδὸν τοῖς προκινδυνεύσασιν αὐτῶν· τί γὰρ ἂν ὁ μηκέτ’ ὢν λάβοι παρ’ αὐτῶν;

Ἀλλὰ καὶ τούτοις, εἴπερ ὑπὲρ εὐσεβῶν ὁ θάνατος, ἐν τῷ Κυρίῳ ἐλπίς ἐστιν· οὕτω δὲ ὁ Κύριος ζωὴν ἀντιδίδωσιν αἰώνιον τοῖς ἐν τῷ ἀκολουθεῖν αὐτῷ προκινδυνεύσασι.

Καὶ οἱ μὲν βασιλεῖς τῆς γῆς ὑπὲρ αὑτῶν ἑτοίμους εἶναι ζητοῦσι πρὸς θάνατον τοὺς αὐτοῖς ἀκολουθοῦντας, ὁ δὲ Κύριος αὐτὸς μὲν ἑαυτὸν εἰς θάνατον ἔδωκεν ὑπὲρ ἡμῶν, ἡμᾶς δὲ οὐχ ὑπὲρ αὐτοῦ, ἀλλ’ ὑπὲρ ἡμῶν αὑτῶν ἑτοίμους εἶναι παραγγέλλει πρὸς θάνατον· καὶ τοῦτο δεικνὺς ὡς ὑπὲρ ἡμῶν ἔστιν αὑτῶν ἐπάγει, «ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὑτοῦ σῶσαι ἀπολέσει αὐτήν, ὃς δ’ ἂν ἀπολέσῃ αὐτὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν». Τί ἐστι τοῦτο, ὃς ἂν θέλῃ σῶσαι, ἀπολέσει, καὶ ὃς ἂν ἀπολέσῃ, σώσει; Διπλοῦν ἐστιν ὁ ἄνθρωπος, ὁ ἐκτός, τὸ σῶμα λέγω, καὶ ὁ ἐντὸς ἡμῶν ἄνθρωπος, ἡ ψυχὴ δηλονότι. Ὅταν οὖν ὁ ἐκτὸς ἡμῶν ἄνθρωπος προδῶ ἑαυτὸν εἰς θάνατον, ἀπόλλυσι τὴν ἑαυτοῦ ψυχὴν χωριζομένην αὐτοῦ· ὁ γοῦν ὑπὲρ τοῦ Χριστοῦ καὶ τοῦ εὐαγγελίου οὕτως ἀπολέσας αὐτήν, ὄντως σώσει καὶ κερδίσει ταύτην, ζωὴν οὐράνιον καὶ αἰώνιον ταύτῃ προξενήσας, καὶ ἐν τῇ ἀναστάσει τοιαύτην κομισάμενος, καὶ δι’ αὐτῆς καὶ αὐτὸς τοιοῦτος, καὶ κατὰ σῶμα λέγω, γεγονὼς οὐράνιος καὶ αἰώνιος.

Ὁ δὲ φιλοψυχήσας καὶ μὴ οὕτω ταύτην ἑτοίμως ἔχων ἀπολέσαι, διὰ τὸ ἀγαπᾶν τὸν πρόσκαιρον αἰῶνα τοῦτον, καὶ ὅσα τοῦ αἰῶνος τούτου, ζημιώσει τὴν ψυχὴν αὐτοῦ τῆς ὄντως ζωῆς ἀποστερήσας καὶ ζημιωθήσεται αὐτὸς αὐτήν, σὺν ἑαυτῷ ταύτην, φεῦ, τῇ αἰωνίῳ κολάσει παραδούς· ὃν καὶ ὁ πανοικτίρμων Δεσπότης οἷον ἀπολοφυρόμενος καὶ τοῦ δεινοῦ τὸ μέγεθος ἐπιδεικνύς, «τί γάρ», φησίν, «ὠφελήσει ἄνθρωπον, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, καὶ τὴν ψυχὴν αὑτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὑτοῦ»; Οὐδὲ γὰρ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ, οὐδ’ ἄλλο τι τῶν ἐν τῷ αἰῶνι τούτῳ δοκούντων τιμίων καὶ τερπνῶν, ἃ τοῦ σωτηρίου προέκρινε θανάτου. Τί δ’ ἂν ἐν τούτοις εὑρεθείη καὶ τῆς λογικῆς ψυχῆς ἀντάλλαγμα, ἧς ὁ κόσμος ἅπας οὗτος οὐκ ἔστιν ἀντάξιος;

