Ἔργον
Γρηγόριος Παλαμᾶς – Ομιλίες ΚΑ΄–ΜΒ΄
Ο αισθητός και ο πνευματικός θερισμός
Παραλληλισμός του φυσικού θερισμού με την πνευματική συγκομιδή, την επιστροφή των εθνών και τη μέλλουσα κρίση.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ο αισθητός και ο πνευματικός θερισμός
Παραλληλισμός του φυσικού θερισμού με την πνευματική συγκομιδή, την επιστροφή των εθνών και τη μέλλουσα κρίση.
ΕΚΦΩΝΗΘΕΙΣΑ ΕΝ Τῼ ΚΑΙΡῼ ΤΟΥ ΘΕΡΟΥΣ Ἐν ᾗ καὶ περὶ πνευματικοῦ θέρους Ὁ τῶν ἁπάντων ποιητὴς καὶ Δεσπότης πάντα ἐκ μὴ ὄντων ποιήσας δι’ ἀγαθότητα, μετὰ πάντα, κατὰ τὸ περιὸν αὐτῷ τῆς δυνάμεως καὶ τὸν ἄφατον καὶ ἀπερινόητον πλοῦτον τῆς αὐτοῦ σοφίας τε καὶ χρηστότητος, τὸν ἄνθρωπον ἀπειργάσατο παραδόξως, εἰς ἓν καὶ βραχὺ πλάσμα συναθροίσας, καὶ οἷον συγκεφαλαιωσάμενος τὴν ἅπασαν κτίσιν. Διὸ καὶ ὕστατον τοῦτον ἐδημιούργησε, τῶν κόσμων ἀμφοτέρων ἐχόμενον καὶ ἀμφοτέρους ἐπικοσμοῦντα τοὺς κόσμους, τὸν ὁρατὸν τοῦτον λέγω καὶ τὸν ἀόρατον· νοῦν γὰρ καὶ αἴσθησιν ἑαυτῷ συνῆψεν ἀρρήτως, μέσοις οἷον συνδέσμοις γνησιωτάτοις χρησάμενος φαντασίᾳ καὶ δόξῃ καὶ διανοίᾳ, καὶ οὕτω τὸ αὐτὸ πεποίηκε ζῶον νοερὸν καὶ ὁρώμενον, ὥσπερ καὶ τὸν ἀεικίνητον οὐρανὸν διὰ τῶν μεταξὺ τῇ ἀκινήτῳ συνῆψε γῇ καὶ τὸν αὐτὸν πεποίηκε κόσμον ἑστῶτα ἀεὶ καὶ κινούμενον. Ὡς γὰρ ἑνὸς τεχνίτου τῷ τρόπῳ τῆς κατασκευῆς ἄνθρωπός τε καὶ κόσμος, οὕτω πολλὴν ἔχουσι πρὸς ἄλληλα τὴν συγγένειαν· ὑπερέχουσι δὲ ἀλλήλων, ὁ μὲν τῷ μεγέθει, ὁ δὲ τῇ συνέσει.
Καὶ σύνεστιν ὁ ἄνθρωπος ἐντεθησαυρισμένος τῷ κόσμῳ, καθάπερ ἐν οἰκίᾳ μεγάλῃ πολύολβόν τι χρῆμα, πολλῷ τῷ μέτρῳ τοῦ περιέχοντος ὀλβιώτερον, καὶ οἷον ἐν βασιλείοις βασιλική τις σκευὴ ποικίλη καὶ πολυτίμητος· τὰ μὲν γὰρ μεγίστοις λίθοις, ἀλλ’ εὐώνοις καὶ τοῖς τυχοῦσιν, ἡ δὲ μικροῖς, ἀλλὰ δυσπορίστοις καὶ πολυτιμήτοις ἐσκεύασται.
