Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ομιλίες Α΄–Κ΄

Γρηγόριος Παλαμᾶς

Ομιλία Κ΄: Στο όγδοο Εωθινό Ευαγγέλιο

Εξέταση της ευαγγελικής περικοπής για τη Μαρία τη Μαγδαληνή και συμβολική ερμηνεία της καρτερίας, του αναστάσιμου φωτός και της νήψης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 20 από 20

ΕΙΣ ΤΟ ΚΑΤΑ ΤΟΝ ΕΥΑΓΓΕΛΙΣΤΗΝ ΙΩΑΝΝΗΝ ΟΓΔΟΟΝ ΕΩΘΙΝΟΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΩΘΙΝΟΝ ΕΥΑΓΓΕΛΙΟΝ Ἐν ᾗ καὶ ὅτι μεγάλων δωρεῶν ἀξιωθήσονται οἱ μέχρι τέλους μετ’ εὐλαβείας ἐν ταῖς ἱεραῖς συνάξεσι παραμένοντες Ἰωάννης ὁ παρθένος καὶ τὴν ἐν μητράσι μόνην παρθένον μητέρα κατὰ χάριν μόνος πλουτήσας, ὁ τῷ Χριστῷ διαφερόντως ἠγαπημένος, ὁ καὶ τῆς βροντῆς, ἣν ὁ Κύριος ἀνέβη εἰς οὐρανοὺς καὶ ἐβρόντησε, μᾶλλον τῶν ἄλλων εὐαγγελιστῶν χρηματίσας υἱός, διὸ καὶ μεγαλοφωνοτέρῳ χρησάμενος τῷ κηρύγματι, διατρανῶν ἡμῖν τὰ τῆς ἐκ νεκρῶν δεσποτικῆς ἀναστάσεως καὶ τὸν τρόπον τῆς μετὰ τὴν αὐτοῦ ἀνάστασιν φανερώσεως ἱστορῶν, τῇ μὲν παρελθούσῃ Κυριακῇ διὰ τῆς κατ’ αὐτὸν εὐαγγελικῆς συγγραφῆς ἐπ’ ἐκκλησίας ἠκούετο, λέγων, «τῇ μιᾷ τῶν σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωί, σκοτίας ἔτι οὔσης, εἰς τὸ μνημεῖον καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. Τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ Ἰησοῦς», ἑαυτὸν ἐνταῦθα δηλῶν.

Νῦν δὲ ἠκούσαμεν αὐτοῦ λέγοντος, «Μαρία δὲ εἱστήκει πρὸς τὸ μνημεῖον κλαίουσα ἔξω». Αὐτὸς μὲν γὰρ ὁ Ἰωάννης μετὰ τοῦ Πέτρου παρ’ αὐτῆς ἀκούσαντες καὶ δραμόντες ἐπὶ τὸ μνῆμα τὸ ζωαρχικὸν εἶδον ἃ εἶδον καὶ διὰ τεκμηρίων πιστεύσαντες καὶ θαυμάσαντες ἀπῆλθον πρὸς ἑαυτούς. Παραμείνασα δὲ ἡ Μαρία εἱστήκει πρὸς τῷ μνημείῳ κλαίουσα ἔξω· δῆλον, ὡς μήπω πληροφορίαν τινὰ λαβοῦσα περὶ τῆς δεσποτικῆς ἀναστάσεως, καίτοι δὶς ἤδη μεθ’ ἑτέρων ἦλθεν ἐπὶ τὸ μνῆμα· πρῶτον μὲν μετὰ τῆς Θεομήτορος, ὡς ὁ Ματθαῖος ἱστόρησε γράφων, «ὀψὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἔρχεται Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία, θεωρῆσαι τὸν τάφον· καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας» καὶ ὅσα τῶν ἑξῆς. Εἶτα νῦν ἔρχεται μετὰ Πέτρου καὶ Ἰωάννου, οἳ καὶ δι’ ὧν εἶδον πιστεύσαντες καὶ θαυμάσαντες ἀπῆλθον.

