Ἔργον
Γρηγόριος Παλαμᾶς – Ομιλίες Α΄–Κ΄
Ομιλία Δ΄: Περί της Δευτέρας Παρουσίας και της τελικής κρίσεως
Εσχατολογικός λόγος για την παγκόσμια κρίση, την ανταπόδοση των έργων και την αναγκαιότητα της έμπρακτης χριστιανικής αγάπης.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ομιλία Δ΄: Περί της Δευτέρας Παρουσίας και της τελικής κρίσεως
Εσχατολογικός λόγος για την παγκόσμια κρίση, την ανταπόδοση των έργων και την αναγκαιότητα της έμπρακτης χριστιανικής αγάπης.
ΕΙΣ ΤΟ ΕΥΑΓΓΕΛΙΟΝ ΤΗΣ ΔΕΥΤΕΡΑΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΠΑΡΟΥΣΙΑΣ καὶ περὶ εὐσπλαγχνίας καὶ εὐποιΐας Τῇ μὲν παρελθούσῃ Κυριακῇ μνήμην ἐποιεῖτο ἡ Ἐκκλησία τῆς τοῦ Θεοῦ περὶ ἡμᾶς ἀνεικάστου φιλανθρωπίας, διὰ τῆς τοῦ σεσωσμένου ἀσώτου παραβολῆς.
Τῇ δὲ παρούσῃ διδάσκει περὶ τῆς μελλούσης τοῦ Θεοῦ φρικωδεστάτης κρίσεως, καλῶς τῇ τάξει χρωμένη, καὶ ταῖς προφητικαῖς ἀκολουθοῦσα φωναῖς· «ἔλεον γάρ», φησί, «καὶ κρίσιν ᾄσομαί σοι Κύριε», καὶ «ἅπαξ ἐλάλησεν ὁ Θεός, δύο ταῦτα ἤκουσα, ὅτι τὸ κράτος τοῦ Θεοῦ, καὶ σοῦ Κύριε τὸ ἔλεος, ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ».
Τὸ ἔλεος οὖν καὶ ἡ μακροθυμία προηγεῖται τῆς θείας κρίσεως· πᾶσαν γὰρ ἀρετὴν ὁ Θεὸς ἐν ἑαυτῷ προέχων καὶ περιέχων, καὶ δίκαιος ἐνταυτῷ καὶ ἐλεήμων ὤν, ἐπειδὴ τῇ κρίσει τὸ ἔλεος οὐ συνέρχεται, κατὰ τὸ γεγραμμένον, «πτωχὸν ἐν κρίσει μὴ ἐλεήσῃς», εἰκότως διένειμεν ὁ Θεὸς ἑκάτερα τοὺς καιρούς· τὸν μὲν παρόντα μακροθυμίας τάξας καιρόν, ἀνταποδόσεως δὲ τὸν μέλλοντα. Καὶ διὰ τοῦτο τὰ ἐπὶ τῆς ἱερᾶς Ἐκκλησίας τελούμενα οὕτω διέθηκεν ἡ τοῦ Πνεύματος χάρις, ἵνα τοῦτο μαθόντες ἡμεῖς, ὅτι τὴν ἐπὶ τοῖς ἁμαρτήμασι συγγνώμην ἀπὸ τῶν ἐνταῦθα λαμβάνομεν, σπεύσωμεν ἔτι τῷ βίῳ περιόντες τούτῳ, τοῦ αἰωνίου τυχεῖν ἐλέους, καὶ τῆς θείας ἀξίους ἑαυτοὺς ποιῆσαι φιλανθρωπίας· ἐκείνη γὰρ ἡ κρίσις ἀνήλεός ἐστι τῷ μὴ ποιήσαντι ἔλεος.
Περὶ μὲν οὖν τῆς ἀνεικέστου τοῦ Θεοῦ περὶ ἡμᾶς εὐσπλαγχνίας, προλαβόντες ἔναγχος προεθέμεθα, σήμερον δὲ περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας ἡμῖν ὁ λόγος, καὶ τῆς κατ’ αὐτὴν φρικωδεστάτης κρίσεως, καὶ τῶν κατ’ αὐτὴν ἀπορρήτως τελεσθησομένων, «ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη», θείου Πνεύματος ἄμοιρον, μὴ μόνον τὴν ἀνθρωπίνην αἴσθησιν, ἀλλὰ καὶ νοῦν καὶ λόγον ὑπερβαίνοντα τὸν ἀνθρώπινον· εἰ γὰρ καὶ αὐτός ἐστιν ὁ πάντα εἰδώς, καὶ κρίνειν μέλλων πᾶσαν τὴν γῆν, ὁ διδάσκων περὶ τούτων ἡμᾶς, ἀλλὰ συγκαταβαίνει τῇ δυνάμει τῶν διδασκομένων, συμμέτρους τοὺς λόγους ἀποδιδούς· διὰ τοῦτο καὶ ἀστραπή, καὶ νεφέλαι, καὶ σάλπιγξ, καὶ θρόνος, καὶ τὰ ὅμοια τούτοις εἰσάγεται, καίτοι καινοὺς οὐρανούς, καὶ καινὴν γῆν κατὰ τὸ ἐπάγγελμα αὐτοῦ προσδοκῶμεν, τῶν νῦν ὄντων ἀλλοιουμένων.
