Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ομιλίες ΚΑ΄–ΜΒ΄

Γρηγόριος Παλαμᾶς

Η εορτή των Αγίων Πάντων

Εγκωμιασμός των μαρτύρων και των οσίων, η ομολογία της πίστεως και η προϋπόθεση της καθαρότητας του βίου για την τιμή των αγίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 5 από 22

ΕΚΦΩΝΗΘΕΙΣΑ Τῌ ΚΥΡΙΑΚῌ ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ Θαυμαστὸς ὄντως ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Ὅταν γάρ τις ἐνθυμηθῇ τοὺς ὑπερφυεῖς τῶν μαρτύρων ἀγῶνας, πῶς ἐν ἀσθενείᾳ σαρκὸς τὸν ἰσχυρὸν ἐν κακίᾳ κατῄσχυναν, ὡς ἀνεπαισθήτως ἔχουσι τῶν ὀδυνῶν καὶ τῶν τραυμάτων ἀγωνιζόμενοι σώματι πρὸς πῦρ, πρὸς ξίφος, πρὸς ποικίλας καὶ θανατηφόρους βασάνων ἰδέας, διὰ τῆς καρτερίας ἀντιπαραταττόμενοι, καὶ τὰς μὲν σάρκας τεμνόμενοι καὶ τὰς ἁρμονίας διαλυόμενοι καὶ τὰ ὀστᾶ συντριβόμενοι, τὴν δὲ ὁμολογίαν τῆς εἰς Χριστὸν πίστεως σώαν διαφυλάττοντες καὶ ἄτμητον καὶ ἀσινῆ καὶ ἀκράδαντον, ὅθεν καὶ ἡ ἀναντίρρητος αὐτοῖς ἐχαρίσθη σοφία τοῦ Πνεύματος καὶ τῶν τεραστίων ἡ δύναμις· ὅταν τὴν ὑπομονὴν ἀναλογίσηται τῶν ὁσίων, πῶς ὡς ἀσώματοι τὰς πολυημέρους ἀσιτίας, τὰς ἀγρυπνίας, τὰς ἄλλας ποικίλας κακώσεις τοῦ σώματος ἐθελουσίως ὑπήνεγκαν, πρὸς τὰ πονηρὰ πάθη, πρὸς τὰ ποικίλα τῆς ἁμαρτίας εἴδη, πρὸς τὸν ἔνδον καὶ ἐν ἡμῖν αὐτοῖς ἀόρατον πόλεμον, πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας εἰς τέλος ἀντιταξάμενοι, καὶ τὸν μὲν ἐκτὸς ἄνθρωπον τηκόμενοί τε καὶ ἀχρειούμενοι, τὸν δὲ ἐντὸς ἄνθρωπον ἀνανεούμενοι καὶ θεούμενοι, παρ’ οὗ τούτοις ἐχαρίσθη τὰ χαρίσματα τῶν ἰαμάτων, τὰ ἐνεργήματα τῶν δυνάμεων· ὅταν τις ἐπὶ νοῦν λάβῃ ταῦτα καὶ προσεννοήσῃ ὅτι τὴν φύσιν ὑπερβαίνει τὴν ἡμετέραν, θαυμάζει καὶ δοξάζει Θεὸν τὸν τούτοις παρασχόντα τὴν τοσαύτην χάριν καὶ δύναμιν.

Εἰ γὰρ καὶ τὴν προαίρεσιν ἀγαθὴν καὶ καλλίστην εἶχον, ἀλλὰ χωρὶς τῆς τοῦ Θεοῦ δυνάμεως οὐκ ἂν ἴσχυσαν ὑπὲρ τὴν φύσιν γενέσθαι καὶ ἐν σώματι ὄντες τὸν ἀσώματον καταπαλέσαι πολέμιον. Διὰ τοῦτο καὶ ὁ ψαλμῳδὸς προφήτης εἰπών, «θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ», ἐπήγαγεν· «αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὑτοῦ». Καὶ σκοπεῖτε μετὰ συνέσεως τῶν προφητικῶν ρημάτων τὴν δύναμιν· παντὶ μὲν γάρ, φησί, τῷ λαῷ αὑτοῦ δίδωσιν ὁ Θεὸς δύναμιν καὶ κραταίωσιν· οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ· θαυμάζεται δὲ ἐν μόνοις τοῖς ἁγίοις αὐτοῦ. Ὥσπερ γὰρ ὁ ἥλιος ἄνωθεν πλουσίως πᾶσιν ἐπίσης ἐπιχεῖ τὰς ἀκτῖνας, ὁρῶσι δὲ μόνοι ταύτας οἱ ὀφθαλμοὺς ἔχοντες, καὶ τούτους οὐ μεμυκότας, καθαρᾶς δὲ ἀπολαύουσι τῆς αὐγῆς οἱ διὰ καθαρότητα τῶν ὀμμάτων ὀξυωποῦντες, καὶ μὴ διὰ νόσον ἢ ἀχλὺν ἤ τι τοιοῦτον ἐμπεσὸν τοῖς ὄμμασιν ἀμβλυωποῦντες· οὕτω καὶ ὁ Θεὸς ἄνωθεν πλουσίαν πᾶσι χορηγεῖ τὴν αὑτοῦ βοήθειαν· αὐτὸς γάρ ἐστιν ἡ ἀεννάως βρύουσα τοῦ ἐλέους καὶ τῆς ἀγαθότητος σωστικὴ καὶ φωτιστικὴ πηγή.

