Ἔργον
Γρηγόριος Παλαμᾶς – Ομιλίες Α΄–Κ΄
Ομιλία ΙΖ΄: Στην Καινή Κυριακή (Αντίπασχα)
Θεολογική ερμηνεία της όγδοης ημέρας, του μυστηρίου της θείας κατάπαυσης και των αναστάσιμων εμφανίσεων του Κυρίου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ομιλία ΙΖ΄: Στην Καινή Κυριακή (Αντίπασχα)
Θεολογική ερμηνεία της όγδοης ημέρας, του μυστηρίου της θείας κατάπαυσης και των αναστάσιμων εμφανίσεων του Κυρίου.
ΔΕΙΚΝΥΣΑ ΤΟ ΤΟΥ ΣΑΒΒΑΤΟΥ ΚΑΙ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΜΥΣΤΗΡΙΟΝ Καὶ εἰς τὸ τῆς Καινῆς Κυριακῆς Εὐαγγέλιον Καινὴ Κυριακὴν ἑορτάζομεν σήμερον· μᾶλλον δὲ τῆς καινῆς Κυριακῆς ἄγομεν τὰ ἐγκαίνια. Βούλεται τοίνυν ὁ ἡμέτερος λόγος, μικρὸν ἄνωθεν πρὸς τὴν ὑμετέραν ἀγάπην, ἐφ’ ὅσον ὁ καιρὸς δίδωσι, τὸ τῆς Κυριακῆς ἀνακαλύψαι μυστήριον.
Εἰ δὲ μέγα τοῦτο καὶ ὑψηλόν, καὶ διὰ τοῦτο μηδὲ τὸ πρόχειρον τούτου τοῖς πᾶσιν εὔληπτον, χάριτας ὁμολογεῖν χρὴ τῷ Κυρίῳ τῶν ὅλων, οὗ καὶ ἡ ἡμέρα ἐπώνυμος, ταῦτα χαρισαμένῳ διὰ τῆς ἐν σαρκὶ παρουσίας αὐτοῦ τοῖς αὐτῷ προσιοῦσι διὰ τῆς πίστεως, ἃ καὶ νῷ καὶ λόγῳ καὶ πρὸς ὀλίγον ἐστὶ δυσέφικτα.
Προσέχετε δὲ ὅμως ἅπαντες τοῖς λεγομένοις τὸν νοῦν. Εἰ γάρ τις καὶ μὴ τὸ πᾶν ἐπιγινώσκειν δυνήσεται, ἐξ ὀλίγων ἕξει τὴν πᾶσαν δύναμιν· φωτὸς γὰρ ἔχει λόγον ἡ διδασκαλία τοῦ Πνεύματος. Ἐν ἓξ τοίνυν ὁ Θεὸς ἡμέραις μὴ μόνον τὸ αἰσθητὸν ἅπαν τοῦτο ποιήσας τε καὶ κοσμήσας, ἀλλὰ καὶ τὸ μόνον ἐξ αἰσθήσεως καὶ νοῦ συγκείμενον ζῶον τὸν ἄνθρωπον πλάσας τε καὶ ζωώσας καὶ τὴν ἡγεμονίαν αὐτῷ τῶν περὶ γῆν ζώων καὶ φυτῶν παρασχόμενος, τῇ ἑβδόμῃ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, καθάπερ ὁ Μωϋσῆς ἐδίδαξεν ἡμᾶς ὁ μεταγενέστερος θεωρὸς τῆς ἐπὶ πολὺ προγενεστέρας αὐτοῦ καταβολῆς τοῦ κόσμου, μᾶλλον δὲ τὸ Πνεῦμα τὸ ἅγιον διὰ τῆς ἐκείνου γλώττης ταῖς ἡμετέραις ἐνηχῆσαν φιλανθρώπως ἀκοαῖς τε καὶ ψυχαῖς. Ἀλλὰ καὶ εὐλόγησε, φησίν, ὁ Θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν. Πῶς οὖν ταύτην, καθ’ ἣν οὐδὲν ἔπραξε; καὶ εὐλόγησε καὶ ἡγίασεν, ἀλλ’ οὐχὶ τὴν πρώτην μᾶλλον ὡς ὑπερεξῃρημένην, διὸ καὶ μίαν αὐτὴν ὁ Μωϋσῆς εἶπεν, ἀλλ’ οὐχὶ πρώτην, καθ’ ἣν ὁ Θεὸς ἐκ τοῦ μὴ ὄντος ἀθρόον προήγαγε τὸ πᾶν καὶ φωτὶ καινῷ προηύγασεν αὐτό, εἰ καὶ μήπω τὸν κατάλληλον ἐπέθηκε κόσμον, εἰς τάξιν καὶ εἶδος ἀγαγὼν ἕκαστον; Πῶς, εἰμὴ καὶ ταύτην, ἀλλ’ οὐχὶ τὴν μετ’ αὐτήν, καθ’ ἣν τὸ μέγα τοῦτο κῦτος ἐστερέωσε καὶ περιέτεινε τὸν περὶ ἡμᾶς πρῶτον οὐρανὸν λέγω, πρὸς δὲ τὸν πρῶτον ἐκεῖνον δεύτερον;
Πῶς οὐχὶ τὴν μετ’ αὐτὴν πάλιν ἢ τὰς ἐφεξῆς καθ’ ἃς ἥ τε γῆ συνέστη, τῶν ὑδάτων ὑποχωρησάντων, καὶ τὸν ἑαυτῇ σύμφυτον πάντα κόσμον ἀπειλήφει καὶ ὁ οὐρανὸς τοὺς δύο μεγάλους, οἷά τινας ὀφθαλμοὺς ἐδέξατο φωστῆρας καὶ ἐκ τῶν ὑδάτων τὰ πετεινὰ καὶ τὰ νηκτὰ διὰ προστάγματος ὑπέστη κατὰ γένος;
