Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ομιλίες Α΄–Κ΄

Γρηγόριος Παλαμᾶς

Ομιλία ΙΘ΄: Στην Κυριακή της Σαμαρείτιδος

Ανάλυση του διαλόγου του Χριστού με τη Σαμαρείτιδα στο φρέαρ του Ιακώβ, περί του ζώντος ύδατος και της πνευματικής λατρείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 19 από 20

ΕΙΣ ΤΟ ΚΑΤΑ ΤΗΝ ΣΑΜΑΡΕΙΤΙΔΑ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΥΑΓΓΕΛΙΟΝ Καὶ ὅτι δεῖ καταφρονεῖν τῶν παρόντων Διὰ πασῶν τῶν νῦν διερχομένων ἡμερῶν τούτων, εἰς πεντήκοντα ἐκτεινομένων, τὴν ἐκ νεκρῶν ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τὴν πρὸς τὰς ἄλλας ἑορτὰς ὑπεροχὴν παριστῶντες διὰ τῆς παρατάσεως ταύτης. Εἰ γὰρ καὶ τῆς πρὸς οὐρανὸν ἐπανόδου τὴν ἐπέτειον μνήμην ὁ ἀριθμὸς οὗτος τῶν ἡμερῶν περιέχει, ἀλλὰ καὶ αὕτη τὴν τοῦ ἀναστάντος Δεσπότου πρὸς τοὺς ἀναβεβιωκότας ἔσθ’ ὅτε τῶν δούλων ὑποδείκνυσι διαφοράν. Πάντες γὰρ οἱ ἐκ νεκρῶν ἀναστάντες ὑφ’ ἑτέρων ἀνέστησαν καὶ πάλιν ἀποθανόντες ἐπέστρεψαν εἰς τὴν γῆν·

Χριστοῦ δὲ ἐκ νεκρῶν ἀναστάντος, θάνατος αὐτοῦ οὐκέτι κυριεύει· μόνος γὰρ οὗτος ἑαυτὸν ἀναστήσας τριήμερον, οὐκ εἰς γῆν ἐπέστρεψε πάλιν, ἀλλ’ εἰς οὐρανὸν ἀνελήλυθεν, ὁμόθρονον ὡς ὁμόθεον τῷ Πατρὶ ποιήσας τὸ ἡμέτερον φύραμα. Διὸ καὶ μόνος ἀρχὴ τῆς μελλούσης πάντων ἀναστάσεως γέγονε καὶ μόνος ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν καὶ τοῦ μέλλοντος αἰῶνος πατήρ. Καὶ καθάπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν ἁμαρτωλοί τε καὶ δίκαιοι, οὕτως ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται ἁμαρτωλοί τε καὶ δίκαιοι, ἀλλ’ ἕκαστος ἐν τῷ ἰδίῳ τάγματι· ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ, εἶτα τὸ τέλος, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν καὶ θῇ πάντας τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος, ἐν τῇ κοινῇ ἀναστάσει, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν.

Τοιαύτης δωρεᾶς πρόξενος ἡμῖν ἐστιν ἡ τοῦ Κυρίου ἀνάστασις, καὶ διὰ τοῦτο μόνην ταύτην ἐν τοσαύτῃ παρατάσει τῶν ἡμερῶν ἑορτάζομεν, ὡς ἀθάνατον οὖσαν καὶ ἀνώλεθρον καὶ ἀΐδιον, προϋπογράφοντες διὰ τούτων καὶ τὴν μέλλουσαν τῶν ἁγίων μακαριότητα, ἧς ἀπέδρα πᾶσα ὀδύνη καὶ λύπη καὶ στεναγμός· θυμηδία δὲ καὶ πανήγυρίς ἐστιν ἐν ταύτῃ διηνεκὴς ἔνθεός τε καὶ ἀναλλοίωτος· ἐκεῖ γάρ ἐστι τῶν ὄντως εὐφραινομένων ἡ κατοικία. Διὸ καὶ πρὸ τῶν ἡμερῶν τούτων τὴν ἱερὰν τεσσαρακοστὴν ἐν νηστείᾳ καὶ ἀγρυπνίᾳ καὶ προσευχῇ καὶ ἀσκήσει παντοίᾳ τῶν ἀρετῶν ἄγειν ἡμᾶς ἡ τοῦ Πνεύματος χάρις ἐνομοθέτησε, διὰ μὲν τῆς τεσσαρακοστῆς τῶν ἡμερῶν δεικνῦσα τὴν ἐν τῷ αἰῶνι τούτῳ τῶν σωζομένων ζωήν, ὡς οὐδὲν ἕτερόν ἐστιν ἢ μετάνοια καὶ βίος θεοφιλής· διὰ δὲ τῆς μετ’ αὐτὴν πεντηκοστῆς ταύτης, ἣν διερχόμεθα νῦν, ἐπιδεικνῦσα τὴν διαδεξομένην τοὺς ἐνταῦθα διὰ τὸν Θεὸν ἐναγωνίως ζήσαντας ἄνεσιν καὶ ἀπόλαυσιν.

Διὰ τοῦτο καὶ τεσσαρακοστὴ μέν ἐστιν ἐκείνη καὶ συνηρτημένην ἔχει τὴν μνήμην τῶν τοῦ Κυρίου σωτηρίων παθῶν καὶ τῆς νηστείας τὴν λύσιν μετὰ τὴν ἑβδόμην λαμβάνει· αὕτη δὲ πεντηκοστὴ οὖσα συμπεριλαμβάνει καὶ τὴν ἀπὸ γῆς εἰς οὐρανὸν μετάθεσιν καὶ τὴν τοῦ θείου Πνεύματος κατάβασιν καὶ διάδοσιν. Ἑβδοματικὸς γάρ ἐστιν ὁ αἰὼν οὗτος καὶ διὰ τεσσάρων ὡρῶν καὶ μερῶν καὶ στοιχείων συνίσταται καὶ τοῖς ἐν αὐτῷ κοινωνοὺς ἑαυτοὺς δι’ ἔργων ποιοῦσι τῶν Χριστοῦ παθημάτων τὴν τῆς Πεντηκοστῆς ἑορτὴν ἐπιφέρει, ἥτις ἐκ τῆς ὀγδόης ἄρχεται καὶ εἰς ὀγδόην ἔχει τὴν λῆξιν καὶ τὴν σεπτὴν ἑβδομάδα καὶ τὴν τετρακτὺν ὑπερβᾶσαν καὶ διὰ τῆς ἀναστάσεως τοῦ Κυρίου καὶ τῆς μετ’ αὐτὴν ἀναλήψεως τὴν μέλλουσα, παρίστησι τοῦ τῶν ἀνθρώπων γένους ἀνάστασιν καὶ τὴν κατ’ αὐτὴν τῶν ἀξίων ἐν νεφέλαις ἔπαρσιν πρὸς τὴν θείαν ὑπάντησιν καὶ ἑξῆς εἰς αἰῶνας πρὸς Θεὸν συνουσίαν τε καὶ κατάπαυσιν.