Δὶς οὖν μεθ’ ἑτέρων ἐπὶ τὸν τάφον ἐλθοῦσα, πάντων ἐκείνων τῶν συνελθόντων πιστευσάντων καὶ πληροφορηθέντων, ὡς μηδεμίαν αὕτη πληροφορίαν λαβοῦσα ἀπαραμύθητα κλαίει. Ἴδοι δ’ ἄν τις τοῦτο καὶ ἐπὶ τῶν κατ’ ἀρετὴν ἀγώνων τελούμενον· τοῖς μὲν γὰρ τῶν ἀγωνιζομένων εὐθὺς ἡ χάρις ὑπαντᾷ καὶ πληροφορίαν αὐτοῖς παρέχει τῶν ἀρραβώνων, γεύουσα τῶν ἐπηγγελμένων ἐπάθλων, οἱονεὶ προτείνουσα φιλάνθρωπον χεῖρα καὶ δεξιουμένη τούτους καὶ πρὸς τὰ ἑξῆς ὑπαλείφουσα· τῶν δὲ τὸ τέλος ἀναμένει τῆς ἀγωνίας, ἑτοιμάζουσα πάντως τούτοις καὶ τῆς ὑπομονῆς τοὺς στεφάνους, ὡς καί τινα λέγειν τῶν θεοφόρων πατέρων, οἱ μὲν πρὸ τῶν καμάτων, οἱ δὲ ἐν τοῖς καμάτοις, οἱ δὲ ἐν τῇ ἐξόδῳ τὰς ὁσίας ἀμοιβὰς ἐκδέχονται.

Γίνεται δὲ ταῦτα τῆς πανσόφου τοῦ Θεοῦ προνοίας πολυτρόπως οἰκονομούσης τὰ καθ’ ἡμᾶς καὶ τὸ προσῆκον καὶ λυσιτελὲς ἑκάστῳ φιλανθρώπως νεμούσης ἐπί τε τῶν τῆς ἀρετῆς ἔργων καὶ τῶν μυστηρίων τῆς πίστεως. Σοφῶς οὖν οὕτω καὶ φιλανθρώπως καὶ τὰ κατὰ τὴν Μαγδαληνὴν Μαρίαν οἰκονομῶν ὁ δεσπότης, λαβεῖν οὔπω τότε τὴν πληροφορίαν τῆς αὐτοῦ ἀναστάσεως ἐδικαίωσεν, ἅμα δι’ αὐτῆς καὶ τοὺς ἔπειτα πρὸς ὑπομονὴν ἐνάγων καὶ προτρεπόμενος.

Τίνων γὰρ ἠξιώθη μετὰ ταῦτα διὰ τὴν αὐτῆς καρτερίαν καὶ τὴν ἐπίμονον προσεδρείαν, ἀκούσωμεν. «Ὡς οὖν ἔκλαιε», φησί, «παρέκυψεν εἰς τὸ μνημεῖον καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ».

Τὸ μὲν οὖν παρακύπτειν καὶ τὰ ὄμματα περιπαθῶς ἐπὶ τὸ μνῆμα στρέφειν τῆς ἄκρας διαθέσεως ἦν· ἐκεῖνο δὲ σκοπῆσαι δεῖ πρῶτον, πῶς σκοτίας ἔτι οὔσης, ὡς ἀνωτέρω φησὶν ὁ εὐαγγελιστής, ἀκριβῶς αὕτη πάντα ἑώρα καὶ κατὰ μέρος ἕκαστον, καὶ ταῦτα ἔξωθεν τὰ ἐντὸς ὄντα τοῦ σπηλαίου. Δῆλον οὖν, ὅτι ἔξω μὲν ἦν σκοτία ἔτι, μήπω τῆς αἰσθητῆς ἡμέρας τελέως ἐκφανείσης, τὸ δὲ σπήλαιον ἐκεῖνο τοῦ φωτὸς τῆς ἀναστάσεως ἔγεμεν, ὃ τῇ Μαρίᾳ θείως ὁρώμενον, τόν τε πρὸς Χριστὸν πόθον ἤγειρεν ἐπὶ τὸ μεῖζον καὶ δύναμιν παρεῖχε τοῖς ἐκείνης ὄμμασιν ἀγγελικῆς ὀπτασίας ἀντιλαμβάνεσθαι, καὶ μὴ μόνον ὁρᾶν, ἀλλὰ καὶ προσλαλεῖν ἀγγέλοις δύνασθαι· τοιοῦτον γὰρ ἐκεῖνο τὸ φῶς.