Ἵνα δὴ καὶ ταύτας παραλίπωμεν, διὰ τί μὴ τὴν ἕκτην μᾶλλον ὁ Θεὸς εὐλόγησε, καθ’ ἣν οὐ ψυχὴν μόνον ζῶσαν ἑρπετῶν καὶ τετραπόδων ἐξέτεινεν ἐκ γῆς, ἀλλὰ καὶ βουλῆς ἄξιον ὑπέδειξεν οἰκείας ἔργον, συγκεφαλαιωσάμενος τὸ πᾶν, αἴσθησίν τε καὶ νοῦν συναγαγὼν εἰς ἕν, καὶ τὸ μέγιστον, ὅτι καὶ ἑαυτὸν διὰ τῆς αὐτοῦ θείας χάριτος ἐνθεὶς καὶ κατ’ εἰκόνα καὶ ὁμοίωσιν οἰκείαν γνωστικὸν ἑαυτοῦ ζῶον ἐπὶ γῆς ἀναδείξας τὸν ἄνθρωπον; Πῶς οὖν οὐ ταύτην εὐλόγησε καὶ ἡγίασεν, ἀλλὰ τὴν ἑβδόμην ἡμέραν, ἀπραξίας οὖσαν ἡμέραν;
Βουλομένῳ δή μοι τὸν λόγον ἀποδοῦναι καὶ τὴν λύσιν τῆς ἀπορίας παρασχεῖν, ἀναγκαῖον μάλιστα διὰ τοὺς ἐλλογιμωτέρους τῶν συνειλεγμένων ἐξελέγξαι πρότερον τοὺς μὴ καλῶς ἀποδόντας. Εἰσὶ γὰρ οἳ τὸν ἀριθμὸν σεμνολογοῦσι τοῦτον, Ἰώσηπος καὶ Φίλων, καὶ ὅσοι κατ’ αὐτοὺς ἀγέννητόν τε εἶναι λέγοντες, ἀλλὰ καὶ παρθένον ὡς μὴ γεννῶντα, ὁποῖόν ἐστι καὶ τὸ θεῖον κατ’ αὐτούς· οὐ γὰρ ἐδυνήθησαν συνιδεῖν, ὡς καὶ γεννῶν ὁ Θεὸς τὴν παρθενίαν οὐκ ἀποτίθεται· γεννᾷ γὰρ ἀσυνδυάστως, ἀρρεύστως καὶ ἀπαθῶς. Οἱ δὲ διὰ τοῦτο καὶ τὴν ἑβδόμην μόνην τῶν ἡμερῶν τῆς θείας εὐλογίας ἐπιτυχεῖν διατείνονται, καταψευδόμενοι μὴ τοῦ Θεοῦ μόνον, ἀθετοῦντες αὐτοῦ τὸ γόνιμον, ἀλλὰ καὶ τῆς ἑβδόμης αὐτῆς· πᾶς γὰρ ἀριθμὸς ἐκ μονάδος γεννᾶται, ἡ δὲ ἑβδομὰς ἀριθμός, οὐκοῦν οὐκ ἀγέννητος. Ἀλλ’ οὐχ ὑπό τινος, φασίν, ἑτέρου τῶν μετὰ τὴν μονάδα πολλαπλασιαζομένου γεννᾶται· ἀλλ’ οὐχ οὗτος ἀγέννητος ὁ μὴ γεννώμενος ὑπὸ πολλῶν, ἀλλ’ ὃς ἂν ὑπ’ οὐδενὸς γεννῶτο, ὅπερ ἡ ἑβδομὰς οὐκ ἔχει.
Ἔπειτα, εἰ διὰ τὸν ἀριθμὸν τοῦτον ὄντα τοιοῦτον ἡ ἡμέρα εὐλόγηται, πολλῷ μᾶλλον ἂν ἡ πρώτη, καὶ μάλισθ’ ὅτι καὶ μίαν αὐτὴν ὁ Μωϋσῆς εἶπε, τὴν εὐλογίαν ἐδέξατο· ἡ γὰρ μονὰς ἀγέννητος πάντη. Ἀλλὰ γεννητική, φασίν, αὕτη, πολλαπλασιαζομένη παντὸς ἀριθμοῦ καὶ τῶν ἐντὸς δεκάδος, ἡ δὲ ἑβδομὰς τῶν ἐντὸς δεκάδος οὐδενός, καὶ διὰ τοῦτο παρθένος. Ἔστω δὴ παρθένος ἡ μηδαμῶς γεννῶσα· οὐ γὰρ ἐξ ἀνάγκης, ἔστω δ’ οὖν ὅμως· ἡ δὲ μέτρια μὲν οὔ, πολλὰ δὲ γεννῶσα, καθόσον πλείω, κατὰ τοσοῦτον πάντως· πορρωτέρω τῆς παρθενίας ἐστίν. Ἡ γοῦν ἑβδομὰς πολλαπλασιαζομένη καὶ συντιθεμένη τῶν μὲν ἐντὸς δεκάδος οὐδένα γεννᾷ, τῶν δὲ ὑπὲρ δεκάδα πολλούς· πῶς οὖν παρθένος; Ἀλλ’ ἐκφεύγοντες ἡμῶν τὰς λαβὰς οἷον ἐπὶ τὴν σελήνην ἀναβαίνουσι καὶ τοὺς πόλους, τοὺς μὲν ἑπτὰ λέγοντες εἶναι, τὴν δὲ σελήνην δεικνῦντες ἐν ἑπτὰ μὲν ἡμέραις διχότομον, ἐν ἄλλαις δὲ τοσαύταις πανσέληνον καὶ διὰ τῶν ἴσων πάλιν ἐπαναστρέφουσαν.
Ἀγνοοῦσι γὰρ ὡς, εἰ διὰ ταῦτα σεπτὸς ὁ ἑπτά, καὶ οἱ ἄλλοι τῶν ἀριθμῶν οὐδὲν ἧττον, καὶ μάλιστα πάντων ἡ τούτων ἀρχή· εἷς γὰρ ὁ αἰσθητὸς ἅπας κόσμος καὶ εἷς ὁ πᾶς οὐρανός, ἢ δυοῖν οὐ πλείω· καὶ εἷς ἥλιος ἐν τῷ παντὶ καὶ μία σελήνη ἐστίν, ἵνα μὴ λέγω ὅτι πάντα τῷ ἑνὶ συνέστηκε τοῦ πρὸ πάντων καὶ διὰ πάντων· καὶ ἐπὶ πάντων Θεοῦ, τὸ ὡς ἀληθῶς ἑνιαῖον τοῖς καλῶς συνιεῖσι κηρύττοντα.
Εἰ δὲ καὶ περιφερὴς τῶν τε ἀστέρων καὶ τῶν πόλων ἕκαστος καὶ κύκλω τόδε τὸ πᾶν, ὁ δὲ κύκλος ἐκ δυοῖν σημείου τε καὶ γραμμῆς, καὶ τῶν δύο χωρὶς οὐδ’ ἂν ἦν οὐδὲν μάλιστα τῶν αἰσθητῶν, καὶ δύο λοιπὸν ἀριθμὸς χρειωδέστατος τῷ παντὶ καὶ ἀναγκαιότατος.