Πόσον οὐρανοῦ κρείττων ὁ ἀνθρώπινος νοῦς, ὃς εἰκών τέ ἐστι Θεοῦ καὶ Θεὸν οἶδε καὶ μόνος τῶν ἐγκοσμίων, εἰ βούλεται γίνεται, συναναφέρων τὸ σῶμα τῆς ταπεινώσεως; Πόσον αἴσθησις ἀνθρωπίνη διενήνοχε γῆς, ἣ μὴ μόνον μέτρων καὶ ποιοτήτων ποικίλων ταύτης ἀντιλαμβάνεται, ἀλλ’ ἤδη καὶ τῶν οὐρανίων ἥψατο τῇ γνώσει σφαιρῶν καὶ κινήσεων ᾔσθετο διαφόρων καὶ πολυσχήμους τάχα δὲ καὶ πολυσημάντους συνόδους ἄστρων τε καὶ ἀστέρων ἔγνω καὶ διαστάσεις, κἀντεῦθεν ταῖς κατὰ νοῦν ἐπιστήμαις τὴν ἀρχὴν ἐχαρίσατο; Καὶ τὰ μεταξὺ δ’ οὐρανοῦ καὶ γῆς τῶν ἐν μεθορίῳ νοῦ καὶ αἰσθήσεως ἐλάττω κατὰ τὴν ἀξίαν ἐστί, λόγοις ἀναλογίας ὄντα ταὐτὰ καὶ τοῖς περιέχουσιν ὄγκοις ὅτι μάλιστα διαφέροντα.
Κατεκόσμησε γὰρ τὴν ἡμετέραν φύσιν ὁ Θεὸς οὕτως, ὡς οἰκείαν ἐσομένην περιβολήν· ἐπειδή περ ἐκ παρθενικῶν αἱμάτων ἐνδύσεσθαι ταύτην ἔμελλε, καὶ κρειττόνως μετασκευάσειν καὶ ἄνω θήσειν, ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ παντὸς ὀνόματος ὀνομαζομένου, εἴτε ἐν τῷ αἰῶνι εἴτε ἐν τῷ μέλλοντι.
Τοῦτο δὴ καὶ προοικονομῶν σοφῶς ἅμα καὶ φιλανθρώπως, οὕτω πολλαῖς, μᾶλλον δὲ παντοδαπαῖς, αὐτὴν ἐτίμησε χάρισιν· ἐπειδὴ δὲ καὶ διπλᾶς, μᾶλλον δὲ καὶ πολλαπλᾶς ἡμῖν ἔδωκε τὰς γνωστικὰς δυνάμεις, νοῦν τε καὶ αἴσθησιν, καὶ τὰ μεταξὺ χαρισάμενος, διὰ τοῦτο καὶ τῶν εἰς γνῶσιν καὶ πρᾶξιν προκειμένων ἡμῖν διπλοῦν τε καὶ πολλαπλοῦν πεποίηκεν ἕκαστον.
Θέρους οὖν ἀρτίως ἐστὶν ἐπέτειος ὥρα, καὶ θέρος οὐχ ἐν ἡμῖν· οὐ γὰρ αἰσθητὸν μόνον, ἀλλὰ καὶ λογικὸν καὶ πνευματικὸν παρ’ ἡμῖν ἐστι θέρος· καὶ τῶν τοιούτων ἑκατέρου θέρους καιρὸς ὁ ἐνιαυτοῦ κύκλος ἅπας. Νῦν οὖν, ἐπεὶ τῶν τοῦ ἱεροῦ περιβόλων ἐντὸς ἱστάμεθα, μικρὸν ἀνακύψαντες ἐκεῖθεν, τὰς ἐλπίδας ἐπ’ αὐτὸν σχῶμεν καὶ μεταθέντες ἄνω τὸν ἡμέτερον νοῦν, τοῦ λογικοῦ τε καὶ πνευματικοῦ θέρους ἐν περινοίᾳ γενώμεθα· περὶ ὧν καὶ ἡμεῖς ὀλίγα πρὸς τὴν ὑμετέραν ἀγάπην ἐροῦμεν νῦν, ἀφορμὴν ὑμῖν κἀντεῦθεν πρὸς