Ἔργον
Γρηγόριος Παλαμᾶς – Ομιλίες Α΄–Κ΄
Ομιλία ΙΔ΄: Στον Ευαγγελισμό της Θεοτόκου
Εγκωμιαστικός λόγος για το μυστήριο της θείας ενανθρώπησης, τον αρχαγγελικό ασπασμό και τον κεντρικό ρόλο της Παρθένου στη σωτηρία του κόσμου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ομιλία ΙΔ΄: Στον Ευαγγελισμό της Θεοτόκου
Εγκωμιαστικός λόγος για το μυστήριο της θείας ενανθρώπησης, τον αρχαγγελικό ασπασμό και τον κεντρικό ρόλο της Παρθένου στη σωτηρία του κόσμου.
ΕΙΣ ΤΟΝ ΕΥΑΓΓΕΛΙΣΜΟΝ ΤΗΣ ΠΑΝΥΠΕΡΑΓΝΟΥ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ Ὁ ψαλμῳδὸς προφήτης ἀπαριθμούμενος τὰ τῆς κτίσεως εἴδη καὶ τὴν ἐν αὐτοῖς σοφίαν τοῦ Θεοῦ καθορῶν, τοῦ θαύματος ὅλος γεγονώς, μεταξὺ γράφων ἐξεβόησεν· «ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας». Ἐμοὶ δὲ νῦν, τίς ἐφαρμόσει λόγος πρὸς ὕμνον ἐξαγγέλειν πειρωμένῳ πρὸς δύναμιν τὴν διὰ σαρκὸς ἐπιφάνειαν τοῦ τὰ πάντα κτίσαντος Λόγου; Εἰ γὰρ θαύματος γέμει τὰ ὄντα καὶ τὸ ἐκ μὴ ὄντων ταῦτα προελθεῖν εἰς τὰ ὄντα θεῖον καὶ πολυύμνητον, πόσῳ θαυμασιώτερον καὶ θειότερον καὶ παρ’ ἡμῶν ὑμνεῖσθαι ἀναγκαιότερον τὸ γενέσθαι τι τῶν ὄντων Θεόν, καὶ οὐχ ἁπλῶς Θεόν, ἀλλὰ τὸν ὄντως ὄντα Θεόν, καὶ ταῦτα τὴν μηδὲ φυλάξαι δυνηθεῖσαν ἢ βουληθεῖσαν τὸ καθὸ γέγονεν ἡμετέραν φύσιν, καὶ διὰ τοῦτο δικαίως εἰς τὰ κατώτατα τῆς γῆς ἀπωσθεῖσαν; Τοσοῦτο γὰρ μέγα καὶ θεῖον, ἀπόρρητόν τε καὶ ἀνενόητον, τὸ τὴν ἡμετέραν φύσιν γενέσθαι ὁμόθεον καὶ δι’ αὐτῆς ἡμῖν χαρισθῆναι τὴν ἐπὶ τὸ κρεῖττον ἐπάνοδον, ὡς καὶ τοῖς ἁγίοις ἀγγέλοις τε καὶ ἀνθρώποις, καὶ αὐτοῖς τοῖς προφήταις, καίτοι διὰ Πνεύματος ὁρῶσιν, ἀνεπίγνωστον ὄντως μένειν, ἀπὸ τοῦ αἰῶνος ὑπάρχον κεκρυμμένον μυστήριον. Καὶ τί λέγω πρὶν εἰς πέρας ἐλθεῖν;
Καὶ γεγονὸς γάρ, οὐχ ὅτι γέγονεν, ἀλλ’ ὅπως γέγονε, πάλιν μυστήριον μένει, πιστευόμενον ἀλλ’ οὐ γινωσκόμενον, προσκυνούμενον ἀλλ’ οὐ πολυπραγμονούμενον, καὶ προσκυνούμενόν τε καὶ πιστευόμενον διὰ μόνου τοῦ Πνεύματος· «οὐδεὶς γὰρ δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰμὴ ἐν Πνεύματι ἁγίῳ», καὶ τὸ Πνεῦμά ἐστι δι’ οὗ προσκυνοῦμεν καὶ δι’ οὗ προσευχόμεθα, φησὶν ὁ ἀπόστολος.
