Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ομιλίες Α΄–Κ΄

Γρηγόριος Παλαμᾶς

Ομιλία ΙΓ΄: Στην Ε΄ Κυριακή των Νηστειών

Αλληγορική και ασκητική προσέγγιση της νηστείας, σε συνδυασμό με την άσκηση της ελεημοσύνης και τη νήψη για την αναχαίτιση των πονηρών λογισμών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 13 από 20

Τῌ ΠΕΜΠΤῌ ΚΥΡΙΑΚῌ ΤΩΝ ΝΗΣΤΕΙΩΝ Ἐν ᾗ καὶ περὶ ἐλεημοσύνης Εἰσί τινα μέρη θαλάσσης, ἃ κητώδη μεγάλα θηρία τρέφουσιν· οἱ γοῦν ἐν αὐτοῖς πλέοντες κώδωνας ἐκκρεμῶσι τῶν πλοίων, ἵνα διὰ τῆς ἠχοῦς τούτων ἐκπληττόμενα φεύγωσι τὰ θηρία. Καὶ ἡ θάλασσα δὲ τοῦ ἡμετέρου βίου πολλὰ καὶ δεινότερα τρέφει θηρία, τὰ πονηρὰ πάθη λέγω καὶ τοὺς ἐφόρους αὐτῶν πονηροτέρους δαίμονας· ἐπιπλεῖ δὲ τὴν θάλασσαν ταύτην οἷά τις ναῦς ἡ τοῦ Θεοῦ Ἐκκλησία καὶ ἀντὶ κωδώνων ἔχει τοὺς πνευματικοὺς διδασκάλους, ἵνα διὰ τῆς ἱερᾶς ἠχοῦς τῆς τούτων διδασκαλίας τοὺς νοητοὺς ἀποτρέπηται θῆρας. Καὶ τοῦτ’ ἄρα τυποῦσα καὶ ἡ τοῦ Ἀαρὼν στολὴ κώδωνας εὐήχους εἶχε παρηρτημένους καὶ θέσπισμα ἦν ἀκουστὴν εἶναι τὴν φωνὴν αὐτῶν ἐν τῷ τὸν Ἀαρὼν λειτουργεῖν.

Ἡμεῖς δὲ εἰς τὸ πνεῦμα τὸ γράμμα καλῶς μεταφέροντες, ἠχήσωμεν ὑμῖν ἀρτίως πνευματικῶς, καὶ μάλιστα κατὰ τὸν τῆς νηστείας καιρόν, ᾧ φανερὰ καὶ ἀφανῆ θηρία δεινῶς ἐπιτίθενται· φανερὰ μὲν γαστριμαργία καὶ μέθη καὶ τὰ τοιαῦτα· ἕτερα δὲ ἀφανῶς ὑφεδρεύοντα, κενοδοξία καὶ ὑπερηφανία καὶ οἴησις καὶ ὑπόκρισις.

Ὁ αὐτὸς δέ ἐστιν ἦχος καὶ φυγαδευτήριον τῶν τοιούτων θηρίων καὶ φυλακτήριον τῶν τὴν νηστείαν ἀσκούντων. Ἔστιν οὖν νηστεία καὶ ἀκρασία ἐναντία ἀλλήλοις, ὡς ἡ ζωὴ καὶ ὁ θάνατος. Καὶ ἡ μὲν νηστεία ἐντολή ἐστι ζωῆς, συνηλικιῶτις οὖσα τῆς ἀνθρωπίνης φύσεως, ἐν τῷ παραδείσῳ ὑπὸ τοῦ Θεοῦ τῷ Ἀδὰμ δοθεῖσα τὴν ἀρχήν, εἰς φυλακὴν τῆς ἐγγενομένης αὐτῷ παρὰ τοῦ αὐτοῦ Θεοῦ ζωῆς τε καὶ θείας χάριτος. Ἡ δὲ ἀκρασία συμβουλή ἐστι θανάτου σώματός τε καὶ ψυχῆς, ὑπὸ τοῦ διαβόλου τῷ Ἀδὰμ ἐν τῷ παραδείσῳ διὰ τῆς Εὔας δοθεῖσα δολίως εἰς ἔκπτωσιν τῆς ζωῆς καὶ ἀπαλλοτρίωσιν τῆς ἐκ Θεοῦ θείας χάριτος· ὁ Θεὸς γὰρ θάνατον οὐκ ἐποίησεν, οὐδὲ τέρπεται ἐπ’ ἀπωλείᾳ ζώντων. Τίς οὖν ἐστιν ἄνθρωπος ὁ θέλων ζωὴν καὶ χάριν εὑρεῖν τὴν ἐν τῷ Θεῷ καὶ παρὰ Θεοῦ; φυγέτω τὴν θανατηφόρον ἀκρασίαν καὶ προσδραμέτω τῇ θεοποιῷ νηστείᾳ καὶ ἐγκρατείᾳ, ἵν’ ἐπανέλθῃ χαίρων εἰς τὸν παράδεισον.

