Ἔργον
Γρηγόριος Παλαμᾶς – Ομιλίες ΚΑ΄–ΜΒ΄
Η παραβολή των ζιζανίων και η εσχατολογική κρίση
Ανάλυση του διαχωρισμού των ανθρώπων κατά την εσχατολογική κρίση και η σημασία της ανοχής του Θεού προς τους αμαρτωλούς.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η παραβολή των ζιζανίων και η εσχατολογική κρίση
Ανάλυση του διαχωρισμού των ανθρώπων κατά την εσχατολογική κρίση και η σημασία της ανοχής του Θεού προς τους αμαρτωλούς.
ΕΚΦΩΝΗΘΕΙΣΑ ΚΑΙ ΑΥΤΗ ΕΝ Τῼ ΚΑΙΡῼ ΤΟΥ ΘΕΡΟΥΣ Ἐν ᾗ καὶ περὶ τοῦ μέλλοντος ἡμῖν λογικοῦ θέρους «Ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτόν», ὁ Κύριος ἐν εὐαγγελίοις φησί. Τοῦτον καὶ ἡμεῖς ὑμῖν, ἀδελφοί, καταγγέλλομεν τὸν λόγον. Μηδεὶς οὖν ἀκοαῖς εἰσδεχέσθω τοῦτον ὡς εἰς ἀέρα λυόμενον, ἀλλ’ ὡς μένοντα καὶ μέλλοντα τοῖς μὲν δι’ ἔργων πειθομένοις σωτηρίαν παρέξειν, τοῖς δὲ ἀθετοῦσι καὶ τἀναντία διὰ τῶν ἔργων ἐπιδεικνυμένοις, ἀντικαταστήσεσθαι πρὸς ἔλεγχον ἐπὶ τοῦ μέλλοντος φρικωδεστάτου βήματος ἐκείνου. Καθάπερ οὖν ἡμῶν ἕκαστος οἰκίαν καὶ συγγένειαν ἔχει καὶ ἀγρόν, εἰ τύχει καὶ ἀμπελῶνα, ἔτι δὲ καὶ ζῶα, χρήματά τε καὶ κτήματα διάφορα, οὕτως ἡμᾶς ἀντὶ πάντων τούτων διὰ τὴν αὐτοῦ φιλανθρωπίαν ὁ Θεὸς ἡγεῖται· οἶκος γὰρ ἡμεῖς, φησὶν ὁ ἀπόστολος, ἐσμὲν Θεοῦ, ἐάν περ τὴν ὁμολογίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος μέχρι τέλους βεβαίαν κατάσχωμεν, διὰ μὲν τῆς ὁμολογίας τὴν εὐσέβειαν, διὰ δὲ τοῦ καυχήματος τῆς ἐλπίδος τὸν θεάρεστον ὑποδεικνὺς βίον· ὡς καὶ ὁ Θεὸς εἶπε διὰ τοῦ προφήτου, «γίνεσθε ἅγιοι, ὅτι ἐγὼ ἅγιός εἰμι», καὶ Ἰωάννης ὁ ἠγαπημένος τῷ Χριστῷ δείκνυσι λέγων, «οὔπω ἐφανερώθη τί ἐσόμεθα, οἴδαμεν δὲ ὅτι ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα· καὶ πᾶς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἁγνίζει ἑαυτόν, καθὼς ἐκεῖνος ἁγνός ἐστιν».
Ἐσμὲν οὖν καὶ διαμενοῦμεν οἶκος τοῦ εἰπόντος, «ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός», ἐὰν μετὰ τῆς εὐσεβείας καὶ βίον ἔχωμεν καθαρόν. Ἐὰν δὲ πλημμελῶς καὶ ἀμετανοήτως ζῶμεν, ἀκούσομεν παρ’ αὐτοῦ «ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος», καὶ ἐγκαταλειφθησόμεθα, ἵν’ εἴπω πάλιν τὸ τῆς Γραφῆς «ὡς σκηνὴ ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυράτῳ», ὅταν τοῦ καιροῦ τῆς χρείας παρῳχηκότος, μηδὲν χρηστὸν ἐναποκείμενον ἔχωσιν.