Ὅτι δὲ μὴ τοῖς ἀνθρώποις μόνον, ἀλλὰ καὶ τοῖς ἀγγέλοις καὶ τοῖς ἀρχαγγέλοις αὐτοῖς ἀπερινόητόν ἐστι τὸ μυστήριον τοῦτο, παρίστησι σαφῶς καὶ τὸ παρ’ ἡμῶν ἑορταζόμενον σήμερον. Εὐηγγελίσατο μὲν γὰρ ὁ ἀρχάγγελος τῇ Παρθένῳ τὴν σύλληψιν· τῆς δὲ μᾶ θεῖν ζητούσης τὸν τρόπον καὶ πρὸς αὐτὸν εἰπούσης, «πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;», μηδαμῶς ἔχων ὁ ἀρχάγγελος ἑρμηνεῦσαι τὸν τρόπον, ἐπὶ τὸν Θεὸν καὶ οὗτος κατέφυγε, «Πνεῦμα λέγων ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι». Ὥσπερ γὰρ εἰ καὶ τὸν Μωϋσῆν ἤρετό τις, πῶς ἐκ γῆς ἄνθρωπος, πῶς ἐκ χώματος ὀστᾶ καὶ νεῦρα καὶ σάρξ, πῶς αἰσθητήρια ἐξ ἀναισθήτου, ἀλλὰ καὶ ἐκ τῆς ἀδαμιαίας πλευρᾶς πῶς πάλιν ἄνθρωπος, πῶς τὸ ὀστοῦν ἐξετάθη καὶ διῃρέθη καὶ ἡνώθη καὶ συνεδέθη, πῶς ἐκ τοῦ ὀστοῦ σπλάγχνα καὶ χυμοὶ διάφοροι καὶ τ’ ἄλλα πάντα;
Ὥσπερ οὖν εἴ τις ταῦτα τὸν Μωϋσῆν ἠρώτα, εἶπεν ἂν οὐδὲν πλέον πλὴν ὅτι ὁ Θεός ἐστιν ὁ χοῦν λαβὼν ἀπὸ τῆς γῆς καὶ ποιήσας τὸν Ἀδάμ, καὶ μίαν τῶν τοῦ Ἀδὰμ πλευρῶν λαβὼν καὶ τὴν Εὔαν ἐργασάμενος, καὶ τίς μὲν ὁ ποιήσας εἶπε, τὸν δὲ τρόπον πῶς ἐκεῖνα γέγονεν οὐκ εἶπεν· οὕτω καὶ ὁ Γαβριήλ, ὅτι μὲν τὸ Πνεῦμα τὸ ἅγιον καὶ ἡ τοῦ Ὑψίστου δύναμις τὸν ἄσπορον ἐργάσονται τόκον, εἶπε, τὸ δὲ πῶς οὐκ εἶπεν. Εἰ γὰρ περὶ τῆς Ἐλισάβετ προϊὼν μνησθείς, ὅτι συνέλαβεν ἐν γήρᾳ καὶ στείρα οὖσα, πλέον ἔσχεν εἰπεῖν οὐδὲν πλὴν ὅτι οὐκ ἀδυνατήσει τῷ Θεῷ πᾶν ρῆμα, πῶς ἂν ἐπὶ τῆς ἐν παρθενίᾳ συλλαβούσης καὶ τεκούσης ἔσχεν εἰπεῖν τὸν τρόπον;
Ἔχει δὲ ὅμως καὶ πλέον τὸ πρὸς τὴν Παρθένον τοῦ ἀρχαγγέλου λεγόμενον, ἀλλ’ εἰς μυστηρίου μείζονος λόγον· «ἐπελεύσεται γάρ», φησί, «Πνεῦμα ἅγιον ἐπὶ σὲ καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι». Διατί; Ὅτι καὶ τὸ γεννώμενον οὐ προφήτης, οὐδ’ ἁπλῶς ἄνθρωπος, ὡς ὁ Ἀδάμ, ἀλλ’ υἱὸς ὑψίστου κληθήσεται καὶ σωτὴρ καὶ ρύστης ἀνθρώπων γένους καὶ βασιλεὺς αἰώνιος. Καθάπερ γὰρ τοὺς ἀπὸ κορυφῆς ὄρους ἐκπεσόντας λίθους καὶ μέχρι τῶν ἐσχάτων τῆς ὑπωρείας κινουμένους, πολλοὶ διαδέχονται κρυμνοί, οὕτως ἡμᾶς ἀπὸ τῆς ἐν τῷ παραδείσῳ θείας ἐντολῆς καὶ τῆς κατ’ αὐτὸν μακαρίας διαίτης ἐκπεσόντας καὶ μέχρις ᾅδου καταφερομένους, πολλὰ διεδέξαντο δεινά. Οὐ γὰρ ἀκάνθας καὶ τριβόλους μόνον αἰσθητὰς ἀνέτειλεν ἡ γῆ κατὰ τὴν εἰς τὸν προπάτορα κατάραν, ἀλλὰ πολλῷ μᾶλλον ταῖς πολυειδέσι τῶν πονηρῶν παθῶν ἀκάνθαις καὶ ταῖς δειναῖς τριβόλοις τῆς ἁμαρτίας ἐνεσπάρημεν. Οὐδὲ τὴν λύπην μόνον ἐκείνην ἔσχε τὸ ἡμέτερον γένος, ἣν ἡ προμήτωρ ἐκληρώσατο διὰ τῆς πρὸς αὐτὴν κατάρας, ἐν λύπαις τίκτειν καταψηφισαμένης, ἀλλὰ καὶ πᾶς ὁ βίος ἡμῶν ὀδύνη καὶ λύπη γέγονε σχεδόν.