Μωϋσῆς τεσσαρακονθήμερον, νηστεύων ἐπ’ ὄρους, εἰς ὕψος θεοπτίας ἀνέπτη καὶ πλάκας θεοσεβείας ἐδέξατο· ὁ δὲ τῶν Ἑβραίων δῆμος κάτω, μεθύοντες, εἰς ἀσέβειαν κατωλίσθησαν καὶ εἴδωλον ἐχώνευσαν μόσχου τοῦ αἰγυπτίου Ἄπιδος θεοῦ ὅμοιον, καὶ εἰ μὴ Μωϋσῆς ἔστη πρὸς τὸν Θεόν, διὰ τοῦ ἀνηλεοῦς ἐκ τῶν ὁμογενῶν φόνου ἐξιλασάμενος πρότερον, οὐκ ἂν ὅλως ἐφείσατο αὐτῶν ὁ Θεός. Εἰ γοῦν καὶ ἡμεῖς τοῦ ἐλέους τοῦ Θεοῦ χρῄζομεν, μὴ μεθυσκώμεθα οἴνῳ, μηδὲ κόρῳ βαρυνόμεθα, ἐν οἷς ἐστιν ἡ ἀσωτία καὶ ἡ ἀσέβεια. Θεόπτης καὶ ὁ Ἠλίας, ἀλλὰ προκαθαρθεὶς καὶ οὗτος διὰ νηστείας. Ἔτυχε καὶ Δανιὴλ θεοπτίας, καὶ τῶν ἀρχαγγέλων ἑνὸς ὀπτασίας, τὴν τῶν μελλόντων γνῶσιν αὐτῷ παρέχοντος, ἀλλὰ πρότερον ἐφ’ ἡμέρας ὅλας εἴκοσι διαμείνας ἄσιτος. Πεφόνευται καὶ προφήτης ἕτερος ὑπὸ λέοντος, ἀλλὰ φαγὼν παρὰ γνώμην Θεοῦ. Γινώσκετε πάντες Ἠσαῦ τὸν τοῦ Ἰσαάκ, ὃς ὑπὸ γαστριμαργίας τῶν τε ἄλλων πρωτοτοκίων καὶ τῆς πατρικῆς ἐξέπεσεν εὐχῆς. Φοβηθῶμεν μὴ καὶ ἡμεῖς τῇ γαστριμαργίᾳ ταύτῃ προσέχοντες ἐκπέσωμεν τῆς ἐπηγγελμένης ἐκείνης εὐλογίας καὶ κληροδοσίας τοῦ ἀνωτάτου Πατρός.

Οὐδὲ τοὺς τρεῖς παῖδας ἀγνοεῖτε, οἵ, νηστείᾳ προσκείμενοι, τὴν ἑπταπλασίως κατ’ αὐτῶν ἐν Βαβυλῶνι κάμινον ἐκκαυθεῖσαν ἀφλέκτοις ποσὶ καὶ σώμασι κατεπάτησαν. Ἐὰν καὶ ἡμεῖς ἀληθινὴν νηστείαν ἀσκήσωμεν, καὶ τὴν ἐνταῦθα πύρωσιν τῆς σαρκὸς καταπατήσομέν τε καὶ σβέσομεν καὶ τὴν μέλλουσαν κάμινον ἀζήμιοι διαπεράσομεν, ὅταν ἑκάστου τὸ ἔργον τὸ πῦρ δοκιμάσῃ. Τί δεῖ λέγειν τὸν τῶν προφητῶν Κύριον; ὃς σάρκα λαβὼν καὶ δι’ ἡμᾶς γενόμενος ἄνθρωπος, ὑποδεικνὺς ἡμῖν τὸν τρόπον τῆς κατὰ τοῦ διαβόλου νίκης, νηστεύων διὰ πάντων ἐνίκησε τοῦτον, πάντα κατ’ αὐτοῦ κινήσαντα πειρασμόν, καὶ πρὸς τοὺς οἰκείους μαθητὰς περὶ τοῦ ἀλάλου καὶ κωφοῦ δαιμονίου ἔλεγε, «τοῦτο τὸ δαιμόνιον οὐκ ἐξέρχεται, εἰμὴ ἐν προσευχῇ καὶ νηστείᾳ».