σωτηρίαν πορίζοντες. Ἐγὼ γὰρ καθ’ ἑκάστην τοῦ ἐνιαυτοῦ περίοδον, ταύτης δὴ τῆς ὥρας ἐφισταμένης, ὁρῶν τοὺς πλείους ἔξω τοῦ ἄστεως χεομένους καὶ περὶ τὸ θέρος πονοῦντας καὶ τὴν τῶν καρπῶν συλλογὴν καὶ συγκομιδήν, τοιούτους ἐπ’ ἐμαυτοῦ στρέφω τοὺς λογισμούς· ὡς ἐπεὶ καὶ θέρος ἐστὶν ἀνθρώπων, τούτους ἐκκόπτον ἀπὸ τοῦ παρόντος προσκαίρου καὶ παραρρέοντος βίου, καὶ μετάγον εἰς ἕτερον μέλλοντα καὶ διαμένοντα βίον, ἆρα τίς τοὺς ἀψύχους θερίζων στάχεις ἢ θερίζειν ἑτέρους μισθούμενος, καὶ τοὺς καρποὺς ἐκλέγων ἢ παρὰ τῶν ἐκλεγόντων ὠνούμενος καὶ συνάγων εἰς ἀποθήκην, καὶ τοῦ μέλλοντος αὐτὸν καταλήψεσθαι θερισμοῦ τούτου ποιεῖται μνήμην, καὶ φροντίζει τῷ γεωργῷ τῶν ψυχῶν ἐπέραστος ἀναφανῆναι κατὰ καιρὸν καὶ τῶν ἐν οὐρανοῖς ἀποθηκῶν τούτου καὶ μονῶν ἄξιος;
Ἢ ὅλως ἕκαστος πρὸς γῆν κέκυφεν, ὥσπερ τὸ σῶμα οἱ αὐτουργοῦντες, οὕτω τὸν λογισμὸν οὐκ ἀνανεύοντα ἔχων, οὐδὲ τῶν γηΐνων ἀπανιστάμενον;
Ἀλλ’ εἰ τοῦτο, τῶν ἐθνικῶν οὐδὲν διαφέρομεν· ἐκείνων γὰρ τὸ ταῖς γηΐνοις φροντίσιν ἐνασχολεῖσθαι πάσῃ δυνάμει ψυχῆς καὶ σώματος· οὐδὲ γὰρ ἔχουσι λόγον τῶν μελλόντων οὐδένα, πάντως οὐδὲ πίστιν ἢ ἔννοιαν περὶ τῶν οὐρανίων. Διὰ τοῦτο κατὰ τὸ γεγραμμένον, ὅλος ὁ βίος τοῦ ἀσεβοῦς ἐν φροντίδι τῶν κάτω καὶ φθειρομένων· διὸ καὶ ὁ Χριστὸς ἐν τοῖς εὐαγγελίοις πρὸς ἡμᾶς εἰπών, «μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν, τί φάγητε καὶ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε», προσέθηκε, «ταῦτα γὰρ πάντα τὰ ἔθνη ἐπιζητεῖ». Οὐκ ἀπανιστᾷ δὲ τῶν ἔργων, ἀλλ’ ἀφιστᾷ τῆς μερίμνης, πρὸς Θεὸν τὴν ἐλπίδα μετατιθείς, ἵνα μήτε ἀνέλπιδα τὴν ἐργασίαν ἔχωμεν μήτε ἐπ’ αὐτῇ κακῶς τὴν ἐλπίδα. «Μὴ οὖν μεριμνήσητε, λέγοντες, τί φάγωμεν ἢ τί πίωμεν ἢ τί περιβαλώμεθα», διανοούμενοι τοῦτο διηνεκῶς καὶ προσδοκωμένης αἰτίας οἷον ἀπολεγόμενοι καὶ τὴν ψυχὴν εἰς τοῦτο κατατείνοντες καὶ καθέλκοντες καὶ πρὸς τὰ ἄνω βλέπειν οὐ συγχωροῦντες.