Εἰ οὖν καὶ τὸν κόσμον ὅλον εἷς ἄνθρωπος ἐδύνατο κερδῆσαι, ἀδελφοί, οὐδὲν ἂν ὄφελος αὐτῷ τὴν οἰκείαν ψυχὴν ζημιουμένῳ· πόσον ἐστὶ τὸ δεινόν, πολλοστημόριον ἐλάχιστον ἕκαστος ἀπὸ τοῦ κόσμου τούτου κτήσασθαι δυνάμενος, εἰ τῇ πρὸς τὸ ἐλάχιστον τοῦτο προσπαθείᾳ τὴν οἰκείαν ζημιωθήσεται ψυχήν, μὴ προαιρούμενος αἴρειν τοῦ Σταυροῦ καὶ τὸν τύπον καὶ τὸν λόγον καὶ ἀκολουθεῖν τῷ δοτῆρι τῆς ζωῆς; Σταυρὸς γάρ ἐστιν αὐτός τε ὁ προσκυνητὸς τύπος καὶ ὁ τοῦ τύπου τούτου λόγος.

Ἀλλ’ ἐπεὶ προηγήσατο ὁ λόγος καὶ τὸ μυστήριον αὐτοῦ τοῦ τύπου, καὶ ἡμεῖς τοῦτο πρότερον ἐξηγησόμεθα πρὸς τὴν ὑμετέραν ἀγάπην. Μᾶλλον δὲ πρὸ ἡμῶν καὶ τοῦτο Παῦλος ἐξηγήσατο· Παῦλος ὁ καυχώμενος ἐν τῷ σταυρῷ, ὁ μηδὲν εἰδέναι κρίνων, εἰμὴ Κύριον Ἰησοῦν, καὶ τοῦτον ἐσταυρωμένον. Τί οὖν φησιν ἐκεῖνος; Σταυρός ἐστι τὸ σταυρῶσαι τὴν σάρκα σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.

Οἴεσθε περὶ τῆς τρυφῆς καὶ τῶν ὑπογαστρίων τοῦτο μόνον εἰπεῖν παθῶν; Πῶς οὖν γράφει τοῖς Κορινθίοις, ὅτι «ἐπεὶ ἔριδες ἐν ὑμῖν εἰσιν, ἔτι σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε»; Ὥστε καὶ ὁ δόξης ἢ χρημάτων ἐρῶν, ἢ τὸ οἰκεῖον ἁπλῶς θέλημα στῆσαι θέλων καὶ οὕτω νικᾶν φιλονεικῶν, σαρκικός ἐστι καὶ κατὰ σάρκα περιπατεῖ. Διὰ γὰρ ταῦτα καὶ ἔριδες, ὡς καὶ Ἰάκωβος ὁ Ἀδελφόθεός φησι· «Πόθεν πόλεμοι καὶ μάχαι ἐν ὑμῖν, οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν;

Ζηλοῦτε καὶ οὐ δύνασθε ἐπιτυχεῖν, μάχεσθε καὶ πολεμεῖτε». Τοῦτο οὖν ἐστι τὸ σταυρῶσαι τὴν σάρκα σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις, τὸ ἀνενέργητον γενέσθαι τὸν ἄνθρωπον πρὸς πᾶν τὸ ἀπαρέσκον Θεῷ Εἰ δὲ καὶ τὸ σῶμα κατασπᾷ καὶ βιάζεται, ἀλλ’ αὐτὸν ἕκαστον ἀνέχειν ἐναγωνίως τοῦτο πρὸς τὸ ὕψος τοῦ Σταυροῦ. Οἷον τί λέγω; Ἐπὶ γῆς γενομένης ὁ Κύριος ἀκτήμονα βίον ἔζησε, καὶ οὐκ ἔζησε μόνον, ἀλλὰ καὶ ἐκήρυξε λέγων «εἴ τις οὐκ ἀποτάσσεται πᾶσι τοῖς αὐτῷ ὑπάρχουσιν οὐ δύναταί μου εἶναι μαθητής».