Εἰ δὲ καὶ λεγόμενα μόνον, καὶ συγκαταβατικῶς οὕτω λεγόμενα, φρίκης καὶ δέους τὴν ψυχὴν τῶν συνετῶς ἀκουόντων πληροῖ, τίς ὑποίσει τότε τῶν πραγμάτων αὐτῶν τελουμένων; Ποταποὺς δὲ δεῖ ἡμᾶς εἶναι ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβείαις, προσδοκῶντας τὴν παρουσίαν τῆς τοῦ Θεοῦ ἡμέρας; δι’ ἣν ὡς ὁ θεῖος Πέτρος φησίν, «οὐρανοὶ μὲν πυρούμενοι λυθήσονται, στοιχεῖα δὲ καυσούμενα τήκεται· γῆ δὲ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαήσεται.». Πρὸ δὲ τούτων ἡ βαρυτάτη τοῦ ἀντιχρίστου κατὰ τῆς πίστεως ἔσται παρουσία τε καὶ ἐπήρεια, ἥτις εἰ μὴ ἐκολοβώθη χρόνον ὀλίγον συγχωρηθεῖσα, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ, ὡς ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις φησί· διὸ καὶ τοῖς οἰκείοις παραγγέλει, λέγων· «ἀγρυπνεῖτε οὖν ἐν παντὶ καιρῷ δεόμενοι, ἵνα καταξιωθῆτε ἐκφυγεῖν πάντα τὰ μέλλοντα γίνεσθαι, καὶ σταθῆναι ἔμπροσθεν τοῦ Υἱοῦ τοῦ ἀνθρώπου».
Φρίκης μὲν οὖν ὑπερβαλλούσης πάντα ἐκεῖνα γέμει, ἀλλὰ τοῖς ἐν ἀπιστίᾳ καὶ ἀδικίᾳ καὶ ρᾳθυμίᾳ τὸν ἑαυτὸν βίον ἀναλίσκουσι, καὶ τῶν εἰρημένων ἀπειλεῖται δεινότερα, καθάπερ αὐτὸς ὁ Κύριος λέγει, ὅτι· «τότε κλαύσονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς». Φυλαὶ δέ εἰσι τῆς γῆς, οἱ μὴ τῷ ἐξ οὐρανοῦ ἐλθόντι πειθαρχήσαντες, μηδὲ τὸν οὐράνιον εἰδότες καὶ ἐπικαλούμενοι Πατέρα, μηδὲ πρὸς τοῦτον διὰ τῆς τῶν ἔργων ὁμοιότητος ἀναφέροντες τὸ γένος. Καὶ πάλιν, «ὡς παγὶς ἐπελεύσεται ἡ ἡμέρα ἐκείνη ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς», τουτέστι, τοὺς ἐν κραιπάλῃ καὶ μέθῃ καὶ τρυφαῖς καὶ μερίμναις βιωτικαῖς, τῇ γῇ καὶ τοῖς γηΐνοις προσηλωμένους, καὶ προσανέχοντας ὁλοσχερῶς τοῖς φαινομένοις κατ’ αἴσθησιν εὐπρεπέσι, πλούτῳ καὶ δόξῃ καὶ ἡδονῇ· διὰ μὲν γὰρ τοῦ προσώπου τῆς γῆς τὸ φαινόμενον ἐπίχαρι ταύτης ἠνίξατο, διὰ δὲ τοῦ καθῆσθαι αὐτοὺς εἰπεῖν, τὴν ἐπίμονον αὐτῶν καὶ ἐνδιάθετον προσεδρείαν. Συνάπτει δὲ διὰ τῶν τοιούτων λόγων τοὺς ἀμετανοήτως εἰς τέλος ἁμαρτῶντας τοῖς ἀσεβέσιν, ὡς καὶ Ἠσαΐας προηγόρευσεν, ὅτι· «ἐκκαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων». «
Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἀφ’ ὧν καὶ σωτῆρα ἀπεκδεχόμεθα», φησὶν ὁ ἀπόστολος· καὶ «ὑμεῖς ἐκ τοῦ κόσμου τούτου οὐκ ἐστέ», πρὸς τοὺς ἰδίους μαθητὰς ἔλεγεν ὁ Κύριος, πρὸς οὓς πάλιν φησίν, ὅτι «τούτων πάντων τελουμένων ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, ὅτι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν».
Ὁρᾶτε ὡς οἱ κατὰ Χριστὸν ζῶντες ἐπὶ τοῖς εὐθὺς μετ’ ἐκεῖνα γινομένοις χαρᾶς καὶ παρρησίας ἀφάτου πληροῦνται, οἱ δὲ κατὰ σάρκα ζῶντες, αἰσχύνης καὶ ὀδύνης καὶ κατηφείας; Καθὰ καὶ ὁ Παῦλος βοᾷ λέγων, «ὁ Θεὸς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, τοῖς μὲν καθ’ ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι, ζωὴν αἰώνιον, τοῖς δὲ ἀπειθοῦσι μὲν τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ κακίᾳ θυμὸς καὶ ὀργή, θλίψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου, τοῦ κατεργαζομένου τὸ κακόν».
Ἐπὶ μὲν γὰρ τοῦ Νῶέ ποτε, τῆς ἁμαρτίας αὐξηνθείσης, καὶ παντὸς τοῦ ἀνθρωπίνου σχεδὸν γένους ἐπικρατησάσης, κατακλυσμὸς γέγονεν ὑπὸ Θεοῦ, ἐκτρίβων πᾶσαν πνοήν, τοῦ δικαίου μόνου πανοικὶ φυλαχθέντος πρὸς δευτέρου κόσμου γένεσιν. Καὶ μετ’ αὐτὸν πάλιν τὴν κακίαν ὑλομανοῦσαν κατὰ μέρος ὁ Θεὸς ὑπετέμνετο, πυρὶ μὲν τοὺς Σοδομίτας ἀποτεφρώσας, θαλάσσῃ δὲ τοὺς Φαραωνίτας ἐξαισίως καταποντίσας, Ἰουδαίων δὲ τὸ πάντολμον γένος λιμῷ καὶ στάσει καὶ νόσοις καὶ ποιναῖς ἐξαναλώσας πικραῖς.