Διὰ τοῦτο γὰρ καὶ τοιαύτην ἡμῶν τὴν φύσιν κατεσκεύασεν ὁ Θεός, ὥστε τοῦ σώματος οὐχ ἠρεμοῦντος μόνον, ἀλλὰ καὶ κινουμένου καὶ μετακινουμένου, καὶ πᾶν οὗπερ ἂν ᾖ χρεία πράττοντος, ἐν ἄλλοις δύνασθαι τὸν λογισμὸν εἶναι, ἵνα τῷ μὲν σώματι τὰ τούτῳ κατάλληλα ἐργαζώμεθα, τῇ δὲ ψυχῇ πρὸς τὸν Θεὸν βλέποντες ζητῶμεν παρ’ αὐτοῦ τὰ οὐράνια· ἐπεὶ καὶ παραγγείλας μὴ μεριμνᾶν τῇ ψυχῇ, τοῦτο γὰρ τῶν ἐθνῶν, προσέθηκε, «ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν»· δεικνὺς ὡς εἴπερ τὴν κατὰ ψυχὴν μελέτην πρὸς Θεὸν ἔχεις, οὐδὲν ἐντεῦθεν ζημιωθήσῃ περὶ τὰς τοῦ σώματος χρείας· μᾶλλον μὲν οὖν καὶ τούτων ἀνελλιπῶς ἕξεις μετὰ τῆς κατὰ ψυχὴν σωτηρίας, τοῦ Θεοῦ χορηγοῦντος· αὐτὸς γάρ ἐστιν ὁ ἀνοίγων τὴν χεῖρα αὑτοῦ καὶ ἐμπιμπλῶν πᾶν ζῶον εὐδοκίας· πρὸς ὃν καὶ ὁ Δαβίδ φησι «θέρος καὶ ἔαρ σὺ ἔπλασας αὐτά», οὐ τὰ ὁρώμενα μόνον λέγων, ἀλλὰ καὶ τὰ τοῦ πνεύματος, διὸ καὶ τοῦ ἔαρος τὸ θέρος προέθηκεν· ἐὰν γὰρ μὴ ἐκκοπῇς φθάσας τῶν ἀπίστων, ἢ καὶ τῶν φαύλων ἔργων τε καὶ ἀνθρώπων, οὐκ ἐνεαρίσεις ταῖς ἀρεταῖς.
Ἔστιν οὖν, ἀδελφοί, καὶ θέρος καὶ ἔαρ καὶ σπόρος, οὐ σωματικὸς μόνον, ἀλλὰ καὶ λογικός· οὐδὲ λογικὸς μόνον, ἀλλὰ καὶ πνευματικός, ὥσπερ καὶ φυτεία καὶ τρυγητός, καὶ τὰ τούτοις ἀκόλουθα· ἐπεὶ καὶ γεωργία τε καὶ γεώργιον. Τοῦ δὲ τοιούτου γεωργίου γεωργός ἐστιν ὁ Θεός, ὡς καὶ ὁ ἀπόστολος πρὸς τοὺς Κορινθίους φησίν· «Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε».
Καὶ αὐτὸς ὁ Κύριος τοῖς μαθηταῖς ἔλεγεν, «ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα· ὁ Πατήρ μου ὁ γεωργός ἐστιν». Καὶ ἀλλαχοῦ πάλιν περὶ ἑαυτοῦ, «ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ»· ὁ δὲ σπόρος οὗτος ὁ λόγος τῆς διδασκαλίας ἐστίν.