Αὕτη μὲν οὖν ἔσται κατὰ καιρόν. Ὁ δὲ Κύριος πρὸ τοῦ πάθους καὶ τῆς ἀναστάσεως κηρύττων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ τοῖς μαθηταῖς δεικνύς, ὡς οὐκ ἐκ τῶν Ἰουδαίων μόνον ἡ ἐκλογὴ τῶν ἀξίων τῆς πίστεως ἔσται καὶ τῆς ὑπ’ αὐτοῦ προτεινομένης ἀϊδίου κληρονομίας, ἀλλὰ καὶ ἀπὸ τῶν ἐθνῶν, κατὰ τὴν σήμερον ἀναγινωσκομένην εἰς ἐπήκοον τοῦ εὐαγγελίου φωνήν· «ἔρχεται εἰς πόλιν τῆς Σαμερείας λεγομένην Σιχάρ, πλησίον τοῦ χωρίου οὗ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ· αὑτοῦ. Ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ». Πηγὴν μὲν οὖν τὸ φρέαρ φησί· τὸ γὰρ ὕδωρ πηγαῖον εἶχεν, ὡς δῆλον ἔσται προϊόντος τοῦ λόγου· τοῦ Ἰακὼβ δὲ ἦν, ἐπειδή περ ἐκεῖνος ὤρυξεν αὐτό· τὸ δὲ χωρίον ὃ ἔδωκε τῷ Ἰωσὴφ ὁ Ἰακὼβ τὰ Σίκημά ἐστι.

Φησὶ γὰρ πρὸς αὐτὸν τὰ ἔσχατα πνέων ἐν Αἰγύπτῳ καὶ διατιθέμενος· «Ἰδοὺ ἐγὼ ἀποθνῄσκω, ὑμᾶς δὲ ἀποστρέψει ὁ Θεὸς ἐκ τῆς γῆς ταύτης εἰς τὴν γῆν τῶν πατέρων ἡμῶν. Ἐγὼ δὲ δίδωμί σοι Σίκημα ἐξαίρετον παρὰ τοὺς ἀδελφούς σου, ἣν ἔλαβον ἐκ χειρὸς τῶν Ἀμορραίων ἐν τῇ μαχαίρᾳ μου καὶ τῷ τόξῳ μου». Διὸ τὰ μὲν Σίκημα κατῳκεῖτο παρὰ τῆς Ἐφραὶμ φυλῆς ὕστερον, ὃς ἦν υἱὸς πρωτότοκος τοῦ Ἰωσήφ, τὸν δὲ περὶ αὐτὰ τόπον κατῴκουν αἱ δέκα φυλαὶ τοῦ Ἰσραήλ, ὧν Ἱεροβοὰμ ὁ ἀποστάτης ἦρξε.

Προσκρούσαντες δὲ τῷ Θεῷ πολλάκις οὗτοι καὶ πολλάκις ἐγκαταλειφθέντες, ὕστερον παγγενῆ γεγόνασιν αἰχμάλωτοι, ὡς ἀντ’ αὐτῶν ἔθνη διάφορα συμφορήσαντα τὸν ἄρχοντα τῶν Ἀσσυρίων ἐγκατοικῆσαι τῷ τόπῳ καὶ Σαμαρείτας ἀπὸ τοῦ ὄρους Σομὸρ καλέσαι.

Καθάπερ δὲ παραπορευόμενος ὁ Ἰακώβ, ὡς ἡ ἱστορία φησί, παρεστήσατο τὰ Σίκημα, οὕτω παραπορευόμενος ὁ Χριστὸς νῦν, ὑπηγάγετο τὴν Σαμάρειαν. Ἀλλ’ ἐκεῖνος μέν, ὡς αὐτός φησιν, ἐν τῇ ρομφαίᾳ καὶ τῷ τόξῳ αὐτοῦ, δηλονότι πρὸς ἐξολόθρευσιν καὶ ἀπώλειαν τῶν πρότερον ἐνοικούντων, ὁ δὲ Χριστὸς ἐν λόγῳ καὶ διδασκαλίᾳ, διὸ καὶ πρὸς σωτηρίαν· «ὁ γὰρ Ἰησοῦς κεκοπιακώς», φησίν; «ἐκ τῆς· ὁδοιπορίας, ἐκάθητο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ὡσεὶ ἕκτη».

Καὶ ἡ ὥρα καὶ ὁ κόπος καὶ ὁ τόπος ἐδίδου καθῆσθαι τὸν σῶμα περικείμενον, ὁποῖόν ἐστι τὸ ἡμέτερον. Τοῦτο τοίνυν πιστούμενος καὶ τὸ μέλλον κέρδος προβλέπων ἐκάθητο, φησίν, οὕτως ἐπὶ τῇ πηγῇ, τουτέστιν ἀφελῶς χαμαί, μόνος ὡς εἷς τῶν πολλῶν ὁδίτης· οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθησαν εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσι.

Μεμονωμένου τοίνυν οὕτω ἐπὶ τῇ πηγῇ καθημένου, ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ· ὁ δὲ Κύριος καὶ διψῶν ὡς ἄνθρωπος καὶ τὴν ἔχουσαν ἀνθρωπίνως τὴν δίψαν παῦσαι παραγενομένην ἰδών, ὁρῶν δὲ ὡς Θεὸς καὶ τὴν ταύτης καρδίαν διψῶσαν ὕδατος σωτηρίου, τὸν δὲ δυνάμενον τοῦτο παρασχεῖν οὐκ εἰδυῖαν, ἀποκαλύψαι μὲν ἑαυτὸν ἐπείγεται τῇ ποθούσῃ ψυχῇ, ποθεῖ γὰρ καὶ αὐτὸς τοὺς ποθοῦντας κατὰ τὸ γεγραμμένον, ἄρχεται δὲ ὅθεν εὐπαράδεκτος ἔσται· καί φησι πρὸς αὐτὴν «δός μοι ὕδωρ πιεῖν». Ἡ δὲ συνετὴ οὖσα καὶ ἀπὸ μόνης τῆς στολῆς καὶ τοῦ σχήματος καὶ τῆς ἐπιφαινομένης ἔξωθεν κοσμιότητος Ἰουδαῖόν τε ὄντα συνεῖσα καὶ τοῦ νόμου φύλακα, θαυμάζω, ἔφη, πῶς παρὰ Σαμαρείτιδος αἰτεῖς πόμα, τῶν Ἰουδαίων τοῖς Σαμαρείταις ὡς ἐθνικοῖς οὖσι μὴ κοινωνούντων.