Ἀπολαύουσι δὲ τῆς ἐκεῖθεν χάριτος καὶ δυνάμεως πρὸς τὴν τῆς ἀρετῆς ἐνέργειαν καὶ τελείωσιν ἢ καὶ τὴν τῶν θαυμάτων ἐπίδειξιν, οὐχ ἁπλῶς ἅπαντες, ἀλλ’ οἱ προαίρεσιν ἀγαθὴν κεκτημένοι καὶ δι’ ἔργων τὴν πρὸς τὸν Θεὸν ἀγάπην καὶ πίστιν ἐπιδεικνύμενοι, καὶ τὰ μὲν φαῦλα τελείως ἀποστρεφόμενοι, τῶν δὲ τοῦ Θεοῦ προσταγμάτων ἀσφαλῶς ἀντεχόμενοι καὶ τὸ τῆς διανοίας ὄμμα πρὸς αὐτὸν ἀνατείνοντες τὸν τῆς δικαιοσύνης ἥλιον Χριστόν· ὃς οὐ μόνον ἀοράτως χεῖρα βοηθείας ἄνωθεν προτείνει τοῖς ἀγωνιζομένοις, ἀλλὰ καὶ διὰ τοῦ εὐαγγελίου προτρεπόμενος αἰσθητῶς ἡμῖν σήμερον διαλέγεται· «πᾶς γάρ», φησίν, «ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς».

Ὁρᾶτε ὅτι οὔτε ἡμεῖς δυνάμεθα παρρησιάσασθαι τὴν εἰς Χριστὸν πίστιν καὶ τὴν ὁμολογίαν ἄνευ τῆς παρ’ αὐτοῦ δυνάμεως καὶ συνεργείας οὔτε ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς παρρησιάσεται ὑπὲρ ἡμῶν ἐν αἰῶνι τῷ μέλλοντι καὶ συστήσει καὶ οἰκειώσει τῷ ἀνωτάτῳ Πατρὶ ἄνευ τοῦ λαβεῖν ἀφ’ ἡμῶν τὰς ἀφορμάς;

Τοῦτο γὰρ δηλῶν οὐκ εἶπε, πᾶς ὃς ἂν ὁμολογήσῃ με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀλλὰ πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοί, ὡς ἐν ἐκείνῳ καὶ διὰ τῆς ἐκείνου βοηθείας δυνάμενος παρρησιάσασθαι τὴν εὐσέβειαν. Οὕτω πάλιν, ὁμολογήσω κἀγώ, καὶ οὐκ εἶπεν ‘αὐτόν’, ἀλλ’ «ἐν αὐτῷ», τουτέστι διὰ τῆς τοῦ ὁμολογοῦντος ἀγαθῆς ἐνστάσεως καὶ καρτερίας, ἣν ἐνεδείξατο ὑπὲρ τῆς εὐσεβείας. Ὅρα γὰρ τί φησιν ἐφεξῆς ἐπὶ τῶν μαλακισθέντων καὶ προδόντων τὴν εὐσέβειαν· «ὅστις δ’ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς». Οὐκ εἶπεν ἐνταῦθα, ‘ὅστις ἀρνήσεται ἐν ἐμοί’· διατί; Ὅτι ἔρημος γενόμενος τῆς παρὰ τοῦ Θεοῦ βοηθείας ἀρνεῖται τὸν Θεὸν ὁ ἀρνούμενος. Διατί δὲ ἐγκατελείφθη καὶ ἔρημος ἐγένετο Θεοῦ; Ἐπειδὴ φθάσας αὐτὸς ἐγκατέλιπεν αὐτὸν ἀγαπήσας τὰ πρόσκαιρα καὶ γήϊνα πλέον τῶν παρὰ τοῦ Θεοῦ ἐπηγγελμένων οὐρανίων καὶ αἰωνίων ἀγαθῶν. Οὕτω πάλιν καὶ ὁ Χριστός, ἀρνήσεται οὐκ ἐν αὐτῷ, ἀλλ’ αὐτόν, ὡς ἐν αὐτῷ μηδὲν εὑρών, ᾧ χρήσασθαι ἦν ὑπὲρ αὐτοῦ.