Ἐπεὶ οὖν ὁ λόγος τῆς διδασκαλίας τοῦ Πνεύματος σπέρματος ἔχει λόγον, ἔστι τοῦ σπόρου τούτου πάντως καὶ θερισμὸς τελούμενος διὰ πίστεως· καὶ τοῦτο δηλῶν πάλιν αὐτὸς ὁ Κύριος, ἀρχομένων προσέρχεσθαι πρὸς τὴν αὐτοῦ πίστιν πανδημεὶ τῶν ἀνθρώπων, πρὸς τοὺς οἰκείους μαθητὰς ἔλεγεν· «ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη, καὶ ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον». Καθάπερ γὰρ ὑπὸ τῆς τοῦ αἰσθητοῦ ἡλίου θέρμης οἱ στάχυες ξηραινόμενοι καὶ τὴν ἀπὸ τῆς ὑγρότητος ἀποτιθέμενοι βαφὴν λευκαίνονται καὶ πρὸς θερισμὸν καὶ συγκομιδὴν πεφύκασιν ἕτοιμοι· οὕτω καὶ τότε τοῦ ἡλίου τῆς δικαιοσύνης διὰ σαρκὸς ἐπιδημοῦντος τῇ γῇ, δυνάμει τῆς αὐτοῦ παρουσίας αἱ ψυχαὶ τῶν ἀνθρώπων ἐλευκαίνοντο καθαιρόμεναι, μετασκευαζομένης τῆς ἐκ τοῦ ἐνηδόνου βίου καὶ διαρρέοντος ἐγγινομένης αὐταῖς ἐπισκοπήσεώς τε καὶ διαχύσεως, καὶ οὕτως ἕτοιμοι πρὸς τὸν πνευματικὸν θερισμὸν ἦσαν, ὥστε τῆς ἀσεβείας καὶ τῆς ἀπιστίας τελεώτερον ἀποκοπῆναι καὶ διὰ τῆς ἀληθινῆς πίστεως συναχθῆναι εἰς ζωὴν αἰώνιον.
Καὶ εἴ τις ἐθέλει κατανοῆσαι τοῦ λόγου τούτου τὸ ἀληθές, ὡς ἡ δύναμις τότε τῆς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας ἐποίησε τὰς καρδίας τῶν ἀνθρώπων οἷον λευκοτέρας καὶ καθαρωτέρας καὶ ἑτοίμους πρὸς τὴν πίστιν τῆς θεοσεβείας, ἀναλογισάσθω, ὅτι τὰ ἔθνη πάντα τότε Θεὸν μὲν οὐχ ὡμολόγουν ἕνα δεσπότην καὶ κτίστην τοῦ παντός, ἡλίῳ δὲ καὶ σελήνῃ καὶ ἄστροις καὶ ἑτέροις κτίσμασι καὶ τοῖς τούτων εἰδώλοις ὡς θεοῖς προσέκειντο· ἡ δὲ δύναμις τῆς τοῦ Χριστοῦ παρουσίας πάντας ἀνέπεισεν ἕνα Θεὸν ὁμολογεῖν τοῦ παντὸς δεσπότην καὶ ποιητήν.
Καὶ ὅπερ ἴσχυσεν Ἀβραάμ, Ἰσαάκ, Ἰακώβ, καὶ Μωϋσῆς ἐκεῖνος, καὶ ὁ ἐκείνου δεδομένος νόμος, ἐπὶ μόνου τοῦ γένους τῶν Ἰουδαίων, ἕνα σέβειν τούτους ἀναπείσας Θεόν, καὶ οὐδ’ ἐπὶ τούτου μόνου τοῦ γένους διὰ τέλους ἴσχυσε καίτοι παρὰ τῶν προγόνων ἄνωθεν αὐτοῖς δεδομένου τοῦ θείου δόγματος, τοῦτο ἐπὶ πάντων γενῶν τε καὶ ἐθνῶν ἡ δύναμις τῆς τοῦ Κυρίου παρουσίας εἰργάσατο, καὶ οὕτως ἕτοιμοι γεγόνασιν αἱ χῶραι πρὸς τὸν πνευματικὸν θερισμόν, ἀπὸ παντὸς ἔθνους τῶν πιστευσάντων ποιητὴν ἕνα τοῦ παντὸς εἶναι προσερχομένων ἑτοίμως εἰς Χριστὸν καὶ τὴν ἀληθῆ θεοσέβειαν τῶν μετὰ συνέσεως ἀκουόντων τοῦ προφητικοῦ καὶ ἀποστολικοῦ κηρύγματος καὶ τὰς Γραφὰς ἐρευνώντων.