Οὐ μὴν τοῖς αὐστηροῖς φαρμάκοις καὶ ἰατρείαις ὁ κοινὸς ἰατρὸς ὑπὲρ τοῦ γένους ἡμῶν χρησάμενος, τὰ ἱλαρὰ καὶ μεθ’ ἡδονῆς ὠφελοῦντα παρῆκεν, ἀλλ’ ἤγειρε πατέρας, ἔδειξε προφήτας, ἐτέλεσε σημεῖα, νόμον ἔδωκεν, ἀγγέλους ἐπέστησεν. Ἐπεὶ δὲ καὶ ταῦτα ἠσθένει πρὸς τὴν ἄσχετον. τῆς ἡμετέρας κακίας φοράν, αὐτὸ τὸ μέγα ἴαμα τὸ καταπαῦον ἁμαρτίας μεγάλας, αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος κλίνας οὐρανοὺς ἐπὶ τὴν γῆν κατῆλθε· καὶ τὰ πάντα καθ’ ἡμᾶς γεγονώς, χωρὶς ἁμαρτίας, κατήργησε τὴν ἁμαρτίαν ἐν ἑαυτῷ, καὶ ἡμᾶς ἐνισχύσας τὸ κέντρον ἐκείνης ἤμβλυνε, καὶ τοὺς ἀρχηγοὺς καὶ συνεργοὺς αὐτῆς παρεδειγμάτισεν ἐν τῷ σταυρῷ, διὰ τοῦ θανάτου καταργήσας τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου.
Καὶ ὡς ἐπὶ Νῶε τοὺς ἁμαρτωλοὺς δι’ ὕδατος, οὕτω τὴν ἁμαρτίαν κατακλύσας ὕστερον διὰ τῆς οἰκείας δικαιοσύνης καὶ χάριτος, ἑαυτὸν ἀνέστησεν ἀθάνατον, οἷόν τι σπέρμα καὶ ἀπαρχὴν τοῦ αἰωνίου κόσμου, καὶ δεῖγμα καὶ παράστασιν τῆς ἀψευδῶς ἐλπιζομένης ἡμῖν ἀναστάσεως. Ἀναστὰς δέ, καὶ εἰς οὐρανοὺς ἀναληφθείς, Ἀποστόλους εἰς πᾶσαν ἐξαπέστειλε τὴν οἰκουμένην, μαρτύρων στίφος οὐκ εὐαρίθμητον προεβάλλετο, διδασκάλων προεστήσατο πληθύν, ἐκκλησίας ὁσίων ἔδειξεν. Ἐπεὶ δὲ πάντα πάλιν ποιήσας, καὶ μηδὲν καταλείψας τῶν δεόντων γενέσθαι, τὴν κακίαν εἶδε πάλιν τῷ αὐτεξουσίῳ τῆς ἡμῶν προαιρέσεως ἐπὶ τοσοῦτον κορυφουμένην, μᾶλλον δὲ τότε ἀρθησομένην θεάσεται, ὡς καὶ τῷ Ἀντιχρίστῳ προσκυνῆσαι τοὺς ἀνθρώπους τηνικαῦτα καὶ ὑπακοῦσαι, αὐτὸν τὸν ἀληθῆ Θεὸν καὶ τὸν αὐτοῦ ἀληθῆ καταλιπόντας Χριστόν, αὐτὸς αὖθις ἐξ οὐρανῶν ἐπελεύσεται μετὰ δυνάμεως καὶ δόξης πολλῆς, οὐκέτι μακροθυμήσων, ἀλλὰ τιμωρήσων τοὺς διὰ τῶν πονηρῶν ἔργων θησαυρίσαντας ἑαυτοῖς τὴν ὀργὴν ἐν τῷ καιρῷ τῆς μακροθυμίας αὐτοῦ. Καὶ τοὺς μὲν ἀνιάτως ἔχοντας, ὡς μέλη σεσηπότα τῶν ὑγιαινόντων ἀποτεμούμενος, καὶ τῷ πυρὶ παραδώσων, τοὺς δὲ οἰκείους αὐτῷ τῆς ἐπηρείας καὶ συναυλίας τῶν πονηρῶν ἀνθρώπων ἐκλυτρωσόμενος, καὶ τῆς τῶν οὐρανῶν βασιλείας κληρονόμους ἀπεργασόμενος.
Εὐθὺς οὖν μετὰ τὴν τοῦ ἀντιχρίστου βδελυρὰν παρρησίαν κλονήσει τὰ πάντα, ὁ συστήσας τὰ πάντα· κατὰ τὸ διὰ τοῦ προφήτου εἰρημένον, ὅτι «ἔτι ἅπαξ ἐγὼ σείω οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν». Εὐθὺς οὖν κλονεῖ τὸν κόσμον, καὶ λύει τὸν ἀνωτάτω τοῦ παντὸς ὄρον, καὶ συμπτύσσει τὸ οὐράνιον κύτος, καὶ τὴν γῆν πυρὶ μίγνυσι, καὶ συγχεῖ τὸ πᾶν, κάτωθεν μὲν ἀναμοχλεύων τοὺς παγκοσμίους ὡς εἰπεῖν θεμελίους, ἄνωθεν δὲ τῶν ἄστρων τὸ πλῆθος, οἷόν τινας ἀμυθήτους πρηστῆρας, ἐπὶ τὰς κεφαλὰς πέμπων τῶν θεοποιησάντων τὸν πονηρόν, ἵνα δι’ αὐτῶν πρῶτον τιμωρηθῶσιν οἱ τῷ ἀντιχρίστῳ πιστεύσαντες, οἷς τὸν νοῦν προσηλώθησαν, καὶ δι’ ἃ ὡς Θεῷ τῷ ἀντιθέῳ ἐπείσθησαν. Ἔπειτα μετὰ δόξης αὐτὸς ἐπιφανεὶς ἀφάτου, δι’ εὐσήμου σάλπιγγος, ὡς δι’ ἐμφυσήματός ποτε τὸν προπάτορα, πάντας ζωώσει, καὶ ἐνώπιον αὐτοῦ παραστήσει ζῶντας τοὺς ἀπ’ αἰῶνος νεκρούς. Καὶ τοὺς μὲν ἀσεβεῖς οὐκ ἄξει εἰς κρίσιν, οὐδὲ λόγου ἀξιώσει τινός· οὐδὲ γὰρ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει κατὰ τὸ γεγραμμένον, ἀλλ’ ἐν κατακρίσει.