Ἐπεὶ δὲ καὶ ὁ ἔχων τὴν κατὰ Θεὸν ἀγάπην ἐν τῷ Θεῷ μένει, καὶ ὁ Θεὸς ἐν αὐτῷ, καθάπερ ὁ ἠγαπημένος τῷ Χριστῷ θεολόγος φησίν, ὡς τοῦ Θεοῦ μένοντος ἐν τῷ ἀγαπῶντι αὐτόν, ποιεῖται τὴν ὁμολογίαν εἰκότως ἐν τῷ Θεῷ ὁ ἀγαπῶν ἐν ἀληθείᾳ τὸν Θεόν, ὡς δὲ καὶ αὐτοῦ μένοντος ἐν τῷ Θεῷ, ποιήσεται καὶ ὁ Θεὸς τὴν ὑπὲρ αὐτοῦ ὁμολογίαν ἐν αὐτῷ. Τὸ οὖν, «πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοί, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ», τὴν τοῦ Θεοῦ πρὸς τοὺς ὁμολογοῦντας ἀδιάσπαστον συνάφειαν δηλοῖ, ἧς ἀφέστηκε μακρὰν ὁ ἀρνούμενος. Οὕτως αἱ θεῖαι ἀντιδόσεις μεθ’ ἑαυτῶν ἔχουσι τὴν θείαν δικαιοσύνην, ἐξ ὁμοιώσεως καταλλήλως ἀντεπαγόμεναι.

Ἡ μὲν οὖν ὁμοιότης τῶν παρὰ Θεοῦ βραβείων πρὸς τὰ παρ’ ἡμῶν αὐτῷ προσφερόμενα τοιαύτη καὶ οὕτως ἔχουσα. Σκοπεῖτε δὲ καὶ τὴν καθ’ ὑπεροχὴν διαφορὰν τῆς παρὰ τοῦ Θεοῦ ἀμοιβῆς ὅση πρὸς τοὺς ἐν αὐτῷ τοῦτον ὁμολογήσαντας. Ἕκαστος γὰρ τῶν ἁγίων, Θεοῦ δοῦλος ὤν, ἐπαρρησιάσατο τὴν ὁμολογίαν ἐν τῷ προσκαίρῳ τούτῳ βίῳ καὶ ἐνώπιον θνητῶν ἀνθρώπων, μᾶλλον δὲ ἐπὶ καιροῦ βραχέως τοῦ αἰῶνος τούτου, καὶ ἐπ’ ὀλίγων οἵων ἔφημεν ἀνθρώπων. Ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, Θεὸς ὢν καὶ Κύριος τοῦ οὐρανοῦ καὶ τῆς γῆς, παρρησιάσεται ὑπὲρ αὐτῶν ἐν τῷ ἀϊδίῳ καὶ ἀκαταλύτῳ ἐκείνῳ κόσμῳ, ἐνώπιον τοῦ Θεοῦ καὶ Πατρός, περιεστηκότων τῶν ἀγγέλων, τῶν ἀρχαγγέλων, πασῶν τῶν οὐρανίων δυνάμεων, παρόντων τῶν ἀπὸ Ἀδὰμ μέχρι συντελείας ἀνθρώπων πάντων· πάντες γὰρ ἀναστήσονται καὶ παραστήσονται τῷ βήματι τοῦ Χριστοῦ.

