Ἔργον
Γρηγόριος Παλαμᾶς – Ομιλίες Α΄–Κ΄
Ομιλία ΙΕ΄: Στην Κυριακή των Βαΐων
Ερμηνεία της θριαμβευτικής εισόδου στα Ιεροσόλυμα, με παραινέσεις για πνευματική νηπιότητα, ταπείνωση και αποστασιοποίηση από τον πλούτο.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ομιλία ΙΕ΄: Στην Κυριακή των Βαΐων
Ερμηνεία της θριαμβευτικής εισόδου στα Ιεροσόλυμα, με παραινέσεις για πνευματική νηπιότητα, ταπείνωση και αποστασιοποίηση από τον πλούτο.
ΕΚΦΩΝΗΘΕΙΣΑ Τῌ ΚΥΡΙΑΚῌ ΤΩΝ ΒΑΙΩΝ «Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι», διὰ τοῦ Ἠσαΐου εἶπεν ὁ Θεός. Καλὸν οὖν σήμερον τὸ ἀποστολικὸν ἐκεῖνο πρὸς τὴν ὑμετέραν ἀγάπην εἰπεῖν· «ἰδοὺ καιρὸς εὐπρόσδεκτος, ἰδοὺ ἡμέρα σωτηρίας· ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους καὶ ἐργαζώμεθα τὰ ἔργα τοῦ φωτός, ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν». Ἐγγίζει γὰρ ἡ τῶν σωτηρίων τοῦ Χριστοῦ παθημάτων ἀνάμνησις καὶ τὸ καινὸν καὶ μέγα καὶ πνευματικὸν Πάσχα, τὸ τῆς ἀπαθείας βραβεῖον, τὸ τοῦ μέλλοντος αἰῶνος προοίμιον. Καὶ προκηρύττει τοῦτο Λάζαρος ἐκ τῶν ᾅδου κευθμώνων ἐπανελθὼν καὶ φωνῇ καὶ προστάγματι μόνῳ Θεοῦ, τοῦ ζωῆς ἔχοντος καὶ θανάτου τὴν ἐξουσίαν, τετραήμερος ἐκ νεκρῶν ἀναστάς, καὶ προανυμνοῦσι παῖδες καὶ λαὸς ἄκακος ἐπιπνοίᾳ τοῦ θείου Πνεύματος τὸν ἐκ θανάτου λυτρούμενον, τὸν ἐξ ᾅδου ψυχὰς ἀνάγοντα, τὸν ψυχῇ καὶ σώματι ζωὴν ἀΐδιον χαριζόμενον.
Εἴ τις οὖν ἐθέλει ζωὴν ἀγαπᾶν ἡμέρας ἰδεῖν ἀγαθάς, παυσάτω τὴν γλῶσσαν αὐτοῦ ἀπὸ κακοῦ καὶ χείλη αὐτοῦ τοῦ μὴ λαλῆσαι δόλον· ἐκκλινάτω ἀπὸ κακοῦ καὶ ποιησάτω τὸ ἀγαθόν. Κακὸν οὖν γαστριμαργία καὶ μέθη καὶ ἀσωτία· κακὸν φιλαργυρία, πλεονεξία καὶ ἀδικία· κακὸν κενοδοξία, θρασύτης καὶ ὑπερηφανία. Ἐκκλινάτω οὖν πᾶς ἀπὸ τῶν τοιούτων κακῶν καὶ ἐργαζέσθω τὰ ἀγαθά. Τίνα ταῦτα; τὴν ἐγκράτειαν, τὴν νηστείαν, τὴν σωφροσύνην, τὴν δικαιοσύνην, τὴν ἐλεημοσύνην, τὴν μακροθυμίαν, τὴν ἀγάπην, τὴν ταπείνωσιν, ἵνα μεταλάβωμεν ἀξίως τοῦ τυθέντος ὑπὲρ ἡμῶν ἀμνοῦ τοῦ Θεοῦ καὶ λάβωμεν ἐντεῦθεν τὸν ἀρραβῶνα τῆς ἀφθαρσίας καὶ φυλάξωμεν παρ’ ἑαυτοῖς εἰς πληροφορίαν τῆς ἐν οὐρανοῖς ἡμῖν ἐπηγγελμένης κληρονομίας. Ἀλλὰ δυσάνυστον τὸ ἀγαθὸν καὶ αἱ ἀρεταὶ δυσκολώτεραί εἰσι τῶν κακιῶν; Ἐγὼ μὲν οὐχ ὁρῶ τοῦτο· καὶ γὰρ πλείους αὐτόθεν ὑφίσταται πόνους ὁ μέθυσος καὶ ἀκρατὴς τοῦ ἐγκρατοῦς καὶ ὁ ἀκόλαστος τοῦ σωφρονοῦντος καὶ ὁ σπεύδων πλουτεῖν τοῦ ἐν αὐταρκείᾳ ζῶντος καὶ ὁ δόξαν ἑαυτῷ περιθέσθαι ζητῶν τοῦ ἐν ἀφανείᾳ διάγοντος· ἀλλ’ ἐπεὶ διὰ τὴν ἡμετέραν ἡδυπάθειαν δυσκολώτεραι ἡμῖν φαίνονται αἱ ἀρεταί, βιασώμεθα ἡμᾶς αὐτούς· «βιαστὴ γάρ ἐστι», φησὶν ὁ Κύριος, «ἡ βασιλεία τῶν οὐρανῶν, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν».