Προθήσει δὲ εἰς κρίσιν τὰ ἡμέτερα πάντα, κατὰ τὴν σήμερον ἀναγινωσκομένην τοῦ εὐαγγελίου φωνήν· «ὅταν γάρ» φησίν, «ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ’ αὐτοῦ». Ἐπὶ μὲν γὰρ τῆς προτέρας αὐτοῦ παρουσίας ἐκρύπτετο ἡ δόξα τῆς αὐτοῦ θεότητος ὑπὸ τὴν σάρκα, ἣν ἐξ ἡμῶν ὑπὲρ ἡμῶν ἀνέλαβε· νῦν δὲ κρύπτεται πρὸς τὸν Πατέρα ἐν τῷ οὐρανῷ μετὰ τῆς ὁμοθέου σαρκός, τότε δὲ πᾶσαν ἐκκαλύψει τὴν δόξαν· ἀπὸ γὰρ ἀνατολῶν ἕως δυσμῶν φανεῖται λάμπων, ἀκτῖσι θεότητος περιαυγάζων τὰ πέρατα, παγκοσμίου καὶ ζωοποιοῦ σάλπιγγος περιηχούσης, καὶ συγκαλούσης ἅμα πρὸς αὐτὸν τὰ πάντα. Καὶ τοὺς ἀγγέλους ἐπήγετο μὲν καὶ πρότερον, ἀλλ’ ἀφανῶς, ἐπέχων τὸν αὐτῶν ζῆλον κατὰ τῶν θεομαχούντων· ὕστερον δὲ ἐμφανῶς ἥξει καὶ οὐ παρασιωπήσεται, ἀλλὰ καὶ ἐλέγξει καὶ παραδώσει ταῖς ποιναῖς τοὺς ἀπειθεῖς. «Ὅταν οὖν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ’ αὐτοῦ, τότε», φησί, «καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ».
Οὕτω γὰρ καὶ ὁ Δανιὴλ προεῖδε καὶ προεῖπεν· «ἰδοὺ» γὰρ φησί, «θρόνοι ἐτέθησαν, καὶ Παλαιὸς Ἡμερῶν ἐκάθισε· καὶ εἶδον ὡς υἱὸν ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασε, καὶ αὐτῷ ἐδόθη πᾶσα καὶ ἡ τιμὴ καὶ ἡ ἐξουσία· χίλιαι χιλιάδες ἐλιτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ»· ᾧ συμφώνως καὶ τὸ ἱερὸν εὐαγγέλιον τότε, φησί, «συναχθήσονται πάντα τὰ ἔθνη ἔμπροσθεν αὐτοῦ· καὶ ἀφοριεῖ αὐτοὺς ἀπ’ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων». Πρόβατα τοὺς δικαίους καλεῖ ὡς πρᾳεῖς καὶ ἐπιεικεῖς καὶ βαδίσαντας τὴν λείαν καὶ ὑπ’ αὐτοῦ τετριμμένην ὁδὸν τῶν ἀρετῶν, καὶ ὡς ἀφομοιωμένους αὐτῷ· ἐπεὶ καὶ αὐτὸς ἀμνὸς ἐκλήθη παρὰ τοῦ Προδρόμου καὶ Βαπτιστοῦ, «ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ», λέγοντος, «ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου». Ἐρίφους δὲ καλεῖ τοὺς ἁμαρτωλοὺς ὡς θρασεῖς καὶ ἀτάκτους, καὶ κατὰ κρημνῶν φερομένους τῆς ἁμαρτίας· καὶ τοὺς μέν, φησί, στήσει ἐκ δεξιῶν, ὡς καὶ δεξιῶν ἐργάτας ἔργων, τοὺς δὲ μὴ τοιούτους ἐκ τῶν εὐωνύμων. «Τότε ἐρεῖ ὁ Βασιλεύς», φησί, καὶ οὐ προσέθηκε τίς, ἢ τίνων βασιλεύς, ὡς οὐδενὸς ὄντος ἑτέρου, πλὴν αὐτοῦ· εἰ γὰρ καὶ ἐκεῖ πολλοὶ κύριοι καὶ βασιλεῖς, ἀλλ’ εἷς ὄντως Κύριος, εἷς βασιλεύς, ὁ φύσει τοῦ παντὸς δεσπότης.
Ἐρεῖ τοίνυν τότε τοῖς ἐκ δεξιῶν αὐτοῦ ὁ μόνος βασιλεύς· «δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου».
Ὄντως πρὸς τοῦτο ἔβλεπεν ἡ ἀπ’ ἀρχῆς καταβολὴ τοῦ κόσμου· καὶ διὰ τοῦτο τὸ τέλος ἡ ἐπουράνιος ἐκείνη καὶ ἀρχαιοτάτη τοῦ Πατρὸς βουλή, καθ’ ἣν ὁ τῆς μεγάλης βουλῆς τῆς τοῦ Πατρὸς ἄγγελος, οὐ κατ’ εἰκόνα μόνον, ἀλλὰ καὶ καθ’ ὁμοίωσιν οἰκείαν ἀπειργάσατο ζῶον τὸν ἄνθρωπον, ἵνα δυνηθῇ ποτε χωρῆσαι τὴν μεγαλειότητα τῆς θείας βασιλείας, τὴν μακαριότητα τῆς θείας κληρονομίας, τὴν τελειότητα τῆς τοῦ ἀνωτάτω Πατρὸς εὐλογίας, δι’ ἣν πάντα ἐγένετο τὰ ὁρατὰ καὶ τὰ ἀόρατα· οὐ γὰρ εἶπε τοῦ αἰσθητοῦ κόσμου, ἀλλ’ ἀπροσδιορήστως τοῦ κόσμου, ὅσος οὐράνιος, καὶ ὅσος ἐπίγειος. Οὐχ οὗτος δὲ μόνον, ἀλλὰ καὶ ἡ θεία καὶ ἀπόρρητος κένωσις, ἡ θεανδρικὴ πολιτεία, τὰ σωτήρια πάθη, τὰ μυστήρια πάντα· διὰ τοῦτο τὸ τέλος προμηθῶς καὶ πανσόφως προῳκονόμηται, ὡς ἄν, ὁ διὰ τούτων ἐν τοῖς παροῦσι πιστὸς ἀναφανείς, ἀκούσῃ παρὰ τοῦ Σωτῆρος· «εὖ δοῦλε ἀγαθέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω, εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου». Δεῦτε οὖν φησι, κληρονομήσατε καὶ τὸν ἐνεστῶτα καὶ μένοντα καὶ ἐπουράνιον κόσμον, οἱ τῷ ἐπιγείῳ καὶ φθαρτῷ καὶ παραρρέοντι κόσμῳ καλῶς κατ’ ἐμὴν χρησάμενοι γνώμην. «Ἐπείνασα γάρ, καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα, καὶ ἐποτίσατέ με, ξένος ἤμην, καὶ συνηγάγετέ με, γυμνός, καὶ περιεβάλετέ με, ἠσθένησα, καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρός με».