Καὶ τότε πάντων παρόντων, πάντων ὁρώντων, ἀνακηρύξει καὶ δοξάσει καὶ στεφανώσει τοὺς μέχρι τέλους τὴν εἰς αὐτὸν πίστιν ἐπιδειξαμένους. Τί δεῖ πειρᾶσθαι δεικνῦναι τοὺς ὑπερφυεῖς ἐκείνους στεφάνους, τὴν ὑπερβολὴν τῶν μελλουσῶν ἐκείνων ἀμοιβῶν, ἃς οὔτε ὀφθαλμός, οἷος ὁ ἡμέτερος ἰδεῖν δύναται, οὔτε οὖς ἀκοῦσαι, οὔτε καρδία διανοήσασθαι; Ἀλλὰ καὶ τὰ νῦν οἷα καὶ τὰ ὁρώμενα; Τίς λόγος ἀξίως ἐξείποι τὴν ἐν ταῖς σοροῖς τῶν ἁγίων καὶ τοῖς λειψάνοις τῶν ὀστῶν παρὰ Θεοῦ δόξαν, τῷ παντὶ χρόνῳ συμπαρατεινομένην, τὴν ἀναδιδομένην ἐκ τούτων ἱερὰν εὐωδίαν, τὰ πηγάζοντα μύρα, τὰ χαρίσματα τῶν ἰαμάτων, τὰ ἐνεργήματα τῶν δυνάμεων, τὰς πολυειδεῖς καὶ σωτηρίους ἡμῖν ἐν τούτοις ἐπιφανείας;

Εἴπω τι τῶν παρ’ ἡμῶν προσφερομένων αὐτοῖς; Ἐν ὀλίγῳ χρόνῳ, καθάπερ ἔφην, ἡ παρρησία τῆς κατὰ Θεὸν ὁμολογίας ἑκάστου τῷν ἁγίων καὶ ἐνώπιόν τινων ἀρχόντων καὶ βασιλέων· ἀνυμνοῦσι δὲ καὶ μεγαλύνουσι τιμῶντες καὶ δοξάζοντες καὶ προσκυνοῦντες, οὐκ αὐτοὺς μόνον, ἀλλὰ καὶ τὰς αὐτῶν εἰκόνας, ὡς δεσποτῶν, καὶ πλέον ἢ δεσποτῶν καὶ βασιλέων, βασιλεῖς καὶ ἄρχοντες, καὶ πᾶν τὸ ὑπήκοον, τοσοῦτον αὐταῖς ὑποπίπτοντες ἑκόντες καὶ χαίροντες, ὡς καὶ τοῖς παισὶν εὔχεσθαι τοῦτο πρὸ παντὸς ἄλλου καταλιμπάνειν, οἷά τινα κλῆρον ὄλβιον καὶ ποιητικὸν εὐδαιμονίας τῆς ἀνωτάτω. Δεῖγμα δὲ τοῦτο καὶ παράστασίς ἐστι καὶ οἷον προοίμιον τῆς μελλούσης ἐκείνης ἀπορρήτου δόξης, ἣν καὶ νῦν ἔχουσιν ἐν οὐρανοῖς τῶν δικαίων τὰ πνεύματα, καὶ ἧς ἐν τῷ μέλλοντι αἰῶνι τεύξονται σὺν τούτοις τὰ συνδιανύσαντα τὸν κατὰ Θεὸν ἀγῶνα σώματα.

Ταύτην δὴ τὴν ὑπερβολὴν τῆς δόξης καὶ τῶν μελλόντων ἀγαθῶν ὁ Κύριος ἐνδεικνύμενος, πρὸς μὲν τοὺς ἁγίους αὐτοῦ μαθητὰς καὶ ἀποστόλους ἔλεγεν, «ἀμὴν λέγω ὑμῖν, ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὑτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ», πρὸς δὲ πάντας ἁπλῶς τοὺς πιστεύοντας, «πᾶς», φησίν, «ὅστις ἀφῆκεν οἰκίαν ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει· ὁ δὲ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμέ, οὐκ ἔστι μου ἄξιος».

