Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ομιλίες Α΄–Κ΄

Γρηγόριος Παλαμᾶς

Ομιλία Γ΄: Στην παραβολή του ασώτου υιού

Ερμηνεία της παραβολής, αναλύοντας την πνευματική αποστασία, τη μετάνοια και την άπειρη φιλανθρωπία και μακροθυμία του ουράνιου Πατέρα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 3 από 20

ΕΙΣ ΤΗΝ ΚΑΤΑ ΤΟΝ ΣΕΣΩΣΜΕΝΟΝ ΑΣΩΤΟΝ ΤΟΥ ΚΥΡΙΟΥ ΠΑΡΑΒΟΛΗΝ «Ἔσται ποτὲ λιμός», τὴν Ἰερουσαλὴμ ἀποκλαιόμενος εἶπεν ὁ προφήτης, «οὐ λιμὸς ἄρτου καὶ ὕδατος, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον Κυρίου». Λιμὸς δέ ἐστι στέρησις ἅμα καὶ ὄρεξις τροφῆς ἀναγκαίας.

Ἔστιν οὖν καὶ τοῦ λιμοῦ τούτου χεῖρον καὶ ἀθλιώτερον, ὅταν τις στέρησιν ἔχων τῶν ἀναγκαίων πρὸς σωτηρίαν, ἀνεπαισθήτως ἔχῃ τῆς συμφορᾶς, ὄρεξιν οὐκ ἔχων πρὸς σωτηρίαν. Ὁ γὰρ πεινῶν καὶ οὐκ εὐπορῶν, περιέρχεται ζητῶν ποῦ τρύφος ἄρτου· κἂν εὐρωτιώσης ἐπιτύχῃ μάζης ἢ κεγχρίαν τούτῳ τις ἄρτον ἢ πιτυρίαν ἤ τι ἄλλο τῶν τῆς τρυφῆς εὐτελεστέρων εἰδῶν παράσχῃ, χαίρει τοσοῦτον, ὅσον ἀποτυγχάνων ὠδυνᾶτο πρότερον.

Καὶ ὁ πνευματικὸν τοίνυν ἔχων λιμόν, τουτέστι, στέρησίν τε ἅμα καὶ ὄρεξιν πνευματικῶν βρωμάτων, περιέρχεται ζητῶν τὸν ἔχοντα παρὰ Θεοῦ τῆς διδασκαλίας τὸ χάρισμα· κἂν εὕρῃ, μετ’ εὐφροσύνης τρέφεται τὸν ἄρτον τῆς κατὰ ψυχὴν ζωῆς, ὅς ἐστιν ὁ σωτήριος λόγος, οὗ· μηδὲ ἀποτυχεῖν ἐστι τὸν εἰς τέλος ζητοῦντα· «πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρήσει καὶ τῷ κρούοντι ἀνοιγήσεται», εἶπεν ὁ Χριστός.

Ἀλλ’ εἰσί τινες, οἳ τῇ πολυημέρῳ κατὰ νοῦν ἀτροφίᾳ καὶ τὴν τοῦ τρέφεσθαι ὄρεξιν ἀπεβάλλοντο· διὸ οὐδὲ τῆς ζημίας λαμβάνουσιν αἴσθησιν. Κἂν ἔχωσι τὸν διδάσκοντα καὶ πρὸς αὐτὴν τὴν τῆς διδασκαλίας ἀκρόασιν δυσχεραίνουσι· κἂν μὴ ἔχωσιν, οὐ ζητοῦσι τὸν διδάξοντα, τοῦ ἀσώτου πολὺ ἁμαρτωλότερον ἄγοντες βίον.

Ἐκεῖνος γὰρ εἰ καὶ ἐστερήθη μακρυνθεὶς τοῦ κοινοῦ τροφέως καὶ πατρὸς καὶ δεσπότου, ἀλλὰ λιμῷ περιέπεσεν ἰσχυρῷ καὶ τῆς στερήσεως ἐπαισθόμενος μετενόησε καὶ ἐπανῆλθε καὶ ἐπεζήτησε καὶ πάλιν ἔτυχε τῆς θείας καὶ ἀκηράτου τροφῆς καὶ τοσοῦτον ἀπήλαυσε διὰ τῆς μετανοίας τῶν τοῦ Πνεύματος χαρισμάτων, ὡς καὶ ἐπίφθονον αὐτὸν γενέσθαι τοῦ πλούτου.

Μᾶλλον δὲ ἀναλαβόντες ἄνωθεν διατρανώσωμεν πρὸς τὴν ὑμετέραν ἀγάπην τὴν εὐαγγελικὴν ταύτην τοῦ Κυρίου παραβολήν· ἐπεὶ καὶ σήμερον ἔθος ἀναγινώσκεσθαι ταύτην ἐπ’ ἐκκλησίας. «Ἄνθρωπός τις», φησίν, «εἶχε δύο υἱούς». Ἑαυτὸν ἄνθρωπον παραβολικῶς ἐνταῦθά φησιν ὁ Κύριος, καὶ θαυμαστὸν οὐδέν.

