Ἔργον
Γρηγόριος Παλαμᾶς – Ομιλίες ΚΑ΄–ΜΒ΄
Η μνήμη των κορυφαίων Αποστόλων Πέτρου και Παύλου
Η υπεροχή, οι αγώνες, οι πειρασμοί και η ομολογία των κορυφαίων Αποστόλων, καθώς και η κλήση των πιστών σε μετάνοια.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η μνήμη των κορυφαίων Αποστόλων Πέτρου και Παύλου
Η υπεροχή, οι αγώνες, οι πειρασμοί και η ομολογία των κορυφαίων Αποστόλων, καθώς και η κλήση των πιστών σε μετάνοια.
ΕΚΦΩΝΗΘΕΙΣΑ ΚΑΤΑ ΤΗΝ ΕΟΡΤΗΝ ΤΩΝ ΑΓΙΩΝ ΚΑΙ ΚΟΡΥΦΑΙΩΝ ΑΠΟΣΤΟΛΩΝ ΠΕΤΡΟΥ ΚΑΙ ΠΑΥΛΟΥ Ἡ τῶν ἁγίων ἑκάστου μνήμη, κατὰ τὴν ἑόρτιον ἐπιστᾶσα ταύτης ἡμέραν, θυμηδίας ὑπόθεσις κοινὴ καὶ δήμοις καὶ πόλεσι, καὶ πολίταις καὶ πολιτάρχαις ἐστί, καὶ ὠφελείας μεγίστης πρόξενος τοῖς ἑορτάζουσι πᾶσι γίνεται. «Μνήμη γὰρ δικαίου μετ’ ἐγκωμίων», ὁ σοφός φησι Σολομῶν, «ἐγκωμιαζομένου δὲ δικαίου εὐφρανθήσονται λαοί». Καθάπερ γὰρ ἐν νυκτί, λαμπάδος ἀναφθείσης, εἰς χρείαν καὶ ἀπόλαυσιν τῶν παρόντων πάντων φαίνει τὸ φῶς, οὕτω καὶ ὁ τῶν ἁγίων ἑκάστου θεάρεστος βίος καὶ τὸ κατ’ αὐτὸν μακάριον τέλος καὶ ἡ διὰ τὴν τοῦ βίου καθαρότητα παρὰ Θεοῦ δεδομένη χάρις αὐτῷ, καθάπερ τις περιφανὴς πυρσὸς προαγόμενος εἰς μέσον διὰ τῆς μνήμης, κοινὴν παρέχεται τοῖς συνειλεγμένοις τὴν πνευματικὴν εὐφροσύνην καὶ τὴν ὠφέλειαν.
Καὶ καθάπερ εὐφορίας γενομένης ἐπὶ τῆς γῆς, οὐχ οἱ γεωργοὶ μόνον, ἀλλὰ καὶ πάντες ἄνθρωποι τέρπονται (ἡ γὰρ ἀπὸ τῶν τῆς γῆς καρπῶν ἀπόλαυσις κοινὴ πᾶσίν ἐστιν), οὕτω καὶ ἡ πρὸς τὸν Θεὸν δι’ ἀρετῆς τῶν ἁγίων καρποφορία, οὐκ αὐτὸν εὐφραίνει μόνον τὸν γεωργὸν τῶν ψυχῶν, ἀλλὰ καὶ ἡμᾶς πάντας, ὡς εἰς κοινὴν τρυφὴν καὶ ἀπόλαυσιν προκειμένη τῶν ἡμετέρων ψυχῶν· ἐπεὶ καὶ ἐν τῷ βίῳ τούτῳ παρόντες πάντες οἱ ἅγιοι προτροπὴ πρὸς ἀρετήν εἰσι πᾶσι τοῖς ἀκούουσι καὶ ὁρῶσι τούτους μετὰ συνέσεως· ἔμψυχοι γάρ εἰσιν εἰκόνες τῆς ἀρετῆς· αὐτοκίνητοι στῆλαι παντὸς καλοῦ· βίβλοι ζῶσαί τε καὶ λαλοῦσαι τὰ πρὸς ὁδηγίαν τοῦ κρείττονος· καὶ μεταστάντες τοῦ τῇδε βίου διὰ τῆς μνήμης τῶν ἐν ἐκείνοις καλῶν ἀθάνατον ἡμῖν τὴν παρ’ ἑαυτῶν συντηροῦσιν ὠφέλειαν. Ἡ δὲ μνήμη τῆς ἐκείνων ἀγαθοεργίας ἐγκώμιον ἐκείνων ἐστίν, ἐποφειλόμενον μὲν παρ’ ἡμῶν ἐκείνοις διὰ τὴν προγενεστέραν ὠφέλειαν, χρήσιμον δὲ ἡμῖν καὶ νῦν ὑπάρχον, διὰ τὸ παρ’ αὐτῶν καὶ νῦν ἡμῖν προσγινόμενον ὄφελος.