Ὅτι δὲ καὶ ὡς συγγενεῖς ἡμᾶς ἡγεῖται ὁ Κύριος, αὐτός ἐστιν ὁ λέγων· «ὃς ἂν ποιήσῃ τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, οὗτος καὶ ἀδελφός μου καὶ ἀδελφή μου καὶ μήτηρ μού ἐστιν». Ὁρᾶτε τί τὸ προξενοῦν ἡμῖν τὴν ἀνωτάτω συγγένειαν;
Ὁ θεοφιλὴς βίος, ἡ ἐν ἀρεταῖς ζωή, τὸ κατὰ τὰς θείας ἐντολὰς πολιτεύεσθαι· τοῦτο γάρ ἐστι τὸ θέλημα τοῦ ἀνωτάτω Πατρός. Ὁ δὲ μὴ ποιῶν τὸ θέλημα τοῦ ἀνωτάτω καὶ οὐρανίου Πατρός, τοσοῦτον ἀπέχει τῆς πρὸς αὐτὸν συγγενείας, ὡς καὶ πρὸς τὸν ἀντικείμενον ἔχειν τὴν τοῦ γένους ἀναφοράν· διὸ καὶ ὁ Κύριος τοῖς Ἰουδαίοις ἔλεγεν «ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας αὐτοῦ θέλετε ποιεῖν», Αὐτῶν δὲ λεγόντων εἶναι τέκνα τοῦ Ἀβραάμ, πρὸς αὐτοὺς πάλιν ἔλεγεν, «εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν».
Ἀμπελὼν δὲ Κυρίου Σαβαὼθ ὁ οἶκος Ἰσραήλ ἐστι, κατὰ τὸν Ἠσαΐαν, δηλονότι πάντες οἱ τῆς εὐσεβείας ἐπιγνώμονες. Ἀλλ’ ὁ ἀμπελὼν οὗτος τυγχάνει μὲν ἐπιμελείας καὶ τῆς παρὰ τοῦ Θεοῦ κηδεμονίας, ὅταν φέρῃ καρπὸν θεοφιλῆ· ἂν δὲ ἀκάνθας ἀντὶ σταφυλῆς ποιήσῃ, τουτέστι τὰ κέντρα τοῦ θανάτου, ἅπερ εἰσὶν αἱ ἁμαρτίαι, ἀφίεται ἀτημέλητος καὶ εἰς καταπάτημα τοῖς ὄντως θηρίοις καὶ πονηροῖς δαίμοσι προτίθεται καὶ πυρὶ παραδίδοται εἰς καῦσιν. Διὸ καὶ ὁ Κύριος πρὸς τοὺς οἰκείους μαθητὰς εἰπών, «ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς δὲ τὰ κλήματα, ὁ Πατήρ μου ὁ γεωργός ἐστιν», ἐπήγαγε, «πᾶν κλῆμα ἐν ἐμοὶ καρπὸν φέρον, καθαίρει αὐτό, ἵνα πλείονα καρπὸν φέρῃ· τὸ δὲ μὴ καρπὸν φέρον, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα καὶ ἐξηράνθη, καὶ συνάγουσιν αὐτὰ καὶ εἰς τὸ πῦρ βάλλουσι καὶ καίεται». Ὅτι δὲ καὶ ὡς ποίμνιον οἰκεῖον ἡμᾶς ἡγεῖται ὁ ποιήσας ἡμᾶς, πρὸς τὸν κορυφαῖον τοῦ κορυφαίου χοροῦ τῶν Ἀποστόλων ἔλεγε· «Πέτρε, φιλεῖς με; ποίμαινε τὰ ἀρνία μου, ποίμαινε τὰ πρόβατά μου»· πάντες γὰρ ἡμεῖς ὡς πρόβατα ἐπλανήθημεν καὶ ἀπολώλαμεν ὡς δραχμὴ διαπεσοῦσα τῆς δεσποτικῆς χειρός· ἀλλ’ ἦλθεν ὁ ποιμὴν ὁ καλός, ὁ φύσει δεσπότης, ἀνεζήτησεν, εὗρεν, ἔσωσεν, ἑαυτῷ συνῆψεν ἀρρήτως.