Ἀλλὰ μηδεὶς δυσανασχετείτω, ἀδελφοί, παρακαλῶ, ἀκούων ἡμῶν ἀπαγγελλόντων ἀνοθεύτως τὸ ἀγαθὸν τοῦ Θεοῦ θέλημα καὶ εὐάρεστον καὶ τέλειον, μηδὲ δυσχεραινέτω τὰ παραγγέλματα δυσέφικτα οἰόμενος, ἀλλὰ πρῶτον μὲν ἐκεῖνο ἐνοείτω, ὅτι βιαστή ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν, καὶ ἀκουέτω Πέτρου τοῦ κορυφαίου τῶν Ἀποστόλων τοῦ Χριστοῦ, ὅτι, «Χριστὸς ἔπαθεν ὑπὲρ ἡμῶν, ἡμῖν ὑπολιμπάνων ὑπογραμμόν, ἵνα ἐξακολουθήσωμεν τοῖς ἴχνεσιν αὐτοῦ». Ἔπειτα καὶ τοῦτο δικαίως προσλογιζέσθω, ὅτι μαθὼν ἕκαστος ἀληθῶς ὅσον ὀφείλει τῷ Δεσπότῃ, ὅταν οὐκ ἔχῃ τὸ πᾶν ἀποδοῦναι, τὸ μὲν σὺν μετριοφροσύνῃ προσάγει, ὅσον δή που δύναται καὶ προαιρεῖται, πρὸς δὲ τὸ λεῖπον πάλιν ταπεινοῦται ἐνώπιον αὐτοῦ, καὶ διὰ τῆς τοιαύτης ταπεινώσεως ἕλκων τὴν συμπάθειαν ἀναπληροῖ τὴν ἔλλειψιν. Εἴ τις οὖν ὁρᾷ τὸν λογισμὸν αὑτοῦ πλούτου καὶ πολυκτημοσύνης ὀρεγόμενον, γνώτω ὅτι ὁ λογισμὸς οὗτος σαρκικὸς χωρίσῃ τοῦ σταυρωθέντος ἐν αὐτῷ Χριστοῦ.

Πῶς οὖν ἄρξεται τοῦτον ἀναβιβάζειν ἐπὶ τὸ ὕψος τοῦ Σταυροῦ; Ἐλπίσας εἰς Χριστόν, τὸν χορηγὸν καὶ τροφέα τοῦ παντός, παντὸς μὲν τοῦ ἐξ ἀδικίας ἀποσχέσθω πόρου, ᾧ δὲ ἀπὸ δικαιοσύνης ἔχει πορισμῷ, μηδὲ τούτῳ λίαν προσκείμενος, καλῶς αὐτῷ χρήσθω, κοινωνοὺς ἐφ’ ὅσον ἐστὶ τοὺς ἐνδεεῖς προσλαμβανόμενος.

Ὥσπερ γὰρ ἀρνεῖσθαι τὸ σῶμα καὶ αἴρειν τὸν σταυρὸν αὑτοῦ τῆς ἐντολῆς κελευούσης, ἔχουσιν ὅμως τοῦτο οἱ τοῦ Θεοῦ καὶ κατὰ Θεὸν ζῶντες, μὴ λίαν δὲ αὐτῷ προσκείμενοι, χρῶνται μὲν αὐτῷ πρὸς τὸ δέον συνεργῷ, ἂν δ’ ὁ καιρὸς καλῇ, καὶ τοῦτο προδιδόναι ἕτοιμοι· οὕτω καὶ ἐπὶ τῶν σωματικῶν κτημάτων καὶ χρειῶν ποιῶν τις, ὅταν μὴ δύνηταί τι μεῖζον, εὖ ἂν καὶ θεαρέστως ἔχοι. Πάλιν, βλέπει τις ἐν ἑαυτῷ βιαιότερον κινούμενον τὸν τῆς πορνείας. λογισμόν;

Γνώτω ὅτι οὔπω ἐσταύρωσεν ἑαυτόν. Πῶς οὖν σταυρώσει; φευγέτω τὰς περιέργους θέας τῶν γυναικῶν καὶ τὰς μὴ ἀνηκούσας πρὸς αὐτὰς συνηθείας τε καὶ ἀκαίρους διαλέξεις, μειούτω τὰς τρεφούσας τὸ πάθος ὕλας, ἀπεχέσθω πολυποσίας, οἰνοφλυγίας, ἀδηφαγίας, πολυϋπνίας· μιγνύτω τῇ ἀποχῇ ταύτῃ τῶν κακῶν τὴν ταπεινοφροσύνην, ἐν συντριβῇ καρδίας τὸν Θεὸν κατὰ τοῦ πάθους ἐπικαλούμενος· καὶ τότε καὶ αὐτὸς ἐρεῖ, «εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου, καὶ παρῆλθον δι’ ἐγκρατείας, καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα διὰ τῆς ἐν ταπεινώσει προσευχῆς, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ὁ τόπος αὐτοῦ».