Ἐπεὶ δὲ μὴ γραμμὴ μόνη καὶ ἐπίπεδον ἐν τῷ παντί, καὶ ἡ τριὰς οὐκοῦν ἐν ἀριθμοῖς τὸν ἴσον τρόπον· παρίημι γὰρ λέγειν τὰ ἄλλα τοῦ ἀριθμοῦ τούτου πλεονεκτήματα. Ἐπεὶ δ’ αὖ καὶ τῶν προειρημένων ἕκαστον, οὐ κύκλος μόνον, ἀλλὰ καὶ στερεόν ἐστι καὶ σφαῖρα, ταῦτα δὲ εἶναι τῶν ἀδυνάτων ἄνευ τῆς τετράδος, δεῖ γὰρ αὐτοῖς ἐξ ἀνάγκης καὶ διαστήματος ἑτέρου, πῶς οὐχὶ καὶ ἡ τετρὰς ἐπίσης τῶν ἀξιολόγων;
Ἔτι γε μὴν καὶ ἡ πεντὰς δι’ ἕτερα παραπλήσια, καὶ μάλιστα τῶν ἄλλων ὁ ἓξ ἀριθμός· οὗτος γὰρ πρὸ τῶν ἄλλων τοῖς οἰκείοις μέρεσιν ἐξισούμενος πρῶτος ἐν τοῖς τελείοις ἐστί· διὸ καὶ κατ’ αὐτὸν τὸ πᾶν συνετελέσθη τοῦτο.
Οἱ τοίνυν ἐκ τοιούτων σεμνύνοντες τὴν ἑβδομάδα λελήθασιν ἑαυτούς, οὐ ταύτην μόνον, ἀλλ’ ἁπλῶς ἅπαντα σεμνοποιοῦντες ἀριθμόν· ἱκανὰ γὰρ εἰκότως ἕκαστος ἔχει τοιαῦτα σεμνολογήματα. Ἐπεὶ γὰρ ὁ ἀριθμὸς ὑπὸ Θεοῦ τοῖς οὖσι συνεκτίσθη πᾶσι, τὰ δὲ ὑπὸ τοῦ Θεοῦ κτισθέντα πάντα καλά τε καὶ καλὰ λίαν, ὡς διὰ Μωσέως αὐτὸς ἐπεμαρτύρησεν ὁ κτίσας, ὅ τις ἂν τοῦ ἀριθμοῦ μέρος ἀπολαβὼν ἐξεταστικῶς κατίδοι, καλὸν εὑρήσει καὶ καλὸν λίαν, ἑαυτῷ τε καὶ τοῖς ἄλλοις λόγοις ἀναλογίας ἐμπρέπον θαυμασίως. Οὐ μὴν διὰ τὸν ἀριθμὸν ἁπλῶς ἑτέρα τῆς ἑτέρας διενήνοχεν ἡμέρας· ἐπ’ οὐδεμιᾶς γὰρ ὁ Μωϋσῆς ἐπαινέτην τοῦ ἀριθμοῦ γεγονότα τὸν Θεὸν ἱστόρησεν, ἀλλὰ τὰ καθ’ ἑκάστην ὑπ’ αὐτοῦ προηγούμενα δι’ ἐπαίνου τίθεσθαι· τοιγαροῦν οὐδὲ ἡ ἑβδόμη τῶν ἡμερῶν διὰ τὸν ἀριθμὸν ἐπαινετέα.
Λέγομεν τοίνυν ἡμεῖς, τίνος ἕνεκεν ὁ Θεὸς αὐτὴν διαφερόντως εὐλόγησέ τε καὶ ἡγίασεν, ἐξ αὐτῶν τῶν τοῦ Μωσέως λόγων λαβόντες τὰς ἀρχάς. «Κατέπαυσε» γάρ, φησίν, «ὁ Θεὸς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὑτοῦ ὧν ἐποίησεν». Εἶτα προσθείς, ὅτι «καὶ εὐλόγησεν ὁ Θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν», καὶ τὴν αἰτίαν εὐθὺς προστίθησι τῆς εὐλογίας αὐτὸ τοῦτο λέγων πάλιν, ὅτι «ἐν αὐτῇ κατέπαυσεν ὁ Θεὸς ἀπὸ πάντων τῶν ἔργων αὑτοῦ ὧν ἤρξατο ποιῆσαι». Οὐκοῦν ἔστιν ἔργα τοῦ Θεοῦ ἅπερ οὔτε ἤρξατο ποιεῖν οὔτε κατέπαυσε ποιῶν, ὡς καὶ αὐτὸς ὁ Κύριος ἀπεκάλυψεν ἡμῖν λέγων· «ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι».
Θέλων οὖν ὁ Θεὸς τῶν τοιούτων ἔργων ἡμῖν τὴν δυνατὴν γνῶσιν παρασχεῖν καὶ ταῦτα δεῖξαι ζητητέα μᾶλλον τῶν ὑπ’ αἴσθησιν ἁπάντων, τὴν ἑβδόμην καθ’ ἣν κατέπαυσε τὰ αἰσθητὰ ποιῶν εὐλόγησέ τε καὶ ἡγίασεν, ὡς ἐπάνοδον οἷον οὖσαν διὰ τῆς καταπαύσεως ἀπὸ τῶν κάτω πρὸς ἐκεῖνα τὰ κρείττω καὶ ὑπερκόσμια. Κατὰ γὰρ τὸν μέγαν Διονύσιον εἰπεῖν, ἔξω ἑαυτοῦ γίνεται δι’ ὑπερβολὴν ἀγαθότητος ὁ Θεὸς καὶ ἐκ τοῦ πάντων ἐξῃρημένου πρὸς τὸ ἐν πᾶσι κατάγεται κατ’ ἐκστατικὴν ὑπερούσιον δύναμιν ἀνεκφοίτητον ἑαυτοῦ.