Ἑπώμεθα οὖν, ἀδελφοί, τῷ καλῷ ποιμένι Χριστῷ, πρὸς νομὰς εἰσάγοντι καὶ μάνδρας ζωῆς αἰωνίου. Φυλάξωμεν διὰ τῶν ἀρετῶν τὴν πρὸς αὐτὸν εἰκόνα τε καὶ ὁμοίωσιν, ἵνα μὴ τῆς ζωηφόρου χειρὸς ἐκπέσωμεν. Καρποφορήσωμεν αὐτῷ δι’ ἔργων ἀγαθῶν, ἵνα ἀμπελὼν Κυρίου Σαβαὼθ ὦμεν καὶ νεόφυτον ἠγαπημένον. Ποιῶμεν τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον, ἵνα πατέρα τοῦτον πλουτήσωμεν. Καθάρωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἵνα οἶκος Θεοῦ χρηματίσωμεν· ὃς οὐ μόνον ὡς ἀμπελῶνα καὶ οἶκον, ἀλλὰ καὶ ὡς ἀγρὸν οἰκεῖον καὶ κατεσπαρμένην ἄρουραν ἔχων τὸ ἡμέτερον γένος, «ὡμοιώθη», φησίν, «ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ, σπείραντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὑτοῦ, ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους, ἦλθεν ὁ ἐχθρὸς αὐτοῦ καὶ ἔσπειρε ζιζάνια ἀνὰ μέσον τοῦ σίτου, καὶ ἀπῆλθεν».
Οὐκ ἀκαίρως δὲ ταύτην ὁ λόγος ἤνεγκεν εἰς μέσον τὴν παραβολήν· ἔνι γὰρ δι’ αὐτῆς ἀποδοῦναι τὸ χρέος καὶ πληρῶσαι τὴν ὑπόσχεσιν, ἣν ἐν τῇ πρὸ ταύτης ὁμιλίᾳ πρὸς τὴν ὑμετέραν ἀγάπην ἐποιησάμην. Διδάσκων γὰρ ὑμᾶς περὶ λογικοῦ τε καὶ πνευματικοῦ θέρους, θεριστὰς μὲν εἶναι τοῦ πνευματικοῦ θέρους, ὅ ἐστιν ἡ ἀπὸ ἀπιστίας εἰς πίστιν μετάστασις, τοὺς ἱεροὺς Ἀποστόλους καὶ τοὺς αὐτῶν διαδόχους καὶ μέχρις ἡμῶν κατὰ γενεὰς διδασκάλους τῆς εὐσεβείας, εἶπόν τε καὶ ὑπέδειξα. Τοῦ δὲ λογικοῦ θέρους, ὅπερ ἐστὶν ἡ ἐνταῦθα πρὸς τὸν μέλλοντα βίον ἡμῶν ἑκάστου μετάθεσις, θεριστὰς μὲν τοὺς ἁγίους ἀγγέλους, ἔφην, εἶναι τοῦ Θεοῦ, καὶ πλέον ἔχειν τῶν Ἀποστόλων, ὅτι καὶ μετὰ τὸν θερισμὸν ἐκλέγονται καὶ διαχωρίζουσιν, ἀνὰ μέρος μὲν τοὺς ἀγαθούς, ἀνὰ μέρος δὲ τοὺς πονηρούς· καὶ τοὺς μὲν ἀγαθοὺς προπέμπουσιν εἰς τὴν τοῦ Θεοῦ βασιλείαν, τοὺς δὲ πονηροὺς ρίπτουσιν εἰς τὴν γέενναν τοῦ πυρός.
Εἶπον οὖν ταῦτα πρώην, οὐκ ἔδειξα δέ, ἀλλ’ ὑπεσχέθην, τοῦ Θεοῦ καιρὸν καὶ λόγον δόντος, τὴν παράστασιν δώσειν, ἥτις ἱκανῶς ἔσται νῦν ἀποδεδομένη διὰ τῆς τοῦ Κυρίου ταύτης παραβολῆς· «ἰδόντες γάρ», φησίν, «οἱ δοῦλοι τοῦ Κυρίου τὰ ζιζάνια ἐν τῷ ἀγρῷ, εἶπον τῷ Κυρίῳ· θέλεις ἀπελθόντες συλλέξωμεν αὐτά; Ὁ δὲ εἶπεν οὔ, μήποτε συλλέγοντες τὰ ζιζάνια, ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον. Ἐν δὲ τῷ καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς· συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε εἰς δέσμας, πρὸς τὸ κατακαῦσαι, τὸν δὲ σῖτον συνάγετε εἰς τὴν ἀποθήκην μου.» Τὰ μὲν οὖν ζιζάνια εἰσίν, ὡς καὶ ὁ Κύριός φησιν, οἱ υἱοὶ τοῦ πονηροῦ· ἐκ γὰρ τῆς ὁμοιότητος τῶν ἔργων τὸν χαρακτῆρα ἐκείνου φέροντες, σπέρματά τε αὐτοῦ καὶ υἱοποίητοι διατελοῦσιν αὐτῷ. Ὁ δὲ καιρὸς τοῦ θερισμοῦ συντέλεια τοῦ αἰῶνος τούτου ἐστίν· εἰ γὰρ καὶ πόρρωθεν ἤρξατο καὶ νῦν ἐνεργεῖται διὰ τοῦ θανάτου, ἀλλὰ τότε τὸ πέρας λαμβάνει πᾶν. Οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν· οὗτοι γάρ εἰσι, καὶ μάλιστα τηνικαῦτα, οἱ τοῦ ἐπουρανίου βασιλέως διάκονοι· «ὥσπερ γάρ», φησί, «συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ κατακαίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος τούτου· ἀποστελεῖ ὁ Υἱὸς τοῦ ἀνθρώπου» (ὁ αὐτὸς δέ ἐστι καὶ Υἱὸς τοῦ ἀνωτάτω Πατρός)· ἀποστελεῖ οὖν οὗτος «τοὺς ἀγγέλους αὑτοῦ καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὑτοῦ πάντα τὰ σκάνδαλα».