Ἐπειδὴ γὰρ ὁ Θεὸς καὶ Πατὴρ τὸν Υἱὸν αὐτοῦ τὸν ἀγαπητὸν ἔδωκεν ὑπὲρ ἡμῶν καὶ αὐτὸς ὁ τοῦ Θεοῦ μονογενὴς Υἱὸς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, καὶ ἡμᾶς δικαίως ἀπαιτεῖ, πάντας τοὺς κατὰ γένος ἡμῖν προσήκοντας περιορᾶν, ὅταν ἐμπόδιον ὦσι πρὸς τὴν εὐσέβειαν καὶ τὸν κατ’ αὐτὴν βίον· καὶ τί λέγω τοὺς κατὰ γένος προσήκοντας; Αὐτὴν γὰρ τὴν ἑαυτοῦ ψυχὴν ἕκαστον παραιτήσασθαι, καιροῦ καλοῦντος, δίκαιόν τε ὁμοῦ καὶ ἀναγκαῖον, εἴπερ βούλεται ζωῆς αἰωνίου ἐπιτυχεῖν, ἐπεὶ καὶ αὐτὸς ὁ τοῦ Θεοῦ Υἱὸς τὴν ἑαυτοῦ ψυχὴν ἔθηκεν ὑπὲρ ἡμῶν· διὸ πάλιν αὐτός φησιν· «ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὑτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου οὐκ ἔστι μου ἄξιος». Σταυρὸς μὲν οὖν ἐστι καὶ τὸ σταυρῶσαι τὴν σάρκα σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.

Ὅταν οὖν ᾖ καιρὸς εἰρήνης τῆς κατ’ εὐσέβειαν, διὰ τῆς ἀρετῆς νεκρῶν ὁ ἄνθρωπος τὰ πονηρὰ πάθη καὶ τὰς ἐπιθυμίας, οὕτως αἴρων τὸν σταυρὸν αὑτοῦ ἀκολουθεῖ τῷ Κυρίῳ. Ὅταν δὲ καιρὸς ᾖ διωγμοῦ, περιφρονῶν καὶ τὴν οἰκείαν ζωὴν καὶ προδιδοὺς τὴν ἑαυτοῦ ψυχὴν ὑπὲρ τῆς εὐσεβείας, οὕτως αἴρει τὸν σταυρὸν αὑτοῦ καὶ ἀκολουθεῖ ὀπίσω τοῦ Κυρίου, καὶ οὕτω ζωὴν αἰώνιον κληρονομεῖ· «ὁ γὰρ εὑρών», φησί, «τὴν ψυχὴν αὑτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὑτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν». Τί ἐστιν ὁ ἀπολέσας τὴν ψυχὴν αὑτοῦ εὑρήσει αὐτήν; Διπλοῦς ἐστιν ὁ ἄνθρωπος, ὁ ἐκτός, τὸ σῶμα λέγω, καὶ ὁ ἐντὸς ἡμῶν ἄνθρωπος, ἡ ψυχὴ δηλονότι. Ὅταν οὖν κατὰ τὸν ἐκτὸς ἡμῶν ἄνθρωπον παραδιδῶ τις ἑαυτὸν εἰς θάνατον, ἀπόλλυσι τὴν ψυχὴν αὑτοῦ, χωριζομένην ἀπ’ αὐτοῦ. Ὁ γοῦν ὑπὲρ τοῦ Χριστοῦ καὶ τοῦ εὐαγγελίου οὕτως ἀπολέσας αὐτήν, ὄντως εὑρήσει ταύτην ζωὴν οὐράνιον καὶ αἰώνιον ταύτῃ προξενήσας καὶ ἐν τῇ ἀναστάσει τοιαύτην κομισάμενος, καὶ δι’ αὐτῆς τοιοῦτος καὶ αὐτὸς καὶ κατὰ σῶμα γεγονὼς οὐράνιος καὶ αἰώνιος.

Ἀλλ’ ἐπειδὴ ταῦτα δύσκολά τε καὶ μεγάλα, καὶ τῶν τελείων μόνων, καὶ ὡς εἰπεῖν ἀποστολικά, τὸ σταυρῶσαι τὴν σάρκα σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις, τὸ ἕτοιμον εἶναι πρὸς ἀτιμίαν ἐσχάτην καὶ τὸν αἴσχιστον ὑπὲρ τοῦ καλοῦ θάνατον, τὸ ἀπολέσαι τὴν ψυχὴν αὑτοῦ ἕνεκεν τοῦ εὐαγγελίου, ὅπερ ἐφεξῆς φησι προϊὼν ὁ Κύριος, πρὸς παραμυθίαν τέ ἐστι τῶν οὕτως ἀγωνιζομένων ὑπὲρ φύσιν, καὶ πρὸς σωτηρίαν τῶν ἀτελεστέρων· «ὁ γὰρ ὑμᾶς δεχόμενος», τοὺς ἀποστόλους δηλονότι, καὶ τοὺς μετ’ ἐκείνους πατέρας καὶ διδασκάλους τῆς εὐσεβείας, «ἐμὲ δέχεται», φησί, «καὶ ὁ ἐμὲ δεχόμενος, δέχεται τὸν ἀποστείλαντά με».