Ἐνταῦθα ζητεῖται τίνος ἕνεκα τῆς ἐλεημοσύνης ἐμνήσθη μόνης, καὶ ταύτης ἕνεκα τὴν εὐλογίαν καὶ τὴν κληρονομίαν καὶ τὴν βασιλείαν ἔδωκεν ἐκείνην. Ἀλλ’ οὐ ταύτης ἐμνήσθη μόνης τοῖς μετὰ συνέσεως ἀκούουσιν· ἐπεὶ γὰρ ἀνωτέρω τοὺς αὐτῆς ἐργάτας πρόβατα ἐκάλεσεν, ἀπὸ τῆς κλήσεως ταύτης, τήν τε πρὸς αὐτὸν ὁμοίωσιν καὶ πᾶσαν ἀρετὴν ἐμαρτύρησεν αὐτοῖς καὶ ὡς ἕτοιμοι διηνεκῶς ἦσαν εἰς τὸν ὑπὲρ τοῦ καλοῦ θάνατον· καθάπερ καὶ αὐτὸς ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, κατὰ τὸ γεγραμμένον.
Τούτοις οὖν καὶ αὐτοῖς οὖσι προσεπιφημίζει τὴν εὐποιΐαν· δεῖ γὰρ καὶ ταύτην δεῖγμα καὶ καρπὸν οὖσαν τῆς ἀγάπης, ὥσπέρ τινα κεφαλὴν ὑπερκειμένην ἔχειν τῶν ἄλλων ἁπασῶν ἀρετῶν τὸν μέλλοντα κληρονομεῖν τὴν ἀΐδιον βασιλείαν ἐκείνην. Ὃ καὶ διὰ τῆς παραβολῆς τῶν δέκα παρθένων ἔδειξεν ὁ Κύριος· οὐδὲ γὰρ αἱ τυχοῦσαι εἰς τὸν θεῖον εἰσάγονται νυμφῶνα, ἀλλ’ αἱ παρθενίᾳ κεκοσμημέναι, ἥτις οὐκ ἂν κατορθωθείη χωρὶς ἀσκήσεως καὶ ἐγκρατείας καὶ πολλῶν καὶ ποικίλων τῶν κατ’ ἀρετὴν ἀγώνων, ἔτι γε μὴν καὶ λαμπάδας ταῖν χεροῖν κατέχουσαι, τὸν οἰκεῖον νοῦν καὶ τὴν ἐν αὐτῷ ἐμμέριμνον γνῶσιν, τῷ πρακτικῷ τῆς ψυχῆς, ὃ δηλοῦται διὰ τῶν χειρῶν, ἐποχουμένην καὶ ὑπανεχομένην, καὶ τῷ Θεῷ ἀνακειμένην διὰ βίου, καὶ συνημμένην ταῖς ἐκεῖθεν λάμψεσι.
Δεῖ δὲ ὅμως καὶ τοῦ ἐλαίου δαψιλοῦς, ὥστε διαρκεῖν ἡμμένας. Ἔλαιον δέ ἐστιν ἡ ἀγάπη, κορυφὴ τῶν ἀρετῶν οὖσα. Ὥσπερ οὖν, ἂν καὶ θεμελίους ὑποθῇς καὶ ἐποικοδομήσῃς τοὺς τοίχους, οὐκ ἐπιθῇς δὲ τὸν ὄροφον, ἄχρηστα πάντα ἀφῆκας ἐκεῖνα, τὸν αὐτὸν τρόπον ἂν πᾶσαν ἀρετὴν κτήσῃ, μὴ προσκτήσῃ δὲ τὴν ἀγάπην, πᾶσαι ἐκεῖναι ἄχρηστοι καὶ ἀνόνητοι· καὶ ὁ τῆς οἰκίας δὲ ὄροφος χωρὶς τῶν αὐτὸν ὑπανεχόντων ἐποικοδομηθῆναι οὐ δύναται.
Τοῖς τοιούτοις τοίνυν καὶ ὁ Κύριος τὴν οἰκείαν παρέχει κληρονομίαν, οἵτινες τὰς ἄλλας ἀρετὰς διὰ τῶν τῆς ἀγάπης ἔργων ἐπεσφραγίσαντο· καὶ ἢ δι’ ἀνεπιλήπτου βίου πρὸς αὐτὴν ἀνέδραμον ἢ διὰ μετανοίας πρὸς αὐτὴν κατέφυγον· ὧν τοὺς μὲν υἱοὺς ἐγὼ καλῶ, ὡς τῆς ἐκ Θεοῦ μυστικῆς ἀναγεννήσεως φύλακας, τοὺς δὲ μισθίους. ὡς διὰ τῶν τῆς μετανοίας πολυειδῶν ἱδρώτων καὶ τῆς ταπεινώσεως, οἷα μισθὸν τὴν χάριν ἐπανακαλουμένους.