Ἀλλὰ φέρε δείξωμεν ὑμῖν, ἀδελφοί, τίς ἐστιν ἡ θεάρεστος νηστεία καὶ ἀληθής· τοῦτο γὰρ ἐστὲ γινώσκοντες, ὡς οὐκ αὐτὴν δι’ ἑαυτὴν τὴν σωματικὴν ἐπαινοῦμεν νηστείαν, ἀλλ’ ὡς ἐνεργοῦσαν πρὸς ἕτερα ψυχωφελέστερα· τὴν γὰρ σωματικὴν ἐργασίαν πρὸς ὀλίγον ὠφέλιμον εἶναι, καὶ ὁ θεῖος Παῦλός φησι. Διὸ καὶ οἱ διὰ πείρας λαλοῦντες θεοφόροι πατέρες οὐκ ἀποδέχονται τὰς πολυημέρους νηστείας, ἀλλὰ δοκιμώτερον κρίνουσι τὸ καθ’ ἡμέραν ἐσθίειν ἅπαξ καὶ μὴ χορτάζεσθαι· καὶ τοῦτό φασι σύμμετρον καὶ μετὰ λόγου νηστείαν, ὃ καὶ ἡ Γραφὴ λέγει, τὸ μὴ ἀπατᾶσθαι χορτασίᾳ κοιλίας καὶ τῇ τοῦ λαιμοῦ ἡδονῇ, ἀλλὰ τῆς μὲν ὀρέξεως ἐγκειμένης ἔτι τῆς τροφῆς ἀφίεσθαι, τὴν δὲ ποιότητα ταύτης καὶ ποσότητα κατάλληλον εἶναι τῇ δυνάμει καὶ διαθέσει τοῦ τρεφομένου σώματος, πρὸς τὸ καὶ τὴν ὑγείαν αὐτοῦ κατὰ τὸ δυνατὸν συντηρεῖσθαι· τὸ γὰρ καταλλήλως τῇ ἀσθενείᾳ συμμέτρως ἐσθίειν ἀπὸ τῶν ἐνδεδομένων βρωμάτων τὸν ἀσθενῆ, μὴ προστιθέντα τοῖς ἀναγκαίοις τὰ λίαν περιττὰ καὶ λυσιτελῆ, καὶ τὸ τὴν τροφὴν ἐπιζητεῖν ἀλλ’ οὐ τὴν τρυφήν, καὶ τὴν πόσιν ἀλλ’ οὐ τὴν μέθην, καὶ τὴν σύμμετρον χρῆσιν ἀλλ’ οὐ τὴν ἀμετρίαν καὶ τὴν ἀκρασίαν καὶ τὴν παράχρησιν, οὐκ ἀφαιρεῖται τοῦ κεχρημένου τὴν ἁγιότητα.