Ἐν λευκοῖς δὲ τούτους εἶδεν ἠμφιεσμένους, οὐ μόνον διὰ τὸ καθαρὸν καὶ φωτοειδὲς τῆς τῶν ἀγγέλων φύσεως, ἀλλὰ καὶ ὡς λευκαίνοντας καὶ διασαφοῦντας τὸ τῆς ἀναστάσεως μυστήριον, ἅμα δὲ καὶ ὡς ἔργῳ συνεορτάζοντας ἡμῖν τὴν ὄντως λαμπροφόρον ἡμέραν τῆς δεσποτικῆς ἀναστάσεως. Καθεζομένους δέ, ἵνα ἐπιγνῷ μὴ τότε ἐλθόντας, ἀλλὰ καὶ πρότερον παρόντας, εἰ καὶ μὴ πρότερον ἐφαίνοντο, καὶ τῆς τούτων ἀξίας ἐν περινοίᾳ γένηται, ἀναλογισαμένη τίνες οὗτοι, οἳ καὶ παρόντες οὐχ ἑωρῶντο. Ἐποίει δὲ τούτους οἶμαι καθῆσθαι καὶ ὁ πόθος τοῦ προσεγγίζειν μᾶλλον τῷ τόπῳ, ἐν ᾧ πρότερον ἔκειτο τὸ σῶμα τὸ δεσποτικόν· οἱονεὶ γὰρ ὑπὸ τῆς ἀγάπης προσεφύοντο τῷ μνήματι καθεζόμενοι, εἷς πρὸς τῇ κεφαλῇ καὶ ὁ ἕτερος πρὸς τοῖς ποσί, καὶ δεικνῦντες ἐπίσης ἐφετὸν καὶ τίμιον ἀγγέλοις καὶ τὴν τοῦ Χριστοῦ θεότητα, ἧς σύμβολον ὁ τῆς κεφαλῆς τόπος, καὶ τὴν ἐνανθρώπησιν αὐτοῦ, ἧς τύπος ὁ τόπος τῶν ποδῶν. «Καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι, Γύναι τί κλαίεις;».