Εἰ γὰρ ὡς ἀληθῶς ἄνθρωπος ἐγένετο διὰ τὴν ἡμετέραν σωτηρίαν, τί θαυμαστόν, εἰ ὡς ἀνθρώπων ἕνα προτίθησιν ἑαυτὸν διὰ τὴν ἡμετέραν ὠφέλειαν, ὁ καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος ἡμῶν ἀεὶ κηδεμών, ὡς ἀμφοτέρων δεσπότης καὶ ποιητής; ὃς μόνος ἀγάπης εἰς ἡμᾶς ἔργα καὶ κηδεμονίας ὑπερβαλλούσης καὶ πρὸ τοῦ γενέσθαι ἡμᾶς ἀπεδείξατο;

Πρὸ ἡμῶν γὰρ βασιλείας ἡμῖν ἡτοίμασε κληρονομίαν αἰώνιον, ὡς αὐτός φησιν, ἀπὸ καταβολῆς κόσμου. Πρὸ ἡμῶν ὑπὲρ ἡμῶν τοὺς ἀγγέλους ἐποίησε διακόνους ἀποστελλομένους, ὡς ὁ Παῦλός φησι, διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. Πρὸ ἡμῶν δι’ ἡμᾶς παντὶ τῷ αἰσθητῷ τούτῳ κόσμῳ τὸν οὐρανὸν περιέτεινεν, οἷόν τινα σκηνὴν ἅπασι κοινὴν καὶ ὁμότιμον ἀνεγείρας ἡμῖν ἐν τῇ παροδικῇ ζωῇ ταύτῃ, τὸν αὐτὸν ἀεικίνητον καὶ πολυκίνητον καὶ ἀκίνητον· τὸ μέν, ἵνα μὴ μεταπίπτον καὶ φθορὰν ἐπάγῃ τοῖς ἐνοικοῦσι· πολυκίνητον δέ, ὡς ἂν ἀντιρρόπως κινούμενος αὐτὸς ἑαυτὸν κατὰ χώραν ἐπέχῃ· ἀεὶ δὲ κινούμενον ἐν ἑαυτῷ καὶ τὴν πληθὺν τῶν ἄστρων κοσμίως συμπεριφέροντα, ἵν’ ἡμεῖς ὁμοῦ τε διδασκώμεθα τὸ παροδικὸν τῆς ἡμετέρας ζωῆς καὶ πάντων ἀπολαύωμεν τῶν κατ’ αὐτόν, ἄλλοτε ἄλλων ὑπὲρ κεφαλῆς ἡμῶν γενομένων.

Δι’ ἡμᾶς πρὸ ἡμῶν τὸν μέγαν ἐποίησε φωστῆρα εἰς ἀρχὰς τῆς ἡμέρας καὶ τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτός· καὶ ἔθετο αὐτούς τε καὶ τοὺς ἄλλους ἀστέρας ἐν τῷ στερεώματι, συγκινουμένους καὶ ἀντικινουμένους αὐτῷ, συνιόντας τε καὶ παραλάσσοντας πολυειδῶς, ἵν’ ὦσιν ἡμῖν εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἐνιαυτούς· ὧν οὐδενὸς χρῄζει, οὔτε ἡ νοερὰ φύσις ὑπὲρ αἴσθησιν οὖσα, οὔτε ἡ τῶν ἀλόγων ζώων κατ’ αἴσθησιν μόνην ζῶσα. Δι’ ἡμᾶς οὐκοῦν γέγονε, τοὺς αἰσθήσει μὲν ἀπολαύοντας τῆς τε ἄλλης χρείας καὶ τοῦ κάλλους τῶν ὁρωμένων, νῷ δὲ δι’ αἰσθήσεως τῶν τοιούτων σημείων εἰς κατανόησιν ἔχοντας.

Δι’ ἡμᾶς πρὸ ἡμῶν γῆν ἐθεμελίωσεν, ἐφήπλωσε θάλασσαν, πλουσίως ἐπ’ αὐτὰ τὸν ἀέρα ἐξέχεε καὶ ὑπὲρ τοῦτον ἀνῆψε περαιτέρω πανσόφως τὴν πυρὸς φύσιν, ἵνα καὶ τοῦ ψύχους τῶν κάτω θραύῃ τὴν ἀμετρίαν περιημμένον καὶ τὴν οἰκείαν ἀμετρίαν ἐπὶ χώραν μένῃ κατέχον· εἰ δὲ καὶ τὰ ἄλογα τῶν ζώων τούτων χρῄζει πρὸς σύστασιν, ἀλλὰ καὶ ταῦτα εἰς δουλείαν τῶν ἀνθρώπων ἐγένετο πρὸ ἡμῶν, ὡς καὶ ὁ Προφήτης ψάλλει Δαβίδ.

Τοῦτον μὲν οὖν τὸν σύμπαντα κόσμον διὰ τὴν τοῦ σώματος ἡμῶν σύστασιν ὁ πλάσας ἡμᾶς, πρὸ τῆς ἡμῶν πλάσεως, ἐκ τοῦ μὴ ὄντος παρήγαγε. Πρὸς δὲ βελτίωσιν ἠθῶν καὶ ὁδηγίαν πρὸς ἀρετήν, τί οὐκ ἐποίησεν ὁ φιλάγαθος δεσπότης; Αὐτὸν τὸν αἰσθητὸν πάντα κόσμον, οἷόν τι κάτοπτρον ἀπειργάσατο τῶν ὑπερκοσμίων, ἵνα διὰ τῆς κατ’ αὐτὸν πνευματικῆς θεωρίας, ὡς διά τινος θαυμασίας κλίμακος πρὸς ἐκεῖνα φθάνωμεν. Ἐνέθηκεν ἡμῖν ἔμφυτον νόμον, οἷόν τινα στάθμην ἀπαρέγκλιτον καὶ κριτὴν ἀνεξαπάτητον καὶ διδάσκαλον ἀπαραλόγιστον τὴν οἰκείαν ἐν ἑκάστῳ συνείδησιν. Ἂν ἐν ἡμῖν αὐτοῖς γενώμεθα τῇ διανοίᾳ, διδασκάλου ἑτέρου πρὸς τὴν τοῦ ἀγαθοῦ κατανόησιν οὐ δεησόμεθα· ἂν ἔξω τῇ αἰσθήσει καλῶς διαπορθμεύσωμεν τὸν νοῦν, «τὰ ἀόρατα τοῦ Θεοῦ τοῖς ποιήμασι νοούμενα καθορᾶται», φησὶν ὁ ἀπόστολος.