Ἐπεῖδε μέντοι φιλανθρώπως ἐφ’ ἡμᾶς ὁ πλάσας ἡμᾶς Θεὸς διὰ σπλάγχνα ἐλέους αὐτοῦ καὶ κλίνας οὐρανοὺς κατῆλθε, καὶ προσλαβόμενος ἐκ Παρθένου ἁγίας τὴν ἡμῶν φύσιν ἀνεκαίνισε καὶ ἐπανήγαγε, μᾶλλον δὲ ἀνήγαγεν εἰς θεῖον καὶ οὐράνιον ὕψος. Τοῦτο δὴ βουληθεὶς καταπρᾶξαι, μᾶλλον δὲ τὴν προαιώνιον αὐτοῦ βουλὴν εἰς τέλος ἀγαγεῖν σήμερον, πέμπει τὸν ἀρχάγγελον Γαβριήλ, ὡς ὁ εὐαγγελιστής φησι Λουκᾶς, «εἰς Ναζαρὲτ πρὸς Παρθένον μεμνηστευμένην ἀνδρί, ᾧ ὄνομα Ἰωσήφ, ἐξ οἴκου καὶ πατριᾶς Δαβίδ, καὶ τὸ ὄνομα τῆς Παρθένου Μαριάμ».
Πρὸς Παρθένον μὲν οὖν τὸν ἀρχάγγελον ὁ Θεὸς πέμπει, καὶ ταύτην μένουσαν παρθένον οἰκείαν ποιεῖται μητέρα διὰ μόνου προσρήματος, ἐπειδήπερ, εἴπερ ἐκ σπέρματος συνελήφθη, οὐκ ἂν ἦν καινὸς ἄνθρωπος, οὐδ’ ἀναμάρτητος ἦν καὶ τῶν ἁμαρτόντων σωτήρ· ἡ γὰρ τῆς σαρκὸς πρὸς γένεσιν κίνησις, ἀνυποτάκτως ἔχουσα πρὸς τὸν ἡγεμονεύειν ἐν ἡμῖν παρὰ Θεοῦ τεταγμένον νοῦν, οὐκ ἐκτὸς παντάπασιν ἁμαρτίας ἐστί. Διὸ καὶ ὁ Δαβὶδ ἔλεγεν, «ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου». Εἰ γοῦν ἐκ σπέρματος ἦν ἡ τοῦ Θεοῦ σύλληψις, οὐκ ἂν ἦν καινὸς ἄνθρωπος, οὐδὲ τῆς καινῆς καὶ μηδαμῶς παλαιουμένης ζωῆς ἀρχηγός· τοῦ γὰρ παλαιοῦ κόμματος ὢν καὶ κληρονόμος ἐκείνου τοῦ πταίσματος, οὐκ ἂν ἠδυνήθη τὸ πλήρωμα ἐν ἑαυτῷ φέρειν τῆς ἀκηράτου θεότητος καὶ πηγὴν ποιῆσαι τὴν σάρκα αὐτοῦ ἁγιασμοῦ ἀνεξάντλητον· ὡς καὶ τῶν προπατόρων ἐκείνων τὸν μολυσμὸν ἀποπλῦναι περιουσίᾳ δυνάμεως καὶ τοῖς ἑξῆς ἀρκεῖν πρὸς ἁγιασμὸν ἅπασι. Διὰ τοῦτο οὐκ ἄγγελος, οὐκ ἄνθρωπος, ἀλλ’ αὐτὸς ὁ Κύριος ἦλθε καὶ ἔσωσεν ἡμᾶς, συλληφθεὶς καὶ σαρκωθεὶς ἐν μήτρᾳ Παρθένου καὶ μείνας ἀναλλοιώτως Θεός.