Συγκαταβὰς δὴ φιλανθρώπως, ἐφ’ ὅσον αὐτὸς ἠθέλησε καὶ ἐχρῆν καὶ τὸν καθ’ ἡμᾶς αἰσθητὸν τοῦτον ἐν ἓξ ἡμέραις ἐργασάμενος κόσμον, κατὰ τὴν ἑβδόμην εἰς τὸ οἰκεῖον ὕψος, ὃ μηδ’ ἀπέλιπε, θεοπρεπῶς ἐπανῆλθε καὶ τὴν κατ’ αὐτὴν κατάπαυσιν εὐλογημένην μᾶλλον ὑπέδειξε, διδάσκων καὶ ἡμᾶς ζητεῖν εἰσελθεῖν, κατὰ τὸ ἐγχωροῦν, εἰς ἐκείνην τὴν κατάπαυσιν, ἥτις ἐστὶν ἡ κατὰ νοῦν ἡμῶν θεωρία καὶ ἡ διὰ ταύτης πρὸς Θεὸν ἀνάνευσις. Πρὸς ἣν κατάπαυσιν καὶ ὁ ἀπόστολος διαρρήδην προτρέπεται. Προθεὶς γὰρ τὸ παρὰ τοῦ Θεοῦ διὰ τοῦ ψαλμῳδοῦ περὶ τοῦ γένους τῶν Ἰουδαίων λεγόμενον, «ὡς ὤμωσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου», ἐπιφέρει γράφων, «εἴρηταί που περὶ τῆς ἑβδόμης ὅτι κατέπαυσεν ὁ Θεὸς ἀπὸ πάντων τῶν ἔργων αὑτοῦ», καὶ μετ’ ὀλίγα, «σπουδάσωμεν οὖν καὶ ἡμεῖς εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ»· ὁ γὰρ εἰσελθὼν κατέπαυσε καὶ αὐτὸς ἀπὸ τῶν ἔργων αὑτοῦ, καθάπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός.
Ἀλλά, τίς αὕτη ἡ κατάπαυσις, ἔτι σαφέστερον ποθεῖτε μαθεῖν, καὶ πῶς καὶ ἡμεῖς εἰς αὐτὴν εἰσελευσόμεθα; Ἂν τὰ ἔργα μάθωμεν, ὧν ὡς ἀνάρχων ὄντων ὁ Θεὸς οὐκ ἤρξατο, ἔτι μᾶλλον καὶ τῆς καταπαύσεως ταύτης καὶ τῆς πρὸς αὐτὴν εἰσελεύσεως ἐν περινοίᾳ ἐσόμεθα. Τίνα δὴ τὰ ἔργα ταῦτα; Διδότω καὶ ἡμῖν τὴν ἀρχὴν ὁ ψαλμῳδὸς προφήτης περὶ τοῦ Θεοῦ γράφων, «ἔργα χειρῶν αὐτοῦ ἀλήθεια καὶ κρίσις». Ἔργον οὖν Θεοῦ ἄναρχον ἡ τῶν ὄντων γνῶσις καὶ ἡ πρόγνωσις τῶν ἐσομένων, ἃς εἴ τις ἀλήθειαν προσείποι, οὐκ ἀστοχήσει τοῦ προσρήματος. Ἔργον Θεοῦ ἄναρχόν τε καὶ ἄπαυστον ἡ κρίσις καὶ ἡ πρόνοια· καὶ γὰρ ἐδεῖτο τὰ ὄντα καὶ πρὶν γενέσεως κρίσεώς τε καὶ προνοίας, ὅτι δεῖ γενέσθαι καὶ μετὰ τὸ γενέσθαι ὅπως μὴ ἀπογένωνται κατὰ καιρόν· ἢ τὰ μὲν πρὸς τὸ λυσιτελὲς ἑαυτῶν ἢ τὸ τοῦ παντὸς μεταγίνωνται κατὰ καιρόν, τὰ δὲ διαμένωσιν ἀναλλοίωτα. Ἔργον ἄναρχον Θεοῦ ἡ πρὸς ἑαυτὸν ἐπιστροφή· ἐκινεῖτο γὰρ ἀνάρχως τῇ ἑαυτοῦ θεωρίᾳ.
Πολλὰ μὲν οὖν ἄν τις συνετῶς ἐξετάζων κατίδοι τὰ ταῖς ἐνεργείαις ταύταις σύστοιχα. Ἂν δὲ καὶ ἡμῶν ἕκαστος, ἀδελφοί, τῶν κάτω συνεχῶν καὶ πολυμόχθων φροντίδων καὶ τῶν κατὰ ταύτας ἔργων ἀφέμενος, προσεδρεύῃ τὰ ὦτα ὑπέχων τῇ διδασκαλίᾳ τοῦ Πνεύματος, πρῶτον μὲν ἐπαινεθήσεται παρὰ τοῦ Κυρίου, ὃς τὴν μὲν Μάρθαν περὶ πολλῶν μεριμνῶσαν οὐκ ἀποδέχεται, καίτοι τῆς σπουδῆς οὔσης ὑπὲρ αὐτοῦ· Μαρία δέ, φησίν, ἡ παρακαθημένη καὶ τῶν λόγων τῆς διδασκαλίας ἀκροωμένη, τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ’ αὐτῆς.
Ὁρᾷς τὸ ἀκατάπαυστον ἔργον; Ἔπειτα τοὺς λόγους τούτους ἐν νῷ λαβὼν τῆς διδασκαλίας τοῦ Πνεύματος καὶ τούτοις ἐμμελετῶν καὶ τούτους ἐν τῷ λογιζομένῳ τῆς ψυχῆς ἑτέρου παντὸς ἐμπαθοῦς καὶ γηΐνου λογισμοῦ προκρίνων καὶ διὰ τούτων πρόνοιαν τοῦ καθ’ ἑαυτὸν βίου ποιούμενος εἰς σωτηρίαν, ἔργον καὶ αὐτὸς ἕξει τὴν ἀλήθειαν καὶ τὴν κρίσιν ἐν τῇ ἑαυτοῦ καρδίᾳ, κατὰ τὸν ψαλμῳδὸν προφήτην, λαλῶν ἀλήθειαν. Ἂν δὲ καὶ παντὸς συλλογισμοῦ, κἂν ἀγαθὸς ᾖ, τὸν σὸν ἀπαναστήσῃς νοῦν καὶ πρὸς ἑαυτὸν ἐπιστρέψῃς ὅλον δι’ ἐπιμόνου προσοχῆς καὶ ἀδιαλείπτου προσευχῆς, ὄντως εἰσῆλθες καὶ αὐτὸς εἰς τὴν θείαν κατάπαυσιν καὶ τῆς κατὰ τὴν ἑβδόμην εὐλογίας ἐπέτυχες, αὐτὸς σεαυτὸν ὁρῶν καὶ διὰ σαυτοῦ πρὸς θεοπτίαν ἀναφερόμενος· τέλος γάρ φησι προσευχῆς ἁρπαγὴ πρὸς Κύριον. Ἓν μὲν δὴ τοῦτο τῆς κατὰ τὴν ἑβδόμην εὐλογίας τὸ αἴτιον, ὃ καὶ Μωϋσῆς διὰ τοῦ νόμου δεικνὺς ἀργίαν τὴν ἑβδόμην ἐπέταξεν, ἀλλὰ τῶν σώματι λυσιτελούντων ἔργων, τῶν δὲ τῇ ψυχῇ προσηκόντων ἐνέργειαν.