Ὁ δὲ Κύριος ἀφορμῆς λαβόμενος ἑαυτὸν ἀποκαλύπτειν ἄρχεται, πρὸς αὐτὴν λέγων· «εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ καὶ τίς ἐστιν ὁ λέγων σοι, δός μοι ὕδωρ πιεῖν, σὺ ἂν ᾔτησας αὐτόν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν».

Ὁρᾶτε μαρτυρουμένην, ὡς εἴπερ ἐγίνωσκεν, ᾔτησεν ἂν πάραυτα καὶ μέτοχος ἐγεγόνει τοῦ ὄντως ζῶντος ὕδατος, ὡς καὶ μαθοῦσα πεποίηκε καὶ ἀπήλαυσεν ὕστερον, τὸ δὲ συνέδριον τῶν Ἰουδαίων ἐρωτήσαντες καὶ σαφῶς ἀκούσαντες εἶτα τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν.

Ἀλλὰ τίς ἡ δωρεὰ τοῦ Θεοῦ; «εἰ ᾔδεις» γάρ, φησί, «τὴν δωρεὰν τοῦ Θεοῦ». Ἵνα τ’ ἄλλα παρῶμεν, αὐτὸ τὸ τοὺς ὑπὸ Ἰουδαίων βδελυκτοὺς εἶναι νομιζομένους καὶ μέχρι δόματος πόματος ἀκοινωνήτους τὸν ἐνανθρωπήσαντα Θεὸν μὴ βδελύττεσθαι, πηλίκης δωρεᾶς τε καὶ χάριτος; Τὸ δὲ καὶ τοσοῦτον ἐρασμίους ἡγεῖσθαι, ὡς μὴ μόνον τὰ παρ’ αὐτῶν διδόμενα δέχεσθαι, ἀλλὰ καὶ αὐτῶν ἐκείνοις τῶν αὐτοῦ θείων χαρισμάτων μεταδιδόναι (τί λέγω τῶν χαρισμάτων; ἑαυτὸν γὰρ παρέχει καὶ σκεύη δεκτικὰ τῆς αὑτοῦ θεότητος ἀπεργάζεται τοὺς πιστεύοντας· οὐ γάρ ἐστιν ἄλλως πηγὴν αὐτοὺς ἐν ἑαυτῆς ἔχειν, ὡς προϊδὼν ἐπαγγέλλεται, πρὸς ζωὴν αἰώνιον ἁλλομένην), τίς νοῦς ἐννοήσει; τίς λόγος ἐκφράσει τὸ ὑπερβάλλον τῆς δωρεᾶς;

Ἡ δὲ Σαμαρεῖτις, μήπω τὸ μεγαλεῖον συνεῖσα τοῦ ζῶντος ὕδατος, πρῶτον μὲν ἀπορεῖ, πόθεν ὁ προσλαλῶν εὑρήσει τὸ ὕδωρ ὃ ἐπαγγέλλεται, μήτε ἄντλημα ἔχων καὶ τοῦ φρέατος ὄντος βαθέος· εἶτα καὶ συγκρίνειν ἐπιχειρεῖ τοῦτον πρὸς Ἰακώβ, ὃν καὶ πατέρα καλεῖ, σεμνολογοῦσα τὸ γένος ἀπὸ τοῦ τόπου, καὶ τὸ ὕδωρ ἐξαίρει τοῦ φρέατος, ὡς μὴ ἂν εὑρεθέντος καλλίονος· ὡς δὲ ἤκουσε τοῦ Κυρίου εἰπόντος, ὅτι τὸ ὕδωρ, ὃ ἐγὼ δώσω, πηγὴ γενήσεται τῷ λαβόντι πρὸς ζωὴν αἰώνιον ἁλλομένη, ψυχῆς μὲν ποθούσης ἀφῆκε ρῆμα καὶ πρὸς πίστιν ἐναγομένης, μήπω δὲ δυνηθείσης πρὸς τὸ φῶς τρανῶς ἀναβλέψαι· «δός μοι», γάρ φησι, «Κύριε, τὸ ὕδωρ τοῦτο, ἵνα μὴ διψῶ, μηδὲ ἔρχωμαι ἐνθάδε ἀντλεῖν»· ὁ δὲ Κύριος ἔτι κατὰ μικρὸν ἑαυτὸν ἀνακαλύπτειν βουλόμενος προστάττει ταύτῃ καὶ τὸν ἄνδρα φωνῆσαι. Ὡς δ’ ἐκείνη, καὶ κρύπτουσα τὰ κατ’ αὐτὴν καὶ σπεύδουσα τὸ δῶρον λαβεῖν, ἔλεγεν οὐκ ἔχω ἄνδρα, πόσους οἰκείους ἐκ παιδὸς ἔσχεν ἀκούει καὶ νῦν ἐλέγχεται μὴ τὸν οἰκεῖον αὑτῆς ἔχειν ἄνδρα· καὶ πρὸς μὲν τὸν ἔλεγχον οὐ δυσχεραίνει, πάραυτα δὲ προφήτην ὄντα γνοῦσα τὸν προσλαλοῦντα μειζόνων ἅπτεται ζητημάτων.