Ἔδει δὲ καὶ μάρτυρα τὴν Παρθένον ἔχειν τῆς ἀσπόρου συλλήψεως καὶ συλλήπτορα πρὸς τὰ κατ’ οἰκονομίαν τελεσθησόμενα. Τίνα ταῦτα; Τὴν ἐπὶ Βηθλεὲμ ἄνοδον, ἔνθα καὶ ὁ παρὰ τῶν οὐρανίων ἀγγέλων καταγγελόμενός τε καὶ δοξαζόμενος τόκος· τὴν εἰς τὸ ἱερὸν ἔλευσιν, ἔνθα παρὰ Συμεὼν καὶ τῆς Ἄννης ζωῆς καὶ θανάτου Κύριος μαρτυρεῖται τὸ βρέφος· τὴν εἰς Αἴγυπτον ἐξ Ἡρώδου φυγὴν καὶ τὴν ἐξ Αἰγύπτου κατὰ τὰς ἱερὰς προρρήσεις ἐπάνοδον καὶ τ’ ἄλλα ὅσα νῦν καταλέγειν οὐκ εὐχερές. Διὰ ταῦτα μνήστωρ ὁ Ἰωσὴφ παρελήφθη καὶ ὁ ἄγγελος ἐπέμφθη πρὸς παρθένον μεμνηστευμένην ἀνδρὶ ᾧ ὄνομα Ἰωσήφ. Τὸ δὲ ἐξ οἴκου καὶ πατριᾶς Δαβὶδ ἐπ’ ἀμφοτέρων νοήσεις· ἄμφω γὰρ ἥ τε Παρθένος καὶ ὁ Ἰωσὴφ εἰς Δαβὶδ τὸ γένος ἀνέφερον. «Καὶ τὸ ὄνομα», φησί, «τῆς Παρθένου Μαριάμ»· τοῦτο δὲ ἑρμηνεύεται Κυρία.
Παρίστησι δὲ καὶ τὸ ἀξίωμα τῆς Παρθένου καὶ τὸ βέβαιον τῆς παρθενίας, καὶ τὸ ἐξηλλαγμένον αὐτῆς τοῦ βίου καὶ διὰ πάντων ἠκριβωμένον καὶ ὡς εἰπεῖν παναμώμητον· κυρίως γὰρ οὖσα φερωνύμως παρθένος, πᾶσαν εἶχε τὴν τῆς ἁγνείας παντελῆ παγκτησίαν, παρθένος οὖσα καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν καὶ τὰς τῆς ψυχῆς δυνάμεις καὶ τὰς τοῦ σώματος αἰσθήσεις πάσας μολυσμοῦ παντὸς ὑπερανῳκισμένας πλουτοῦσα καὶ τοσοῦτο κυρίως τε καὶ βεβαίως καὶ ὡς εἰπεῖν κεκυρωμένως καὶ τοῖς πᾶσιν ἀσύλως τὸν ἅπαντα χρόνον, ὥσπερ ἡ κεκλεισμένη πύλη τὰ ἐντεθησαυρισμένα καὶ τὸ ἐσφραγισμένον βιβλίον ὀφθαλμοῖς ἄψαυστα τηρεῖ τὰ ἐγγεγραμμένα· ἐπεὶ καὶ περὶ αὐτῆς γέγραπται, «τοῦτό ἐστι τὸ ἐσφραγισμένον βιβλίον, καὶ αὕτη ἡ πύλη κεκλεισμένη ἔσται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι’ αὐτῆς».