Τοῖς μὲν οὖν τελείοις ἐκείνοις, ἐντεῦθεν ὑποδοχὴν ἑτοιμάζει, τοῖς δὲ μὴ τοιούτοις, ἐκ τοῦ ὑποδέχεσθαι ἐκείνους τὴν σωτηρίαν πορίζει. Ἀλλ’ ὁρᾷς καὶ πόσος ὁ μισθὸς τοῖς δεχομένοις τοὺς κατὰ Θεὸν ζῶντας καὶ διδασκάλους τῆς ἀληθείας; Ὁ γὰρ δεχόμενος αὐτοὺς τὸν Πατέρα καὶ τὸν Υἱὸν δέχεται. Πῶς οὖν δέχεσθαι τούτους χρή; Οὐ ξενίζειν μόνον καὶ ἀναπαύειν, ἀλλὰ καὶ ὑπακούειν. Διὸ ἀλλαχοῦ τοὺς ἀθετοῦντας φοβῶν, πρὸς τοὺς οἰκείους μαθητὰς ἔλεγεν, «ὁ ἀθετῶν ὑμᾶς, ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν, ἀθετεῖ τὸν ἀποστείλαντά με». Ἀλλὰ καὶ ὁ ξενίζων καὶ ἀναπαύων τοὺς τοῦ Θεοῦ, ἐὰν διὰ τὸν Θεὸν τοῦτο πράττῃ, πολὺν λήψεται τὸν μισθόν, καὶ τοῦτο δηλῶν ὁ Κύριος, ἔλεγεν· «ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται· καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου, μισθὸν δικαίου λήψεται». Πῶς μισθὸν προφήτου καὶ μισθὸν δικαίου λήψεται; Ὡς ὁ ἀπόστολός φησι, «τὸ ἡμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα, ἵνα καὶ τὸ ἐκείνων περίσσευμα γένηται εἰς τὸ ἡμῶν ὑστέρημα»· ὁ δὲ τὸν δίκαιον ὡς δίκαιον ὄντα διὰ τὸν Θεὸν δεχόμενος καὶ ἀναπαύων, κἂν μὴ φιλοτίμως ἔχῃ, ἀλλὰ καὶ μικρά τινα δῷ, τὰ μεγάλα κερδανεῖ· «ὃς γὰρ ἄν», φησί, «ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον, εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὑτοῦ».

Ἐν δὲ τούτοις τοῖς ρήμασι καὶ παραγγέλμασιν, οὐ τῶν δικαίων μόνον καὶ τῶν μαθητῶν τὴν φροντίδα ποιεῖται, ἀλλὰ πολλῷ μᾶλλον τῶν δεχομένων αὐτούς· εἰ γὰρ ἐκείνων μόνον ἐφρόντιζε, τὴν δοχὴν ἂν παρῄνει μόνον, καὶ τὴν δοχὴν ἐκείνων ἐζήτει καὶ τὴν ἀνάπαυσιν, ὅπως ἂν ἦν· νῦν δὲ προστιθεὶς εἰς ὄνομα προφήτου καὶ μαθητοῦ καὶ δικαίου, δείκνυσι φροντίζων μᾶλλον τῶν δεχομένων, τὴν γνώμην αὐτῶν ἐπὶ τὸ κρεῖττον μεταποιῶν, ἵνα καὶ ὁ μισθὸς ἐπακολουθήσῃ τούτοις μετὰ τῆς ἀρετῆς.

Ἡ οὖν Ἐκκλησία τοῦ Χριστοῦ, τιμῶσα καὶ μετὰ θάνατον τοὺς κατὰ Θεὸν ὡς ἀληθῶς ζήσαντας, καθ’ ἑκάστην ἡμέραν τοῦ ἐνιαυτοῦ μνήμην ποιεῖται τῶν κατ’ αὐτὴν μεταστάντων ἐντεῦθεν καὶ τῆς ἐπικήρου ταύτης ζωῆς ἀποδημησάντων ἁγίων· τόν τε βίον ἑκάστου προτιθεῖσα τῆς ἡμῶν ἕνεκεν ὠφελείας καὶ τὸ τέλος ὑποδεικνῦσα, εἴτε μετ’ εἰρήνης κεκοίμηται εἴτε μαρτυρικῷ τέλει τὸν βίον κατέκλεισε.