Σπουδῆς οὖν ἡμῖν πᾶσι χρεία καὶ προσοχῆς, ἐνδόξοις τε καὶ ἀδόξοις, ἄρχουσι καὶ ἀρχομένοις, πλουσίοις καὶ πένησιν, ὥστε τὰ πονηρὰ πάθη ταῦτα τῆς οἰκείας ἀπώσασθαι ψυχῆς καὶ ἀντεισοικίσαι ταύτῃ τὸν τῶν ἀρετῶν κατάλογον. Καὶ ὁ γεωργὸς γὰρ καὶ ὁ σκυτοτόμος καὶ ὁ οἰκοδόμος καὶ ὁ ράπτης καὶ ὁ ὑφαντής, καὶ ἁπλῶς πᾶς ὁ δι’ οἰκείων πόνων καὶ ἐκ τῆς τῶν χειρῶν ἐργασίας ποριζόμενος τὸ ζῆν, ἐὰν τὴν ἐπιθυμίαν τοῦ πλούτου καὶ τῆς δόξης καὶ τῆς τρυφῆς ἀπὸ τῆς οἰκείας ἐκβάλωσι ψυχῆς, ὄντως μακάριοι· οὗτοι γάρ εἰσιν οἱ πτωχοί, ὧν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, διὸ καὶ διὰ τοὺς τοιούτους ὁ Κύριος, «μακάριοι», φησίν, «οἱ πτωχοὶ τῷ πνεύματι».
Πτωχοὶ δέ εἰσι τῷ πνεύματι οἱ διὰ τὸ ἀκόμπαστον καὶ ἀφιλόδοξον καὶ ἀφιλήδονον τοῦ ἑαυτῶν πνεύματος, ἤτοι τῆς ψυχῆς, ἢ ἑκούσιον καὶ τὴν ἐκτὸς ἔχοντες πτωχείαν ἢ γενναίως ταύτην φέροντες, κἂν ἀκούσιος ᾖ. Οἱ δὲ πλουτοῦντες καὶ εὐπαθοῦντες καὶ τῆς προσκαίρου δόξης ἀπολαύοντες, καὶ ἁπλῶς οἱ τῶν τοιούτων ἐπιθυμηταὶ τυγχάνοντες, δεινοτέροις πάθεσι περιπαρήσονται καὶ εἰς μείζους καὶ πλείους καὶ δυσχερεστέρας ἐμπεσοῦνται παγίδας τοῦ διαβόλου· τὴν γὰρ ἐπιθυμίαν τοῦ πλουτεῖν ὁ πλουτήσας οὐκ ἀποτίθεται, ἀλλ’ αὔξει μᾶλλον, πλειόνων ἢ πρότερον ὀρεγόμενος. Οὕτω καὶ ὁ φιλήδονος καὶ ὁ φίλαρχος καὶ ὁ ἄσωτος καὶ ὁ ἀκόλαστος, αὔξουσι μᾶλλον ταύτας, ἀλλ’ οὐκ ἀποβάλλονται. Οἱ δὲ ἄρχοντες καὶ οἱ ἔνδοξοι προσλαμβάνουσι καὶ δύναμιν, ὥστε μείζους ἐκτελεῖν ἀδικίας καὶ ἁμαρτίας.