Ἀλλὰ καὶ Κυρία πάλιν ἕτερον τρόπον ἡ Παρθένος κατὰ τὴν ἀξίαν, ὡς δεσπόζουσα πάντων, ἅ τε τὸν φύσει τοῦ παντὸς δεσπότην ἐν παρθενίᾳ συλλαβοῦσά τε καὶ τεκοῦσα θείως. Ἔτι γε μὴν Κυρία καὶ ὡς ἐλευθέρα μόνον δουλείας καὶ κυριότητος θείας ἐπειλημμένη, ἀλλὰ καὶ ὡς πηγὴ καὶ ρίζα τῆς τοῦ γένους ἐλευθερίας, καὶ μάλιστα μετὰ τὸν ἀπόρρητον καὶ χαρμόσυνον τόκον· ἡ γὰρ ἀνδρὶ συζυγεῖσα κυριευομένη μᾶλλόν ἐστιν ἢ κυρία, καὶ μάλιστα μετὰ τὸν περίλυπον καὶ κατώδυνον τόκον, κατὰ τὴν πρὸς τὴν Εὔαν ἀρὰν ἐκείνην, «ἐν λύπαις τέξῃ τέκνα, καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει»· ἧς ἀρᾶς ἡ παρθενομήτωρ, ἐλευθεροῦσα τὸ ἀνθρώπινον γένος, τὴν χαρὰν δι’ ἀγγέλου καὶ τὴν εὐλογίαν ἀντιλαμβάνει· εἰσελθὼν γάρ, φησίν, ὁ ἄγγελος, εἶπε πρὸς τὴν Παρθένον, «χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, εὐλογημένη σὺ ἐν γυναιξίν». Οὐ τὸ μέλλον ὁ ἀρχάγγελος προκαταγγέλλει πρὸς αὐτὴν λέγων, «ὁ Κύριος μετὰ σοῦ», ἀλλ’ ὅπερ ἀοράτως ἑώρα τηνικαῦτα τελούμενον ἐξαγγέλλει.
Καὶ χωρίον μὲν ταύτην θείων καὶ ἀνθρωπίνων χαρισμάτων κατανοῶν καὶ διὰ πάντων κεκοσμημένην τῶν χαρισμάτων τοῦ θείου Πνεύματος, κεχαριτωμένην ἐτύμως ἀνηγόρευσεν, ἔνοικον δὲ λαβοῦσαν ἤδη κατιδὼν τὸν ἐν ᾧ τούτων ἁπάντων οἱ θησαυροί, καὶ προκαθορῶν τὴν ἄλυπον κυοφορίαν καὶ τὸν ἄνευ ὠδίνων ἐσόμενον τόκον, προσευηγγελίσατο ταύτῃ χαίρειν καὶ μόνην εὐλογημένην εἶναι καὶ δεδοξασμένην εἰκότως ἐν γυναιξὶ διετείνατο· τῇ γὰρ ὑπερβολῇ τῆς κατὰ τὴν θεομήτορα Παρθένον δόξης οὐκ ἔστι τις ἑτέρα δεδοξασμένη, κἂν ἐδοξάσθη.
Ἀλλ’ ἡ Παρθένος ἰδοῦσα καὶ φοβηθεῖσα μή τις ἀπατηλὸς ἄγγελος ἦ, κλέπτων τὰς κατὰ τὴν Εὔαν ἀπερισκέπτους, τὸν ἀσπασμὸν ἀνεξετάστως οὐ παρεδέξατο· καὶ τὴν συνάφειαν, ἣν οὗτος εὐηγγελίζετο, πρὸς Θεὸν μήπω καθαρῶς γνοῦσα, ἐταράχθη, φησίν, ἐπὶ τῷ λόγῳ αὐτοῦ, ἀπρὶξ ὡς εἰπεῖν καὶ κατάκρας τῆς παρθενίας ἀντεχομένη, «καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος». Διὰ τοῦτο καὶ ὁ ἀρχάγγελος πάραυτα λύει τὸν θεοφιλῆ τῆς κεχαριτωμένης Παρθένου φόβον, πρὸς αὐτὴν εἰπών· «μὴ φοβοῦ Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ». Τίνα χάριν; ἥτις μόνῳ δυνατὴ τῷ τὰ ἀδύνατα δυναμένῳ καὶ μόνῃ σοὶ τετηρημένη πρὸ τῶν αἰώνων. «Ἰδοὺ γὰρ συλλήψῃ ἐν γαστρί»· σύλληψιν γάρ, φησίν, ἀκούουσα, μηδεμίαν ὑπολογίζου τῆς παρθενίας παρατροπήν, μηδὲ διὰ τοῦτο δυσχέραινε καὶ ταράττου· τοῦτο γὰρ τό, ἰδοὺ συλλήψῃ, τηνικαῦτα πρὸς τὴν παρθένον οὖσαν λεγόμενον, σύνδρομον τηνικαῦτα τῇ παρθενίᾳ τὴν σύλληψιν ὑπεδείκνυ. «Ἰδοὺ οὖν συλλήψῃ», φησί, «καὶ τέξῃ υἱόν»· ἔχουσα γὰρ ὥσπερ νῦν ἔχεις καὶ μένουσα τὴν παρθενίαν ἀδιαλώβητος, ἔμβρυον ἕξεις καὶ τέξῃ τὸν τοῦ Ὑψίστου Υἱόν· τοῦτο γὰρ καὶ Ἠσαΐας προορῶν ἐκ πολλῶν ἐτῶν προέλεγεν «ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν», καὶ ὅτι, «προσῆλθον πρὸς τὴν προφῆτιν». Πῶς οὖν ὁ προφήτης προσῆλθε πρὸς τὴν προφῆτιν;
ὡς νῦν ὁ ἀρχάγγελος πρὸς αὐτήν· ὃ γὰρ νῦν οὗτος εἶδε, τοῦτο ἐκεῖνος προεῖδέ τε καὶ προεῖπεν.