Οὐρανὸν ὁρᾷς τὸ σπήλαιον, μᾶλλον δὲ ναὸν οὐράνιον ἀντ’ ἐπιγείου τάφου καὶ δεσμωτηρίου τετελεσμένον, ἀγγέλων οὐρανίων ἀντ’ ἐπιγείων φυλάκων πεπληρωμένον, σεμνυνόντων ἐξόχως ὡς Θεοῦ ζωοδότου τόπον καὶ σὺν χαρᾷ περιεπόντων τοῦτον κενόν· σὺ δέ, γύναι, τίνος ἕνεκα κλαίεις; Οὐκ ἀγνοοῦντες δὲ τὰ κατ’ αὐτὴν ἐρωτῶσιν, ἀλλ’ ἵνα τὸ πένθος ἀναστείλαντες κυρίαν αὐτὴν ποιήσωσι τῶν οἰκείων λογισμῶν καὶ λάβωσι χώραν ἐκτελέσαι τὸ οἰκεῖον ἔργον· ἔργον δὲ ἀγγέλων παρακαθημένων τῷ τάφῳ τοῦ Ζωοδότου τὴν τοῦ ἀναστάντος δόξαν ἐξαγγέλλειν. Ἀλλὰ τῶν ἀγγέλων ἐρωτησάντων, τίνος ἕνεκα κλαίει, «ὅτι ἦραν τὸν Κύριόν μου», φησὶν ἐκείνη, «καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν· καὶ ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω». Τί τὸ τὴν Μαρίαν παρασκευάσαν ἐξαίφνης εἰς τὰ ὀπίσω στραφῆναι; Πάντως ἡ τῶν ἀγγέλων πρὸς τὸν Δεσπότην ἐπεφανέντα δουλικὴ νεῦσις καὶ προσοχή. Ἐκείνη μὲν γὰρ ἑαυτῆς μόνης κύριον αὐτὸν ἐκάλει, καὶ κλοπὴν ὑπενόει καὶ μετάθεσιν τοῦ σώματος, διάθεσιν μὲν πρὸς αὐτὸν ἐκ ψυχῆς ἐνδεικνυμένη, μηδὲν δὲ θεοπρεπὲς περὶ αὐτοῦ φρονοῦσα. Οἱ δὲ δι’ ἔργων παριστᾶσι καὶ αὐτῶν τῶν ἀγγέλων τοῦ Θεοῦ τοῦτον εἶναι Κύριον· μήπω γὰρ ἐκείνου ἐπιφαινομένου αὐτοὶ παρεκάθηντο τῷ τάφῳ, τοῦ Δεσπότου δὲ καταντικρὺ ἐπιφανέντος ἐξανέστησαν εὐθὺς καὶ τούτῳ μετ’ εὐλαβείας καὶ θάμβους ἐν οἰκετικῷ σχήματι προσέσχον ἀτενῶς.

Στραφεῖσα δὲ ἡ Μαρία θεωρῆσαι τί τὸ τοὺς ἀγγέλους ἐκπλῆξαν καὶ μόνον φανέν, θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα, οὐ μέντοι ᾔδει ὅτι Ἰησοῦς ἐστιν, ἀνήκουστον ἔτι καὶ δυσπαράδεκτον ἔχουσα τὴν ἀνάστασιν. Ἐπεὶ δὲ καὶ ἀμυδρὸν ἐκτὸς ὑπῆρχεν ἔτι τὸ τῆς ἡμέρας φῶς καὶ ὁ Κύριος οὐκ ἐπεδείκνυ ταύτῃ τὴν θείαν λαμπρότητα, ὡς ἂν αὐτὸς ἐκεῖνος ὢν ὁ καὶ παθὼν γνωρίζηται, ἡ Μαρία οὐκ ἐπέγνω αὐτόν, ἀλλὰ καὶ κηπουρὸν τῶν ἐκεῖ φυτῶν ὑπενόει, τὸν γεωργὸν τῶν ψυχῶν, τὸν δημιουργὸν τοῦ παντός. Ὡς δὲ φωνήσας ἐκεῖνος καὶ καλέσας αὐτὴν ἐξ ὀνόματος, ἐγνώρισεν ἑαυτόν, Μαρία, εἰπών, ἀπεκρίνατο στραφεῖσα τὴν γνώμην ἐκείνη καί φησι, ραββουνί, ὃ λέγεται, διδάσκαλε, οὐδὲ οὕτως εἰ καὶ ζῶντα τοῦτον ἑώρα, θεοπρεπές τι λαβοῦσα ἐπὶ νοῦν, ἀλλ’ ὡς ἁπλῶς ἀνθρώπῳ Θεοῦ καὶ διδασκάλῳ τῶν θείων προσέχουσα. Διὸ μὴ μόνον προσπεσεῖν, ἀλλὰ καὶ ἅψασθαι τῶν αὐτοῦ ποδῶν, ὑπὸ τῆς ἀγάπης ὥρμησεν, ἀλλ’ ἀκούει, μή μου ἅπτου· ἐπειδὴ γάρ, φησίν, ἡ σὴ διάνοια τοῦ ὕψους οὐχ ἥψατο τοῦ κατ’ ἐμὲ μυστηρίου, ὅτι Θεὸς ὤν, ἐν σώματι νῦν ὁρῶμαι διὰ σέ, καὶ τούτῳ νῦν μάλιστα θεοειδεῖ, διὰ τοῦτο, μή μου ἅπτου.