Τῇ φύσει οὖν καὶ τῇ κτίσει τὸ διδασκαλεῖον ἀνοίξας τῶν ἀρετῶν, ἀγγέλους ἐπέστησε φύλακας, πατέρας καὶ προφήτας εἰς ποδηγίαν ἀνήγειρεν, ἔδειξε σημεῖα καὶ τέρατα πρὸς πίστιν ἐνάγοντα, ἔδωκεν ἡμῖν τὸν γραπτὸν νόμον, βοηθοῦντα τῷ παρὰ τῆς λογικῆς ἡμῶν φύσεως νόμῳ καὶ τῇ παρὰ τῆς κτίσεως διδασκαλίᾳ. Τέλος, ἐπεὶ πάντων ἠλογήσαμεν (ὢ καὶ τῆς ἡμῶν ρᾳθυμίας καὶ τῆς τοῦ διαφερόντως ἡμᾶς φιλοῦντος μακροθυμίας ὁμοῦ καὶ κηδεμονίας!) ἑαυτὸν ἡμῖν ἔδωκεν ὑπὲρ ἡμῶν καὶ τὸν τῆς θεότητος κενώσας πλοῦτον εἰς τὴν ἡμετέραν ἐσχατιάν, τὴν ἡμετέραν προσλαβόμενος φύσιν καὶ καθ’ ἡμᾶς γεγονὼς ἄνθρωπος, διδάσκαλος ἡμῶν ἐχρημάτισε· καὶ αὐτὸς ἡμᾶς διδάσκει περὶ τοῦ μεγέθους τῆς ἰδίας φιλανθρωπίας, ἔργῳ καὶ λόγῳ ταύτην ὑποδεικνύς, ἅμα καὶ πρὸς μίμησιν ἐνάγων τῆς συμπαθείας καὶ τῆς ἀσυμπαθοῦς γνώμης ἀπάγων τοὺς ὑπακούοντας.

Ἐπεὶ δὲ φίλτρον ἐγγίνεται μὲν καὶ τοῖς ἐπιμεληταῖς τῶν πραγμάτων, ὡς καὶ τοῖς τῶν προβάτων ποιμέσιν, ἔτι δὲ καὶ τοῖς δεσπόταις οὖσι τῶν ἰδίων κτημάτων, οὐ τοσοῦτον δὲ ὅσον τοῖς καθ’ αἷμα καὶ συγγένειαν προσῳκειωμένοις, καὶ τούτων μᾶλλον πατράσι πρὸς παῖδας τοὺς ἑαυτῶν, ἀπὸ τούτων ποιεῖται τῆς οἰκείας φιλανθρωπίας τὴν ἔνδειξιν, ἄνθρωπον λέγων ἑαυτὸν καὶ πατέρα πάντων ἡμῶν· ἐπεὶ καὶ δι’ ἡμᾶς ἐγένετο ἄνθρωπος καὶ διὰ τοῦ θείου βαπτίσματος καὶ τῆς ἐν αὐτῷ τοῦ θείου Πνεύματος χάριτος ἡμᾶς ἀνεγέννησεν. «Ἄνθρωπος οὖν τις», φησίν, «εἶχε δύο υἱούς». Τὴν γὰρ μίαν φύσιν εἰς δύο διεῖλεν ἡ τῆς γνώμης διαφορὰ καὶ τοὺς πολλοὺς εἰς δύο συνῆξεν ἡ τῆς ἀρετῆς καὶ τῆς κακίας διαστολή. Καὶ ἡμεῖς γὰρ ἔστιν ὅτε καὶ τὸν καθ’ ὑπόστασιν ἕνα διπλοῦν φαμεν, ὅταν ἔχῃ τὴν τοῦ ἤθους διπλόην καὶ τοὺς πολλοὺς ἕνα πάλιν, ἡνίκα πρὸς ἀλλήλους συνᾴδουσι. «Προσελθὼν οὖν ὁ νεώτερος υἱὸς εἶπε τῷ πατρί»· εἰκότως νεώτερος· νεωτερικὴν γὰρ καὶ ἀφροσύνης γέμουσαν προσάγει τὴν ζήτησιν. Καὶ ἡ ἁμαρτία δέ, ἣν ἐνενόει τὴν ἀποστασίαν ὠδίνων, νεωτέρα ἐστίν, ὑστερογενὲς εὕρημα γενομένη τῆς κακῆς ἡμῶν προαιρέσεως· ἡ δὲ ἀρετὴ παλαιογενής ἐστιν, ἐξ ἀϊδίου μὲν ἐν τῷ Θεῷ οὖσα, τῇ δὲ ἡμετέρᾳ τὴν ἀρχὴν παρὰ Θεοῦ κατὰ χάριν ἐντεθεῖσα ψυχῇ.

Καὶ προσελθών, φησίν, ὁ νεώτερος υἱὸς εἶπε τῷ πατρί· «δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας». Βαβαὶ τῆς ἀφροσύνης! Οὐ προσέπεσεν, οὐχ ἱκέτευσεν, ἀλλ’ ἁπλῶς εἶπε· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ὡς ὀφειλέτην ἀπαιτεῖ παρὰ τοῦ πᾶσι κατὰ χάριν διδόντος.

Δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας τὸ κατὰ νόμους ἐμοὶ προσῆκον, τὴν κατὰ τὸ δίκαιον ἡμετέραν μερίδα. Καὶ τίς νόμος καὶ πόθεν δίκαιον ὀφειλέτας εἶναι τοῖς παισὶ τοὺς πατέρας; Τοὐναντίον μὲν οὖν μᾶλλον τοῖς πατράσιν ὀφείλειν τοὺς παῖδας καὶ ἡ φύσις αὐτὴ παρίστησιν, ἐξ ἐκείνων τὸ εἶναι λαβόντας. Ἀλλὰ καὶ τοῦτο τοῦ νεωτερικοῦ φρονήματος.