Ὅτι δὲ προφῆτις, προφητικὴν ἔχουσα χάριν, ἡ Παρθένος, ἡ ἐν εὐαγγελίῳ πρὸς Θεὸν ᾠδὴ ταύτης παραστήσει τῷ βουλομένῳ. Προσῆλθεν οὖν, φησίν, ὁ Ἠσαΐας πρὸς τὴν προφῆτιν, τῷ προβλεπτικῷ πάντως πνεύματι καὶ ἐν γαστρὶ ἔλαβε, πρὶν ἐλθεῖν τῶν ὠδίνων τὸν πόνον, ἐξέφυγε καὶ ἔτεκεν ἄρσεν· ὁ δὲ ἀρχάγγελος νῦν πρὸς αὐτήν, «τέξῃ», φησίν, «υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν (ὃ ἑρμηνεύεται Σωτήρ)· οὗτος γὰρ ἔσται μέγας». Εἶπεν οὖν Ἠσαΐας πάλιν, «θαυμαστὸς σύμβουλος, Θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος». Τούτῳ συνῳδὰ νῦν καὶ ὁ ἀρχάγγελος φησίν, «οὗτος ἔσται μέγας, καὶ υἱὸς Ὑψίστου κληθήσεται». (Πῶς δὲ οὐκ εἶπεν, ‘ἔστι μέγας καὶ υἱὸς Ὑψίστου’, ἀλλ’ «ἔσται καὶ κληθήσεται»; ὡς περὶ τοῦ κατὰ Χριστὸν ἀνθρωπίνου ποιούμενος τὸν λόγον), ἅμα καὶ δηλῶν, ὅτι καὶ γνωσθήσεται τοῖς πᾶσι καὶ ὑπὸ τούτων τοιοῦτος ὑπάρχων κηρυχθήσεται, ὡς καὶ τὸν Παῦλον ὕστερον λέγειν ἔχειν, «ὁ Θεὸς ἐφανερώθη ἐν σαρκί, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ». Ἀλλὰ καὶ «δώσει», φησίν, «αὐτῷ Κύριος τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος»· οὗ δὲ ἡ βασιλεία εἰς αἰῶνας οὖσα πέρας οὐκ ἔχει, ὁ Θεός ἐστιν αὐτός.
Ἀλλὰ καὶ πατέρα τὸν Δαβὶδ οὗτος ἔχει, οὐκοῦν καὶ ἄνθρωπός ἐστιν ὁ αὐτός, ὡς εἶναι τὸν τεχθησόμενον Θεὸν ὁμοῦ καὶ ἄνθρωπον, υἱόν τε ἀνθρώπου καὶ υἱὸν Θεοῦ, παρὰ Θεοῦ καὶ Πατρὸς ὡς ἄνθρωπος τὴν ἀδιάδοχον βασιλείαν λαμβάνοντα, ὡς εἶδε καὶ προανεκήρυξεν ὁ Δανιήλ· «ἐθεώρουν γάρ», φησίν, «ἕως οὗ θρόνοι ἐτέθησαν καὶ Παλαιὸς Ἡμερῶν ἐκάθισε· καὶ ἰδοὺ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ καὶ μέχρι τοῦ Παλαιοῦ τῶν Ἡμερῶν ἔφθασε, καὶ αὐτῷ ἐδόθη ἡ τιμὴ καὶ ἡ ἐξουσία· καὶ ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος, καὶ βασιλεῖ ἑτέρῳ οὐχ ὑπολειφθήσεται».