Ἡ μὲν οὖν ἀρχὴ τῆς ἀληθοῦς καὶ θεαρέστου νηστείας τοιαύτη, τὸ δὲ τέλος δι’ ὃ νενομοθέτηται καὶ ἐτιμήθη Χριστιανοῖς ἡ τῆς ψυχῆς ἐστι κάθαρσις. Τίς γὰρ ὠφέλεια σωματικῆς ἀπέχεσθαι βρώσεως, τῶν δὲ σαρκικῶν ἡττᾶσθαι φρονημάτων τε καὶ παθῶν; Τί τὸ ὄφελος οἴνου ἀπέχεσθαι καὶ δίψει πιέζεσθαι, μεθύειν δὲ οὐκ ἀπὸ οἴνου, κατὰ τὸν λέγοντα, «οὐαὶ οἱ μεθύοντες οὐκ ἀπὸ οἴνου», καὶ θυμῷ καὶ βασκανίᾳ τὴν ψυχὴν ταράττεσθαι; Τί τὸ ὄφελος ἁβρᾶς τραπέζης ἀπέχεσθαι, καὶ τὴν ψυχὴν ἀταπείνωτον εἶναι, καὶ τὴν μὲν σάρκα ἠλλοιῶσθαι δι’ ἔλαιον, μὴ ταπεινωθῆναι δὲ τὴν ψυχὴν ἐν νηστείᾳ κατὰ τὸν Δαβίδ; Τί τὸ ὄφελος ἀπαλλαγῆναι μὲν τῆς ἐκ τῶν πολλῶν βρωμάτων ἀναθυμιωμένης ὁμίχλης, φροντίσι δὲ καὶ λογισμοῖς ματαίοις ἀχρειοῦσθαι τὸν ἡμέτερον νοῦν καὶ συναχρειοῦσθαι τὰς πρὸς τὸν Θεὸν προσευχάς;

Διὰ τοῦτο καλὴ νηστεία ἡ τελουμένη πρὸς μαρασμὸν τῆς ἐπιθυμίας, πρὸς ταπείνωσιν τῆς ψυχῆς, πρὸς μίσους μεταποίησιν, πρὸς θυμοῦ σβέσιν, πρὸς μνησικακίας ἀπάλειψιν, πρὸς διανοίας καὶ προσευχῆς ἐργασίαν καὶ καθαρότητα. Εἰ δὲ εὐπορεῖς, ἔστω σοι καὶ τὸ περιττεῦον τῆς τροφῆς εἰς τὴν τῶν ἀπορούντων παραμυθίαν. Ἐὰν οὕτω νηστεύῃς, οὐ μόνον συμπάσχων ἔσῃ καὶ συννεκρούμενος, ἀλλὰ καὶ συνανιστάμενος καὶ συμβασιλεύων Χριστῷ εἰς αἰῶνας τοὺς ἀπεράντους· σύμφυτος γὰρ γεγονὼς διὰ τῆς τοιαύτης νηστείας τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, καὶ τῆς ἀναστάσεως κοινωνὸς ἔσῃ καὶ τῆς ἐν αὐτῷ ζωῆς κληρονόμος. Ὁ νηστεύων, ἐὰν μὲν πειράζηται, νικᾷ τὸν πειράζοντα· ἐὰν δὲν μὴ πειράζηται, συντηρεῖ τὴν εἰρήνην τῆς ψυχῆς καὶ τοῦ σώματος, ὑπωπιάζων κατὰ Παῦλον τὸ σῶμα καὶ δουλαγωγῶν, δειλιῶντα μήπως ἀδόκιμος γένηται· εἰ δὲ Παῦλος δειλιᾷ, πόσῳ μᾶλλον ἡμᾶς προσῆκεν; Ὁ γοῦν νηστεύων δουλαγωγεῖ τὸ σῶμα καὶ δόκιμον ποιεῖ τὴν ψυχήν, ὁ δὲ καταπιαίνων τὴν μετ’ ὀλίγον φθαρησομένην σάρκα, μὴ ἐσθίων δὲ διὰ τὸ ζῆν, ἀλλὰ μᾶλλον ζῶν ἵν’ ἐσθίῃ, καθάπερ τὰ παρ’ ἡμῶν ἑτοιμαζόμενα πρὸς σφαγήν, καὶ προστιθεὶς τοῖς ἀναγκαίοις τὰ περιττὰ ἵνα λιπαίνῃ τὸ σῶμα ἢ πρὸς ἐπιθυμίας οὐ καλὰς διεγείρῃ ἢ ἁπλῶς οὕτω πρὸς φιληδονίαν τὴν ἐν τοῖς σώμασιν, οὐδὲν ἄλλο πάντως ἢ τοῖς σκώληξιν ἑτοιμάζει δαψιλεστέραν τροφήν.

Καλῶς ἄρα καὶ ὁ προφήτης ψάλλει Δαβίδ, «τίς ὠφέλεια ἐν τῷ αἵματί μου ἐν τῷ καταβαίνειν με εἰς διαφθοράν;».