Ὁ γὰρ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὡς μὲν Θεὸς πάντων ἐστὶ δεσπότης καὶ βασιλεὺς οὐρανοῦ τε καὶ γῆς καὶ τῶν ὑπὲρ τὸν οὐρανόν· ὡς δὲ ἄνθρωπος δι’ ἡμᾶς γεγονὼς καὶ διὰ τοῦ σταυροῦ καθελὼν τὸν δι’ ἀπάτης δουλωσάμενον τὸ ἡμέτερον γένος, ἡμᾶς τε δι’ ἑαυτοῦ λυτρωσάμενος καὶ προσαγαγὼν τῷ ἰδίῳ γεννήτορι, βασιλείαν οἰκείαν ἔχει τὸ ἀνθρώπινον γένος, μάλιστα δὲ τὴν ἐκ παντὸς γένους ἱερὰν Ἐκκλησίαν.
Ἀποστελεῖ οὖν οὗτος τοὺς ἀγγέλους αὑτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὑτοῦ ταύτης πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, τοὺς αἱρετικοὺς δηλονότι καὶ τοὺς μὴ διὰ μετανοίας τῶν ἔργων ἀποστάντας τῆς ἁμαρτίας (πᾶσα γὰρ ἁμαρτία ἀνομία ἐστί)· συλλέξαντες οὖν τούτους, βαλοῦσιν εἰς τὴν κάμινον τοῦ πυρός, ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Βλέπετε, ἀδελφοί, θερισμὸν καὶ χωρισμὸν ὄντως φρικωδέστατον καὶ δεινότατον; Ἀληθῶς δὲ ἄρα καὶ τοὺς ἀγγέλους εἶναι τοὺς τοῦ θερισμοῦ τούτου θεριστάς, καὶ τῶν Ἀποστόλων ἔχειν τι πλέον ἐλέγομεν ἡμεῖς. Ἰδόντες οὖν οἱ δοῦλοι τοῦ Κυρίου, τουτέστιν οἱ ἄγγελοι τοῦ Θεοῦ, τὰ ζιζάνια ἐν τῷ ἀγρῷ, τουτέστι τοὺς δυσσεβεῖς καὶ πονηροὺς ἀνθρώπους συνδιάγοντας μετὰ τῶν ἀγαθῶν, καὶ τῇ Ἐκκλησία τοῦ Χριστοῦ καὶ αὐτοὺς συμβιωτεύοντας, εἶπον τῷ Κυρίῳ· «θέλεις ἀπελθόντες συλλέξωμεν αὐτά;», τουτέστι διὰ τοῦ θανάτου ἐξάρωμεν αὐτοὺς ἀπὸ τῆς γῆς; «Ὁ δὲ Κύριος πρὸς αὐτοὺς εἶπεν· οὔ, μή ποτε συλλέγοντες τὰ ζιζάνια ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον».