Ἕτερον δέ, ὁ τὸ πᾶν τόδε συστήσας ἐν ἓξ ἡμέραις προεώρα καὶ τὴν τοῦ ἀνθρώπου πρὸς τὸ χεῖρον τροπὴν καὶ τὴν διὰ ταύτην πρὸς τὴν γῆν ἀποστροφὴν καὶ τὴν μέχρις ᾅδου καταστροφήν τε καὶ κάθειρξιν καὶ τὴν διὰ τὸν ἄνθρωπον παντὸς τοῦ κόσμου τοῦδε παλαίωσιν καὶ ἀχρείωσιν, ἀλλὰ καὶ τὸν ἐσόμενον ἀνακαινισμὸν τούτου διὰ τῆς οἰκείας ἐνανθρωπήσεως. Οὗτος δὲ ὁ ἀνακαινισμὸς ἐνηργήθη κατὰ τὴν εἰς ᾅδου τοῦ ἐνανθρωπήσαντος. Θεοῦ διὰ θανάτου κατάβασιν καὶ τὴν ἐκεῖ παρ’ αὐτοῦ κατηγγελμένην ἐν σαββάτῳ τῶν ψυχῶν ἐπανάκλησιν· καὶ τοῦτο δὴ τῆς ἑβδόμης προεώρα τὸ ἔργον, διόπερ εἰκότως τῆς εὐλογίας ταύτης μόνην ἠξίωσεν. Ἀλλὰ παρεσκευάσθη μὲν ἐν ἀδήλῳ τοῦτο κατὰ τὴν ἑβδόμην, δηλονότι κατὰ τὸ Σάββατον, ἀνεφάνη δὲ καὶ καθαρῶς ἐτελέσθη τὸ πᾶν, καὶ τοῦ σώματος ἀνακληθέντος πρὸς ἀφθαρσίαν, κατὰ τὴν ὀγδόην διὰ τῆς δεσποτικῆς ἀναστάσεως, διὸ καὶ Κυριακὴ παρ’ ἡμῶν αὕτη φερωνύμως κατονομάζεται. Ὥσθ’ ὅπερ ἐστὶν ἡ Παρασκευὴ πρὸς τὸ Σάββατον, τοῦτο πρὸς τὴν Κυριακὴν ὑπάρχει τὸ Σάββατον, ὑπερέχουσαν τούτου σαφῶς· καθόσον ἀρχῆς καὶ τύπου καὶ σκιᾶς ἡ τελειότης καὶ ἡ ἀλήθεια, τοσοῦτο τῇ Κυριακῇ τὸ περιὸν καὶ σεβάσμιον διὰ τὸ κατ’ αὐτὴν ὑπερευλογημένον τέλος καὶ τὴν ἐλπιζομένην κατ’ αὐτὴν κοινὴν τῶν ἁπάντων ἀνάστασιν καὶ τελείαν τῶν ἀξίων εἰσέλευσιν εἰς τὴν θείαν κατάπαυσιν καὶ τὴν παντὸς τοῦ κόσμου ἀναστοιχείωσιν.
Οὐκοῦν ὅσα ἄν τις εἴποι τὴν ἑβδόμην σεμνύνων, ἐπὶ τὴν ὀγδόην ταῦτα μετὰ προσθήκης ἀνάγεται· αὕτη γὰρ ἐκείνης ἐστὶν ἡ τελείωσις. Ταύτης τῆς ὀγδόης τὴν τιμήν, δηλονότι τῆς Κυριακῆς, καὶ λεληθότως μὲν εἰσήγαγεν ὁ Μωϋσῆς· ὁ γὰρ ἰωβηλαῖος ἐνιαυτός, ὃς ἀφέσεως ἐνιαυτὸς παρ’ ἐκείνου νομίζεταί τε καὶ ὀνομάζεται, οὐκ ἐναρίθμιός ἐστι ταῖς κατὰ νόμον ἀριθμουμέναις ἑβδομάσι τῶν ἐτῶν, ἀλλὰ μετ’ ἐκείνας πάσας καὶ ὄγδοός ἐστι, μετὰ τὸ παρελθεῖν τὴν ἐσχάτην ἑβδομάδα τῶν ἐτῶν ἐκείνων ἀναφαινόμενος.
Τοῦτο καὶ ἐν ταῖς ἑβδομάσι τῶν κατὰ τὰς ἡμέρας ἑβδομάδων ποιεῖ ὁ Μωϋσῆς. Οὐ μόνον δὲ λεληθότως οὕτως εἰσήγαγε τὴν τιμὴν τῆς ὀγδόης ὁ νομοθέτης, ἣν καὶ Κυριακὴν ἡμεῖς ὀνομάζομεν, ὡς ἀφιερωμένην τῇ ἀναστάσει τοῦ Κυρίου ἡμέραν, ἀλλὰ καὶ κατὰ τὴν ἑορτὴν ἣν σαλπίγγων ὠνόμασε, καὶ ἐξόδιον ταύτην καλεῖ, τουτέστι πέρας καὶ τελείωσιν τῶν ἑορτῶν ἁπασῶν. Κατὰ ταύτην οὖν φανερῶς φησιν, ὅτι καὶ ἡ ἡμέρα ἡ ὀγδόη κλητὴ ἁγία ἔσται ἡμῖν, προκαταγγέλλων τὸ τῆς Κυριακῆς θεῖον οἷον καὶ πανευκλεὲς καὶ σεβάσμιον, μετὰ τὴν πάροδον τῶν νομικῶν ἁπάντων ἐσόμενον.