Νηστεύων οὖν καὶ μετ’ ἐγκρατείας τρεφόμενος, μὴ ἀποτιθέμενος εἰς τὴν αὔριον ἔσο τὰ περιττά, ἀλλ’ ὥσπερ ὁ Κύριος πτωχεύσας ἡμᾶς ἐπλούτισεν, οὕτω καὶ σὺ πεινῶν ἑκουσίως, χόρτασον τὸν ἀκουσίως λιμώττοντα, καὶ ἔσται σου ἡ νηστεία καθάπερ περιστερὰ κάρφος ἐλαίας φέρουσα καὶ τῇ ψυχῇ σου τὴν ἐκ τοῦ κατακλυσμοῦ λύσιν εὐαγγελιζομένη. «Ἐὰν γὰρ ἀνέλῃς ἀπὸ σοῦ σύνδεσμον καὶ χειροτονίαν, ὁ μέγας φησὶν Ἠσαΐας, καὶ ρῆμα γογγυσμοῦ καὶ δῶς πεινῶντι ἄρτον ἐκ ψυχῆς σου καὶ ψυχὴν τεταπεινωμένην ἐμπλήσῃς, τότε ἀνατελεῖ ἐν σκότει τὸ φῶς σου καὶ τὸ σκότος σου ὡς μεσημβρία».

Εἰ δὲ μὴ τὰ οἰκεῖα διδόναι βούλῃ, κἂν τῶν ἀλλοτρίων ἀπέχου καὶ μὴ κάτεχε παρὰ σεαυτῷ τὰ μὴ σά, καθαρπάζων καὶ πλουτῶν ἔστιν ὅτε καὶ παρὰ τῶν πενεστέρων ἀδίκως, ἵνα μὴ παρ’ αὐτοῦ τοῦ προφήτου δικαίως ἀκούσῃς· «οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην ἐγώ, λέγει Κύριος, οὐδ’ ἂν κάμψῃς ὡς κρῖκον τὸν τράχηλόν σου, ἔσται σοι νηστεία δεκτή, ἀλλὰ λύε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, πᾶσαν συγγραφὴν ἄδικον διάσπα· τότε παγήσεται πρώϊμον τὸ φῶς σου καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ καὶ πορεύσεται ἔμπροσθεν ἡ δικαιοσύνη σου καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ σε».

Εἰ μὴ δίδως τοίνυν ἐκ τῶν σῶν πένητι, καὶ ταῦτα περιττῶν ὄντων, κἂν μὴ κτῷ ταῦτα κατὰ τοῦ πένητος· καίτοι ὁ πάντων δεσπότης Χριστὸς τοὺς τῆς ἀριστερᾶς μερίδος εἰς τὸ πῦρ ἀποπέμπων καὶ καταρώμενος, οὐ καταδικάζει τούτους ὡς ἅρπαγας, ἀλλ’ ὡς μὴ μεταδόντας τῷ δεομένῳ. Οὐκοῦν οἱ ἅρπαγες καὶ οἱ ἄδικοι οὐδὲ ἀναστήσονται εἰς παράστασιν καὶ κρίσιν, ἀλλ’ εἰς καταδίκην εὐθὺς μείζονα καὶ κατάκρισιν, ἐπεὶ κἀνταῦθ’ ὡς ἔοικεν οὗτοι οὐδέποτε ὅλως ἐκ ψυχῆς τῷ Θεῷ παρέστησαν· «οἱ γὰρ ἐσθίοντες», φησί, «τὸν λαόν μου ἐν βρώσει ἄρτου τὸν Θεὸν οὐκ ἐπεκαλέσαντο». Ὁ πλούσιος οὗ εὐφόρησεν ἡ χώρα καὶ ὁ πορφύραν καὶ βύσσον ἐνδεδυμένος, οὐχ ὡς ἀδικήσαντές τινα, ἀλλ’ ὡς μὴ μεταδόντες τῶν ἐκείνοις κτηθέντων δικαίως καταδικάζονται· κοινὰ γὰρ ἐκ κοινῶν ταμείων τῶν τοῦ Θεοῦ κτισμάτων τὰ θησαυρίσματα. Πῶς οὖν οὐ πλεονέκτης ὁ ἐξιδιούμενος τὰ κοινά, κἂν οὐχ ὡς ἐκεῖνος ὁ τὰ φανερῶς ἀλλότρια σφετεριζόμενος;