Οὕτω καὶ μόνον φανεὶς ἐπὶ γῆς ὁ Κύριος, πᾶν γένος ἀνθρώπων ἀπὸ τῆς τῶν εἰδώλων ἤγειρε πλάνης, εἰ καὶ μὴ πάντας εὐσεβεῖς ἀπέδειξε· καὶ γὰρ καὶ ἐν τῷ μέλλοντι αἰῶνι ἡ δύναμις τῆς δευτέρας παρουσίας αὐτοῦ ἐγερεῖ πάντας ἀπὸ τοῦ θανάτου, εἰ καὶ μὴ πάντας ἀξιώσει τῆς ἀληθινῆς ζωῆς. Οἱ μὲν γὰρ ἀσεβεῖς τε καὶ δυσσεβεῖς, καὶ οἱ μὴ λαβόντες ἐνταῦθα δι’ ἐξομολογήσεως καὶ μετανοίας τὴν τῶν ἡμαρτημένων συγχώρησιν, ὡς μήτε φυλάξαντες, μήτε καθάραντες ἑαυτοὺς ἀπὸ τῶν ἀμέτρων ἐπιθυμιῶν τῆς σαρκός, αἵ εἰσιν ἀδηφαγία καὶ πολυποσία καὶ μέθη καὶ τρυφή, παρ’ ὧν ἡ ἀμετρία πηγάζει τῶν ὑπογαστρίων παθῶν, μαλακίαι, πορνεῖαι, μοιχεῖαι, καὶ πᾶσα ἀκολασία, παρ’ ἧς ποθεινὰ γίνεται τὰ μυσαρὰ ρήματα καὶ ἀκούσματα, ὡραΐσματά τε καὶ ἐπιτρίμματα, ταῦτα δὲ δαπάνας ἐπιζητοῦντα, κλέπτας, πλεονέκτας, ἀδίκους, ἅρπαγας ποιεῖ τοὺς ἁλόντας· καὶ τί δεῖ λέγειν τὰ ἐντεῦθεν μίση, τὰς ἐντεῦθεν μάχας, τὸν μυρίον ἐσμὸν τῶν ἐν τῇ ψυχῇ τῆς ἀτιμίας παθῶν καὶ λογισμῶν;
Οἱ τοίνυν μὴ φυλάξαντες ἑαυτοὺς ἐκ τούτων ἢ μὴ ἐξιλεωσάμενοι τὸν Θεὸν δι’ ἐξομολογήσεως καὶ μετανοίας, ἀναστήσονται μέν, ἀλλὰ θανάτου δεινοτέραν ὑποστήσονται ζωήν, ὀδύνῃ καὶ θλίψει καὶ στενοχωρίᾳ καὶ αἰσχύνῃ παραδοθέντες αἰωνίῳ, σκώληξιν ἀκοιμήτοις συνδιαιτώμενοι καὶ σκοτεινῷ καὶ ἀσβέστῳ συγκαιόμενοι πυρί, ὡς καὶ ὁ προφήτης Ἠσαΐας φησίν, ὅτι «ἐκκαυθήσονται οἱ ἄνομοι, καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων».
Διὸ καὶ ὁ ἀπόστολος πρὸς Ἐφεσίους «τοῦτο», φησίν, «ἐστὲ γινώσκοντες, ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ»· καὶ προσασφαλισάμενος ἔτι καὶ τοὺς ἄλλως διδάσκοντας ἐπιστομίζων ἐπάγει· «μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις· διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας· μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν»· καθάπερ καὶ Κορινθίοις ἐπιστέλλων πάλιν ὁ αὐτός φησι, «μὴ πλανᾶσθε, οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται οὔτε πλεονέκται οὔτε κλέπται οὔτε μέθυσοι οὐ λοίδοροι οὐχ ἅρπαγες, βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν».