Οὐ προστίθεμεν δέ τι τοῖς ἐκείνων ἀγαθοῖς, τῶν πεπραγμένων ἐκείνοις ὑπομιμνήσκοντες. Πῶς γὰρ οἳ μηδὲ τὴν ἀρετὴν ἐσμὲν πᾶσαν ἐκείνων ἱκανοὶ παραστῆσαι· καὶ γὰρ ἐφιλοτιμήσαντο ταῖς ὑπὲρ λόγον ἐπηγγελμέναις παρὰ Θεοῦ ἀμοιβαῖς, καθόσον ἡ φύσις ἐχώρει, καὶ πολιτείαν κατάλληλον δηλονότι πάντα λόγον νικῶσαν, ἐνδείξασθαι. Οὐκ αὔξομεν οὖν τὰ τούτοις προσόντα, τούτους ἐγκωμιάζοντες, ἄπαγε! αὔξομεν δὲ τὰ παρ’ ἐκείνων ἡμῖν ἀγαθὰ προσγινόμενα πρὸς ἐκείνους οἷά τινας θεοφεγγεῖς λυχνίας ἡμᾶς αὐτοὺς ἀνατείνοντες καὶ τὴν ἐκδιδομένην ἀπ’ ἐκείνων καλλοποιὸν δύναμιν συνιέντες ἐπὶ μᾶλλον καὶ προσδεχόμενοι.
Εἰ δ’ ἑκάστου τῶν ἁγίων ἡ μνήμη, δι’ ἅπερ εἴπομεν, μεθ’ ὕμνων καὶ τῶν προσηκόντων ἐγκωμίων παρ’ ἡμῶν ἐκτελεῖται, πόσῳ μᾶλλον Πέτρου καὶ Παύλου, τῆς κορυφαίας ἀκρότητος τοῦ κορυφαίου τῶν ἀποστόλων χοροῦ; Οἱ κοινοὶ πατέρες καὶ καθηγεμόνες πάντων εἰσὶ τῶν ἀπὸ Χριστοῦ καλουμένων, ἀποστόλων, μαρτύρων, ὁσίων, ἱερέων, ἱεραρχῶν, ποιμένων τε καὶ διδασκάλων, ποιμαινομένων τε καὶ διδασκομένων ἁπάντων ὡς ἀρχιποίμενες ὄντες ἢ καὶ ἀρχιτέκτονες τῆς κοινῆς πάντων εὐσεβείας καὶ ἀρετῆς, καὶ ὡς φωστῆρες ἐν κόσμῳ ζωῆς λόγον ἐπέχοντες· τοσοῦτον ὑπερλάμποντες τοὺς ἐπ’ εὐσεβείᾳ καὶ ἀρετῇ διαλάμψαντας, ὅσον τοὺς ἄλλους ἀστέρας ἥλιος ἢ ὡς οὐρανῶν οὐρανοί, δόξαν τὴν ἀνωτάτω τοῦ Θεοῦ διηγούμενοι· τοσοῦτον ὑπεραίροντες οὐρανῶν τε μεγέθη καὶ κάλλος ἀστέρων καὶ τάχος ἀμφοτέρων καὶ τάξιν καὶ δύναμιν, ὅσον καὶ τὰ ὑπὲρ αἴσθησιν οὗτοι φανεροῦσι πρὸς αὐτὰ τὰ ὑπερουράνιά τε καὶ ὑπερκόσμια, καὶ φωτίζουσι φῶς, παρ’ ᾧ οὐκ ἔστι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα· οὐ μόνον ἐξάγοντες ἀπὸ σκότους εἰς τὸ θαυμαστὸν τοῦτο φῶς, ἀλλὰ καὶ φῶς τοὺς μετασχόντας ποιοῦντες τῇ διαδόσει καὶ τελείου φωτὸς γεννήματα, ὡς καὶ αὐτῶν ἕκαστον κατὰ τὴν μέλλουσαν ἐν δόξῃ παρουσίαν καὶ ἐπιφάνειαν τοῦ ἀρχιφώτου καὶ θεανθρώπου Λόγου λάμψειν καθάπερ ἥλιος.