Πάλιν, ἐνοχλεῖ ὁ τῆς φιλοδοξίας λογισμός; σὺ ἐν συγκλήσει καὶ συγκαθεδρίᾳ μνημόνευε τῆς τοῦ Κυρίου ἐν εὐαγγελίοις περὶ τούτου συμβουλῆς· ἐν ὁμιλίαις μὴ ζήτει τῶν ἄλλων ὑπερέχων φαίνεσθαι, τὰς ἀρετὰς ἐφ’ ὅσον ἔχεις ἐν κρυπτῷ ποίει, πρὸς Θεὸν μόνον ὁρῶν, καὶ παρ’ αὐτοῦ μόνου ὁρώμενος, καὶ ὁ Πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ. Εἰ δὲ καὶ μετὰ τὸ κόψαι σε τὰ αἴτια ἑκάστου τῶν παθῶν πάλιν ἐνοχλεῖ ἔνδοθεν ὁ λογισμός, μὴ φοβηθῇς· στεφάνων γὰρ γίνεταί σοι πρόξενος, ἐπεὶ ἐνοχλῶν οὐ πείθει, οὐδὲ ἐνεργεῖ, ἀλλὰ κίνημά ἐστι νεναρκωμένον, ὡς νικώμενον ὑπὸ τοῦ σοῦ κατὰ Θεὸν ἀγῶνος.

Τοιοῦτός ἐστιν ὁ τοῦ Σταυροῦ λόγος· τοιοῦτος δὲ ὤν, οὐ μόνον ἐν τοῖς προφήταις πρὸ τοῦ τελεσθῆναι, ἀλλὰ καὶ νῦν μετὰ τὸ τελεσθῆναι, μυστήριόν ἐστι μέγα καὶ ὄντως θεῖον. Πῶς; ὅτι κατὰ μὲν τὸ φαινόμενον δοκεῖ προξενεῖν ἀτιμίαν ἑαυτῷ ὁ εὐτελίζων ἑαυτὸν καὶ ταπεινῶν ἐν πᾶσι, καὶ πόνον καὶ ὀδύνην ὁ τὰς σωματικὰς φεύγων ἡδονάς, καὶ ὁ διδοὺς τὰ ὄντα πτωχείας ἑαυτῷ αἴτιος καθίστασθαι· διὰ δὲ τῆς τοῦ Θεοῦ δυνάμεως ἡ πτωχεία αὕτη καὶ ἡ ὀδύνη καὶ ἡ ἀτιμία δόξαν αἰώνιον καὶ ἡδονὴν ἀνέκφραστον καὶ πλοῦτον ἀδαπάνητον γεννᾷ, καὶ κατὰ τὸν παρόντα καὶ κατὰ τὸ μέλλοντα ἐκεῖνον κόσμον. Καὶ τοὺς μὴ τούτῳ πιστεύοντας καὶ τὴν πίστιν δι’ ἔργων ἐπιδεικνυμένους τοῖς ἀπολλυμένοις συντάττει, καὶ αὐτοῖς τοῖς Ἕλλησιν, ὁ Παῦλος· «κηρύσσομεν», γάρ φησι, «Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον», διὰ τὴν πρὸς τὸ σωτήριον πάθος ἀπιστίαν, «Ἕλλησι δὲ μωρίαν», ὡς μηδὲν τῶν προσκαίρων προτιμῶσι, διὰ τὴν πρὸς τὰς θείας ἐπαγγελίας πάντως ἀπιστίαν· «ἡμῖν δὲ τοῖς κλητοῖς Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν».