Πῶς οὖν, εἴπερ συνέλεγον αὐτοῖς τὰ ζιζάνια, εἴπερ συνεκκόπτοντες διὰ τοῦ θανάτου τοὺς πονηροὺς ἐχώριζον ἀπὸ τῶν δικαίων, συνέβαινε καὶ τὸν σῖτον, ἤτοι τοὺς ἀγαθοὺς τῶν ἀνθρώπων ἐκριζοῦσθαι; Πολλοὶ τῶν δυσσεβῶν καὶ τῶν ἁμαρτωλῶν συνδιάγοντες τοῖς εὐσεβῶς καὶ δικαίως βιοῦσι, χρόνῳ ποτὲ μεταβάλλονται τῇ μετανοίᾳ καὶ μεταμανθάνουσι τὴν εὐσέβειαν καὶ τὴν ἀρετὴν καὶ ἀντὶ ζιζανίων σῖτοι γίνονται· καὶ οὕτω συνέβαινεν ἐν τῇ συλλογῇ τῶν ζιζανίων συνεκριζοῦσθαι καὶ τὸν σῖτον, εἴπερ ἀνάρπαστοι παρὰ τῶν ἀγγέλων πρὸ τῆς μετανοίας ἐγένοντο.
Ἀλλὰ καὶ πολλοὶ πονηροὶ ὄντες, τέκνα ἢ ἔγγονα ἀπεγέννησαν ἀγαθῆς προαιρέσεως· διὰ τοῦτο ὁ πάντα πρὶν γενέσεως εἰδώς, οὐκ ἐνέδωκεν ἐκριζωθῆναι πρὸ καιροῦ τὰ ζιζάνια· «ἐν δὲ τῷ καιρῷ τοῦ θερισμοῦ», φησίν, «ἐρῶ τοῖς θερισταῖς, συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι, τὸν δὲ σῖτον συναγάγετε εἰς τὴν ἀποθήκην μου».
Τοῦτό ἐστιν ἄντικρυς, ὅπερ ἐν ἑτέρῳ φησὶν ὁ Κύριος, ὅτι, «εἰσελθὼν ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους, εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου, καὶ εἶπεν αὐτῷ· ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; Ὁ δὲ ἐφιμώθη.
Τότε εἶπε τοῖς διακόνοις, δήσαντες αὐτοῦ χεῖρας καὶ πόδας, ἄρατε αὐτόν, καὶ ἐκβάλετε εἰς τὸν σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων». Ὥσπερ γὰρ ἐκεῖ συνῆσαν τοῖς ἀγαθοῖς σπέρμασι τὰ ζιζάνια, οὕτως ἐνταῦθα συνανέκειτο τοῖς τὰς ἀγαθὰς πράξεις ὡς νυμφικὴν διπλοΐδα περικειμένοις, ὁ τὸν κατεφθαρμένον καὶ κατεσπιλωμένον φορῶν χιτῶνα τῆς ἁμαρτίας· καὶ καθάπερ ἐκεῖ τὰ ζιζάνια πρῶτον δεθῆναι κελεύει ὁ Κύριος, εἶτα εἰς τὸ πῦρ ἐκεῖνο ριφῆναι, οὕτω καὶ ἐνταῦθα, πρῶτον εἰπών, δήσαντες αὐτοῦ χεῖρας καὶ πόδας, εἶτά φησιν, ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· καὶ ἐπήγαγεν ὅπερ καὶ ἐκεῖ, ὅτι ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· ὥστε τὸ αὐτό ἐστι τῇ γεέννῃ τοῦ πυρὸς τὸ σκότος τὸ ἐξώτερον.
Ἀλλὰ πῶς τοῦτο ἀφεγγέστερον ὄν, οὐκ ἐνδότερον σκότος λέγεται, ἀλλ’ ἐξώτερον; Φῶς ἀνέσπερον καὶ ἀληθινὸν καὶ ἀΐδιον, ἐν ᾧ νῦν εἰσι τῶν δικαίων τὰ πνεύματα, τότε δὲ καὶ μετὰ σώματος οἱ ἅγιοι ἔσονται, ὁ Θεός ἐστιν· αὐτὸς γάρ ἐστιν ὁ τῆς δικαιοσύνης ἥλιος· τοῦ ἡλίου δὲ τούτου καὶ τοῦ παρ’ αὐτοῦ φωτός, καὶ νῦν οἱ ζῶντες ἐν ἀκαθαρσίᾳ καὶ ἀδικίᾳ ἔξω εἰσίν, ἀλλ’ ἔχουσιν ἐνταῦθα τὴν ἐλπίδα τῆς μετανοίας καὶ ζῶσι τοῦ αἰσθητοῦ νῦν ἀπολαύοντες φωτὸς καὶ τῆς ἀπὸ τῶν ἄλλων κτισμάτων τοῦ Θεοῦ παραμυθίας, τοῦ Θεοῦ φιλανθρώπως ἐνεχομένου καὶ μακροθύμως ἐκδεχομένου τὴν τούτων ἐπιστροφήν.