Τί οὖν ὁ βρέχων ἐπὶ δικαίους καὶ ἀδίκους, ὁ ἀνατέλλων τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθούς; Διεῖλεν αὐτοῖς φησι τὸν βίον· ὁρᾷς ὅτι ἀνενδεής ἐστιν ὁ ἄνθρωπος καὶ πατὴρ οὗτος; οὐ γὰρ ἂν τοῖς δυσὶ μόνοις διεῖλεν, οὐδὲ εἰς δύο μόνον, ἀλλὰ καὶ τρίτην ἂν ἑαυτῷ τοῦ βίου παρακατέσχε μερίδα. Ὁ δέ, ὡς Θεός, καθάπερ καὶ ὁ προφήτης φησὶ Δαβίδ, μὴ χρείαν ἔχων τῶν παρ’ ἡμῖν ἀγαθῶν, τοῖς δυσὶ παισὶ τούτοις μόνοις διεῖλε, φησί, τὸν βίον, τουτέστι τὸν κόσμον ἅπαντα· διαιρεῖται γάρ, ὥσπερ ἡ μία φύσις τῇ διαφόρῳ γνώμῃ, οὕτως ὁ εἷς κόσμος τῇ διαφόρῳ χρήσει· ὁ μέν φησι πρὸς τὸν Θεόν, «ὅλην τὴν ἡμέραν διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου», καὶ «ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε», καὶ «μεσονύκτιον ἐξεγειρόμην», καὶ «ἐκέκραξα ἐν ἀωρίᾳ», καὶ «ἐπήλπισα ἐπὶ τοὺς λόγους σου», καὶ «εἰς τὰς πρωΐας ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς», τουτέστι τὰς πρὸς ἡδυπάθειαν κινουμένας τῆς σαρκὸς ὀρέξεις ἀπέτεμνον· ὁ δὲ διημερεύει ἐν οἴνῳ καὶ σκοπεῖ ποῦ πότος γίνεται καὶ συνδιανυκτερεύει ταῖς ἀσέμνοις καὶ ἀθέσμοις πράξεσι καὶ ταχύνει πρὸς ἀφανεῖς δόλους, ἢ φανερὰς ἐπιβουλὰς καὶ χρημάτων ἁρπαγὰς καὶ μελέτας πονηράς. Ἆρ’ οὐ διεῖλον οὗτοι τὴν μίαν νύκτα καὶ τὸν ἕνα ἥλιον καὶ πρὸ τούτων τὴν ἰδίαν φύσιν, ἀσυμφώνως ἀλλήλοις καταχρησάμενοι; ὁ δὲ Θεὸς ἀδιαιρέτως διεῖλε πᾶσι πᾶσαν τὴν κτίσιν, προθεὶς εἰς χρῆσιν τὴν κατὰ βούλησιν. «

Καὶ μετ’ οὐ πολλὰς ἡμέρας», φησί, «συναγαγὼν ἅπαντα ὁ νεώτερος υἱός, ἀπεδήμησεν εἰς χώραν μακράν». Πῶς οὐκ εὐθύς, ἀλλὰ μετ’ οὐ πολλάς, ἤτοι μετ’ ὀλίγας ἀπεδήμησεν ἡμέρας; Ὁ πονηρὸς ὑποφήτης διάβολος οὐχ ἅμα τὴν ἰδιορρυθμίαν καὶ τὴν ἁμαρτίαν ὑποτίθεται, ἀλλὰ κατὰ μικρὸν ὑποκλέπτει πανούργως, ὑποψιθυρίζων ἡμῖν καὶ λέγων· «καὶ σὺ κατὰ σεαυτὸν ζῶν καὶ μὴ σχολάζων τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ, μηδὲ τὸ οὖς ὑπέχων τῷ διδασκάλῳ τῆς Ἐκκλησίας, δύνασαι καὶ παρὰ σεαυτοῦ συνορᾶν τὸ δέον καὶ μὴ μακρυνθῆναι τοῦ ἀγαθοῦ». Ὅταν δέ τινα τῆς ἱερᾶς ὑμνῳδίας ἀποσχοινίσῃ καὶ τῆς πρὸς τοὺς ἱεροὺς διδασκάλους ὑπακοῆς, μακρὰν αὐτὸν ποιεῖ καὶ τῆς θείας ἐπισκοπῆς, τοῖς ἔργοις αὐτὸν τοῖς πονηροῖς παραδούς. Ὁ γὰρ Θεὸς πανταχοῦ πάρεστιν· ἕν ἐστι τὸ μακρὰν τοῦ ἀγαθοῦ, τὸ κακόν, ἐν ᾧ διὰ τῆς ἁμαρτίας γινόμενοι μακρὰν ἀποδημοῦμεν Θεοῦ· «οὐ γὰρ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου», ὁ Δαβὶδ πρὸς τὸν Θεόν φησι.

Μακρυνθεὶς οὖν οὕτω καὶ εἰς χώραν ἀποδημήσας μακρὰν οὖσαν ὁ υἱὸς ὁ νεώτερος, «ἐκεῖ διεσκόρπισε», φησίν, «τὴν οὐσίαν αὑτοῦ, ζῶν ἀσώτως». Πῶς οὖν διεσκόρπισε τὴν οὐσίαν αὑτοῦ; Πρὸ πάντων οὐσία καὶ περιουσία ἡμῶν ἔμφυτος ὁ νοῦς ἐστιν ὁ ἡμέτερος.