Διὸ καὶ πολυειδῶς τὰ τῆς κρίσεως πρότερον ἐν τοῖς θείοις Εὐαγγελίοις ἐξηγησάμενος, ὕστερον προήγαγε τὰ τῆς ἀγάπης, ὡς τὰς ἐκεῖ προκατηριθμημένας ἀρετάς, ἢ τελειούσης ἢ ἐπαναγούσης. Ἀλλ’ οἱ δίκαιοι ἀποκριθήσονται λέγοντες· «Κύριε, πότε σε εἴδομεν πεινῶντα, καὶ ἐθρέψαμεν, ἢ διψῶντα, καὶ ἐποτίσαμεν; πότε δέ σε εἴδομεν ξένον, καὶ συνηγάγομεν, ἢ γυμνόν, καὶ περιεβάλομεν; πότε δέ σε εἴδομεν ἀσθενῆ ἢ ἐν φυλακῇ, καὶ ἤλθομεν πρὸς σέ;». Ὁρᾶτε καὶ δικαίους καλουμένους τοὺς ἐκ δεξιῶν; οὐκοῦν ἀπὸ δικαιοσύνης καὶ μετὰ δικαιοσύνης αὐτοῖς ὁ ἔλεος. Ὁρᾶτε δὲ καὶ ἑτέραν ἀρετὴν τὴν ταπείνωσιν προσμαρτυρουμένην τοῖς δικαίοις τῷ πληρώματι τῆς ἀγάπης, οἷόν τι περιτείχισμα καιρίως ἀνεγηγερμένον; Ἀνάξιοι γὰρ εἶναι τῆς ἀναρρήσεως καὶ τῶν ἐπαίνων ἰσχυρίζονται, ὡς μηδὲν ἀγαθὸν πράξαντες, οἱ μηδὲν ἄπρακτον ἀφεῖναι μαρτυρούμενοι.
Διὰ τοῦτο, οἶμαι, καὶ χρηματίζει παρρησίᾳ τούτοις ὁ Κύριος, ἵνα τοιοῦτοι ἀναφανῶσι καὶ τῇ ταπεινώσει ἀνυψωθῶσι καὶ χάριν εὕρωσι δικαίως παρ’ αὐτοῦ, δαψιλῆ ταύτην τοῖς ταπεινοῖς παρέχοντος, «Κύριος γὰρ ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν», ὃς καὶ νῦν πρὸς αὐτούς φησιν· «ἀμὴν λέγω ὑμῖν, ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε». Ἐλάχιστον καλεῖ διὰ τὴν ἔνδειαν καὶ εὐτέλειαν, ἀδελφὸν δέ, ὡς καὶ αὐτὸς οὕτω κατὰ σάρκα ζήσας ἐπὶ γῆς.
Ἀκούσατε καὶ εὐφράνθητε ὅσοι πτωχοί τε καὶ ἐνδεεῖς· ἀδελφοὶ γὰρ ἐστὲ κατὰ τοῦτο τοῦ Θεοῦ· κἂν ἀκουσίως ἦτε πτωχοί τε καὶ εὐτελεῖς, διὰ τῆς ὑπομονῆς καὶ τῆς εὐχαριστίας ἑκούσιον ἑαυτοῖς ποιήσασθε τὸ ἀγαθόν. Ἀκούσατε οἱ πλούσιοι καὶ τὴν μακαριστὴν πτωχείαν ποθήσατε, ἵνα κληρονόμοι καὶ ἀδελφοὶ Χριστοῦ γένησθε καὶ τῶν ἀκουσίως πτωχευόντων γνησιώτεροι· κἀκεῖνος γὰρ ἑκὼν ἐπτώχευσε δι’ ἡμᾶς. Ἀκούσατε καὶ στενάξατε οἱ περιορῶντες κακῶς πάσχοντας τοὺς ὑμετέρους ἀδελφούς, μᾶλλον δὲ τοὺς τοῦ Θεοῦ, καὶ μὴ μεταδιδόντες ἐξ ὧν εὐπορεῖτε τοῖς ἐνδεέσι τροφῆς, σκέπης, περιβολῆς, ἐπιμελείας τῆς προσηκούσης, μηδὲ τὸ ὑμῶν περίσσευμα καταναλίσκοντες εἰς τὸ ἐκείνων ὑστέρημα.
Μᾶλλον δὲ ἀκούσωμεν καὶ στενάξωμεν· καὶ γὰρ καὶ αὐτὸς ἐγώ, ὁ πρὸς ὑμᾶς ταῦτα λέγων, ἐλέγχομαι ὑπὸ τῆς συνειδήσεως οὐκ ἔξω τοῦ πάθους τελείως ὤν· πολλῶν γὰρ ριγώντων καὶ στερουμένων, ἐμπεπλησμένος αὐτός εἰμι καὶ ἐνδεδυμένος. Πολλοῦ δὲ μᾶλλον ἄξιοι πένθους, οἱ καὶ τοὺς ὑπὲρ τὴν καθημερινὴν χρείαν θησαυροὺς ἔχοντες καὶ κατέχοντες, ἢ καὶ αὔξειν σπουδάζοντες, ἀγαπᾶν ὡς ἑαυτοὺς τὸν πλησίον προστεταγμένοι καὶ μηδὲ ὡς τὸν χοῦν αὐτοὺς ἔχοντες. Τί γάρ ἐστιν ἄλλο χρυσὸς καὶ ἄργυρος, ἃ μᾶλλον ἠγαπήσαμεν τῶν ἀδελφῶν;
Ἀλλ’ ἐπιστραφῶμεν καὶ μετανοήσωμεν καὶ κοινωνήσωμεν ἐπαρκοῦντες ταῖς χρείαις οἷς ἔχομεν τῶν ἐν ἡμῖν πτωχευόντων ἀδελφῶν, κἂν εἰ μὴ τὰ ἐνόντα πάντα θεοφιλῶς κενῶσαι προαιρώμεθα, ἀλλὰ μηδὲ πάντα παρ’ ἑαυτοῖς ἀνηλεῶς κατάσχωμεν· ἀλλὰ τὸ μὲν ποιήσωμεν, εἰς ὃ δὲ ἀπολειπόμεθα, ταπεινωθῶμεν ἐνώπιον τοῦ Θεοῦ καὶ τευξόμεθα τῆς παρ’ αὐτοῦ συγγνώμης, τῆς αὐτοῦ φιλανθρωπίας ἀναπληρούσης τὴν ἡμετέραν ἔλλειψιν, ἵνα μὴ τῆς ἀπευκταίας, ὃ μὴ γένοιτο, φωνῆς ἀκούσωμεν· «τότε γάρ», φησίν, «ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· πορεύεσθε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι».