Τοῦτο οὖν ἡ τοῦ Θεοῦ σοφία καὶ δύναμις, τὸ δι’ ἀσθενείας νικῆσαι, τὸ διὰ ταπεινώσεως ὑψωθῆναι, τὸ διὰ πτωχείας πλουτῆσαι. Οὐ μόνον δὲ ὁ λόγος τοῦ Σταυροῦ καὶ τὸ μυστήριον, ἀλλὰ καὶ ὁ τύπος θεῖος καὶ προσκυνητός, σφραγὶς ὢν ἱερὰ καὶ σωστικὴ καὶ αἰδέσιμος, ἁγιαστική τε καὶ τελεστικὴ τῶν ἐκ Θεοῦ τῷ γένει τῶν ἀνθρώπων ὑπηργμένων ὑπερφυῶν καὶ ἀπορρήτων ἀγαθῶν, ἀρᾶς καὶ καταδίκης ἀναιρετική, φθορᾶς καὶ θανάτου καθαιρετική, ζωῆς ἀϊδίου καὶ εὐλογίας παρεκτική, ξύλον σωτήριον, σκῆπτρον βασίλειον, θεῖον κατ’ ἐχθρῶν ὁρατῶν καὶ ἀοράτων τρόπαιον, κἂν αἱρετικῶν παῖδες ἀπαραίσκωνται φρενοβλαβῶς· οὐ γὰρ ἐπέτυχον τῆς ἀποστολικῆς εὐχῆς, ἵνα ἐξισχύσωσι καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος καὶ μῆκος καὶ ὕψος καὶ βάθος· ὅτι ὁ τοῦ Κυρίου Σταυρός ἐστι πᾶσαν ἐμφαίνων τῆς ἐν σαρκὶ τούτου παρουσίας τὴν οἰκονομίαν καὶ τὸ κατ’ αὐτὴν ἅπαν ἐμπεριέχων μυστήριον καὶ πρὸς πάντα τείνων τὰ πέρατα καὶ πάντα περιλαμβάνων τὰ ἄνω τὰ κάτω τὰ πέριξ τὰ μεταξύ.

Προβαλλόμενοι δέ τινα πρόφασιν, δι’ ἣν καὶ αὐτοὺς ἔδει μεθ’ ἡμῶν, εἴπερ νοῦν εἶχον, προσκυνεῖν αὐτόν, ἀποτροπιάζονται τοῦ βασιλέως τῆς δόξης τὸ σύμβολον, ὃ καὶ αὐτὸς φανερῶς ὁ Κύριος ὕψος μὲν καὶ δόξαν ἑαυτοῦ καλεῖ, μέλλων ἀναβαίνειν ἐπ’ αὐτό· κατὰ δὲ τὴν μέλλουσαν αὐτοῦ παρουσίαν καὶ ἐπιφάνειαν ἐλεύσεσθαι προκαταγγέλλει τὸ σημεῖον τοῦτο τοῦ Υἱοῦ τοῦ ἀνθρώπου μετὰ δυνάμεως καὶ δόξης πολλῆς.

Ἀλλ’ ἐν αὐτῷ φησιν ὁ Χριστὸς προσηλωθεὶς ἀπέθανε, καὶ διὰ τοῦτο οὐδ’ ὁρᾶν ἀνεχόμεθα τὸ σχῆμα καὶ τὸ ξύλον ἐν ᾧ τεθανάτωται. Τὸ δὲ καθ’ ἡμῶν χειρόγραφον, ὃ γέγονεν ἡμῖν διὰ τῆς ἐπὶ τὸ ξύλον παρακοῆς, ἐκτεταμένης τῆς τοῦ προπάτορος χειρός, ἐν τίνι προσηλώθη, καὶ διὰ τίνος ἐκ μέσου γέγονε καὶ ἠφανίσθη, καὶ οὕτω πρὸς τὴν ἀπὸ τοῦ Θεοῦ εὐλογίαν ἐπανήλθομεν; ἐν τίνι δὲ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας τῶν πνευμάτων τῆς πονηρίας, αἳ κατὰ τῆς ἡμετέρας φύσεως ἐκ τοῦ ξύλου τῆς παρακοῆς χώραν ἔλαβον, ὁ Χριστὸς ἀπεξεδύσατο καὶ τελείως ἀπώσατο, καὶ θριαμβεύσας κατῄσχυνε, καὶ οὕτως ἡμεῖς τὴν ἐλευθερίαν ἀντελάβομεν; ἐν τίνι τὸ μεσότοιχον τοῦ φραγμοῦ λέλυται, καὶ ἡ πρὸς τὸν Θεὸν ἡμῶν ἔχθρα κατήργηται καὶ τεθανάτωται; καὶ διὰ τίνος ἀπεκατηλλάγημεν πρὸς τὸν Θεὸν καὶ τὴν πρὸς αὐτὸν εἰρήνην εὐηγγελίσθημεν, οὐκ ἐν τῷ Σταυρῷ καὶ διὰ τοῦ Σταυροῦ;