Διὰ τοῦτο δύσκολόν ἐστιν ἄρχοντα σωθῆναι καὶ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. «Καὶ πῶς», φησί, «δύνασθε πιστεύειν εἰς ἐμέ, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ μὴ ζητοῦντες;». Ἀλλὰ μὴ θορυβείσθω εἴ τις εὔπορος ἢ ἔνδοξος ἢ ἄρχων ἐστί· δύναται γὰρ οὗτος, ἐὰν θέλῃ, τὴν δόξαν τοῦ Θεοῦ ζητεῖν καὶ βιάζεσθαι ἑαυτόν, ὥστε τὴν πρὸς τὰ χείρω ροπὴν ἀνακόπτων μεγάλας ἀρετὰς ἐργάσασθαι καὶ μεγάλας ἀπώσασθαι κακίας, οὐκ ἀφ’ ἑαυτοῦ μόνον, ἀλλὰ καὶ ἀπὸ πολλῶν ἑτέρων τῶν μὴ βουλομένων· καὶ γὰρ δύναται μὴ μόνον δικαιοπραγεῖν καὶ σωφρονεῖν, ἀλλὰ καὶ τοὺς ἀδικεῖν καὶ ἀκολασταίνειν βουλομένους κωλύειν πολυτρόπως, καὶ μὴ μόνον εὐπειθῆ παρέχειν ἑαυτὸν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ καὶ τοῖς κήρυξιν αὐτοῦ, ἀλλὰ καὶ τοὺς ἀπειθεῖν βουλομένους ὑποτάσσειν τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ καὶ τοῖς κατὰ Χριστὸν προεστηκόσι ταύτης, μὴ μόνον διὰ τῆς δυνάμεως καὶ ἐξουσίας ἧς ἔλαχε παρὰ Θεοῦ, ἀλλὰ καὶ τὸ τύπος γίνεσθαι τοῖς ὑποδεεστέροις ἐν πᾶσιν ἀγαθοῖς· ἐξομοιοῦται γὰρ τῷ ἄρχοντι τὸ ἀρχόμενον.
Σπουδῆς οὖν χρεία καὶ βίας καὶ προσοχῆς πᾶσι μέν, οὐκ ἐπίσης δέ· τοῖς γὰρ ἐν δόξῃ καὶ πλούτῳ καὶ ἀρχῇ καθεστῶσι καὶ τοῖς περὶ λόγους καὶ περὶ τὴν κτῆσιν τῆς κατ’ αὐτοὺς σοφίας ἐσπουδακόσιν, εἴπερ σωθῆναι βούλοιντο, πλείονος χρεία βίας τε καὶ σπουδῆς, ἐπεὶ καὶ πεφύκασιν εἶναί πως δυσπειθέστεροι. Τοῦτο δὴ καὶ ἀπὸ τῶν χθὲς καὶ σήμερον ἀναγνωσθέντων εὐαγγελίων τοῦ Χριστοῦ γίνεται καταφανές· τοῦ γὰρ ἐπὶ Λαζάρῳ τελεσθέντος θαύματος καὶ Θεὸν εἶναι τὸν ποιήσαντα περιφανῶς παραστήσαντος, ὁ μὲν λαὸς ἀνεπείσθησαν καὶ ἐπίστευσαν, οἱ δὲ τηνικαῦτα ἄρχοντες, οἱ Γραμματεῖς δηλονότι καὶ οἱ Φαρισαῖοι, τοσοῦτον ἀπέσχον τοῦ πεισθῆναι, ὡς καὶ κατ’ αὐτοῦ μανῆναι μᾶλλον καὶ ὑπὸ φρενοβλαβείας θανάτῳ παραδοῦναι βουλεύεσθαι, τὸν καὶ δι’ ὧν εἶπε καὶ δι’ ὧν ἔπραξε ζωῆς καὶ θανάτου Κύριον ἀναφανέντα.