Ὥστε καὶ οὗτος διὰ τοῦτο τετίμηκε τὴν ἑβδόμην, ὡς εἰς τὴν ὀγδόην ταύτην φέρουσαν τὴν ὄντως τιμίαν. Καὶ καθάπερ ὁ δι’ αὐτοῦ δεδομένος νόμος τίμιος, ἀλλ’ ὡς εἰσάγων εἰς Χριστόν, οὕτω καὶ ἡ ἑβδόμη τιμία ὡς εἰσάγουσα εἰς τὴν ὀγδόην, καθ’ ἣν ἡ ἀνάστασις τοῦ Κυρίου γέγονεν, ὡς ὀγδόη καὶ αὕτη οὖσα. Καθάπερ γὰρ μετὰ τὴν ἑβδόμην ἡ ὀγδόη τῶν ἡμερῶν ἀριθμεῖται, οὕτως ἐξετάζων εὑρήσεις, μετὰ τὴν ἑβδόμην τῶν ἐκ τοῦ παντὸς αἰῶνος ἱστορουμένων ἀναστάσεων ἐκ τῶν νεκρῶν, ὀγδόην τὴν τοῦ Κυρίου γεγονυῖαν ἀνάστασιν, ὡς μὴ μόνον ἐν τῇ ὀγδόῃ τελεσθῆναι τῶν ἡμερῶν, ἀλλὰ καὶ ὀγδόην εἶναι ταύτην πρὸς τὰς πρὸ αὐτῆς ἀριθμουμένην, τὴν αὐτὴν δὲ καὶ πρώτην πρὸς τὴν ἐλπιζομένην τῶν κατὰ Χριστὸν ἁπάντων ἀνάστασιν, μᾶλλον δὲ ἐξανάστασιν, δι’ ἣν καὶ ὁ Χριστὸς ἀπαρχὴ τῶν κεκοιμημένων καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν ἀνυμνεῖται. Τὸν αὐτὸν δὲ τρόπον καὶ ἡ Κυριακὴ τῶν ἡμερῶν οὐκ ὀγδόη μόνον ἐστὶν ἀπὸ τῶν πρὸ αὐτῆς ἀριθμουμένη, ἀλλὰ καὶ τῶν μετ’ αὐτήν ἐστι πρώτη, ὡς εἶναι ταύτην αὐτὴν ἐκείνην ἐκ περιτροπῆς τὴν καινὴν καὶ πρώτην ἁπασῶν ἡμέραν, ἣν ἡμεῖς μὲν Κυριακὴν καλοῦμεν, ὁ δὲ Μωϋσῆς οὐ πρώτην, ἀλλὰ μίαν προσηγόρευσεν, ὡς τῶν ἄλλων ὑπερεξῃρημένην καὶ προοίμιον οὖσαν τῆς τοῦ μέλλοντος αἰῶνος μιᾶς καὶ ἀνεσπέρου ἡμέρας.
Ἐν περινοίᾳ δὲ ἔτι γενήσῃ τῆς κατὰ τὴν Κυριακὴν πρὸς τὰς ἄλλας ἑορτίους ἡμέρας ὑπεροχῆς κἀντεῦθεν. Πᾶσαν μὲν γὰρ ἄλλην ἡμέραν ἑόρτιον, ὁ ἐνιαυτὸς ἅπας ἅπαξ ἐπάγει περιϊών, τὴν δὲ Κυριακὴν καὶ μηνῶν ἕκαστος τετράκις ἡμῖν ἐπανάγει, διὰ τῆς οὕτω συχνῆς περιόδου τὸν ἐνιαυτὸν ἅπαντα ἐνιαυτὸν ἡμῖν δημιουργοῦσαν τῆς ὄντως ἀφέσεως, καὶ ἐνιαυτὸν Κυρίῳ δεκτόν. Διὸ καὶ ὁ Κύριος ταύτην ἡμῖν ἑορτάζειν ἔργῳ καθ’ ἑκάστην παρελθοῦσαν ἡμερῶν ἑβδομάδα παραδιδούς, ἐπεφάνη μὲν πρῶτον ἐν οἰκίᾳ τοῖς μαθηταῖς, τοῦ Θωμᾶ μὴ παρόντος, καὶ παρέστησεν ἑαυτὸν ζῶντα καὶ τὴν εἰρήνην παρέσχεν αὐτοῖς καὶ δι’ ἐμφυσήματος τοῦ οἰκείου τὸ κατ’ ἀρχὰς δεδομένον ἀνακαινίσας ἐμφύσημα, τὴν τοῦ θείου Πνεύματος ἐχαρίσατο χάριν, δύναμιν ἐνθεὶς αὐτοῖς θείαν τοῦ δεσμεῖν καὶ λύειν τὰς ἁμαρτίας καὶ συμψήφους αὐτοὺς τῆς ἐν οὐρανῷ δεσποτείας ἀπεργασάμενος, εἰπὼν πρὸς αὐτούς, «λάβετε Πνεῦμα ἅγιον, ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται».
Ταύτην μὲν οὖν τὴν δύναμιν καὶ τὴν χάριν παρέσχεν ὁ Κύριος ἐπιφανεὶς κατ’ αὐτὴν τὴν ἡμέραν τῆς αὑτοῦ ἀναστάσεως, ἥτις ἡ Κυριακὴ πάντως ἦν· εἶτα διαλιπὼν τὰς μεταξὺ τῆς ἑβδομάδος ἡμέρας, κατὰ τὴν ὀγδόην, τ’ αὐτὸ δ’ εἰπεῖν τὴν Κυριακὴν ἥν περ σήμερον ἄγομεν, ἐφίσταται πάλιν ὡσαύτως καὶ κατὰ τὴν αὐτὴν οἰκίαν, ἐγκαινίζων ἑαυτῷ τὴν πανήγυριν καὶ τὸν Θωμᾶν πρὸς πίστιν ἐνάγων διστάζοντα· κατὰ γὰρ τὸν ἠγαπημένον εὐαγγελιστὴν τοῦ Σωτῆρος καὶ μαθητήν, «μεθ’ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ καὶ Θωμᾶς μετ’ αὐτῶν· ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων καὶ ἔστη εἰς τὸ μέσον καὶ λέγει αὐτοῖς, εἰρήνη ὑμῖν».