Ἀκουέτωσαν τοῦ ἀποστόλου, τοῖς μὲν Ἐφεσίοις γράφοντος, «ὁ Χριστός ἐστιν ἡ εἰρήνη ὑμῶν, ὁ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ διὰ τοῦ Σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ»· Κολασσαεῦσι δέ, «νεκροὺς ὄντας τοῖς παραπτώμασι καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶν συνεζωοποίησεν ὑμᾶς ἐν αὐτῷ, χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα, ἐξαλείψας τὸ καθ’ ἡμῶν χειρόγραφον τοῖς δόγμασιν, ὃ ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ᾖρεν ἐκ τοῦ μέσου προσηλώσας αὐτὸ τῷ Σταυρῷ, καὶ ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παρρησίᾳ θριαμβεύσας αὐτὰς ἐν αὐτῷ».

Οὐ τιμήσωμεν οὖν ἡμεῖς, οὐδὲ χρησώμεθα τῷ θείῳ τούτῳ τροπαίῳ τῆς κοινῆς τοῦ γένους ἐλευθερίας, ὃ καὶ μόνον φαινόμενον, τὸν μὲν ἀρχέκακον ὄφιν φυγαδεύει καὶ θριαμβεύει καὶ καταισχύνει, τὴν ἧτταν καὶ τὴν θραῦσιν ἀνακηρύττον αὐτοῦ, δοξάζει δὲ καὶ μεγαλύνει Χριστόν, τὴν αὐτοῦ νίκην ἀναφαῖνον τῷ κόσμῳ; Καὶ μὴν εἴπερ ὁ Σταυρὸς παροπτέος, ὡς ἐν αὐτῷ τοῦ Χριστοῦ τὸν θάνατον ὑπομείναντος, οὐδ’ ὁ θάνατος ἔσται σεπτὸς καὶ σωτήριος. Πῶς οὖν κατὰ τὸν ἀπόστολον εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; πῶς δὲ καὶ τῆς ἀναστάσεως αὐτοῦ ἐσόμεθα, εἴπερ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ; Ἄλλωστε εἰ μέν τις ἦν ὁ προσκυνῶν σταυροῦ σχῆμα, μὴ ἐπιγεγραμμένον ἔχον τὸ δεσποτικὸν ὄνομα, δικαίως ἂν ἐνεκαλεῖτο παρὰ τὸ δέον ποιῶν· ἐπεὶ δὲ «ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψει, ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων», τοῦτο δὲ τὸ προσκυνητὸν ὄνομα ὁ Σταυρὸς ἐπιφέρει, πόσης παραφροσύνης μὴ κάμπτειν γόνυ τῷ Σταυρῷ τοῦ Χριστοῦ;

Ἀλλ’ ἡμεῖς καὶ τὰς καρδίας σὺν τοῖς γόνασι κλίναντες, δεῦτε προσκυνήσωμεν μετὰ τοῦ ψαλμῳδοῦ καὶ προφήτου Δαβὶδ εἰς τὸν τόπον οὗ ἕστησαν οἱ πόδες αὐτοῦ καὶ οὗ αἱ συνεκτικαὶ τοῦ παντὸς ἐξηπλώθησαν χεῖρες καὶ οὗ τὸ ζωαρχικὸν δι’ ἡμᾶς ἐξετάθη σῶμα, καί, προσκυνοῦντες ἐν πίστει καὶ ἀσπαζόμενοι, δαψιλῆ τὸν ἐκεῖθεν ἁγιασμὸν καὶ ἀρυώμεθα καὶ φυλάττωμεν· ὡς ἂν καὶ κατὰ τὴν ὑπερδεδοξασμένην μέλλουσαν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν, αὐτὸν προηγούμενον ἰδόντες ἐν δόξῃ ἀγαλλιασώμεθα καὶ σκιρτήσωμεν ἄληκτα, τῆς ἐκ δεξιῶν στάσεως καὶ τῆς ἐπηγγελμένης μακαρίας φωνῆς καὶ εὐλογίας ἐπιτυχόντες, εἰς δόξαν τοῦ κατὰ σάρκα δι’ ἡμᾶς σταυρωθέντος Υἱοῦ τοῦ Θεοῦ.

Ὅτι αὐτῷ πρέπει δόξα, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.