Ἕως μὲν οὖν τοῖς τῆς σωτηρίας τρόποις ἐμμένομεν, συνηγμένον αὐτὸν ἔχομεν πρὸς ἑαυτὸν καὶ τὸν πρῶτον καὶ ἀνωτάτω νοῦν τὸν Θεόν· ἡνίκα δ’ ἂν τοῖς πάθεσι θύραν ἀνοίξωμεν, εὐθὺς σκορπίζεται, πλανώμενος πᾶσαν ὥραν περὶ τὰ σαρκικά τε καὶ γήϊνα, περί τε τὰς πολυμόρφους ἡδονάς, καὶ τοὺς ἐπὶ ταύταις ἐμπαθεῖς λογισμούς. Αὐτοῦ ἐστιν ἡ φρόνησις πλοῦτος, παραμένουσα τούτῳ καὶ διακρίνουσα τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος, μέχρις ἂν καὶ αὐτὸς παραμένῃ ταῖς ἐντολαῖς καὶ συμβουλαῖς ὑπείκων τοῦ ἀνωτάτω Πατρός· τούτου δὲ ἀφηνιάσαντος, κἀκείνη σκορπίζεται εἰς πορνείαν καὶ ἀφροσύνην, τὰς παρ’ ἑκάτερον μέρος κακίας μεριζομένη.

Τοῦτο δ’ ἂν ἴδοις καὶ ἐπὶ πάσης ἀρετῆς ἡμῶν καὶ δυνάμεως, αἵ εἰσιν ἡμέτερος ὄντως πλοῦτος, ὃς τῆς κακίας οὔσης πολυσχεδοῦς, ὅτ’ ἂν πρὸς αὐτὴν ἐκκλίνῃ, σκορπίζεται· αὐτὸς γὰρ ὁ νοῦς τείνει τὴν ἐπιθυμίαν πρὸς τὸν ἕνα καὶ ὄντως ὄντα Θεόν, τὸν μόνον ἀγαθόν, τὸν μόνον ἐφετόν, τὸν μόνον ἀμιγῆ πάσης ὀδύνης τὴν ἡδονὴν παρέχοντα.

Τοῦ νοῦ δὲ μαλακισθέντος, ἡ πρὸς τὴν ὄντως ἀγάπην τῆς ψυχῆς δύναμις ἐκπίπτει τοῦ ὄντως ὀρεκτοῦ καὶ πρὸς τὰς ποικίλας ὀρέξεις τῆς ἡδυπαθείας διασπωμένη, σκορπίζεται ἐντεῦθεν πρὸς ἐπιθυμίαν βρωμάτων οὐκ ἀναγκαίων, ἐκεῖθεν πρὸς ἐπιθυμίαν σωμάτων οὐκ εὐσχημόνων, ἑτέρωθεν πρὸς ἐπιθυμίαν οὐκ εὐχρήστων χρημάτων, ἄλλοθεν πρὸς ἐπιθυμίαν τῆς κενῆς καὶ ἀδόξου δόξης μεθελκομένη.

Καὶ οὕτω κατακερματιζόμενος ὁ ἄθλιος ἄνθρωπος καὶ ταῖς ποικίλαις περὶ ταῦτα φροντίσι κατατεινόμενος, οὐδὲ τὸν ἥλιον αὐτὸν οὐδὲ τὸν ἀέρα, τὸν κοινὸν πᾶσι πλοῦτον, ἡδέως ἀναπνεῖ τε καὶ θεωρεῖ. Αὐτὸς ὁ νοῦς ὁ ἡμέτερος μὴ ἀποστὰς τοῦ Θεοῦ, διεγείρει τὸν ἐν ἡμῖν θυμὸν κατὰ μόνου τοῦ διαβόλου καὶ χρῆται τῇ τῆς ψυχῆς ἀνδρίᾳ κατὰ τῶν πονηρῶν παθῶν, κατὰ τῶν ἀρχόντων τοῦ σκότους, κατὰ τῶν πνευμάτων τῆς πονηρίας. Ἂν δὲ μὴ προσέχῃ ταῖς θείαις ἐντολαῖς τοῦ καθοπλίσαντος αὐτὸν δεσπότου, μάχεται τοῖς πλησίον, μαίνεται κατὰ τῶν ὁμοφύλων, ἀποθηριοῦται κατὰ τῶν μὴ συναινούντων ταῖς αὐτοῦ παραλόγοις ὀρέξεσι καὶ ἀνθρωποκτόνος φεῦ ὁ ἄνθρωπος γίνεται, οὐ μόνον τοῖς κτήνεσι τοῖς ἀνοήτοις ὁμοιωθείς, ἀλλὰ καὶ τοῖς ἑρπετοῖς καὶ ἰοβόλοις τῶν ζώων, σκορπίος, ὄφις, γέννημα ἐχιδνῶν γεγονώς, ὁ ἐν υἱοῖς Θεοῦ τεταγμένος. Εἶδες πῶς διεσκόρπισε καὶ ἀπώλεσε τὴν οὐσίαν αὐτοῦ; «Καὶ δαπανήσας» φησί, «πάντα ὁ νεωτερίσας υἱός, ἤρξατο ὑστερεῖσθαι, εἰς λιμὸν ἐμπεσών».

Ἀλλ’ οὔπω πρὸς ἐπιστροφὴν ἔβλεψε, καὶ γὰρ ἦν ἄσωτος· διὸ «καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ αὐτὸς ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὑτοῦ βόσκειν χοίρους». Τίνες δὲ οἱ τῆς μακρὰν οὔσης τοῦ Θεοῦ χώρας πολῖται καὶ πολιτάρχαι; πάντως οἱ δαίμονες· ὑφ’ ὧν πορνοβοσκὸς καὶ ἀρχιτελώνης καὶ ἀρχιλῃστής, καὶ στασιάρχης κατέστη, ὁ υἱὸς τοῦ οὐρανίου Πατρός. Πᾶν μὲν γὰρ πάθος διὰ τὴν ἄκραν ἀκαθαρσίαν ὁ χοιρώδης βίος αἰνίττεται· χοῖροι δέ εἰσιν οἱ τῷ βορβόρῳ τῶν παθῶν τούτων ἐγκυλινδούμενοι, ὧν ἐκεῖνος προστάς, ὡς καθ’ ἡδυπάθειαν ὑπερέχων αὐτῶν, οὐκ ἠδύνατο κορεσθῆναι ἀπὸ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, τουτέστι κόρον τῆς οἰκείας ἐπιθυμίας λαβεῖν οὐκ ἠδύνατο.