Ὁρᾶτε τὸ μακρόθυμον ἅμα καὶ φιλομαθὲς τῆς γυναικὸς ὅσον; «Οἱ πατέρες» γάρ, φησίν, «ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἰεροσολύμοις ἐστὶν ὁ τόπος, ὅπου δεῖ προσκυνεῖν». Ὁρᾶτε οἵαν εἶχεν ἐν τῇ διανοίᾳ μελέτην καὶ πόσην εἶχε τῆς Γραφῆς εἴδησιν; Πόσοι νῦν τῶν ἐκ γενετῆς πιστῶν καὶ τῇ ἐκκλησίᾳ τροφίμων ἀγνοοῦσιν ὅπερ ἡ Σαμαρεῖτις ἠπίστατο, ὅτι οἱ πατέρες ἡμῶν, Ἰακὼβ δηλονότι καὶ οἱ ἐξ αὐτοῦ πατριάρχαι, ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν τῷ Θεῷ; Ταύτην τὴν γνῶσιν καὶ τὴν πρὸς ἐπίγνωσιν μελέτην τῆς θεοπνεύστου Γραφῆς ὡς ὀσμὴν εὐωδίας ὁ Χριστὸς προσιέμενος προσεκαρτέρει συντυγχάνων ἡδέως τῇ Σαμαρείτιδι.

Καθάπερ γὰρ ἐπὶ τῶν ἀνθράκων ἂν μέν τι τῶν εὐόσμων ἐνθῇς, ἐπιστρέφεις καὶ παρακατέχεις τοὺς προσιόντας, ἂν δέ τι τῶν βαρυόσμων καὶ δυσωδῶν, ἀπωθῇ τούτους καὶ ἀποστρέφεις, οὕτω καὶ ἐπὶ τῆς διανοίας, ἂν μὲν ἱερὰν ἔχῃς μελέτην καὶ σπουδήν, ἐπισκοπῆς θείας ἄξιον ποιεῖς σεαυτόν, αὕτη γὰρ ἧς ὀσφραίνεται Κύριος ὀσμῆς εὐωδίας· ἂν δὲ πονηροὺς καὶ ρυπαροὺς καὶ γηΐνους ἔνδον τρέφῃς λογισμούς, μακρὰν γίνῃ τῆς θείας ἐπισκοπῆς, τῆς ἀποστροφῆς τοῦ Θεοῦ φεῦ ἄξιον σαυτὸν ἐργασάμενος! «Οὐ γὰρ παραμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου», πρὸς τὸν Θεόν φησιν ὁ ψαλμῳδὸς προφήτης. Τοῦ γὰρ νόμου διακελευομένου, «μνησθήσῃ διὰ παντὸς Κυρίου τοῦ Θεοῦ σου, καθήμενος καὶ πορευόμενος, κοιταζόμενος καὶ διανιστάμενος», καὶ τοῦ εὐαγγελίου λέγοντος, «ἐρευνᾶτε τὰς Γραφὰς» καὶ ἐν αὐταῖς εὑρήσετε ζωὴν τὴν αἰώνιον, καὶ τοῦ ἀποστόλου παραγγέλλοντος «ἀδιαλείπτως προσεύχεσθε», ὁ γηΐνοις λογισμοῖς ἐμβραδύνων παράνομός ἐστι πάντως· ὁ δὲ καὶ πονηροῖς καὶ ρυπαροῖς πόσῳ μᾶλλον;

Ἀλλὰ πότε τῷ Θεῷ προσεκύνησαν οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ; Ἡνίκα Ἰακὼβ ὁ πατριάρχης, τόν τε ἀδελφὸν φθονοῦντα φεύγων Ἠσαῦ καὶ ταῖς συμβουλαῖς τοῦ πατρὸς ὑπείκων Ἰσαάκ, πρὸς Μεσοποταμίαν ἀπῄει, καὶ ἡνίκα σὺν γυναιξὶν ἐκεῖθεν ἐπανῄει καὶ τέκνοις. Κατὰ γὰρ τὴν ἐπάνοδον σκηνὰς πηξαμένῳ περίπου τὸν τόπον τοῦτον, καθ’ ὃν ὁ Κύριος ὡμίλει τῇ Σαμαρείτιδι, μετὰ τὰ κατὰ τὴν Δείναν καὶ τὴν ἅλωσιν τῶν Σικήμων, εἶπεν ὁ Θεὸς τῷ Ἰακώβ, ὡς ἐν τῇ Γενέσει γέγραπται· «ἀναστὰς ἀνάβηθι εἰς Βαιθήλ, καὶ ποίησον ἐκεῖ θυσιαστήριον τῷ Θεῷ, τῷ ὀφθέντι σοι ἐν τῷ ἀποδιδράσκειν σε ἀπὸ προσώπου Ἠσαῦ τοῦ ἀδελφοῦ σου». Καὶ μετὰ τὸ ρῆμα τοῦτο, μεταναστὰς ὁ Ἰακώβ, ἀνέβη εἰς τὸ παρακείμενον ὄρος καὶ ᾠκοδόμησε, φησίν, ἐκεῖ θυσιαστήριον καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου Βαιθήλ· ἐκεῖ γὰρ ἐπεφάνη αὐτῷ ὁ Θεός. Διὰ τοῦτό φησιν ἡ Σαμαρεῖτις ὅτι οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν, τῶν ἀρχαίων ἐκείνων ἀντεχομένη· τὰ γὰρ κατὰ τὸν ἐν Ἰεροσολύμοις ναὸν ὕστερον ἐνομοθετήθη. Καὶ ἐπειδή περ ὁ τόπος ἐκεῖνος οἶκος Θεοῦ ἐκλήθη παρὰ τοῦ Ἰακώβ, τοῦτο γὰρ ἑρμηνευόμενον δηλοῖ τὸ Βαιθήλ, διαπορεῖ ποθοῦσα μαθεῖν, πῶς οὐκ ἐκεῖ μᾶλλον, ἀλλ’ ἐν Ἰεροσολύμοις εἶναι λέγετε ὁ οἶκος τοῦ Θεοῦ, ἐν ᾧ θύειν καὶ προσκυνεῖν τῷ Θεῷ νομίζετε.

Ὁ δὲ Κύριος καὶ τὸν σκοπὸν τῶν οἰκείων λόγων ἤδη περαίνων καὶ περὶ τῆς γυναικὸς προφητεύων, ὅτι τοιαύτη ἔσται οἵαν ὁ Θεὸς ζητεῖ τε καὶ ἀποδέχεται, καὶ πρὸς τοὺς αὐτῆς λόγους ἀποκρινόμενος, «πίστευσόν μοι, γύναι», φησίν, «ὅτι ἔρχεται ὥρα, ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ, οὔτε ἐν Ἰεροσολύμοις προσκυνήσετε τῷ Πατρί»· καὶ μετ’ ὀλίγα, «τοιούτους γὰρ ὁ Θεὸς ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν».