Οὐ γὰρ ἔχει τις εἰπεῖν, ὅτι τὸ τοὺς οἰκείους ὀφθαλμοὺς ἄνω τότε τὸν Χριστὸν ἐπάραι καὶ εἰπεῖν, Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου, ἐμπόδιον αὐτοῖς ἐγένετο πρὸς τὸ ἴσον εἶναι νομίσαι τοῦτον τῷ Πατρί· ἐπιφέρει γὰρ αὐτὸς ἐκεῖ πρὸς τὸν Πατέρα λέγων, «ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ με ἀκούεις, ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας»· ἵνα γὰρ ὁμοῦ τε Θεὸν γνῶσι τοῦτον καὶ ἐκ τοῦ Πατρὸς ὄντα καὶ κατ’ οὐδὲν ὑπεναντίον, ἀλλὰ κατὰ γνώμην τοῦ Πατρὸς τὰ θαύματα ἐργαζόμενον, ᾖρε μὲν ἐνώπιον πάντων τοὺς ὀφθαλμοὺς αὐτοῦ πρὸς τὸν Πατέρα, ἐκεῖνα δὲ εἶπε πρὸς αὐτόν, ἅπερ ἴσον ἀποδείκνυσι τὸν ἐπὶ γῆς εἰπόντα τῷ ἀνωτάτῳ καὶ κατ’ οὐρανὸν Πατρί· ὥσπερ γὰρ μέλλοντος τὴν ἀρχὴν πλάττεσθαι τοῦ ἀνθρώπου βουλὴ προηγήσατο, οὕτω καὶ νῦν ἐν τῷ Λαζάρῳ, τοῦ ἀνθρώπου μέλλοντος ἀναπλάττεσθαι βουλὴ προηγεῖται. Ἀλλ’ ἐκεῖ μὲν τοῦ Πατρὸς πρὸς τὸν Υἱὸν ἐν τῷ μέλλειν πλάττεσθαι τὸν ἄνθρωπον εἰπόντος ποιήσωμεν ἄνθρωπον, αὐτὸς ὁ Υἱὸς ἤκουσε τοῦ Πατρὸς καὶ οὕτως ὁ ἄνθρωπος εἰς τὸ εἶναι παρήχθη· ἐνταῦθα δὲ νῦν ἀκούει τοῦ Υἱοῦ εἰπόντος ὁ Πατήρ, καὶ οὕτως ὁ Λάζαρος ἐζωώθη.
Ὁρᾶτε τὴν ὁμοτιμίαν καὶ τὴν ὁμοβουλίαν ὅση; Τὸ μὲν γὰρ σχῆμα τῆς προσευχῆς διὰ τὸν περιεστῶτα γέγονεν ὄχλον, τὰ δὲ ρήματα οὐ προσευχῆς ἦν ἀλλὰ δεσποτείας καὶ αὐτοκρατορίας· «Λάζαρε δεῦρο ἔξω», καὶ εὐθὺς ὁ τετραήμερος νεκρὸς ζῶν αὐτῷ παρέστη· ἆρα προστάγματι ζωοῦντος τοῦτο ἢ δι’ εὐχῆς ζωοποιοῦντος;
Ἐφώνησε δὲ φωνῇ μεγάλῃ, καὶ τοῦτο διὰ τοὺς περιεστῶτας· ἐδύνατο γὰρ μὴ μετρίᾳ φωνῇ μόνον, ἀλλὰ καὶ βουλήματι μόνῳ τοῦτον ἀναστῆσαι, ὥσπερ καὶ μακρὰν ἀπέχων καὶ τοῦ λίθου ἐπικειμένου· ἀλλὰ καὶ ἐπέστη τῷ τάφῳ καὶ εἶπε τοῖς περιεστῶσι, καὶ ἦραν αὐτοὶ τὸν λίθον καὶ ᾔσθοντο τῆς δυσωδίας, καὶ φωνῇ μεγάλῃ ἐφώνησε καὶ ἐκάλεσε καὶ οὕτως ἀνέστησεν αὐτόν; ἵνα καὶ διὰ τῆς οἰκείας ὁράσεως (αὐτοὶ γὰρ ἑώρων ἐφισταμένῳ τῷ τάφῳ) καὶ διὰ τῆς οἰκείας ὀσφρήσεως (αὐτοὶ γὰρ ᾔσθοντο τῆς δυσωδίας τοῦ νεκροῦ, τεταρταῖος γὰρ ἦν) καὶ διὰ τῆς ἑαυτῶν ἀφῆς (δι’ ἧς αὐτοὶ ταῖς οἰκείαις χρησάμενοι χερσὶ πρῶτον μὲν ἦραν τὸν λίθον ἐκ τοῦ μνημείου, ὕστερον δὲ τὸν ἐπὶ τοῦ σώματος δεσμὸν καὶ τὸ ἐπὶ τῇ ὄψει σουδάριον ἔλυσαν) καὶ διὰ τῶν οἰκείων ὤτων τῆς τοῦ Κυρίου φωνῆς ἐπὶ τὰς πάντων ἀκοὰς φθανούσης, συνῶσι πάντες καὶ πιστεύσωσιν, ὅτι αὐτός ἐστιν ὁ καλῶν τὰ μὴ ὄντα ὡς ὄντα, ὁ φέρων πάντα τῷ ρήματι τῆς δυνάμεως αὑτοῦ, ὁ καὶ πάντα τὴν ἀρχὴν ρήματι μόνῳ ἐκ μὴ ὄντων τὰ ὄντα ποιήσας.