Οἱ δὲ πιστεύοντες ὀρθῶς εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ τὴν πίστιν δι’ ἔργων ἐπιδεικνύμενοι καὶ φυλάττοντες ἑαυτούς, ἢ καὶ δι’ ἐξομολογήσεως καὶ μετανοίας καθαίροντες ἀπὸ τῶν μολυσμῶν τῶν προειρημένων ἁμαρτιῶν, καὶ τὰς ἀντιθέτους τῶν κακιῶν ἀρετὰς ἐργαζόμενοι, τὴν ἐγκράτειαν, τὴν σωφροσύνην, τὴν ἀγάπην, τὴν ἐλεημοσύνην, τὴν δικαιοσύνην, τὴν ἀλήθειαν, οὗτοι πάντες ἀναστάντες ἀκούσονται παρ’ αὐτοῦ τοῦ βασιλέως τῶν οὐρανῶν, «δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου»· καὶ οὕτω συμβασιλεύσουσι τῷ Χριστῷ, βασιλείαν οὐράνιον καὶ ἀσάλευτον κληρονομήσαντες καὶ ζῶντες τὸν ἀεὶ χρόνον ἐν φωτὶ ἀπορρήτῳ καὶ ἀνεσπέρῳ καὶ μηδεμιᾷ ποτε νυκτὶ διακοπτομένῳ καὶ συνδιαιτώμενοι τοῖς ἀπ’ αἰῶνος ἁγίοις ἐν ἀρρήτῳ τρυφῇ, ἐν τοῖς κόλποις τοῦ Ἀβραάμ, ἔνθα ἀπέδρα πᾶσα ὀδύνη καὶ λύπη καὶ στεναγμός.
Ἐπὶ μὲν γὰρ τῶν ἀψύχων ἀσταχύων εἷς ἐστιν ὁ θερισμός, ἐπὶ δὲ τῶν λογικῶν ἀσταχύων, τοῦ γένους τῶν ἀνθρώπων λέγω, εἷς μέν ἐστιν ὃν ἔφημεν, θερίζων ἀπὸ ἀπιστίας καὶ συνάγων εἰς πίστιν τοὺς δεχομένους τοῦ εὐαγγελίου τὸ κήρυγμα. Καὶ τούτου τοῦ θερισμοῦ θερισταί εἰσιν οἱ τοῦ Κυρίου ἀπόστολοι καὶ οἱ τούτων διάδοχοι καὶ κατὰ καιροὺς οἱ τῆς Ἐκκλησίας διδάσκαλοι, περὶ ὧν καὶ ἀνωτέρω εἶπεν ὁ Χριστός, ὅτι «ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον»· ἀμοιβὴν γὰρ τοιαύτην λήψονται παρὰ Θεοῦ καὶ οἱ τῆς εὐσεβείας διδάσκαλοι, ὡς πρὸς ζωὴν αἰώνιον τοὺς πειθομένους συνάγοντες.
Ἕτερος δέ ἐστι θερισμὸς ἡ ἀπὸ τὸν ἐνταῦθα πρὸς τὸν μέλλοντα βίον ἡμῶν ἑκάστου διὰ θανάτου μετάθεσις· ὃς καὶ θεριστὰς οὐ τοὺς ἀποστόλους, ἀλλὰ τοὺς ἀγγέλους ἔχει, ἔχοντάς τι καὶ τῶν ἀποστόλων πλέον, ὅτι καὶ μετὰ τὸν θερισμὸν ἐκλέγονται καὶ διαχωρίζουσιν, ὡς ἀπὸ σίτου τὰ ζιζάνια, τοὺς πονηροὺς ἀπὸ τῶν ἀγαθῶν· καὶ τοὺς μὲν ἀγαθοὺς προπέμπουσιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, τοὺς δὲ πονηροὺς ρίπτουσιν εἰς τὴν γέενναν τοῦ πυρός. Ἀλλὰ καὶ τούτων ἡ παράστασις ἐκ τοῦ εὐαγγελίου τοῦ Χριστοῦ, διδόντος αὐτοῦ καιρὸν καὶ λόγον, ἄλλοτε δειχθήσεται.
Γένοιτο δὲ ἡμᾶς ὥσπερ νῦν ἐσμεν ἐκλεκτὸς Θεοῦ λαός, γένος ἱερόν, Ἐκκλησία ζῶντος Θεοῦ, κεχωρισμένη πάντων ἀσεβῶν τε καὶ δυσσεβῶν, οὕτω καὶ ἐπὶ τοῦ μέλλοντος αἰῶνος, τῶν μὲν ζιζανίων εὑρεθῆναι κεχωρισμένους, τῇ δὲ μερίδι συνημμένους τῶν σωζομένων, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.