Ἔδει δὲ καὶ τοῦτο τηρηθῆναι τῇ τοῦ Θεοῦ Μητρί, τὸ μόνην αὐτὴν ἐν γυναιξὶν ἅψασθαι τοῦ σώματος μετὰ τὴν ἀνάστασιν τοῦ ἐξ αὐτῆς δι’ ἡμᾶς ἐνανθρωπήσαντος Θεοῦ, ὃ καὶ γέγονεν, ὡς ὁ εὐαγγελιστὴς Ματθαῖος ἱστορεῖ· διὰ ταύτην γάρ φησιν, ὅτι προσελθοῦσαι ἥψαντο τῶν ποδῶν, τῇ δὲ Μαρίᾳ φησί, «μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα μου». Τοῦτο συνηρτημένον μέν ἐστι τοῖς ἑξῆς πρὸς τοὺς μαθητὰς αὐτοῦ λόγοις, ὅτι ἀναβαίνω πρὸς τὸν Πατέρα μου, οὔπω γὰρ ἀναβέβηκα. Λέγει δὲ τοῦτο, ἐμμερίμνους αὐτοὺς ποιῶν καὶ σπουδαιοτέρους, καὶ διεγείρων πρὸς ἐπιπόθησίν τε καὶ ζήτησιν τῆς αὐτοῦ θέας. Ἔχει δέ τι καὶ πρὸς τὴν Μαγδαληνὴν Μαρίαν, μή μου γὰρ ἅπτου, φησίν, ὅτι τοιοῦτο νῦν ἐστιν ὃ περίκειμαι σῶμα, ὡς καὶ πυρὸς ἀνωφερέστερον εἶναι καὶ δραστικώτερον, καὶ μὴ μόνον ἀναβαίνειν δύνασθαι πρὸς οὐρανόν, ἀλλὰ καὶ πρὸς αὐτὸν τὸν ὑπερουράνιον Πατέρα. Οὔπω δὲ ἀναβέβηκα πρὸς τὸν Πατέρα μου, ὅτι οὔπω μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἑαυτὸν ἐφανέρωσε τοῖς οἰκείοις μαθηταῖς.

Πορεύου οὖν πρὸς τοὺς ἀδελφούς μου τούτους· ἑνὸς γάρ ἐσμεν Πατρὸς πάντες, εἰ καὶ μὴ κατὰ τὸν αὐτὸν τρόπον· ἐγὼ μὲν γὰρ ὡς γνήσιος ἐκείνῳ καὶ ὁμοφυής, ἐκεῖνοι δὲ ὡς δι’ ἐμοῦ υἱοποίητοι τούτῳ γεγονότες. «Πορεύου δὴ πρὸς τοὺς ἀδελφούς μου τούτους καὶ εἰπὲ αὐτοῖς, ὅτι ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν». Ὡς γὰρ ἡμῶν μὲν Πατήρ ἐστι χάριτι διὰ τοῦ τῆς υἱοθεσίας Πνεύματος, ἐκείνου δὲ Πατὴρ φύσει κατὰ τὴν θεότητα, οὕτως ἡμῶν μὲν Θεός, ὡς τῆς φύσεως δημιουργός, ἐκείνου δὲ διὰ τὴν κατὰ τὸ ἀνθρώπινον οἰκονομίαν· καὶ διὰ τοῦτο κεχωρισμένως εἶπεν, ἵνα ἡμεῖς τὴν κατάλληλον διαφορὰν ἐννοήσωμεν. Ἐνῆγε δὲ κἀκείνους διὰ τοῦδε τοῦ μηνύματος, ὅτι ἀναβαίνει πρὸς τὸν Πατέρα, περὶ τοῦ οἰκείου σώματος ἐννοεῖν, ὡς τοιοῦτόν ἐστιν, οἷον ἐπὶ γῆς ἀεὶ καθάπερ καὶ πρότερον στρέφεσθαι καὶ συνεῖναι τούτοις διὰ παντός.