Ὁ μὲν οὖν ἄκακος λαὸς οὕτω διὰ πάντων ἐπίστευσαν αὐτῷ, ὡς μὴ μόνον σιγῇ τὴν πίστιν ἔχειν, ἀλλὰ καὶ κήρυκες γενέσθαι δι’ ἔργων τε καὶ λόγων τῆς αὐτοῦ θεότητος. Μετὰ γὰρ τὴν τοῦ Λαζάρου τετραήμερον ἔγερσιν, ὀνάριον εὑρὼν ὁ Κύριος, ὃ προητοίμασται παρὰ τῶν μαθητῶν, ὡς ὁ εὐαγγελιστὴς Ματθαῖός φησιν, ἐπ’ αὐτοῦ καθίσας, τὰ Ἰεροσόλυμα εἰσῄει κατὰ τὴν προφητείαν Ζαχαρίου προειρηκότος, «μὴ φοβοῦ, θύγατερ Σιών, ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι, δίκαιος καὶ σώζων αὐτός, πρᾶος καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον ὄνου». Ἐδείκνυ δὲ διὰ τῶν λόγων τούτων ὁ προφήτης, ὅτι ὁ προφητευόμενος οὗτος βασιλεύς, ὃς καὶ μόνος ὄντως τῆς Σιὼν ὑπάρχει βασιλεύς· «ὁ βασιλεύς σου γάρ», φησίν, «οὐκ ἔστι φοβερὸς ἀπὸ τῶν ὁρωμένων, οὐδὲ βαρύς τις καὶ κακοποιός, ὑπασπιστὰς καὶ δορυφόρους ἐπαγόμενος, ἢ πεζῶν καὶ ἱπποτῶν ἐπισυρόμενος πλῆθος, πλεονεξίᾳ τε συζῶν, καὶ τέλη καὶ φόρους ἀπαιτῶν καὶ δουλείας καὶ ὑπηρεσίας ἀγενεῖς τε καὶ ἐπιβλαβεῖς»· ἀλλὰ τὸ ἐπίσημον αὐτοῦ ταπείνωσίς ἐστι καὶ πτωχεία καὶ εὐτέλεια· ὄνῳ γὰρ ἐποχούμενος εἴσεισιν, ἀνθρώπινον ὄγκον ἐπαγόμενος οὐδένα. Διὰ τοῦτο δίκαιος μόνος οὗτος βασιλεὺς καὶ σώζων ἐν δικαιοσύνῃ καὶ αὐτὸς πρᾶος ὡς ἰδιαιτάτην ἔχων τὴν πραότητα· καὶ γὰρ καὶ αὐτὸς ὁ Κύριος, περὶ ἑαυτοῦ φησι, «μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ».