Οἱ δὲ μὴ μετανοήσαντες ἐνταῦθα, τότε καὶ τῆς θείας ἀνοχῆς καὶ μακροθυμίας στερηθέντες καὶ τῆς ἀπὸ τῶν αἰσθητῶν τοῦ Θεοῦ κτισμάτων ἀπολαύσεως, καὶ οὕτω τοῦ Θεοῦ πορρωτέρω γεγονότες καὶ αὐτῆς τῆς ἐλπίδος ἀπεστερημένον, τῇ αἰωνίῳ παραδοθήσονται κολάσει. Καὶ νῦν μὲν ἔξω τοῦ ἀληθινοῦ φωτὸς ὄντες, ἐξώτερον δέ, καθάπερ ἔφημεν, τούτου τότε γεγονότες καὶ τῷ ἐξωτέρῳ τοῦ ὄντος φωτὸς παραδοθέντες σκότει καὶ τῇ ἀπαραμυθήτῳ θλίψει καὶ στενοχωρίᾳ, ὡς καὶ ὁ ἀπόστολός φησιν ὅτι, «τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει, κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ δικαιοκρισίας καὶ ἀποκαλύψεως Θεοῦ».
Ὀργὴν δὲ Κυρίου τίς ὑποίσει; Τίς ὑπομενεῖ τότε τὸν ἔλεγχον καὶ τὴν αἰσχύνην ἐκείνην, ἣν ὑπέδειξεν ἡμῖν ὁ Κύριος ἐν τῷ εὐαγγελίῳ διὰ τῆς παραβολῆς, λέγων πρὸς τὸν ὡς δυσειδὲς ἔνδυμα τῆς ἁμαρτίας περικείμενον· «πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου», τὸν κεχαριτωμένον τῆς ἀρετῆς κόσμον; Κἀκεῖνος γὰρ ἐφιμώθη, μὴ ἔχων διάραι στόμα. Τίς ὑπομενεῖ τὴν θείαν μετ’ ὀργῆς ἀπόφασιν ἐκείνην καὶ τὴν τῶν ἀγγέλων εἰς ἐκπλήρωσιν ἐκείνης σφοδροτάτην ὁρμήν, ἀναρπαζόντων τὸν κατάκριτον ἀπὸ τοῦ χοροῦ τῶν δικαίων καὶ χωριζόντων ὡς τὰ ζιζάνια ἀπὸ τοῦ σίτου καὶ δεσμούντων ἀνηλεῶς καὶ ὠθούντων φεῦ εἰς τὴν γέενναν; Τίς ὑπομενεῖ τὸ ἐξώτερον καὶ εἰς αἰῶνας ἀφώτιστον ἐκεῖνο σκότος, τὸν ἄπαυστον καὶ ἀπαραμύθητον ἐκ σφοδροῦ πένθους κλόνον καὶ βρυγμὸν καὶ συγκρουσμὸν τὸν ὀδόντων, τὴν ἄληκτον καὶ ἀφόρητον ἐκ τῆς καύσεως ὀδύνην τοῦ ἀσβέστου πυρός; Οἷον δὲ τὸ πῦρ ἐκεῖνο, ὃ καὶ σωμάτων ἅπτεται καὶ τῶν ἐν σώμασιν ὄντων καὶ τῶν οὐκ ἐν σώμασι πνευματικῶν, ὀδυνῶν ἅμα καὶ παρακατέχον ἀθάνατα, δι’ οὗ καὶ τὸ καθ’ ἡμᾶς πῦρ τακήσεται, κατὰ τὸ γεγραμμένον, στοιχεῖα δὲ πυρούμενα τήκεται; Ὅση δὲ τῆς ὀδύνης προσθήκη τὸ τῆς ἀπολυτρώσεως ἀπροσδόκητον; Τί δὲ τὸ μηδὲ ὁρᾶν ᾗ κακοῦ κείμεθα;
Καὶ γὰρ ἀφώτιστον ἐκεῖνο τὸ πῦρ. Οὗτος δὲ ὁ θερισμὸς ὁ αὐτός ἐστι καὶ τῇ ἅλωνι ἐκείνῃ, ἣν ὁ Χριστὸς κατέχων τὸ πτύον ἐν τῇ χειρὶ αὑτοῦ διακαθαριεῖ, ὡς ὁ Πρόδρομος αὐτοῦ καὶ βαπτιστὴς ἐδίδαξε· καὶ τὸν μὲν σῖτον συνάξει εἰς τὴν ἀποθήκην αὑτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ· τὰς γὰρ ἀγγελικὰς δυνάμεις πτύον ἐν τῇ χειρὶ ὑπάρχον τοῦ Χριστοῦ ὁ βαπτιστὴς ἐκάλεσε, πτύον δέ ἐστι τὸ λικμητήριον.