Πῶς ἡ τοῦ σώματος φύσις οὐκ ἀρκεῖ τοῦ ἀκολάστου ὑπηρετεῖν ταῖς ὁρμαῖς; Ὁ χρυσὸς ἢ ὁ ἄργυρος, τῷ φιλοχρύσῳ καὶ φιλαργύρῳ προσγεγονώς, τὴν ἔνδειαν ηὔξησε καὶ καθ’ ὅσον ἂν πολὺς ἐπιρρεύσῃ, κατὰ τοσοῦτο πλείονος ἐπιθυμεῖν παρεσκεύασεν· ὁ κόσμος ἅπας μόλις, τάχα δὲ οὐδὲ μόλις ἀρκέσει πλεονέκτῃ καὶ φιλάρχῳ ἑνί. Ἐπεὶ οὖν πολλοὶ μὲν οὗτοι, κόσμος δὲ εἷς, πῶς ἄρα δυνήσεταί τις αὐτῶν τῆς οἰκείας ἐπιθυμίας κόρον εὑρεῖν; Οὕτω τοίνυν καὶ ὁ τοῦ Θεοῦ ἀποστατήσας ἐκεῖνος, οὐκ ἠδύνατο χορτασθῆναι.

Οὐδὲ γὰρ ἐδίδου τίς φησι τὸν κόρον αὐτῷ. Τίς γὰρ ἂν καὶ ἔδωκεν; Ὁ Θεὸς ἀπῆν, οὗ καὶ τῇ θέᾳ μόνῃ κόρος ἀνεπαχθὴς τῷ ὁρῶντι προσγίνεται, κατὰ τὸν εἰπόντα, «Χορτασθήσομαι ἐν τῷ ὀφθῆναί μοι τὴν δόξαν σου». Ὁ διάβολος οὐκ ἐθέλει κόρον παρασχεῖν τῶν αἰσχρῶν ἐπιθυμιῶν, ἐπεὶ μεταβολὴν τῆς πρὸς αὐτὰ σχέσεως ἐν τοῖς τρεπτοῖς ὁ κόρος ἐργάζεσθαι πέφυκεν. Εἰκότως οὖν οὐδεὶς ἐδίδου τὸν κόρον αὐτῷ.

Μόλις ποτὲ τοίνυν ἐφ’ ἑαυτοῦ γενόμενος ὁ ἀποσκιρτήσας τοῦ πατρὸς ἐκεῖνος καὶ οἷ κακῶν ἔφθασεν ἐννοήσας, ἀπεκλαύσατο ἑαυτόν, λέγων· «πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύουσιν ἄρτων, ἐγὼ δὲ λιμῷ ἀπόλλυμαι». Τίνες οἱ μίσθιοι; Οἱ διὰ τῶν τῆς μετανοίας ἱδρώτων καὶ τῆς ταπεινώσεως, οἷά τινα μισθὸν ἐπανακαλούμενοι τὴν σωτηρίαν. Υἱοὶ δέ εἰσιν οἱ διὰ τὴν πρὸς αὐτὸν ἀγάπην ταῖς αὐτοῦ ἐντολαῖς ὑποτασσόμενοι, καθάπερ καὶ ὁ Κύριος εἶπεν, «ὁ ἀγαπῶν με τὰς ἐντολάς μου τηρήσει».

Τῆς υἱοθεσίας ὁ νεώτερος ἀποπεσὼν υἱὸς καὶ τῆς ἱερᾶς πατρίδος ἐκπεσὼν ἑκὼν καὶ λιμῷ περιπεσών, καταγινώσκει ἑαυτοῦ καὶ ταπεινοῦται, καὶ μετανοεῖ λέγων· «ἀναστὰς πορεύσομαι καὶ προσπεσοῦμαι τῷ πατρὶ καὶ ἐρῶ· πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου». Καλῶς ἄρα τὴν ἀρχὴν ἐλέγομεν, ὅτι ὁ πατὴρ οὗτος ὁ Θεός ἐστι· πῶς γὰρ ἥμαρτεν εἰς τὸν οὐρανόν, ὁ ἀποστατήσας τοῦ πατρὸς υἱός, εἰ μὴ οὐράνιος ἦν ὁ πατήρ; «Ἥμαρτον οὖν φησιν εἰς τὸν οὐρανόν», τουτέστιν εἰς τοὺς ἐν τῷ οὐρανῷ ἁγίους καὶ ὧν τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, «καὶ ἐνώπιόν σου», ὃς μετὰ τῶν σῶν ἁγίων ἐν τῷ οὐρανῷ κατοικεῖς. «Καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου». Καλῶς τῇ νῦν ταπεινώσει συνετισθείς, ποίησόν με φησίν· οὐ γὰρ παρ’ ἑαυτοῦ τις λαμβάνει τοὺς κατ’ ἀρετὴν βαθμούς, εἰ καὶ μὴ χωρὶς τῆς αὐτοῦ προαιρέσεως. «Ἀναστὰς οὖν», φησίν, «ἦλθεν εἰς τὸν πατέρα αὑτοῦ· ἔτι δὲ μακρὰν ἀπέχοντος». Πῶς δὲ καὶ ἦλθε καὶ μακρὰν ἀπεῖχε, διὸ καὶ σπλαγχνισθεὶς ὁ πατὴρ αὐτοῦ ἐξῆλθεν εἰς συνάντησιν αὐτοῦ; Ὁ μετανοῶν ἄνθρωπος ἐκ ψυχῆς, τῇ μὲν ἀγαθῇ προθέσει καὶ τὸ τῆς ἁμαρτίας ἐκστῆναι φθάνει πρὸς τὸν Θεόν· ὑπὸ δὲ τῆς κακῆς συνηθείας καὶ τῶν προλήψεων λογιστικῶς τυραννούμενος, ἔτι μακρὰν ἀπέχει Θεοῦ καὶ πολλῆς δεῖται τῆς ἄνωθεν εὐσπλαγχνίας καὶ βοηθείας, εἰ μέλλει σώζεσθαι.