Ὁ μὲν οὖν Λάζαρον ἐκ νεκρῶν ἀναστήσας βασιλεύς, ὄνῳ ἐπικαθήμενος, εἰσῄει τηνικαῦτα τὰ Ἰεροσόλυμα, οἱ δὲ λαοὶ πάντες, εὐθὺς σχεδόν, παῖδες, ἄνδρες, πρεσβῦται, τά τε ἱμάτια ὑποστρωννῦντες καὶ βαΐα λαβόντες ἐκ φοινίκων, ἅπερ ἐστὶ νίκης σύμβολα, ὡς ζωοποιῷ καὶ νικητῇ θανάτου γεγονότι προσυπήντων, προσέπιπτον, προέπεμπον αὐτόν, οὐκ ἐκτὸς μόνον, ἀλλὰ καὶ ἐντὸς τῶν τοῦ ἱεροῦ περιβόλων συμφώνως ᾄδοντες, «ὡσαννὰ τῷ υἱῷ Δαβίδ, ὡσαννὰ ἐν τοῖς ὑψίστοις». Τὸ μὲν «ὡσαννὰ» ὕμνος ἐστὶ πρὸς Θεὸν ἀναπεμπόμενος· ἑρμηνευόμενον γάρ, σῶσον δὴ ἡμᾶς φησί· τὸ δὲ «ἐν τοῖς ὑψίστοις» προσκείμενον δείκνυσιν οὐκ ἐπὶ γῆς αὐτὸν μόνον, οὐδ’ ὑπὸ τῶν ἀνθρώπων μόνον, ἀλλὰ καὶ ἐν τοῖς ὑψίστοις ὑπὸ τῶν οὐρανίων ἀγγέλων ἀνυμνούμενον.
Οὐ μόνον δὲ ἀνυμνοῦσιν αὐτὸν οὕτω καὶ θεολογοῦσιν, ἀλλὰ καὶ τῇ κακοβούλῳ καὶ θεομάχῳ γνώμῃ τῶν Γραμματέων καὶ Φαρισαίων καὶ πρὸς τὰς φονικὰς αὐτῶν προφάσεις διὰ τῶν ἑξῆς ἐναντιοῦνται. Οἱ μὲν γὰρ φρενοβλαβῶς ἔλεγον περὶ αὐτοῦ, «οὗτος ὁ ἄνθρωπος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, καὶ ἐπειδὴ σημεῖα πολλὰ ποιεῖ, ἐὰν ἀφῶμεν καὶ μὴ θανατώσωμεν αὐτόν, πάντες πιστεύσουσιν εἰς αὐτόν· καὶ ἐλεύσονται οἱ Ρωμαῖοι καὶ ἀροῦσιν ἡμῶν τὴν πόλιν καὶ τὸ ἔθνος». Ὁ δὲ λαός, τί φησιν; «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· εὐλογημένη ἡ ἐρχομένη βασιλεία τοῦ πατρὸς ἡμῶν Δαβίδ».
Διὰ μὲν οὖν τοῦ λέγειν, «εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου», ὑπεδείκνυον ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς αὐτὸν ὄντα καὶ ἐν τῷ ὀνόματι τοῦ Πατρὸς αὐτὸν ἐλθόντα, ὡς καὶ αὐτὸς ὁ Κύριος περὶ ἑαυτοῦ φησίν, «ὅτι ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω». Διὰ δὲ τοῦ λέγειν, «εὐλογημένη ἡ ἐρχομένη βασιλεία τοῦ πατρὸς ἡμῶν Δαβίδ», ὑπεδείκνυον ταύτην εἶναι τὴν βασιλείαν, εἰς ἣν μέλλουσι κατὰ τὴν προφητείαν πιστεύειν καὶ τὰ ἔθνη, καὶ μάλιστα οἱ Ρωμαῖοι. Οὗτος γὰρ ὁ βασιλεύς, οὐ μόνον ἐλπίς ἐστι τοῦ Ἰσραήλ, ἀλλὰ καὶ προσδοκία τῶν ἐθνῶν κατὰ τὴν προφητείαν Ἰακώβ, «δεσμεύων πρὸς ἄμπελον τὴν ὄνον αὐτοῦ», τοὐτέστι τὸν ὑποκείμενον ἐξ Ἰουδαίων αὐτῷ λαόν, «καὶ τῇ ἕλικι τῆς ἀμπέλου τὸν πῶλον τῆς ὄνου αὐτοῦ». Ἕλιξ δὲ τῆς ἀμπέλου εἰσὶν οἱ τοῦ Κυρίου μαθηταί, πρὸς οὓς ὁ Κύριος ἔλεγεν, «ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα». Τῇ οὖν ἕλικι ταύτῃ συνέδησεν ὁ Κύριος ἑαυτῷ τὸν πῶλον τῆς ὄνου αὐτοῦ, τοὐτέστι τὸν ἐξ ἐθνῶν νέον Ἰσραήλ, οἳ κατὰ χάριν υἱοὶ γεγόνασι τοῦ Ἀβραάμ. Εἰ τοίνυν καὶ τῶν ἐθνῶν ἐλπίς ἐστιν ἡ βασιλεία αὕτη, πῶς, φασίν, εἰς αὐτὴν πιστεύσαντες ἡμεῖς, τοὺς Ρωμαίους φοβηθησόμεθα;