Ἀλλ’ ἡ μὲν Μαγδαληνὴ Μαρία, ἣν καὶ ὡς μίαν τῶν τοῦ Χριστοῦ μυροφόρων ὑμνοῦμεν, εἰς ἣν ἀπελθόντων παρὰ Χριστοῦ τῶν ἑπτὰ πνευμάτων τῆς πονηρίας, ἀντεισωκίσθη πάντως ἡ ἑπταχῶς ἐνεργοῦσα θεία χάρις τοῦ Πνεύματος· αὕτη μὲν οὖν ἡ Μαγδαληνὴ Μαρία, διὰ τὴν ἐπίμονον προσεδρείαν καὶ τῆς ἀγγελικῆς ὀπτασίας καὶ ὁμιλίας ἀξιωθεῖσα καὶ αὐτὸν ἰδοῦσα τὸν Κύριον, ἀπόστολος αὐτοῦ πρὸς τοὺς Ἀποστόλους γίνεται, καὶ παρ’ αὐτοῦ τοῦ θείου στόματος διδαχθεῖσα καὶ πληροφορηθεῖσα τελείως ἀπέρχεται πρὸς τοὺς Ἀποστόλους, ἀπαγγελοῦσα τούτοις ὅτι ἑώρακε τὸν Κύριον, καὶ ταῦτα εἶπεν αὐτῇ.

Ἡμεῖς δὲ σκοπήσωμεν, ἀδελφοί, πόσον ἡ Μαγδαληνὴ Μαρία τῆς ἀξίας ἀπεῖχε Πέτρου τοῦ κορυφαίου τῶν Ἀποστόλων καὶ Ἰωάννου τοῦ ἠγαπημένου τῷ Χριστῷ θεολόγου, καὶ πόσῳ τηνικαῦτα μειζόνων ἠξίωται παρ’ ἐκείνους. Ἐκεῖνοι γὰρ ἐπὶ τὸν τάφον δραμόντες μόνα τὰ ὀθόνια εἶδον καὶ τὸ σουδάριον, αὕτη δὲ διὰ τὴν ἐνδιάθετον καὶ ἐπίμονον καρτερίαν, ἅ τε παραμείνασα μέχρι τέλους καὶ τῇ θύρᾳ τοῦ σπηλαίου ἐνδιατρίβουσα, οὐ τοὺς ἀγγέλους μόνον, ἀλλὰ καὶ αὐτὸν τὸν Κύριον τῶν ἀγγέλων ἐν νεκρῶν ἀναστάντα σαρκὶ πρὸ τῶν Ἀποστόλων ἑώρακε καὶ αὐτήκοος αὐτοῦ γέγονε καὶ τῶν ἀπὸ τοῦ θείου στόματος αὐτοῦ προσταγμάτων διάκονος.