Ὥσπερ οὖν τοῦτο ἐν ταῖς χερσὶν ὂν τοῦ γεωργοῦ κινεῖται ὅποι ἂν καὶ ὅπως ὁ γεωργὸς θελήσῃ, οὕτω καὶ οἱ ἄγγελοι, ἐν τῇ χειρὶ ὄντες καὶ τῇ ἐξουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, κινοῦνται ὅποι ἂν καὶ ὅπως αὐτὸς βούλεται καὶ πληροῦσι τὸ θέλημα αὐτοῦ. Ὅπερ δὲ ἐν ἐκείνῳ τῷ θερισμῷ ἀγρὸν εἶπεν, ἅλωνα ἐνταῦθα προσεῖπεν· ἐν γὰρ τῇ ἅλωνι πάντα τὰ ἀπὸ τοῦ ἀγροῦ συναγόμενα λαμβάνουσι τὴν διάκρισιν. Ἣν δὲ συλλογὴν ἐκεῖ τῶν ζιζανίων προσέταξε γενέσθαι, κάθαρσιν ἐνταῦθα τῆς ἅλωνος ἐκάλεσε. Τὰ δὲ ζιζάνια ἄχυρον ἐνταῦθα προσηγόρευσε· καὶ γὰρ καὶ τὰ ζιζάνια κοῦφα ὄντα ὡς ἄκαρπα μετὰ τοῦ ἀχύρου παρασύρει ὁ ἄνεμος. Ἴσως δὲ καί τι πλέον ἐνταῦθα διὰ τοῦ ἀχύρου αἰνίττεται, ὅτι μὴ μόνον οἱ πρὸς τοὺς ἀγαθοὺς τῶν γειτόνων ἐπιβλαβεῖς ὑπάρχοντες, καθάπερ τὰ ζιζάνια τοῖς συνερριζωμένοις, ἀλλὰ καὶ οἱ μὴ τοῖς ἄλλοις βλαβεροί, εὐπερίτρεπτοι δὲ καὶ καθ’ ἑαυτοὺς ἀνωφελεῖς διὰ τὴν ἀκαρπίαν, καὶ οὗτοι πυρός εἰσιν ἄξιοι. Ὃ δὲ ἐκεῖ κάμινον πυρός, ἐνταῦθα πῦρ ἄσβεστον ὠνόμασε, δεικνὺς ὅτι ἀτελεύτητός ἐστιν ἡ μέλλουσα καὶ μένουσα κόλασις ἐκείνη, τοῖς διὰ τὴν ἀπραξίαν τῆς ἀρετῆς καὶ τὴν ἐμπαθῆ καὶ ἐφάμαρτον ζωὴν ἀχύρῳ καὶ ζιζανίοις παρεικασθεῖσιν.
Ὃ δὲ ἐνταῦθα ἀποθήκην εἶπε, βασιλείαν τοῦ Θεοῦ ἡρμήνευσεν ἐκεῖ· «τότε γάρ», φησίν, «οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν». Πῶς δὲ οὐκ εἶπεν ‘ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ’, ἀλλ’ «ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν»; Ἵνα δείξῃ, ὅτι πρῶτον ὁ ἄνθρωπος υἱὸς γίνεται Θεοῦ καὶ ἄξιος τοῦ Πατέρα ἐπικαλεῖσθαι τὸν Θεόν, καὶ οὕτως ἔπειτα κληρονόμος εἰκότως καθίσταται τῆς βασιλείας αὐτοῦ. Πῶς δὲ γίνεται υἱὸς Θεοῦ ὁ ἄνθρωπος; Διὰ τῆς τῶν ἔργων ὁμοιότητος· διὸ καὶ ὁ Κύριος πρὸς τοὺς Ἰουδαίους λέγοντας, ὅτι τέκνα τοῦ Ἀβραάμ ἐσμεν· «εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε», φησί, «τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν». Καὶ πάλιν αὐτῶν λεγόντων, ἡμεῖς ἕνα Πατέρα ἔχομεν τὸν Θεόν, εἶπε πρὸς αὐτούς· «εἰ ὁ Θεὸς Πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ· ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω· ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας αὐτοῦ θέλετε ποιεῖν».