Οὕτω μὲν οὖν οἱ μὴ τὰς φρένας ἀλλὰ τῇ κακίᾳ νηπιάζοντες, ἐμπνευσθέντες ὑπὸ τοῦ ἁγίου Πνεύματος, ἀπηρτισμένον καὶ τέλειον ἀνέπεμψαν τῷ Κυρίῳ ὕμνον, μαρτυροῦντες ὅτι τετραήμερον νεκρὸν ὄντα τὸν Λάζαρον ὡς Θεὸς ἐζωοποίησεν. Οἱ δὲ Γραμματεῖς καὶ Φαρισαῖοι τὰ τοιαῦτα θαυμάσια ἰδόντες, καὶ τοὺς τοιούτους παῖδας κράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας, «ὡσαννὰ τῷ υἱῷ Δαβίδ», ἠγανάκτησαν καὶ πρὸς τὸν Κύριον ἔλεγον· οὐκ ἀκούεις τί οὗτοι λέγουσιν; ὅπερ μᾶλλον ἔδει πρὸς αὐτοὺς εἰπεῖν τηνικαῦτα τὸν Κύριον, ὅτι οὐ βλέπετε, οὐδ’ ἀκούετε, οὐδὲ συνίετε; Διὸ καὶ αὐτὸς ἐντρέπων αὐτοὺς μεμφομένους, ὡς ἀνεχόμενον τῆς Θεῷ μόνον πρεπούσης ὑμνῳδίας, ναί, φησίν, ἀκούω τῶν παρ’ ἐμοῦ σοφιζομένων ἀοράτως καὶ περὶ ἐμοῦ τοιαῦτα φθεγγομένων, εἰ δὲ οὗτοι σιωπήσωσιν, οἱ λίθοι κεκράξονται. Ὑμεῖς δὲ οὐδέποτε ἀνέγνωτε ἐκεῖνο τὸ προφητικόν, ὅτι «ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον»;
Καὶ γὰρ καὶ τοῦτο μεγίστου θαύματος ἦν, τὸ τοὺς ἰδιώτας παῖδας καὶ ἀμαθεῖς θεολογεῖν τελείως τὸν δι’ ἡμᾶς ἐνανθρωπήσαντα Θεόν, ἀγγελικὸν ἐπὶ στόματος ἀναλαβόντας ὕμνον· ὡς γὰρ οἱ ἄγγελοι ἐπὶ τῇ γεννήσει τοῦ Κυρίου ἔψαλλον «δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς», οὕτω καὶ οὗτοι νῦν ἐπὶ τῇ εἰσόδῳ τούτου, τὸν αὐτὸν ἀναπέμπουσιν ὕμνον, λέγοντες, «ὡσαννὰ τῷ υἱῷ Δαβίδ, ὡσαννὰ ἐν τοῖς ὑψίστοις».
Ἀλλὰ νηπιάσωμεν καὶ ἡμεῖς, ἀδελφοί, τῇ κακίᾳ, νέοι τε καὶ πρεσβύται, ἄρχοντες ὁμοῦ καὶ ἀρχόμενοι, ἵνα ἐνδυναμωθῶμεν ὑπὸ τοῦ Θεοῦ καὶ τρόπαιον στήσωμεν καὶ τὰ τῆς νίκης σύμβολα βαστάσωμεν, μὴ κατὰ τῶν πονηρῶν παθῶν μόνον, ἀλλὰ καὶ κατὰ τῶν ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν καὶ λόγου χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν· ὁ γὰρ νέος πῶλος, ᾧ δι’ ἡμᾶς ἐποχεῖσθαι κατηξίωσεν ὁ Κύριος, εἷς ὤν, τὴν πρὸς αὐτὸν ὑποταγὴν προετύπου τῶν ἐθνῶν, ἐξ ὧν ἡμεῖς ἐσμεν ἅπαντες ἄρχοντες ὁμοῦ καὶ ἀρχόμενοι.