Καθέσει δὲ ἐπὶ τὸν θρόνον Δαβὶδ καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακώβ· ἐπειδή περ ὁ μὲν Ἰακὼβ πατριάρχης τῶν θεοσεβῶν ἐστιν ἁπάντων, ὁ δὲ Δαβὶδ πρῶτος ἁπάντων θεοσεβῶς ὁμοῦ καὶ θεαρέστως εἰς τύπον ἐβασίλευσε Χριστοῦ· ὃς πατριαρχίαν τε καὶ βασιλείαν εἰς μίαν οὐράνιον καὶ αἰώνιον συνήγαγεν ἀρχήν. Ἡ δὲ κεχαριτωμένη Παρθένος τῶν οὕτως ἐξαισίων καὶ θείων ὡς ἤκουσε τοῦ ἀρχαγγέλλου πρὸς αὐτὴν ρημάτων, ὅτι «ὁ Κύριος μετὰ σοῦ», καὶ ἰδοὺ συλλήψῃ καὶ υἱὸν τέξῃ, τὸν βασιλεύοντα τῶν αἰώνων τοῦ Ὑψίστου Υἱόν, «πῶς ἔσται μοι», φησί, «τοῦτο; ἐπεὶ ἄνδρα οὐ γινώσκω».
Εἰ γὰρ καὶ πνευματικὸν ἄγαν καὶ σαρκικῶν παθῶν ὑπερανῳκισμένον μοι κομίζεις τὸ εὐαγγέλιον, ἀλλὰ σύλληψίν μοι λέγεις ἐν γαστρὶ καὶ κύησιν καὶ τόκον, καὶ τὸ «ἰδοὺ» προστίθης ἐπὶ τῆς συλλήψεως· «πῶς οὖν ἔσται μοι τοῦτο; ἐπεὶ ἄνδρα», φησίν, «οὐ γινώσκω».
Τοῦτο δέ φησιν ἡ Παρθένος οὐκ ἀπιστοῦσα, μαθεῖν δὲ τὸ πρᾶγμα κατὰ τὸ δυνατὸν ὡς ἔχει ζητοῦσα· διὰ τοῦτο καὶ ὁ ἀρχάγγελος πρὸς αὐτήν, «Πνεῦμα», φησίν, «ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον, κληθήσεται Υἱὸς Θεοῦ». Ἁγία μὲν γὰρ εἶ σύ, φησί, καὶ κεχαριτωμένη, Παρθένε· Πνεῦμα δὲ πάλιν ἅγιον ἐπελεύσεται ἐπὶ σέ, δι’ ἁγιασμοῦ προσθήκης ὑψηλοτέρας ἑτοιμάζον καὶ προκαταρτίζον τὴν ἐν σοὶ θεουργίαν· καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι, συνεπιρρωννῦσά τε ἅμα καὶ διὰ τῆς ἐν σοὶ ἐπισκιάσεως καὶ συναφείας ἑαυτῇ μορφοῦσα τὴν ἀνθρωπότητα, ὡς εἶναι τὸ γεννώμενον ἅγιον, Υἱὸν Θεοῦ καὶ δύναμιν Ὑψίστου μεμορφωμένην κατ’ ἄνθρωπον· ἰδοὺ γὰρ καὶ Ἐλισάβετ ἡ συγγενής σου στείρα τὸν ἅπαντα διανύσασα βίον, νῦν ἐν γήρᾳ, Θεοῦ βουληθέντος, παραδόξως κυοφορεῖ, ὅτι οὐκ ἀδυνατήσει παρὰ τῷ Θεῷ πᾶν ρῆμα.