Διὸ καὶ ὁ πατὴρ τῶν οἰκτιρμῶν συγκαταβὰς ὑπήντησε καὶ περιπλακεὶς κατεφίλησε καὶ τοῖς αὑτοῦ δούλοις, ἤτοι τοῖς ἱερεῦσιν ἐκέλευσε τὴν στολὴν αὐτὸν τὴν πρώτην ἐνδύσαι, ἤτοι τὴν υἱοθεσίαν, ἣν καὶ πρώην διὰ τοῦ ἁγίου βαπτίσματος ἠμφιάσατο καὶ δακτύλιον δοῦναι εἰς τὴν χεῖρα αὐτοῦ, τουτέστι τῷ πρακτικῷ τῆς ψυχῆς, ὃ δηλοῦται διὰ τῆς χειρός, ἐνθεῖναι σφραγῖδα θεωρητικῆς ἀρετῆς, ἀρραβῶνα τῆς μελλούσης κληρονομίας, ἀλλὰ καὶ ὑποδήματα εἰς τοὺς πόδας, θείαν φυλακὴν καὶ ἀσφάλειαν ἐνδυναμοῦσαν αὐτὸν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.

Εἶτα καὶ μόσχον κελεύει τὸν σιτευτὸν ἐνεγκεῖν καὶ θῦσαι καὶ προθεῖναι εἰς βρῶσιν. Ὁ μόσχος δέ ἐστιν οὗτος αὐτὸς ὁ Κύριος, ὃς ἐξάγεται μὲν τοῦ κρυφίου τῆς θεότητος καὶ αὐτῆς τῆς ὑπεράνω κειμένης τοῦ παντὸς ἕδρας καὶ ὡς ἄνθρωπος ἐπὶ γῆς ὀφθείς, ὡς μόσχος ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν θύεται καὶ ὡς σιτευτός, τουτέστιν ἄρτος εἰς βρῶσιν ἡμῖν προτίθεται.

Κοινὴν δὲ ποιεῖται τὴν ἐπὶ τούτοις εὐφροσύνην καὶ τὴν εὐωχίαν ὁ Θεὸς μετὰ τῶν αὑτοῦ ἁγίων, τὰ ἡμῶν ὑπ’ ἄκρας οἰκειούμενος φιλανθρωπίας καὶ λέγων, «δεῦτε φαγόντες εὐφρανθῶμεν». Ἀλλ’ ὁ πρεσβύτερος υἱὸς ὀργίζεται. Νόει μοι πάλιν τοὺς Ἰουδαίους ὀργιζομένους ἐπὶ τῇ κλήσει τῶν ἐθνῶν, τοὺς Γραμματεῖς καὶ Φαρισαίους σκανδαλιζομένους, ὅτι ὁ Κύριος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς. Εἰ δὲ καὶ περὶ τῶν δικαίων τοῦτο νοεῖν ἐθέλεις, τί θαυμαστόν, εἰ καὶ δίκαιος ἀγνοεῖ τὸν ὑπὲρ πάντα νοῦν πλοῦτον τῆς τοῦ Θεοῦ χρηστότητος; διὸ καὶ παρακαλεῖται παρὰ τοῦ κοινοῦ Πατρός, καὶ τὰ εἰκότα διδάσκεται, λέγοντος πρὸς αὐτόν, «σὺ πάντοτε μετ’ ἐμοῦ εἶ», τῆς ἀναλλοιώτου εὐφροσύνης κοινωνῶν· «εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει, ὅτι ὁ ἀδελφός σου οὗτος, νεκρὸς ἦν καὶ ἀνέζησεν, ἀπολωλὼς ἦν καὶ εὑρέθη», νεκρὸς ἦν τῇ ἁμαρτίᾳ καὶ ἀνέζησε τῇ μετανοίᾳ, καὶ ἀπολωλὼς ἦν, ὡς μὴ εὑρισκόμενος ἐν τῷ Θεῷ· εὑρεθεὶς οὖν, χαρᾶς πληροῖ τὸν οὐρανόν, καθὰ γέγραπται, «χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι».

Τί δέ ἐστι, διὸ μάλιστα λυπεῖται ὁ πρεσβύτερος υἱός; «ὅτι ἐμοί», φησίν, «οὐδέποτε ἔδωκας ἔριφον, ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ, ὅτε δὲ ὁ υἱός σου οὗτος, ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν, ἦλθεν, ἔθυσας αὐτῷ τὸν μόσχον τὸν σιτευτόν». Τοσοῦτο γὰρ τὸ ὑπερβάλλον τῶν εἰς ἡμᾶς χαρισμάτων τοῦ Θεοῦ ὅτι καὶ οἱ ἄγγελοι ἐπεθύμησαν παρακύψαι εἰς τὰ χαρισθέντα διὰ τῆς αὐτοῦ ἐνανθρωπήσεως ἡμῖν, καθά φησιν ὁ κορυφαῖος τῶν ἀποστόλων Πέτρος. Ἀλλὰ καὶ οἱ δίκαιοι ἐπεθύμησαν καὶ πρὸ καιροῦ δι’ αὐτὰ ἐλθεῖν τὸν Χριστόν, ὡς καὶ Ἀβραὰμ ἐπεθύμησεν ἰδεῖν τὴν ἡμέραν αὐτοῦ· ὁ δὲ τότε οὐκ ἦλθε, καὶ ὅτε ἦλθεν, οὐκ ἦλθε καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν, καὶ ὑπὲρ αὐτῶν μάλιστα σταυροῦται ὁ τὴν ἁμαρτίαν αἴρων τοῦ κόσμου· ὑπερεπερίσσευσε γὰρ ἡ χάρις, ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία.