Ὡς οὖν ἐν Χριστῷ Ἰησοῦ οὐκ ἔστιν ἄρσεν, οὐ θῆλυ, οὐχ Ἕλλην, οὐκ Ἰουδαῖος, ἀλλ’ ἕν εἰσι πάντες κατὰ τὸν θεῖον ἀπόστολον, οὕτως ἐν αὐτῷ οὐκ ἔστιν οὔτε ἄρχων, οὔτε ἀρχόμενος, ἀλλὰ πάντες διὰ τῆς αὐτοῦ χάριτος ἕν ἐσμεν τῇ πίστει τῇ εἰς αὐτὸν καὶ εἰς ἓν σῶμα τελοῦμεν τῆς αὐτοῦ ἐκκλησίας, κεφαλὴν μίαν ἔχοντες αὐτόν· καὶ ἓν πνεῦμα ἐποτίσθημεν διὰ τῆς τοῦ παναγίου Πνεύματος χάριτος καὶ ἓν πάντες βάπτισμα ἐλάβομεν καὶ μία ἐν πᾶσιν ἡ ἐλπὶς καὶ εἷς ἡμῖν Θεός, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν ἡμῖν. Ἀγαπῶμεν οὖν ἀλλήλους καὶ ἀνεχώμεθα καὶ κηδώμεθα ἀλλήλων, ἅτε μέλη ὑπάρχοντες ἀλλήλων· τὸ γὰρ σημεῖον τῆς ἡμῶν πρὸς ἐκεῖνον μαθητείας, ὡς αὐτὸς ὁ Κύριος εἶπεν, ἡ ἀγάπη ἐστὶ καὶ ἡ πατρικὴ κληρονομία ἣν ἡμῖν ἀφῆκε μεταβαίνων ἐκ τοῦ κόσμου τούτου ἡ ἀγάπη ἐστὶ καὶ ἡ τελευταία ἣν ἔδωκεν ἡμῖν εὐχὴ πρὸς τὸν οἰκεῖον Πατέρα ἀναβαίνων τὴν πρὸς ἀλλήλους ἀγάπην ἡμῶν ἐπιστηρίζει.
Σπεύδωμεν οὖν τῆς πατρικῆς εὐχῆς ἐπιτυχεῖς εἶναι καὶ μὴ ἀποβαλλώμεθα τὴν παρ’ αὐτοῦ κληρονομίαν, μηδὲ τὸ σημεῖον, ὃ ἔδωκεν ἡμῖν αὐτός, ἵνα μὴ καὶ τὴν υἱοθεσίαν καὶ τὴν εὐλογίαν καὶ τὴν πρὸς αὐτὸν μαθητείαν ἀποβαλώμεθα καὶ τότε τῆς ἐπικειμένης ἐκπέσωμεν ἐλπίδος καὶ ἀποκλεισθῶμεν τοῦ πνευματικοῦ νυμφῶνος.
Καθάπερ δὲ πρὸ τοῦ σωτηρίου πάθους ἐπὶ τὴν κάτω Ἰερουσαλὴμ τῷ Κυρίῳ εἰσελαύνοντι τὰ ἱμάτια ὑπεστρώννυον οὐχ ὁ λαὸς μόνον, ἀλλὰ καὶ οἱ τῶν ἐθνῶν ὄντως ἄρχοντες, οἱ τοῦ Κυρίου λέγω Ἀπόστολοι, οὕτω καὶ ἡμεῖς ἄρχοντες ὁμοῦ καὶ ἀρχόμενοι, ὑποστρώσωμεν τὰ ἡμῶν αὐτῶν ἔμφυτα ἱμάτια, τὴν ἡμετέραν σάρκα καὶ τὰ κατ’ αὐτὴν θελήματα ὑποτάσσοντες τῷ πνεύματι, ἵνα μὴ μόνον καταξιωθῶμεν ἰδεῖν καὶ προσκυνῆσαι καὶ τὸ σωτήριον τοῦ Χριστοῦ πάθος καὶ τὴν ἁγίαν ἀνάστασιν, ἀλλὰ καὶ τῆς πρὸς αὐτὸν κοινωνίας καταπολαύσωμεν· «εἰ γὰρ σύμφυτοι», φησὶν ὁ ἀπόστολος, «γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, δῆλον ὅτι καὶ τῆς ἀναστάσεως ἐσόμεθα».
Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.