Νῦν δὲ μετὰ τὴν Πεντηκοστὴν ὁμοῦ πάντας συναγαγοῦσα, κοινὸν αὐτοῖς ἀναπέμπει τὸν ὕμνον, οὐ μόνον ὅτι πάντες ἀλλήλοις ἥνωνται καὶ κατὰ τὴν δεσποτικὴν εὐχὴν ἕν εἰσιν («δὸς γὰρ αὐτοῖς», φησί, πρὸς τὸν ἑαυτοῦ Πατέρα ἐν εὐαγγελίοις ὁ Κύριος, «ἵνα πάντες ἓν ὦσι, καθάπερ ἐγώ, Πάτερ, ἐν σοί, καὶ σὺ ἐν ἐμοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν ἐν ἀληθείᾳ»)· οὐ μόνον τοίνυν διὰ τοῦτο κοινὸν αὐτοῖς πᾶσι τὸν ὕμνον ἀποδίδωσιν ἡ τοῦ Θεοῦ Ἐκκλησία, ἀλλ’ ὅτι καὶ σπουδὴ ταύτῃ διά τε τῆς ἁγίας Τεσσαρακοστῆς καὶ τῆς μετ’ αὐτὴν Πεντηκοστῆς, πάντα τὰ ἔργα ἐκφῆναι καὶ ἀνυμνῆσαι τοῦ Θεοῦ.

Ἐπεὶ οὖν πάντα ἐξεῖπεν, ὡς ἴστε· πῶς τὴν ἀρχὴν ὁ κόσμος οὗτος ἅπας ἐγένετο ὑπὸ Θεοῦ· πῶς ὁ Ἀδὰμ ἐξώσθη τοῦ παραδείσου καὶ τοῦ Θεοῦ· πῶς ὁ πάλαι λαὸς ἐκλήθη· πῶς καὶ αὐτοὶ παραβάντες ἐξώσθησαν τῆς πρὸς Θεὸν οἰκειότητος· πῶς ὁ τοῦ Θεοῦ μονογενὴς Υἱὸς κλίνας οὐρανοὺς ὑπὲρ ἡμῶν κατῆλθε καὶ ἔπραξεν ὑπὲρ ἡμῶν ἐξαίσια καὶ ἐδίδαξε τὰ σωτήρια, ἔπαθέ τε καὶ ἀπέθανεν ὑπὲρ ἡμῶν καὶ ἐτάφη ὡς ἄνθρωπος καὶ ὡς Θεὸς ἀνέστη τριήμερος καὶ εἰς οὐρανούς, ὅθεν καὶ κατῆλθεν, ὕστερον μετὰ σαρκὸς ἀνελήφθη, καὶ καθίσας ἐκ δεξιῶν τοῦ Πατρός, ἔπεμψεν ἐκεῖθεν τὸ πανάγιον Πνεῦμα· ἐπεὶ οὖν πάντα ταῦτα ἀνύμνησεν ἡ τοῦ Θεοῦ Ἐκκλησία, νῦν καὶ τὸ λεῖπον προστιθεῖσά τε ὁμοῦ καὶ δεικνῦσα, πόσους καὶ οἵους καρποὺς συνήγαγε πρὸς ζωὴν αἰώνιον ἡ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσία καὶ ἡ τοῦ παναγίου Πνεύματος δύναμις, πάντων ὁμοῦ ποιεῖται τῶν ἁγίων τὴν μνήμην καὶ πᾶσι τὸν ὕμνον καὶ τὴν τιμὴν ἀποδίδωσι σήμερον.

Τιμήσωμεν οὖν καὶ ἡμεῖς, ἀδελφοί, τοὺς ἁγίους τοῦ Θεοῦ. Τιμήσωμεν δὲ πῶς; Ἐὰν κατὰ μίμησιν ἐκείνων καθάρωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, καὶ ἀποστῶμεν τῶν κακῶν τέως διὰ τῆς ἀποχῆς τούτων πρὸς ἁγιωσύνην φερόμενοι. Ἐὰν παύσωμεν τὴν γλῶσσαν ἡμῶν ἀπὸ ὅρκου καὶ ἐπιορκίας, ληρωδίας τε καὶ λοιδορίας, καὶ τὰ χείλη ἡμῶν ἀπὸ ψεύδους καὶ συκοφαντίας, καὶ οὕτω τὴν εὐφημίαν αὐτοῖς προσάγωμεν.