Ὁρᾶτε ὅτι καὶ περὶ αὐτῆς διατείνεται, ὅτι τοιαύτη ἔσται οἵαν ὁ Θεὸς ζητεῖ καὶ ὅτι προσκυνήσει τῷ ἀνωτάτῳ Πατρὶ μὴ τοπικῶς, ἀλλ’ εὐαγγελικῶς (πρὸς αὐτὴν γὰρ ὁ λόγος, ὅτι οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἰεροσολύμοις προσκυνήσετε τῷ Πατρί), ἅμα δὲ καὶ τὴν τοῦ νόμου μετάθεσιν φανερῶς αὐτῇ προαγγέλλει; Μετατιθεμένης γὰρ τῆς προσκυνήσεως, ἐξ ἀνάγκης καὶ τοῦ νόμου μετάθεσις ἔσται.

Ἀλλὰ καὶ τὸ μεταξὺ κείμενον «ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστί», πρὸς μὲν τὸν ἐκείνης λόγον ὡς ἀπόκρισίς ἐστιν, ἅμα δὲ καὶ τοῖς οἰκείοις λόγοις ἐστὶν ἀκόλουθον. Τοῦτο γάρ, φησίν, ὡς ἡμεῖς οἱ Ἰουδαῖοι (συντάττει γὰρ καὶ ἑαυτὸν ἐκείνοις, ὡς ἐξ ἐκείνων ὄντα κατὰ σάρκα)· ἡμεῖς οὖν, φησίν, οἱ μὴ καταψευδόμενοι τοῦ ὀνόματος, ἀλλ’ ἐπιγινώσκοντες τὰ ἡμέτερα, τοῦτο κατὰ τὴν προσκύνησιν ὑμῶν τῶν Σαμαρειτῶν διαφέρομεν, ὅτι γινώσκομεν διὰ τοῦτο τὴν προσκύνησιν ἐν Ἰουδαίᾳ τελεῖσθαι νομιζομένην, ὅτι ἐκ τῶν Ἰουδαίων ἡ σωτηρία παντὸς τοῦ κόσμου, τουτέστιν ὁ Χριστὸς ἐλεύσεται.

Ὅτι δὲ οὐκέτι μέλλει, αὐτὸς γὰρ ἦν, οὐκ εἶπεν ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἔσται, ἀλλ’ ὅτι ἐστίν. «Ἀλλ’ ἔρχεται», φησίν, «ὥρα καὶ νῦν ἐστι». Καὶ ταῦτα προφητικά· τὸ μὲν γὰρ ἔρχεται, ὅτι οὔπω ἐτελέσθη, τελεσθήσεται δέ, τὸ δὲ νῦν ἐστιν, ἐπειδή περ ἑώρα ταύτην ὅσον οὔπω πιστεύουσαν, καὶ πνευματικῶς καὶ ἀληθῶς προσκυνοῦσαν. «Ἔρχεται οὖν», φησίν, «ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ Πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ»· ὁ γὰρ ἀνωτάτω καὶ προσκυνητὸς Πατήρ, Πατὴρ αὐτοαληθείας ἐστί, δηλονότι τοῦ μονογενοῦς Υἱοῦ, καὶ Πνεῦμα ἀληθείας ἔχει, τὸ Πνεῦμα τὸ ἅγιον, καὶ οἱ ἐν αὐτοῖς τοῦτον προσκυνοῦντες, καὶ ὡς οὕτω πιστεύοντες καὶ ὡς διὰ τούτων ἐνεργούμενοι. Τὸ Πνεῦμα γάρ ἐστι, φησὶν ὁ ἀπόστολος, δι’ οὗ προσκυνοῦμεν καὶ δι’ οὗ προσευχόμεθα, καὶ «οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰμὴ δι’ ἐμοῦ», ὁ τοῦ Θεοῦ μονογενής φησιν.

Οἱ οὖν οὕτως ἐν πνεύματι καὶ ἀληθείᾳ τὸν ἀνωτάτω Πατέρα προσκυνοῦντες, οὗτοί εἰσιν οἱ ἀληθινοὶ προσκυνηταί. Ἐπεὶ δὲ καὶ τὰ Ἰεροσόλυμα καὶ τὴν Σαμάρειαν ἐξέβαλεν, ἵνα μή τις νομίσῃ τόπον ἕτερον ἀντεισαχθήσεσθαι μέλλειν, διὰ τῶν ἑξῆς ἀπάγει πάλιν τὸν ἀκροώμενον πάσης σωματικῆς ἐννοίας καὶ τόπου καὶ προσκυνήσεως, «Πνεῦμα», λέγων, «ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν», τουτέστιν ἐκτὸς σωμάτων πάντῃ τὸν ἀσώματον ἐννοοῦντας· οὕτω γὰρ καὶ ἀληθῶς ὄψονται τοῦτον πανταχοῦ ἐν τῷ πνεύματι καὶ τῇ ἀληθείᾳ αὐτοῦ. Ὡς μὲν γὰρ πνεῦμα ὑπάρχων ὁ Θεὸς ἀσώματός ἐστι, τὸ δὲ ἀσώματον οὐκ ἐν τόπῳ ἐστίν, οὐδὲ τοπικοῖς ὅροις περιγράφεται. Οὐκοῦν ὁ λέγων ἐν τοῖς ὁρίοις μόνοις τῶν Ἰεροσολύμων ἢ τοῦ τῆς Σαμαρείας ὄρους ἢ ἐν ἄλλῳ τινὶ τῶν ἁπανταχοῦ γῆς καὶ οὐρανοῦ τόπων δεῖν προσκυνεῖσθαι τὸν Θεόν, οὐκ ἀληθῶς φησιν, οὐδ’ ἀληθῶς προσκυνεῖ. Ἀλλ’ ὡς μὲν ἀσώματος ὁ Θεὸς οὐδαμοῦ, ὡς δὲ Θεὸς πανταχοῦ· εἰ γάρ ἐστιν ὄρος ἢ τόπος ἢ κτίσις, οὗ μή ἐστιν ὁ Θεός, πάλιν εὑρεθήσεται περιγραφόμενος ἔν τινι· πανταχοῦ οὖν καὶ ἐν πᾶσιν ὁ Θεός. Πῶς οὖν πανταχοῦ καὶ ἐν πᾶσιν, ὡς οὐχ ὑπὸ μέρους, ἀλλ’ ὑπὸ τοῦ παντὸς περιεχόμενος; οὔμενον· σῶμα γὰρ ἔσται πάλιν.