Ὅτι δὲ τῶν δικαίων αἰτούντων οὐδὲ ἓν τῶν ἐρίφων δίδωσι, τουτέστι τῶν ἁμαρτωλῶν, σαφὲς ἡμῖν γέγονεν ἔκ τε ἄλλων οὐκ ὀλίγων καὶ ἀπὸ τῆς κατὰ τὸν ἱερὸν καὶ μακάριον Κάρπον ὀπτασίας μάλιστα. Οὗτος γὰρ οὐ μόνον οὐκ ἠκούσθη πονηρῶν. τινων ἀνδρῶν ἐπαρώμενος, καὶ δίκαιον οὐκ εἶναι λέγων, εἰ ζῶσιν ἄνδρες ἄθεοι καὶ διαστρέφοντες τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας, ἀλλὰ καὶ θείας ἀγανακτήσεως ἐπειράθη καὶ φρικωδεστάτων τινῶν ἐπύθετο λόγων, πρὸς ἐπίγνωσιν τῆς ἀρρήτου καὶ ὑπὲρ νοῦν θείας ἀνοχῆς ἐναγόντων, καὶ μὴ μόνον οὐκ ἐπαρᾶσθαι πειθόντων, ἀλλὰ καὶ εὔχεσθαι τῶν ἐν πονηρίᾳ ζώντων, τοῦ Θεοῦ καιρὸν ἔτι μετανοίας παρέχοντος ἐκείνοις.

Ἵνα τοίνυν τοῦτο δείξῃ ὁ Θεὸς τῶν μετανοούντων, ὁ πατὴρ τῶν οἰκτιρμῶν καὶ ἵνα προσπαραστήσῃ, ὅτι τοῖς διὰ μετανοίας ἐπιστραφεῖσι μεγάλα καὶ ἐπίφθονα δῶρα δίδωσιν, οὕτω διέθηκε τὴν παραβολήν. Ἐπιλαβώμεθα οὖν καὶ ἡμεῖς ἀδελφοὶ δι’ ἔργου τῆς μετανοίας, ἀποταξώμεθα τῷ πονηρῷ καὶ τοῖς βοσκήμασιν αὐτοῦ· ἀποσχώμεθα τῶν χοίρων καὶ τῶν αὐτοὺς τρεφόντων κερατίων, δηλονότι τῶν βδελυρῶν παθῶν καὶ τῶν τούτοις προσκειμένων· ἀποστῶμεν τῆς πονηρᾶς νομῆς, τουτέστι τῆς κακῆς συνηθείας· φύγωμεν τὴν τῶν παθῶν χώραν, ἥτις ἐστὶν ἀπιστία καὶ ἀπληστία καὶ ἀκρασία, ἐν αἷς λιμὸς ἰσχυρὸς τῶν ἀγαθῶν γίνεται καὶ λιμοῦ χείρω πάθη· δράμωμεν πρὸς τὸν πατέρα τῆς ἀφθαρσίας, τὸν δοτῆρα τῆς ζωῆς, τὴν ὁδὸν τῆς ζωῆς διὰ τῶν ἀρετῶν βαδίσαντες.

Ἐκεῖ γὰρ αὐτὸν εὑρήσομεν πρὸς ὑπαντὴν ὑπὸ φιλανθρωπίας ἐξελθόντα καὶ χαριζόμενον ἡμῖν τὴν ἄφεσιν τῶν ἁμαρτιῶν ἡμῶν, τὸ σύνθημα τῆς ἀφθαρσίας, τὸν ἀρραβῶνα τῆς μελλούσης κληρονομίας· ἐπεὶ καὶ ὁ ἄσωτος υἱός, καθάπερ παρὰ τοῦ Σωτῆρος ἐδιδάχθημεν, μέχρις ἂν ἦν ἐν τῇ χώρᾳ τῶν παθῶν, εἰ καὶ διενοεῖτο καὶ ἔλεγε τὰ ρήματα τῆς μετανοίας, ἀλλ’ οὐδενὸς ἔτυχε χρηστοῦ, ἕως οὗ ἀφεὶς ἅπαντα ἐκεῖνα τὰ ἔργα τῆς ἁμαρτίας, δραμὼν ἦλθε πρὸς τὸν πατέρα καὶ τῶν ὑπὲρ ἐλπίδα τυχών, ἔμεινε πάντως τοῦ λοιποῦ σὺν ταπεινώσει, σωφρονῶν καὶ δικαιοπραγῶν καὶ συντηρῶν ἑαυτῷ τὴν ἐγκαινισθεῖσαν ὑπὸ τοῦ Θεοῦ χάριν ἀσινῆ.

Ἧς γένοιτο καὶ ἡμᾶς πάντας ἐπιτυχεῖν καὶ διατηρεῖν ἀμείωτον, ὡς ἂν καὶ ἐν τῷ μέλλοντι αἰῶνι συνευφρανθῶμεν τῷ σεσωσμένῳ ἀσώτῳ ἐπὶ τῆς ἄνω Ἰερουσαλήμ, τῆς μητρὸς τῶν ζώντων, τῆς Ἐκκλησίας τῶν πρωτοτόκων, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ πρέπει δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.