Ὁρᾶτε κατὰ Κυριακὴν καὶ τῶν τοῦ Χριστοῦ μαθητῶν τὴν συνέλευσιν καὶ τοῦ Κυρίου πρὸς αὐτοὺς τὴν ἐπέλευσιν; Κυριακὴ γὰρ ἦν, ὅτε πρῶτον συνηγμένοις ἐπέστη, καὶ μεθ’ ἡμέρας ὀκτὼ τὴν Κυριακὴν πάλιν ἐπαναγούσας ἐφίσταται συνηγμένοις. Ἐκείνας τὰς συνάξεις εἰκονίζει διηνεκῶς ἡ τοῦ Χριστοῦ Ἐκκλησία, κατὰ Κυριακὴν μάλιστα τὰς συνάξεις ἐπιτελοῦσα, καὶ ἡμεῖς ὑμῖν ἐνδημοῦντες καὶ τὰ πρὸς σωτηρίαν ὁμιλοῦντες κοινῇ καὶ πρὸς εὐσέβειαν καὶ τὸν κατ’ εὐσέβειαν ἐνάγοντες βίον.
Μηδεὶς οὖν ὑπὸ ρᾳθυμίας ἢ διὰ τῆς πρὸς τὰ γήϊνα διὰ παντὸς ἀσχολίας ἀπολιμπανέσθω τῶν κατὰ Κυριακὴν ἱερῶν καὶ θεοπαραδότων συνάξεων τούτων, ἵνα μὴ δικαίως ἐγκαταλειφθεὶς ὑπὸ Θεοῦ παραπλήσιόν τι τῷ Θωμᾷ πάθῃ, μὴ κατὰ καιρὸν ἐλθών· κἂν συναρπασθεὶς ἅπαξ ἀπολειφθῇ, τῇ ἑξῆς ἀποδιδότω, φέρων ἑαυτὸν τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, μὴ καὶ ἀνίατος μείνῃ, κατὰ ψυχὴν μὲν νοσήσας ἔργοις ἢ λόγοις τὴν ἀπιστίαν, τῷ ἰατρείῳ δὲ τοῦ Χριστοῦ μὴ προσενεχθεὶς καὶ τὴν ἱερὰν ὡς ὁ θεῖος Θωμᾶς ἰατρείαν μὴ προσδεξάμενος.
Εἰσὶ γάρ, εἰσὶν οὐ λογισμοί τε καὶ λόγοι μόνον, ἀλλὰ καὶ ἔργα καὶ πράξεις πίστεως («δεῖξον γάρ μοι», φησί, «τὴν πίστιν σου ἐκ τῶν ἔργων σου»), ὧν εἴ τις ἐκπέσει τελέως τῆς Ἐκκλησίας τοῦ Χριστοῦ μακρυνόμενος καὶ ἑαυτὸν ὅλον ἐκδιδοὺς τοῖς ματαίοις, νεκρὰν ἔχει, τ’ αὐτὸ δ’ εἰπεῖν, μὴ οὖσαν τὴν πίστιν, νεκρὸς καὶ αὐτὸς διὰ τῆς ἁμαρτίας γενόμενος.
Ἀλλ’ ἀποροῦσί τινες, πῶς κεκλεισμένων τῶν θυρῶν εἰσῆλθε σῶμα περικείμενος ὁ Χριστός; οὐ γὰρ ἴσασιν, ὡς ἔοικε, πνευματικοῖς συγκρίνειν πνευματικὰ καὶ δι’ ἀλλήλων ἐπιγινώσκειν αὐτά, καθά φησιν ὁ θεῖος ἀπόστολος. Εἰ γὰρ τῆς κατὰ σάρκα τεκούσης αὐτὸν Παρθένου τὴν μήτραν οὐκ ἐλυμήνατο, μηδαμῶς λύσας ἀλλ’ ἀσινῆ τηρήσας ἐν τῷ τίκτεσθαι τῆς παρθενίας τὰ σύμβολα, καίπερ τηνικαῦτα παθητὸν καὶ θνητὸν περικείμενος σῶμα, τί θαυμαστὸν εἰ ἀπαθανατίσας τὸ πρόσλημμα καὶ σῶμα νῦν κεκτημένος ἀθάνατον κεκλεισμένας εἰσέδει θύρας; Ἀλλ’ ἐπειδή περ ἀθάνατον καὶ ἀπαθὲς εἶχε πάντως τὸ σῶμα, πῶς οὖν ἐπὶ τῶν χειρῶν καὶ τῆς πλευρᾶς εἶχε τὰς ὠτειλὰς καὶ τὰς διατρήσεις; φησὶ γὰρ ὁ εὐαγγελιστὴς εἰπεῖν τῷ Θωμᾷ τὸν Κύριον· «φέρε ὧδε τὸν δάκτυλόν σου καὶ ἴδε τὰς χεῖράς μου καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου· καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός». Πῶς οὖν εἶχε τὰς ὠτειλάς; Θνητὸν μὲν σῶμα καὶ παθητὸν οὐκ ἂν ὠτειλάς τε καὶ διατρήσεις ἐπιδεῖξαι δύναιτο, καὶ σῶον καὶ ὑγιὲς διαμένειν· τὸ δὲ ἀπαθὲς καὶ ἀθάνατον ἔχει καὶ ὠτειλὰς δεικνῦναι καὶ διατρήσεις ἃς προϋπέστη καὶ οἷς ἂν θέλῃ καὶ μένειν οὐδὲν ἧττον ἀπαθὲς καὶ ἀθάνατον.
Ἐμοὶ δὲ τοῦτο καὶ τοῦτο δίδωσι συνορᾶν, ὅτι τὰς ὠτειλὰς εἰς ἐγκαλλώπισμα φέρουσιν αἰώνιον οἱ παθόντες διὰ Χριστόν. Καθάπερ γὰρ αἱ φωταγωγοὶ τῶν θυρίδων, μηδὲν τῇ ἀσφαλείᾳ τῆς οἰκοδομῆς προσιστάμεναι, οὐδ’ αἶσχος, ἀλλὰ κόσμος εἰσὶ τοῖς οἴκοις ἀναγκαιότατος, τό τε φῶς εἴσω πέμπουσαι καὶ τοῖς ἐνοικοῦσι τὴν πρὸς τὰ ἔξω θέαν παρέχουσαι, τὸν αὐτὸν δὴ τρόπον καὶ τὰ διὰ Χριστὸν ἐπὶ τοῦ σώματος πάθη καὶ αἱ παρ’ αὐτῶν διατρήσεις φωταγωγοὶ μάλιστα καθεστήκασι τῷ κεκτημένῳ τοῦ ἀνεσπέρου φωτὸς καὶ ἐκ τοῦ θείου κάλλους μᾶλλον καὶ τῆς λαμπρότητος, ἀλλ’ οὐκ ἐκ τοῦ δυσειδοῦς τῶν τραυμάτων, κατὰ τὸν καιρὸν τῆς ἐκφάνσεως τοῦ φωτὸς ἐκείνου γνωρίζονται, τοσοῦτο τῇ ἀπαθείᾳ μὴ λυμαινόμεναι, παρ’ ὅσον καὶ πρόξενοι μᾶλλον τῆς ἀθανασίας εἰσί.