Οὐκοῦν ὁ μὲν ὡς κακὸς δοῦλος ὑποστήσεται, φεῦ, τὴν φρικώδη διχοτομίαν, ὁ δὲ τὰ δεινότερα καὶ φρικωδέστερα πείσεται, καὶ οὐδέτερος αὐτῶν δυνήσεταί ποτε ταῦτα διαφυγεῖν, ἂν μὴ τοὺς πτωχοὺς δεξιώσωνται, καὶ ὁ μὲν καλῶς οἰκονομήσει τὰ πεπιστευμένα τούτῳ παρὰ Θεοῦ, ὁ δὲ καλῶς σκορπίσει τὰ κακῶς συναχθέντα.

Παῦλος ὁ μέγας, Θεσσαλονικεῦσι γράφων τοῖς ὑμῶν πάντως προγόνοις περὶ τῆς φιλαδελφίας, φησίν, «οὐ χρείαν ἔχετε γράφειν ὑμῖν, αὐτοὶ γὰρ θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾶν ἀλλήλους». Τοῦ Κυρίου τοίνυν πρός τινας εἰρηκότος, «εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν», φοβηθῶμεν καὶ αὐτοὶ τὸν λόγον τοῦτον, οὐκ ἐνταῦθα μὲν πρὸς ἡμᾶς λεγόμενον, ἀλλ’ ἐπὶ τῆς φρικτῆς, ὃ μὴ γένοιτο, ρηθησόμενον ἡμέρας, ἡνίκα καὶ μᾶλλον ἀπὸ τῆς ὁμοιότητος τῶν πεπραγμένων ἡ συγγένεια κρίνεται· ἡνίκα πάντες οἱ τὴν ἐν Χριστῷ πτωχείαν, εἰ δ’ οὖν, ἀλλὰ τοὺς πτωχοὺς γοῦν ἠγαπηκότες, οἱ καταφρονηταὶ τῆς δόξης, οἱ τῆς ἐγκρατείας ἐρασταί, οἱ τῶν εὐαγγελικῶν θεσπισμάτων οὐκ ἀκροαταὶ μόνον ἀλλὰ καὶ ποιηταί, κατὰ τὴν τοῦ κοινοῦ χάριτι Πατρὸς εὐχήν, ὑπερφυῶς ἓν ἔσονται· «δὸς γάρ», φησίν, «αὐτοῖς ἵνα πάντες ἓν ὦσι, καθὼς ἡμεῖς ἕν ἐσμεν»· ἡνίκα φανερῶς ἡ κριτικωτάτη μάχαιρα τοῦ Πνεύματος διχάσει ἄνθρωπον κατὰ τοῦ πατρὸς καὶ θυγατέρα κατὰ τῆς μητρὸς καὶ ἀλλοτρίους ποιήσει τοὺς ἀνομοίους τοῖς τρόποις· εἰ γὰρ ἐνταῦθα, πόσῳ μᾶλλον ἐκεῖ, ὅπου καὶ ὁ πάντα εἰδὼς πρὸς τοὺς μὴ κατ’ ἀρετὴν ὡμοιωμένους οὐκ οἶδα ὑμᾶς ἀποφαίνεται;

οὐ γὰρ ἔχουσιν ὡς ἔοικε τὴν εἰκόνα τοῦ ἐπουρανίου· οὐκ ἐγένοντο οἰκτίρμονες ὡς ὁ κοινὸς Πατήρ· οὐ κοινὰ τὰ ὄντα τοῖς δεομένοις ἐποιήσαντο, καθάπερ ἐκεῖνος τῶν οἰκείων ἀγαθῶν δωρεὰν μετέδωκεν ἅπασιν· οὐ τοῖς πλησίον ἐγένοντο χρηστοί, οὐ τοὺς μακρὰν διὰ τῆς εὐποιΐας πλησίον ἐποίησαν· διὰ ταύτην ἄρα τὴν ἀνομοιότητα οὔτε οἶδεν οὔτε εἰσοικίζει τοὺς τοιούτους ὁ ἀγαθός. Εἰ δὲ οὗτος οὕτως, καὶ οἱ κατ’ αὐτὸν κἀνταῦθα ζήσαντες κἀκεῖ συμβασιλεύσοντες τὰ αὐτὰ δήπου τοῖς μὴ παραπλησίοις τὴν ἀρετὴν τῶν καθ’ αἷμα προσῳκειωμένων ἐροῦσιν.