Οὐκοῦν, ὡς τὸ πᾶν καὶ συνέχων καὶ περιέχων, αὐτός ἐστιν ἐν ἑαυτῷ πανταχοῦ τε καὶ ὑπὲρ τὸ πᾶν, προσκυνούμενος παρὰ τῶν ἀληθινῶν προσκυνητῶν ἐν τῷ πνεύματι καὶ τῇ ἀληθείᾳ αὐτοῦ.

Πανταχοῦ τοίνυν ὁ Θεός, οὐ τῆς γῆς μόνον ἀλλὰ καὶ τῶν ὑπὲρ γῆν, προσκυνηθήσεται παρὰ τῶν οὕτω πιστευόντων ἀληθῶς τε καὶ θεοπρεπῶς, Πατὴρ ἀσώματος καὶ κατὰ χρόνον καὶ τόπον ἀόριστος, ἐν ἁγίῳ καὶ ἀϊδίῳ Πνεύματι καὶ Υἱῷ καὶ Λόγῳ συνανάρχῳ, ὅς ἐστιν ἡ ἐνυπόστατος τοῦ Πατρὸς ἀλήθεια. Ἀλλὰ καὶ ψυχὴ καὶ ἄγγελος ἀσώματα ὄντα, οὐκ ἐν τόπῳ ἐστίν, ἀλλ’ οὐχὶ καὶ πανταχοῦ ἐστιν· οὐ γὰρ συνέχουσι τὸ πᾶν, ἀλλὰ καὶ αὐτὰ δεῖται τοῦ συνέχοντος, οὐκοῦν καὶ αὐτὰ ἐν τῷ συνέχοντι καὶ περιέχοντι τὸ πᾶν, ὑπ’ αὐτοῦ καταλλήλως ὁριζόμενα. Ἡ μέντοι ψυχή, συνέχουσα τὸ σῶμα ᾧ καὶ συνεκτίσθη, πανταχοῦ τοῦ σώματός ἐστιν, οὐχ ὡς ἐν τόπῳ, οὐδ’ ὡς περιεχομένη, ἀλλ’ ὡς συνέχουσά τε καὶ περιέχουσα τὸ σῶμα, κατ’ εἰκόνα καὶ τοῦτ’ ἔχουσα Θεοῦ.

Ἡ δὲ Σαμαρεῖτις ὡς ἤκουσε παρὰ Χριστοῦ τῶν ἐξαισίων τούτων καὶ θεοπρεπῶν φωνῶν, ὡς ὁ Θεὸς οὐδαμοῦ κατ’ ἀλήθειαν προσκυνητός ἐστιν, εἰμὴ ἐν τῷ πνεύματι καὶ τῇ ἀληθείᾳ αὐτοῦ, καθάπερ ἡ ἐν τοῖς ᾄσμασι τῶν ᾀσμάτων νυμφευομένη τῷ Θεῷ ψυχή, τῇ φωνῇ τοῦ νυμφίου τῆς ἀφθαρσίας ἀναπτερωθεῖσα, τοῦ προσδοκωμένου καὶ ποθουμένου καὶ λεληθότως ἔτι παρόντος ποιεῖται μνείαν λέγουσα· «οἶδα ὅτι Μεσσίας ἔρχεται, ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος ἀναγγελεῖ ἡμῖν πάντα». Ὁρᾶτε πῶς ἦν ἑτοιμοτάτη πρὸς πίστιν, ὡς ἐγγίζοντος ἤδη τοῦ προσδοκωμένου, καὶ λίαν εὔελπις;

Ἆρ’ οὐχὶ καὶ ταύτης ἦν λέγειν μετὰ τοῦ Δαβίδ, «ἑτοίμη ἡ καρδία μου, ὁ Θεός, ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψάλλω ἐν τῇ δόξῃ μου»; Πόθεν δὲ καὶ τοῦτο βεβαίως οὕτως ᾔδει καὶ ἀσφαλῶς καὶ τὴν ἐκ ψυχῆς εἶχε πρὸς αὐτὸ διάθεσιν, εἰ μὴ μετὰ συνέσεως ἀκροτάτης τὰς προφητικὰς ἐξεμελέτησε βίβλους; Ἐντεῦθεν καὶ τὸν νοῦν οὕτω μετάρσιον εἶχε, τῆς θείας ἔμπλεως γεγονότα κατοχῆς· ὡς ἐμοὶ νῦν ἀγαμένως ὁρῶντι τὸν τῆς Σαμαρείτιδος ταύτης πρὸς Χριστὸν πνευματικόν τε καὶ σφοδρὸν πόθον, ἐπέρχεται περὶ αὐτῆς πάλιν τὰ τοῦ ᾄσματος ἐκείνου λέγειν, «τίς αὕτη ἡ ἐκκύπτουσα ὡσεὶ ὄρθρος, καλὴ ὡς σελήνη, ἐκλεκτὴ ὡς ὁ ἥλιος;». Τῷ μὲν γὰρ ἐπαγγέλλεσθαι μετ’ ὀλίγον ἐπιφανήσεσθαι τὸν τῆς δικαιοσύνης νοητὸν ἥλιον Χριστὸν καὶ τῷ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν δι’ αὐτῆς ἀρχομένην ὑποφαίνειν ὡς ἐξ ἱερᾶς ἀνίσχουσαν κολυμβήθρας τῆς πηγῆς, ἐφ’ ἧς εἱστήκει, καθάπερ κατηχουμένη παρὰ τοῦ Σωτῆρος, ὁρῶ ταύτην ἐκκύπτουσαν ὡς πολυέραστον ὄρθρον.