Τὸ δὲ τοῦ Χριστοῦ σῶμα, τὴν τοῦ θείου φωτὸς πηγὴν κεκτημένον ἔνδον, ἐκεῖθεν ἐκλάμψαν νοερῶς ἐφώτισε τὸν διστάζοντα, ὡς πάραυτα τὸν Θωμᾶν ἀναβοῆσαι τελέως θεολογήσαντα, «ὁ Κύριός μου καὶ ὁ Θεός μου». Ὁ δὲ Κύριος πρὸς αὐτόν, «ὅτι ἑώρακάς με πεπίστευκας, μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες», δεικνὺς μηδὲν ἔχειν πλέον εἰς δόξαν τοὺς αὐτόπτας γεγενημένους τῶν δι’ αὐτῶν εἰς τὴν πρὸς αὐτὸν πίστιν ἐναγομένων. Εἰ δὲ μὴ πιστεύσοντες εἶπεν, ἀλλὰ πιστεύσαντες, ἀλλὰ τῇ θείᾳ καὶ προγνωστικῇ δυνάμει τοῦ πάντα πρὶν γενέσεως εἰδότος, ὡς γεγονότα ἐστὶ τὰ ἐσόμενα.
Ὃ δέ μοι νῦν ἐπῆλθε τῇ διανοίᾳ, τοῦτο πρὸς τὴν ὑμετέραν ἀγάπην ἐρῶ. Τὸν γὰρ Θωμᾶν ὁρῶν ἀπόντα μὲν ἄπιστον γεγονότα, συνεληλυθότα δὲ τοῖς πιστεύσασι μηδαμῶς τῆς πίστεως ἀστοχήσαντα, ἐπὶ νοῦν ἐβαλόμην, ὅτι καὶ ὁ ἁμαρτωλὸς ἄνθρωπος, ἂν μόνον φύγοι τὴν μετὰ τῶν φαύλων ἀναστροφὴν καὶ τοῖς δικαίοις συναναστρέφηται, τῆς δικαιοσύνης καὶ τῆς δι’ αὐτὴν κατὰ ψυχὴν σωτηρίας οὐκ ἀστοχήσοι ποτέ. Καὶ τοῦτ’ οἶμαι καὶ ὁ ψαλμῳδὸς προφήτης αἰνίττεται, μακαρίζων τοὺς ἐκκλίνοντας τὴν τῶν λοιμῶν συνεδρίαν καὶ συνοδοιπορίαν, καὶ ἕτερος προφήτης μὴ ἴσθι, λέγων, μετὰ πολλῶν ἐπὶ κακίᾳ, καὶ ὁ παροιμιαστὴς «ἐν συναγωγῇ ἁμαρτωλῶν ἐκκαυθήσεται πῦρ, ὁ δὲ συμπορευόμενος σοφοῖς, σοφὸς ἔσται».
Τοιγαροῦν, ἀδελφοί, συνερχόμεθα καὶ πυκνὰ παραβάλλωμεν τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ· ταύτῃ γὰρ πᾶς ὡς ἀληθῶς εὐλαβὴς προσεδρεύει καὶ παραμένει μὴ ἀφιστάμενος. Καὶ ὅταν ἕκαστος ὑμῶν εἰς αὐτὴν ἔλθῃ, σκοπείτω τοὺς εὐλαβεστέρους, δυνατὸν δὲ γνωρίσαι καὶ μόνῃ τῇ θέᾳ τούτους τῆς ἐν σιωπῇ καὶ προσοχῇ παραστάσεως.
Σκοπείτω τοίνυν τοὺς εὐλαβεστέρους καὶ μάλιστα τῶν ἄλλων φοβουμένους τὸν Κύριον, καὶ τούτοις φέρων ἑαυτὸν προσκολλάτω καὶ μετὰ τούτων συμπαριστάσθω Θεῷ. Κἂν ἐντεῦθεν ἐξέλθῃ μετὰ τὴν ἀπόλυσιν, Κυριακῆς οὔσης, σχολὴν ἄγων ἀπὸ τῶν γηΐνων ἔργων διὰ τὸν Κύριον, οὗ καὶ ἔστιν ἐπώνυμος αὕτη, ζητείτω μετ’ ἐπιμελείας, εἴπου τις τοὺς Ἀποστόλους ἐκείνους μιμούμενος, κατάκλειστος ὡς τὰ πολλὰ διαμένει διὰ τῆς ἐν ἡσυχίᾳ προσευχῆς καὶ ψαλμῳδίας καὶ τῆς ἄλλης καταλλήλου διαίτης ποθῶν τὸν Κύριον.
Ἐκείνῳ δὴ προσίτω καὶ οὗτος καὶ εἰσίτω μετὰ πίστεως τὸν οἰκίσκον ἐκείνου, καθάπερ οὐράνιόν τινα χῶρον ἔνδον ἔχοντα τὴν ἁγιαστικὴν τοῦ Πνεύματος δύναμιν, καὶ τῷ ἐνοικοῦντι παρακαθεζέσθω καὶ συμπαραμενέτω καθόσον ἔχει καὶ προσλαλείτω περὶ Θεοῦ καὶ τῶν θείων, ἐρωτῶν καὶ σὺν ταπεινώσει μανθάνων καὶ τὴν δι’ εὐχῆς ἐπικουρίαν ἐπικαλούμενος. Ἐλεύσεται γὰρ οὕτω πράττοντα καὶ πρὸς αὐτὸν ἀοράτως εὖ οἶδα Χριστὸς καὶ τὴν εἰρήνην ἔνδον τῷ λογιζομένῳ τῆς ψυχῆς παρέξει καὶ τῇ πίστει προσθήσει καὶ τὸν στηριγμὸν ἐπιδώσει καὶ μετὰ τῶν ἐκλεκτῶν κατατάξει κατὰ τὸν καιρὸν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, ἐν αὐτῷ τῷ νῦν ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἀναστάντι, καὶ ὕστερον μετὰ δόξης ἐλευσομένῳ βασιλεῖ τῶν αἰώνων Χριστῷ· ὅτι αὐτῷ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.