Κἂν εἴπῃ τις, παῖς ἐγὼ σός, πατὴρ αὐτὸς ἦν, ἀδελφὸς ἔγωγε· ἀλλ’ ὁ μὲν φεῦ ἀκούσει, ὡς ἀδελφὸς οὐ λυτροῦται· ὁ δέ, πατὴρ οὐδείς, εἰμὴ εἷς ὁ Θεός· ὁ δ’ εἰ τέκνον ἦς ἐμόν, μιμητὴς ἂν ἦς ἐμός, νῦν δ’ ἐκείνου τοῦ πατρὸς εἶ, οὗ καὶ τῶν ἐπιθυμιῶν ἐργάτης· ἄπιθι τούτῳ συνδιαιωνίσων· ἐγὼ γὰρ οὐκ οἶδά σε· πάντα γὰρ ὅσα τοῦ Θεοῦ ἐμά, σὺ δ’ οὐ τοῦ Θεοῦ. Τοὐμὸν καὶ τὸ σὸν ἀπελήλαται τῶν ὧδε, ὃ καὶ εἰς τὸν ἐπιλελοιπότα βίον ἐκεῖνον ἡμεῖς ἐμισήσαμεν· διὸ καὶ τῆς βασιλείας ταύτης κληρονόμοι γεγόναμεν. Ὅπου τοῦτο τὸ κατὰ τοὺς θείους πατέρας ψυχρὸν ρῆμα, δεσμὸς ἀγάπης ἀπῆν καὶ ὁ Χριστὸς ἀπελήλαται· οὓς τὸ πάθος ἐκράτει τοῦτο καὶ τότε, φιλαυτίαν, φιλαργυρίαν, μισαδελφίαν, καὶ πᾶν εἶδος κακίας αὐτοῖς προὐξένει, καὶ νῦν αὐτοὺς καταισχύνει.

Φοβηθῶμεν οὖν, ἀδελφοί, τὰ τοιαῦτα, παρακαλῶ· φρικτὰ γὰρ ὄντως. Οἰκονομήσωμεν τὰ καθ’ ἡμᾶς, ὡς Θεῷ φίλον· ἀφήσωμεν ἵνα ἀφεθῶμεν, ἐλεήσωμεν ἵνα πολλαπλασίως ἐλεηθῶμεν· εἰς ἑαυτὸν γὰρ ὁ δι’ ἡμᾶς ἐσχάτως πτωχεύσας τὴν ἐλεημοσύνην ἀναδεχόμενος, μεγαλόδωρος ὤν, πολυπλασιάζει τὴν ἀμοιβήν· ἢ τοίνυν ἔστω τις κατ’ ἐκεῖνον πτωχός, καὶ σὺν ἐκείνῳ ζήσεται, ἢ κοινωνείτω τοῖς δι’ ἐκεῖνον πτωχοῖς, καὶ διὰ τούτων σωθήσεται. Κτησώμεθα σπλάγχνα οἰκτιρμῶν· δῶμεν οἴκοθεν τεκμήριον τῆς πρὸς τὸν ἀδελφὸν ἀγάπης καὶ τῆς πρὸς τὸν κοινὸν Πατέρα καὶ δεσπότην εὐνοίας.

Καιρὸν δὲ τῶν νηστίμων τούτων ἡμερῶν εὐπροσδεκτότερον οὐχ εὑρήσει τις πρὸς τὰ τοιαῦτα· τῇ γὰρ νηστείᾳ συνάψας, τὸν ἔλεον, πᾶν ἁμάρτημα ἀπαλείψει καὶ μετὰ παρρησίας τὰ σωτήρια προσκυνήσει πάθη καὶ τῇ ἀναστάσει τοῦ Χριστοῦ συνευφρανθήσεται καὶ τῆς αἰωνίας ἀπολυτρώσεως τεύξεται.

Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν ἐν αὐτῷ Χριστῷ τῷ Θεῷ ἡμῶν· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.