Ἐὰν δὲ μὴ οὕτως ἑαυτοὺς καθάρωμεν, ἀκουσόμεθα δικαίως παρ’ αὐτῶν καὶ ἡμῶν ἕκαστος ἐκεῖνα τὰ τοῦ Θεοῦ πρὸς τὸν ἁμαρτωλὸν ρήματα· ἵνα τί τολμᾷς ἀναλαμβάνειν ἐπὶ μνήμης λαλεῖν διὰ γλώττης καὶ αὐτὰ τὰ τῶν ἁγίων ὀνόματα καὶ διηγεῖσθαι τὴν πάσης ἀρετῆς καὶ καθαρότητος πεπληρωμένην αὐτῶν διαγωγήν; Σὺ δὲ ἐμίσησας τὸν ἐνάρετον βίον καὶ ἀπὸ σαυτοῦ τὴν τῆς ψυχῆς καὶ τοῦ σώματος ἀπεδίωξας καθαρότητα· «εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ καὶ μετὰ μοιχοῦ τὴν μερίδα σου ἐτίθεις, τὸ στόμα σου ἐπλεόνασε κακίας καὶ ἡ γλῶσσά σου περιέπλεκε δολιότητας· καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον».

Οὐ δέχεται ὕμνον, ἀδελφοί, ἀπὸ τοιούτων στομάτων, οὔτε ὁ Θεός, οὔτε οἱ τοῦ Θεοῦ ἅγιοι· εἰ γὰρ ἕκαστος ἡμῶν τὴν ἑαυτοῦ χεῖρα κόπρου ἁψαμένην, οὐ δέχεται προσενεγκεῖν αὐτῷ τι πρὸς χρείαν, ἂν μὴ πρότερον αὐτὴν ἐκπλύνη, πῶς ὁ Θεὸς δέξεται τὰ ἀπὸ σώματος καὶ στόματος ἀκαθάρτου προσφερόμενα, ἂν μὴ πρότερον ἑαυτοὺς ἐκκαθάρωμεν; Πολὺ γὰρ τῆς κόπρου βδελυρωτέρα ἡ ἁμαρτία, ὁ δόλος, τὸ ψεῦδος, ὁ φθόνος, τὸ μῖσος, ἡ πλεονεξία, ἡ προδοσία, τὰ αἰσχρὰ διανοήματά τε καὶ ρήματα, καὶ αἱ τούτοις ἐπακολουθοῦσαι μιαραὶ πράξεις. Ἀλλὰ πῶς ὁ τούτοις περιπεσὼν πάλιν καθαίρεται; Διὰ τῆς μετανοίας, διὰ τῆς ἐξομολογήσεως, διὰ τῆς ἀγαθοεργίας, διὰ τῆς ἐκτενοῦς πρὸς τὸν Θεὸν δεήσεως.

Ὅταν τοίνυν ἐν ταῖς ἑορταζομέναις τῶν ἁγίων μνήμαις, ἀπὸ τῶν τεχνῶν ἡμῶν καὶ τῶν ἐπιτηδευμάτων ἕκαστος σχολάζωμεν, τοῦτο ἡμῶν ἔστω μελέτημα, πῶς ἵνα ἀποστῶμεν καὶ ἐλεύθεροι γενώμεθα τῶν ὧν ἕκαστος περιέπεσεν ἁμαρτιῶν καὶ μολυσμῶν.

Εἰ δὲ καὶ τότε παίζομεν κατὰ τῶν ἡμετέρων αὐτῶν ψυχῶν καὶ ἀδιαφοροῦμεν καὶ μεθύομεν, πῶς ἄναγνον ποιοῦντες τὴν ἡμέραν ἑορτάζειν τοὺς ἁγίους λέγομεν; Ἀλλὰ μὴ οὕτως ἑορτάζωμεν, ἀδελφοί, παρακαλῶ, ἀλλὰ παραστήσωμεν καὶ ἡμεῖς, σώματά τε καὶ ψυχὰς εὐαρέστους τῷ Θεῷ, κατ’ αὐτὰς γοῦν τὰς ἑορτίους ἡμέρας, ἵνα πρεσβείαις τῶν ἁγίων μέτοχοι καὶ αὐτοὶ γενώμεθα τῆς πανηγύρεως καὶ εὐφροσύνης ἐκείνης τῆς ἀπεράντου.

Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ πρέπει δόξα σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.