Ὁ δὲ ναὸς οὗτος ἐκείνου τοῦ σπηλαίου τύπος ἐστί, μᾶλλον δὲ καὶ πλέον ἔχει τοῦ τύπου, ἄλλο σχεδὸν ἐκεῖνο ὑπάρχον· ἔχει γὰρ τόπον, ἐν ᾧ τίθεται τὸ σῶμα τὸ δεσποτικόν, τὸ ἐνδότερον τοῦ καταπετάσματος καὶ τὴν ἐν αὐτῷ πανίερον τράπεζαν. Ὅστις οὖν ἐνδιαθέτως ἐπὶ τὸ θεῖον ὄντως καὶ θεοδόχον τοῦτον σπήλαιον προστρέχει καὶ προσεδρεύει καὶ παραμένει μέχρι τέλους, συνάγων καὶ ἀνατείνων πρὸς Θεὸν τὴν αὐτοῦ διάνοιαν, οὐ μόνον ἐπιγνώσεται τοὺς ἐν αὐτῇ τῆς θεοπνεύστου Γραφῆς λόγους, οἷόν τινας ἀγγέλους ἐξαγγέλλοντας περί τε τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ δι’ ἡμᾶς ἐνανθρωπήσαντος Λόγου τοῦ Θεοῦ, ἀλλὰ καὶ αὐτὸν ἀσφαλῶς ὄψεται τὸν Κύριον τοῖς τῆς διανοίας ὀφθαλμοῖς, οὐ πολὺ δὲ εἰπεῖν καὶ τοῖς τοῦ σώματος. Ὁ γὰρ μετὰ πίστεως βλέπων τὴν μυστικὴν τράπεζαν καὶ τὸν ἐν αὐτῇ προτιθέμενον ἄρτον τῆς ζωῆς, αὐτὸν ὁρᾷ τὸν ἐνυπόστατον Λόγον τοῦ Θεοῦ, σάρκα δι’ ἡμᾶς γενόμενον καὶ σκηνώσαντα ἐν ἡμῖν· κἂν ἑαυτὸν ἄξιον παράσχῃ πρὸς ὑποδοχήν, οὐχ ὁρᾷ μόνον, ἀλλὰ καὶ μέτοχος αὐτοῦ γίνεται καὶ ἔνοικον ἑαυτῷ κτᾶται καὶ τῆς παρ’ αὐτοῦ θείας χάριτος πληροῦται καὶ καθάπερ ἡ Μαρία ἐκεῖνα εἶδεν, ἃ τότε οἱ Ἀπόστολοι ἐπεθύμουν ἰδεῖν, οὕτως οὗτος ἐκεῖνα βλέπειν καὶ ἐκείνων ἀπολαύειν ἀξιοῦται, εἰς ἃ ἐπιθυμοῦσι κατὰ τὸν ἀπόστολον ἄγγελοι παρακύψαι, καὶ διὰ τῆς πρὸς αὐτὰ θέας καὶ μεθέξεως θεοειδὴς ὅλος ἐκτελεῖται.

Οὐκοῦν, ἀδελφοί, τὰς παρειμένας πρὸς ἀρετὴν ὑμῶν χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε καὶ τροχιὰς ὀρθὰς ποιεῖτε τοῖς ποσὶν ὑμῶν, βαδίζοντες τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας, τὴν δικαιοσύνην, τὴν σωφροσύνην, τὴν ἀγάπην, τὴν ταπείνωσιν, τὴν ἀλήθειαν· διεστραμμέναι δὲ ὁδοὶ πάντως καὶ σκολιαί, τὸ μῖσος, τὸ ψεῦδος, ὁ δόλος, ὁ φθόνος, ἡ πλεονεξία, ἡ ὑπερηφανία, καὶ τὰ παραπλήσια τούτοις, ἃ μὴ μόνον πραττόμενα, ἀλλὰ καὶ μόνον ἀγαπώμενα καὶ μελετώμενα κατὰ νοῦν, ἄξιον ποιεῖ τὸν ἄνθρωπον τῆς θείας ἀποστροφῆς, ἐπειδή περ ἄνθρωπος μὲν εἰς πρόσωπον, Θεὸς δὲ εἰς καρδίαν ὁρᾷ, καὶ αὐτός ἐστιν ὁ τὰς καρδίας ἐτάζων καὶ τοὺς νεφρούς.