Καλὴ δέ ἐστιν ὡσεὶ σελήνη, ἐπειδὴ φαίνει, τῆς νυκτὸς ἔτι τῆς ἀσεβείας ἐπικρατούσης· ἐκλεκτὴ δὲ ὡς ὁ ἥλιος, ἅ τε καὶ Φωτεινὴ παρὰ τοῦ Σωτῆρος ὠνομασμένη καὶ τοῦ καταλόγου καὶ αὕτη τετελεσμένη τῶν μελλόντων ὡς ἥλιος λάμψειν κατὰ τὸ εὐαγγέλιον, ἐπεὶ καὶ μακαριωτάτῳ καὶ μαρτυρικῷ τέλει τὸν ἑξῆς φωτοειδῆ βίον ἐπεσφραγίσατο, καὶ νῦν δὲ Θεὸν οἶδεν ἀληθῆ τὸν Χριστὸν καὶ τελέως τοῦτον ἐθεολόγησε, καὶ ὅπερ αὐτὸς τοῖς μαθηταῖς εἶπεν ὕστερον περὶ τοῦ συμφυοῦς καὶ ὁμοτίμου Πνεύματος, ὡς ὅταν ἔλθῃ ἐκεῖνος διδάξῃ πᾶσαν τὴν ἀλήθειαν, τοῦτο καὶ αὕτη προλαβοῦσα περὶ αὐτοῦ φησιν, «ὅταν ἔλθῃ ἐκεῖνος ἀναγγελεῖ ἡμῖν πάντα».

Ἀλλ’ ὡς εἶδε τοιαύτην οὖσαν ὁ νοητὸς νυμφίος Χριστός, ἀπερικαλύπτως πρὸς αὐτήν φησιν, «ἐγώ εἰμι ὁ λαλῶν σοι». Ἡ δὲ εὐθέως ὡς ἐκλεκτὴ ὄντως εὐαγγελίστρια γίνεται καὶ τὴν ὑδρίαν ἀφεῖσα καὶ πρὸς τὴν πόλιν δραμοῦσα πάντας ἐπιστρέφει τοῖς λόγοις καὶ πρὸς πίστιν τοῦ ὀφθέντος ἐνάγει, «δεῦτε ἴδετε», λέγουσα, «ἄνθρωπον, ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα· μή τοι οὗτός ἐστιν ὁ Χριστός;». Οὕτω δέ φησιν, οὐκ ἀμφιβολίαν αὕτη κεκτημένη τινά, πληροφορηθήσεσθαι δὲ μᾶλλον ἐκ τῆς θέας καὶ διὰ τῆς πρὸς τὸν Κύριον ὁμιλίας εὐχερέστερον ἀναπεισθήσεσθαι καὶ τοὺς ἄλλους πιστεύουσα, καθάπερ καὶ διὰ τῶν ἔργων ἐξέβη.

Ἐγὼ δὲ καὶ τοῖς προειρημένοις συνοπτικώτερον ἐχρησάμην καὶ τὰ ἑξῆς τῶν εὐαγγελικῶν ρημάτων ἀρτίως παρίημι, τὴν ὥραν ἐπὶ τὰς τοῦ σώματος χρείας καὶ τὰ ἔργα τοῦ βίου κατεπείγουσαν ὑμᾶς ὁρῶν. Ἀλλ’ ὑμεῖς σκοπεῖτε τὴν Σαμαρείτιδα ταύτην· ὡς γὰρ ἤκουσε τῶν εὐαγγελικῶν λόγων, οὓς καὶ ἡμεῖς ἐξαγγέλλομεν πρὸς τὴν ὑμετέραν ἀγάπην, εὐθὺς καὶ τῶν ἀναγκαιοτάτων τοῦ σώματος κατεφρόνησεν· ἀφῆκε γὰρ πάραυτα καὶ τὴν ὑδρίαν καὶ τὴν οἰκίαν, καὶ εἰς τὴν πόλιν δραμοῦσα καὶ τοὺς Σαμαρείτας ἐπισπασαμένη, σὺν αὐτοῖς πάλιν ἐπανῆλθε πρὸς τὸν Χριστόν· τὸ γάρ, «δεῦτε ἴδετε», τοῦτό φησιν ἄντικρυς, ἀκολουθήσατέ μοι καὶ ὁδηγήσω ὑμᾶς καὶ δείξω νῦν ὑμῖν τὸν ἐξ οὐρανῶν σωτῆρα τῷ κόσμῳ παραγενόμενον.

Ἐκείνους μὲν οὖν οὕτω τηνικαῦτα προτρεψαμένη τῷ Χριστῷ παρέστησεν, ἡμᾶς δὲ διδάσκει διὰ τοῦ καταλιπεῖν καὶ τὴν οἰκίαν καὶ τὴν ὑδρίαν προτιμοτέραν ἡγεῖσθαι καὶ τῶν ἀναγκαίων χρειῶν τὴν ἐκ τῆς διδασκαλίας ὠφέλειαν, ἣν καὶ ὁ Κύριος ἀγαθὴν μερίδα προσεῖπε πρὸς τὴν ἐν τῷ εὐαγγελίῳ Μάρθαν, ὑπὲρ τῆς ἀκροωμένης τοῦ λόγου Μαρίας διαλεγόμενος. Εἰ δὲ τῶν ἀναγκαίων περιφρονεῖν δεῖ, πόσω μᾶλλον τῶν ἄλλων; Τί γάρ σε καὶ κατεπείγει καὶ τῶν κατὰ ψυχὴν ὠφελίμων ἀκουσμάτων ἀπάγει; Οἴκου καὶ παίδων καὶ γυναικὸς ἐπιμέλεια; οἰκεῖον ἢ συγγενικὸν πένθος ἢ χαρμονή; ἀγορασία τις κτημάτων ἢ πώλησις; χρῆσις τῶν ὑπαρχόντων σοι πάντων, μᾶλλον δὲ κατάχρησις; Ἀλλ’ ἄκουε συνετῶς τῶν ἀποστολικῶν διδαγμάτων· «ὁ καιρός, ἀδελφοί, συνεσταλμένος τὸ λοιπόν ἐστιν, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσι καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου».