Πόσον τοῦτο! τῆς ζωῆς μακρύνθητε, τῆς τρυφῆς ἐκβλήθητε, τοῦ φωτὸς στερήθητε! Ἀλλ’ οὐ τοῦτο μόνον, ἀλλὰ «πορεύεσθε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ»· ὡς γὰρ οἱ ἐκ δεξιῶν ζωὴν ἕξουσι καὶ περισσὸν ἕξουσι, ζωὴν μὲν τῷ συνεῖναι Θεῷ, περισσὸν δὲ τῷ καὶ υἱοὶ διατελεῖν καὶ κληρονόμοι τῆς αὐτοῦ βασιλείας, οὕτως οἱ ἐξ εὐωνύμων τῆς ἀληθινῆς ζωῆς ἀποτυχόντες τῷ μακρυνθῆναι Θεοῦ, καὶ περισσότερον ἕξουσι κακόν, τῷ δαίμοσι συντετάχθαι καὶ πυρὶ παραδοθῆναι κολάζοντι.
Οἷον δὲ τὸ πῦρ ἐκεῖνο, ὃ καὶ τῶν σωμάτων ἅπτεται καὶ τῶν λογικῶν ἐν σώμασί τε ὄντων καὶ οὐκ ἐν σώμασι πνευμάτων, ὀδυνῶν ἅμα καὶ παρακατέχον ἀθάνατα, δι’ οὗ καὶ τὸ καθ’ ἡμᾶς πῦρ τακήσεται, κατὰ τὸ γεγραμμένον, «στοιχεῖα καυσούμενα τήκεται;».
Ὅση δὲ τῆς ὀδύνης προσθήκη τὸ τῆς ἀπολυτρώσεως ἀπροσδόκητον; Καὶ γὰρ ἄσβεστον ἐκεῖνο τὸ πῦρ. Τί δὲ αὖθις ἡ βιαία φορά; Καὶ γὰρ ποταμός φησιν ἕλκων ἐκεῖνο τὸ πῦρ, ὡς ἔοικεν ἀεὶ πορρωτέρω φέρον Θεοῦ· διὸ οὐδέ, πορεύθητε, εἶπεν, ἀλλά, πορεύεσθε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι· καὶ γὰρ ὑπὸ τῶν πτωχῶν ἐκ πολλοῦ κεκατήρασθε· κἂν εἴπερ ἔφερον ἐκεῖνοι, ἀλλ’ ὑμεῖς κατάρας ἄξιοι.
Πορεύεσθε δέ φησι πρὸς αὐτοὺς εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον οὐχ ὑμῖν, ἀλλὰ τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· οὐ γὰρ ἐμόν ἐστι τοῦτο προηγούμενον θέλημα, οὐκ εἰς τοῦτο ὑμᾶς ἐποίησα, οὐκ ἐφ’ ὑμᾶς ἡτοίμασα τὴν πυράν· διὰ τοὺς ἀμετάβλητον ἔχοντας τῆς κακίας τὴν ἕξιν δαίμονας προανεκαύθη τὸ ἄσβεστον πῦρ, οἷς ὑμᾶς συνῆψεν ἡ κατ’ ἐκείνους ἀμετανόητος γνώμη. Αὐθαίρετος οὖν ὑμῖν ἐστιν ἡ μετὰ τῶν πονηρῶν ἀγγέλων συμβίωσις· «ἐπείνασα γάρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με· ξένος ἤμην, καὶ οὐ συνηγάγετέ με· γυμνός, καὶ οὐ περιεβάλλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ ἤμην, καὶ οὐκ ἐπισκέψασθέ με»· ὡς γὰρ ἡ ἀγάπη, ἀδελφοί, καὶ τὰ τῆς ἀγάπης ἔργα πλήρωμα τῶν ἀρετῶν ἐστιν, οὕτω τὸ μῖσος καὶ τὰ τοῦ μίσους ἔργα, ὁ ἀσυμπαθὴς τρόπος, ἡ ἀμετάδοτος γνώμη, πλήρωμά ἐστι τῆς ἁμαρτίας· καὶ καθάπερ τῇ φιλανθρωπίᾳ ἕπονται καὶ σύνεισιν αἱ ἀρεταί, οὕτω τῇ μισανθρωπίᾳ αἱ κακίαι· διὰ τοῦτο καὶ ἀπὸ ταύτης μόνης καταδικάζονται.
Ἐβουλόμην μὲν οὖν εἰπεῖν ὡς οὐδὲν μεῖζον δεῖγμα μίσους, ἀλλ’ ἢ τὸ προτιμᾶν τοῦ ἀδελφοῦ τὸ περιττεῦον ἀργύριον· ἀλλ’ ὁρῶ τὴν κακίαν καὶ μεῖζον εὑροῦσαν δεῖγμα τῆς μισανθρωπίας· εἰσὶ γὰρ οἳ μὴ μόνον οὐκ ἐλεοῦσιν ἐξ ὧν εὐποροῦσιν, ἀλλὰ καὶ σφετερίζονται τὰ ἀλλότρια. Συλλογιζέσθωσαν οὖν ἐκ τῆς πρὸς τοὺς μὴ ἐλεοῦντας ἀποφάσεως, τίνος οὗτοι τεύξονται, καὶ τί πείσονται, καὶ οἵας ἀπερινοήτου τε καὶ ἀφορήτου καταδίκης ἄξιοι καὶ ἀποστήτωσαν τῆς ἀδικίας, καὶ διὰ τῶν τῆς μετανοίας ἔργων ἐξιλεούσθωσαν τὸ θεῖον. Ἐκεῖνοι δὲ ἀποκριθήσονται τηνικαῦτα λέγοντες· «Κύριε, πότε σε εἴδομεν πεινῶντα, ἢ διψῶντα, ἢ ξένον, ἢ γυμνόν, ἢ ἀσθενῆ, ἢ ἐν φυλακῇ, καὶ οὐ διηκονήσαμέν σοι»;
Ὁρᾶτε καὶ αὐτὸ τὸ ἔσχατον κακὸν τὴν ὑπερηφανίαν τῷ ἀσυμπαθεῖ συνεζευγμένην τρόπῳ, ὥσπερ καὶ τῇ συμπαθείᾳ τὴν ταπείνωσιν; Οἱ δίκαιοι διὰ τὴν εὐποιΐαν ἐγκωμιαζόμενοι ταπεινοῦνται μᾶλλον, οὐ δικαιοῦσιν ἑαυτούς. Οὗτοι διὰ τὴν ἀσπλαγχνίαν κατηγορούμενοι παρὰ τοῦ ἀψευδοῦς, οὐ προσπίπτουσι ταπεινωθέντες, ἀλλ’ ἀντιλέγουσι καὶ δικαιοῦσιν ἑαυτούς· διὸ καὶ ἀκούσουσιν, «ἀμὴν λέγω ὑμῖν, ἐφ’ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε». Καὶ οὕτως ἀπελεύσονται, φησίν, «οὗτοι μὲν εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον».