Τί οὖν ἡ κεχαριτωμένη πρὸς ταῦτα Παρθένος; καὶ τὴν σύνεσιν θεία καὶ ἀπαράμιλλος; Πάλιν πρὸς τὸν Θεὸν τρέχει καὶ δι’ εὐχῆς πρὸς αὐτὸν ἀνατείνεται, πρὸς τὸν ἀρχάγγελον λέγουσα· εἰ Πνεῦμα καθὰ φῂς ἅγιον ἐπελεύσεται ἐπ’ ἐμέ, τὴν ἐμὴν φύσιν ἔτι καθαῖρον καὶ ἐνισχύον δέξασθαί με τὸ σωτήριον κύημα, εἰ δύναμις Ὑψίστου ἐπισκιάσει μοι, μορφοῦσα κατ’ ἄνθρωπον ἐν ἐμοὶ τὸν ἐν μορφῇ Θεοῦ ὄντα καὶ δημιουργοῦσα λοχείαν ἄσπορον, εἰ τὸ γεννώμενον ἅγιον καὶ Υἱὸς Θεοῦ καὶ Θεὸς καὶ βασιλεὺς αἰώνιος, οὐ γὰρ ἀδυνατεῖ παρὰ τῷ Θεῷ πᾶν ρῆμα, «ἰδοὺ ἡ δούλη Κυρίου, γένοιτό μοι κατὰ τὸ ρῆμα σου». Καὶ ἀπῆλθεν ἀπ’ αὐτῆς ὁ ἄγγελος, λιπὼν ἐν τῇ γαστρὶ ταύτης σώματι συνημμένον τὸν τοῦ παντὸς ποιητὴν καὶ διὰ τῆς ἐν αὐτῇ ταύτης συναφείας, ᾗ διηκόνησε, προξενήσας τῷ κόσμῳ τὴν σωτηρίαν. Οὕτω δὲ καὶ Ἠσαΐας δι’ ὧν ἤδη καὶ μακαρίως ἠξιώθη παθεῖν ἐναργῶς προϋπέγραψεν. Οὐ γὰρ ἀμέσως ἑώρακε τὸν Σεραφεὶμ ἐκ τοῦ κατ’ οὐρανὸν νοητοῦ θυσιαστηρίου τὸν ἄνθρακα λαβόντα· διὰ γὰρ τῆς λαβίδος τοῦτον ἔλαβεν ὁ Σεραφείμ, δι’ ἧς καὶ τῶν αὐτοῦ χειλέων ἥψατο, τὴν κάθαρσιν διδούς. Τοῦτο δ’ ἦν τὸ τῆς λαβίδος ἐκείνῳ τῷ μεγάλῳ θεάματι ταὐτόν, ὃ Μωσῆς ἑώρακε, βάτον ἐκ πυρὸς ἡμμένην καὶ μὴ κατακαιομένην.
Τίς δ’ οὐκ οἶδεν, ὡς ἡ παρθενομήτωρ ἐκείνη τε ἡ βάτος καὶ αὕτη ἡ λαβίς ἐστιν, ἐν ἑαυτῇ τὸ θεῖον πῦρ ἀπυρπολύτως συλλαβοῦσα, κἀνταῦθα διακονήσαντος ἀρχαγγέλου τῇ συλλήψει, καὶ τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου δι’ αὐτῆς συνάψαντος τῷ ἀνθρωπείῳ γένει καὶ διὰ τῆς ἀπορρήτου ταύτης συναφείας ἡμᾶς περικαθάραντος;
Οὐκοῦν ἡ παρθενομήτωρ αὕτη μόνη μεθόριόν ἐστι κτιστῆς καὶ ἀκτίστου φύσεως· καὶ αὐτὴν εἴσονται τοῦ ἀχωρήτου χώραν ὅσοι δὴ γινώσκουσι Θεὸν καὶ αὐτὴν ὑμνήσουσι μετὰ Θεὸν ὅσοι τὸν Θεὸν ὑμνοῦσιν. Αὕτη καὶ τῶν πρὸ αὐτῆς αἰτία καὶ τῶν μετ’ αὐτὴν προστάτις καὶ τῶν αἰωνίων ἀγαθῶν πρόξενος. Αὕτη τῶν προφητῶν ὑπόθεσις, τῶν Ἀποστόλων ἀρχή, τῶν μαρτύρων ἑδραίωμα, τῶν διδασκάλων κρηπίς. Αὕτη τῶν ἐπὶ γῆς ἡ δόξα, τῶν κατ’ οὐρανὸν ἡ τερπνότης, τὸ πάσης κτίσεως ἐγκαλλώπισμα. Αὕτη καταρχὴ καὶ πηγὴ καὶ ρίζα τῆς ἀποκειμένης ἡμῖν ἐν οὐρανοῖς ἐλπίδος.
Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν ταῖς αὐτῆς ὑπὲρ ἡμῶν πρεσβείαις εἰς δόξαν τοῦ πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντος καὶ ἐπ’ ἐσχάτων αἰώνων ἐξ αὐτῆς σαρκωθέντος Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.