Τί ἐστιν, «ὁ καιρὸς συνεσταλμένος ἐστί»; Βραχὺς ὁ βίος, ἐγγὺς ὁ θάνατος, φθαρτὸς ὁ κόσμος οὗτος, ὁ ἀεὶ μένων ἕτερος· παραπέμπει δὲ ἡμᾶς πρὸς ἐκεῖνον ἐν ἀσφαλείᾳ ἡ τοῦ παρόντος καταφρόνησις κόσμου, ἡ πρὸς τὸν μέλλοντα ἐκεῖνον ἑτοιμασία, τὸ ζῆν κατὰ τὸ ἐγχωροῦν ἀπὸ τῶν ἐνταῦθα κατ’ ἐκείνην τὴν πολιτείαν καὶ τὸ τοῦ παρόντος βίου βλαβερὸν ὅση δύναμις φεύγειν. Καθάπερ δὲ πολεμίων ἐπιδρομῆς ἐπὶ τὰ ἐκτὸς τῆς πόλεως πυκνὰ γινομένης, τοὺς ἀγροὺς ἔχομεν ὡς μὴ ἔχοντες καὶ τὸν πλείω χρόνον ἐκείνους φεύγοντες ἐντὸς ἐν ἀσφαλείᾳ καθήμεθα, κἂν ἐπὶ καιρὸν ἀναχωρήσωσιν οἱ πολέμιοι, χρώμεθα πρὸς βραχὺ τοῖς πρὸ τοῦ ἄστεος περιπάτοις, ἀλλ’ οὐ καταχρώμεθα, τὸν καιρὸν τῆς χρήσεως συνεσταλμένον ὁρῶντες, οὕτω καὶ τῷ κόσμῳ τούτῳ χρῆσθαι καὶ μὴ καταχρῆσθαι παραινεῖ καλῶς ὁ ἀπόστολος· ὁρᾷ γὰρ τοὺς ἀοράτους πολεμίους δεινῶς ἐπεμβαίνοντας καὶ τὸ προσδόκιμον τῆς φθορᾶς· «παράγει» γάρ φησι «τὸ σχῆμα τοῦ κόσμου τούτου».

Καίτοι ἐπειδή περ οὐ κυρίως ὑφέστηκεν, ἀλλ’ ὡς εἶπε σχηματισμός ἐστι τὰ παρόντα μόνον, καὶ γίνεται μέν, οὐκ ἔστι δέ, πρὸς ὀλίγον φαινόμενά τε καὶ παρερχόμενα, κἄν τις ἐθέλοι κατέχειν, οὐ δυνήσεταί ποτε, καθάπερ θερινῆς ἀγόνου νεφέλης ἐλαυνομένης ὑπ’ ἀνέμου καὶ ταχὺ παρατρεχούσης σκιάν, διὰ μόνον τὸ φανερὰν γενέσθαι τὴν ἑκάστου πρόθεσιν ἡ παραίνεσις καὶ τὸ δοῦναι σημεῖον τῆς ἐπιγνώσεως τῶν παρὰ Θεοῦ διδαγμάτων· κἂν γὰρ ἐθέλῃ τις κατέχειν, καθάπερ ἔφην, οὐ καθεκτὰ τὰ παρόντα, καὶ τοῦτο διχῶς· οὐ γὰρ μόνον ὁ κόσμος οὗτος παράγει, ἀλλὰ καὶ ἡμῶν ἕκαστος τῶν τῷ κόσμῳ τούτῳ χρωμένων, ἔσθ’ ὅτε καὶ πρὸ τῶν ἀνὰ χεῖρας ἐν τῷ κόσμῳ παράγει. Καὶ καθάπερ ὁδόν τινα βαδίζων παρέρχεται πᾶς ἄνθρωπος καὶ αὐτὴν πολυειδῶς κινουμένην καὶ παρερχομένην αὐτόν, καὶ δυοῖν ἐξ ἀνάγκης ἐκβαίνει θάτερον, ἢ πρότερα τοῦτον τὰ τῆς ὁδοῦ παρελθόντα φθάνει καὶ ἃ κατεῖχεν οὗτος οὐκέτ’ ἔχει κατέχειν ἢ αὐτὸς φθάνει τελείως παρελθὼν τὴν τοῦ βίου ταύτην ὁδὸν καὶ οὐκέτ’ ἔχει κατέχειν τὰ ἐν τῷ βίῳ· θνητὸς γὰρ ὢν ὁ ἄνθρωπος τοῖς ἐν τῷ βίῳ συνημμένος ἐστίν, ἅ ἐστι καὶ ταῦτα τρεπτά. Ἢ οὖν πολυτρόπως τρέπεται τοῖς τρεπτοῖς συνημμένος καὶ ἀπώλεσεν ἃ κατεῖχε, πλοῦτον ἴσως, περιφάνειαν, εὐθυμίαν, ἢ θανὼν αὐτὸς ἑαυτῷ φθάνει τὴν τροπὴν κεφαλαιωδέστερον ἐπενεγκών, καὶ γυμνὸς ἄπεισι, τὰ νῦν ὄντα καὶ τὰς ἐπὶ τούτοις ἐλπίδας καταλιπών.

Παισὶν ἴσως; Ἀλλὰ τίς καὶ τούτου τέρψις; Αὐτῷ μὲν γὰρ αἴσθησις οὐκέτ’ ἔστι τῶν ἐνταῦθα, οἱ δὲ παῖδες τὸν ἴσον ἢ τὸν ἕτερον διαπεσοῦνται τρόπον. Συμφορὰ οὖν ἀεὶ τῶν τῷ κόσμῳ τούτῳ προσκειμένων τὸ τέλος, γυμνῶν ὕστατον ἐκφερομένων καὶ πάντα καταλιμπανόντων ἐνταῦθα τὰ καταθύμια. Τοῖς δὲ τὰ τοῦ κόσμου τούτου περιφρονοῦσι καὶ μανθάνειν ζητοῦσι περὶ τοῦ μέλλοντος κόσμου καὶ πράττειν σπεύδουσι τὰ λυσιτελήσοντα πρὸς ἐκεῖνον, οὐ ζημίαν ὁ θάνατος ἐπελθὼν ἐπάγει, μετάγει δὲ τούτους μᾶλλον ἀπὸ τῶν ματαίων καὶ ρευστῶν τούτων πρὸς ἡμέραν ἀνέσπερον, πρὸς ζωὴν ἀθάνατον, πρὸς πλοῦτον ἀδαπάνητον, πρὸς τρυφὴν ἀκήρατον, πρὸς δόξαν ἀΐδιον, πρὸς τὰ ὄντως ὄντα καὶ ἀναλλοίωτα διαμένοντα.

Ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κλίναντος οὐρανοῦ καὶ καταβάντος ὑπὲρ ἡμῶν, οὐ μέχρι μόνον ἡμῶν, ἀλλὰ μέχρι καὶ τῶν συγκεκλεισμένων ἐν τοῖς καταχθονίοις ψυχῶν· κἀκεῖθεν δι’ ἀναστάσεως καὶ παλινζωίας ἀναδραμόντος καὶ ἡμῖν παρασχόντος δι’ ἑαυτοῦ τὸν φωτισμὸν καὶ τὴν γνῶσιν καὶ τὴν ἐλπίδα τῶν οὐρανίων καὶ ἀϊδίων, ἐν οἷς ἐστι δεδοξασμένος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.