Ἐλεήσωμεν οὖν ἡμᾶς αὐτούς, ἀδελφοί, διὰ τοῦ πρὸς τοὺς ἀδελφοὺς ἐλέους, κτησώμεθα διὰ τῆς συμπαθείας τὴν συμπάθειαν, εὖ ποιήσωμεν ἵνα πάθωμεν εὖ· ὁμοία μὲν ἡ ἀντίδοσις, εὐποιΐα γὰρ καὶ φιλανθρωπία καὶ ἀγάπη καὶ ἔλεος καὶ συμπάθεια, οὐκ ἴση δὲ τῇ ἀξίᾳ καὶ τῷ μέτρῳ τῆς ὑπεροχῆς· σὺ μὲν γὰρ παρέχεις ἐξ ὧν ἄνθρωπος ἔχει, καὶ ἐφ’ ὅσον ἄνθρωπος εὐεργετῆσαι δύναται, ἀντιλαμβάνεις δὲ παρὰ τῶν θείων καὶ ἀκενώτων θησαυρῶν ἑκατονταπλασίονα, καὶ τὴν αἰώνιον ζωήν, καὶ εὐεργετῇ ἐξ ὧν καὶ ὅσον ὁ Θεὸς εὐεργετῆσαι δύναται· «ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη».
Σπεύσωμεν οὖν ἵνα τοῦ πλούτου τῆς χρηστότητος ἐπιτύχωμεν, ὀλίγων ἀργυρίων κληρονομίαν αἰώνιον ἀγοράσωμεν, φοβηθῶμεν τὴν κατὰ τῶν ἀνηλεῶν ἀπόφασιν ἀρτίως, ἵνα μὴ ὑπ’ αὐτῆς ἐκεῖ κατακριθῶμεν· μὴ φοβηθῶμεν μὴ πτωχοὶ γενώμεθα διδόντες ἐλεημοσύνην· καὶ γὰρ ἀκούσομεν παρὰ Χριστοῦ, «δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν βασιλείαν». Φοβηθῶμεν καὶ πάντα πράξωμεν ἵνα μὴ φανῶμεν ἔξω τῆς πρὸς τὸν Θεὸν ἀγάπης διὰ τῆς ἀσπλαγχνίας· «ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὑτοῦ ὃν ἑώρακε, πῶς ἀγαπήσει», φησὶν ὁ εὐαγγελιστής, «τὸν Θεὸν ὃν οὐχ ἑώρακεν», ὁ δὲ μὴ ἀγαπῶν τὸν Θεόν, πῶς συνέσται αὐτῷ; ὁ δὲ μὴ συνὼν αὐτῷ πορευθήσεται ἀπ’ αὐτοῦ· ὁ δὲ πορευόμενος ἀπ’ αὐτοῦ, εἰς τὴν γέενναν ἐμπεσεῖται πάντως.
Ἀλλ’ ἡμεῖς ἀγάπης ἔργα ἐπιδειξώμεθα εἰς τοὺς ἡμετέρους ἐν Χριστῷ ἀδελφούς, ἐλεοῦντες τοὺς πενομένους, ἐπιστρέφοντες τοὺς πεπλανημένους, ἣν ἂν εἴποις πλάνην τε καὶ πενίαν, ἐκδικοῦντες τοὺς ἀδικουμένους, ἐπιρρωννῦντες τοὺς ἐν ἀσθενείᾳ κατακειμένους, εἴτε διὰ τῶν αἰσθητῶν τοῦτο πάσχοντας ἐχθρῶν τε καὶ νοσημάτων, εἴτε διὰ τῶν ἀοράτων πονηρῶν πνευμάτων καὶ τῶν τῆς ἀτιμίας παθῶν, ἐπισκεπτόμενοι τοὺς ἐν φυλακῇ καθειργμένους, ἀλλὰ καὶ ἀνεχόμενοι τῶν εἰς ἡμᾶς πταιόντων, καὶ χαριζόμενοι ἀλλήλοις εἴ τις πρός τινα ἔχει μομφήν, ὡς καὶ ὁ Χριστὸς ἐχαρίσατο ἡμῖν· καὶ ἁπλῶς παντὶ τρόπῳ καὶ πᾶσιν ἔργοις τε καὶ λόγοις, οἷς ἔχομεν, ἐπιδειξώμεθα τὴν πρὸς ἀλλήλους ἀγάπην, ἵνα καὶ τῆς παρὰ τοῦ Θεοῦ ἐπιτύχωμεν ἀγάπης καὶ εὐλογηθῶμεν παρ’ αὐτοῦ καὶ κληρονομήσωμεν τὴν ἐπηγγελμένην ἡμῖν καὶ δι’ ἡμᾶς ἡτοιμασμένην οὐράνιον καὶ αἰώνιον βασιλείαν ἀπὸ καταβολῆς κόσμου.
Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.