Ἀλλ’ ἡμεῖς ἀθροιζόμενοι ἐν τῷ ναῷ τοῦ Θεοῦ, «ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, κατὰ τὴν τοῦ κορυφαίου τῶν Ἀποστόλων Πέτρου φωνήν, καὶ νήφοντες τελείως, ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ» οὐδὲ γάρ ἐστι δυνατὸν τὸν ἐπὶ τῆς ἱερᾶς τοῦ Θεοῦ ἐκκλησίας ἑστῶτα καὶ συνάγοντα τὸν οἰκεῖον νοῦν καὶ πρὸς τὸν Θεὸν ἀνατείνοντα καὶ τὴν διάνοιαν τῶν ἱερῶν ἀσμάτων ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐμμελετῶντα καὶ προσανέχοντα, μὴ τὴν θείαν ἀλλοίωσιν ἀλλοιωθῆναι, ἀναλόγως τῇ πρὸς τὸν Θεὸν καὶ τὰ θεῖα λόγια μελέτῃ· θέρμη γάρ τις ἐγγίνεται τῇ καρδίᾳ διὰ τῆς μελέτης ταύτης, ὡς μυίας τοὺς πονηροὺς ἀποσοβοῦσα λογισμοὺς καὶ πνευματικὴν εἰρήνην καὶ παράκλησιν ἐμποιοῦσα τῇ ψυχῇ καὶ τὸν ἁγιασμὸν τῷ σώματι παρέχουσα, κατὰ τὸ εἰπόντα, «ἐθερμάνθη ἡ καρδία μου ἐντός μου καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ». Καὶ τοῦτό ἐστιν ὃ καί τις τῶν θεοφόρων πατέρων ἐδίδαξεν ἡμᾶς λέγων, «πᾶσάν σου σπουδὴν ποίησον, ἵνα ἡ ἔνδον σου ἐργασία κατὰ Θεὸν ᾖ, καὶ νικήσεις τὰ ἔξω πάθη».

Πρὸς τοῦτο καὶ ὁ μέγας Παῦλος ἡμᾶς προτρεπόμενος, «Πνεύματι», φησί, «περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε». Διὸ καὶ ἀλλαχοῦ παραγγέλλει γράφων, «στῆτε περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ» ὡς τοῦ λογισμοῦ στρεφομένου περὶ τὰ θεῖα καὶ παραμένοντος τῇ κατὰ Θεὸν ἀληθείᾳ, τὸ ἐπιθυμητικὸν τῆς ψυχῆς ἐπέχοντος καὶ περιέποντος καὶ τὰς σαρκικὰς ἐπιθυμίας ἀπωθουμένου, τῶν δὲ σαρκικῶν λογισμῶν παυσαμένων ἀφ’ ἡμῶν, παραλαβοῦσα τὴν ψυχὴν ἠρεμοῦσαν ἡ τοῦ Πνεύματος χάρις, τῶν μελλόντων ἐκείνων γεύει καὶ ἀπορρήτων ἀγαθῶν, ἃ ὀφθαλμὸς ἐμπαθοῦς καὶ ἀμελοῦς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη τοιούτου· καὶ ἡ γεῦσις αὕτη ἀρραβών ἐστιν αὐτῶν, καὶ ἡ τοὺς ἀρραβῶνας τούτων δεχομένη καρδία πνευματικὴ γίνεται καὶ τῆς οἰκείας σωτηρίας λαμβάνει πληροφορίαν.

Οὐκοῦν εἴ τις ἐθέλοι τὴν πληροφορίαν ταύτην κτήσασθαι καὶ περὶ τῶν πνευματικῶν ἀρραβώνων τούτων ἀκριβῶς μαθεῖν, πολιτεύσθω καθάπερ νῦν ὑφηγήσατο καὶ ὑπέδειξεν ὁ λόγος· οὕτω γὰρ καὶ συμπολίτης ἔσται τῶν ἁγίων τοῦ Θεοῦ καὶ κοινωνὸς τῶν ἐπηγγελμένων ἐκείνοις αἰωνίων καὶ ἀπορρήτων ἀγαθῶν.

Ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.