Ὁρᾶτε πῶς ἐκ τῶν πονηρῶν ἐπιθυμιῶν καὶ πράξεων υἱοποιεῖται ὁ ἄνθρωπος τῷ διαβόλῳ, καὶ οὕτω κληρονόμος γίνεται τοῦ αἰωνίου πυρός; Οὕτω καὶ διὰ τῶν ἀγαθῶν ἐπιθυμιῶν καὶ πράξεων ἐξομοιοῦται τῷ Θεῷ καὶ υἱοποιεῖται τούτῳ καὶ κληρονόμος γίνεται τῆς βασιλείας αὐτοῦ. Καὶ τοῦτο δεικνὺς ὁ Κύριος, ὡς ὁμοιότης πρὸς τὸν Θεόν ἐστιν ἡ ἀρετή, «ἐντολήν», φησίν, «καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς, ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους· καὶ εἰ ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας, ὁ Κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας· ὑπόδειγμα γὰρ δέδωκα ὑμῖν, ἵνα καθὼς ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιεῖτε»· καὶ «μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν»· καὶ «γίνεσθε οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν οἰκτίρμων ἐστί»· καὶ «ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανείζετε μηδὲν ἀπελπίζοντες, καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολὺς καὶ ἔσεσθε υἱοὶ τοῦ Ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς».
Ὁ γοῦν διὰ τῆς ἀγάπης καὶ τῶν ἄλλων ἀρετῶν πρὸς τὸν Θεὸν ἔχων τὴν ὁμοιότητα, οὗτος Πατέρα διὰ τῶν ἔργων πλουτήσας τὸν Θεόν, κληρονόμος ἔσται τῆς πατρικῆς βασιλείας· ἧς ὁ ἐκπεσὼν οὐχ ἁπλῶς ἀποτυγχάνει ταύτης, ἀλλὰ καὶ ἀφεγγεῖ παραδίδοται σκότει, ἀφορήτως καὶ ἀτελευτήτως κατακαίοντι.
Ὅστις οὖν ἐθέλει ρυσθῆναι τῆς ἀλήκτου κολάσεως ἐκείνης καὶ τῆς ἀϊδίου τοῦ Θεοῦ βασιλείας κληρονόμος γενέσθαι, μὴ ζιζάνιον ἔστω, σπέρμα πονηρὸν καὶ βλαπτικόν, ὡς εἶναι κοινὴ λύμη σώμασί τε καὶ ψυχαῖς τῶν ἐγγιζόντων, παράδειγμα θεομισὲς προκείμενος πονηρῶν ἔργων τε καὶ λόγων, μηδὲ καλάμη καὶ ἄχυρον, οὕτω μὲν κοῦφος, ὡς εὐρίπιστος εἶναι ταῖς τοῦ πονηροῦ πνεύματος αὔραις τε καὶ προσβολαῖς, οὕτω δὲ ἀχρεῖος, ὡς εἰς βρῶσιν παθῶν ἀλόγων καὶ δαιμόνων προκεῖσθαι· ἀλλὰ σῖτος ἔστω, πάντων τῶν ἀχρείων καὶ πονηρῶν ἔργων καὶ λόγων ἀπεχόμενος καὶ τὰς ἀντιθέτους ἀρετὰς ἐργαζόμενος καὶ φέρων τοὺς τῆς μετανοίας καρπούς· οὕτω γὰρ ἂν εἴη τῆς οὐρανίου ἀποθήκης ἄξιος καὶ υἱὸς κληθείη τοῦ ἀνωτάτω Πατρὸς καὶ εἰς τὴν ἐκείνου βασιλείαν ὡς κληρονόμος εἰσέλθοι χαίρων, τῇ θείᾳ δόξῃ περιλαμπόμενος.
Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει δόξα σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.