Τοιοῦτοι φωστῆρες μετ’ ἀλλήλων ἡμῖν ἀνασχόντες σήμερον, τὴν Ἐκκλησίαν φαιδρύνουσιν· ἡ γὰρ τούτων σύνοδος, οὐκ ἔκλειψιν, ἀλλὰ περιουσίαν φωτὸς ἀπεργάζεται· οὐ γάρ, ὁ μὲν ἄνω περιπολῶν ἐφ’ ὕψους ἥδρασται, ὁ δὲ ὑποβέβηκεν, ἵν’ ὑπελθὼν ὑποσκιάσῃ τὸν ἕτερον· οὐδ’ ὁ μὲν ἡμέρας, ὁ δὲ νυκτὸς ἡγεῖται, ἵν’ ἐμπέσῃ τῇ σκιᾷ καταντικρὺ φερόμενος· οὐδ’ ὁ μὲν ἀνίησιν, ὁ δὲ προσίεται τὸ φῶς ἐκεῖθεν, ἵν’ ἐντεῦθεν πάσχῃ τὴν ἀλλοίωσιν, ἄλλοτε ἄλλως τοῦ φωτισμοῦ τυγχάνων, κατὰ τὸ μέτρον τῆς διαστάσεως· ἀλλὰ Χριστοῦ, τῆς ἀενάου πηγῆς, τοῦ ἀϊδίου φωτός, ἄμφω μετασχόντες ἐπίσης, ἴσον ἐκτήσαντο καὶ τὸ ὕψος καὶ τὴν δόξαν καὶ τὴν λαμπρότητα. Διὸ καὶ ἀλληλουχία τῶν φωστήρων τούτων ἐστὶν ἡ σύνοδος, ταῖς τῶν πιστῶν ψυχαῖς διπλασίῳ χορηγοῦσα τὴν ἔλλαμψιν.
Ἀλλ’ ὁ πρῶτος ἀποστάτης καὶ τὸν πρῶτον ἄνθρωπον ἀποστήσας τοῦ Θεοῦ, βλέπων ἤδη τὸν πλάσαντα τὸν Ἀδὰμ πατέρα γένους ἀνθρώπων, ἀναπλάττοντα Πέτρον ὕστερον πατέρα τοῦ γένους τῶν ὄντως θεοσεβῶν καὶ οὐχ ὁρῶν μόνον, ἀλλὰ καὶ ἀκούσας αὐτοῦ πρὸς αὐτὸν εἰπόντος, «σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν»· τοῦτο μαθὼν ὁ ἀρχέκακος αὐτοφθόνῳ κακίᾳ καὶ τῷ ἀρχηγέτῃ τοῦ τῶν ἀνθρώπων γένους Ἀδὰμ ποτέ. Εἰδὼς δὲ τοῦτον συνέσει κεκοσμημένον καὶ τῇ πρὸς Χριστὸν ἀγάπῃ πεπυρωμένον, τὴν μὲν κατὰ πρόσωπον οὐ θαρρεῖ προσβολήν, ἀλλ’ οἷον ἐκ πλαγίου, καὶ τούτου τοῦ δεξιοῦ, πολλῷ σὺν δόλῳ κλέπτων ἄττειν παρασκευάζει τοῦτον ὑπὲρ τὸ δέον· καὶ κατὰ τὸν καιρὸν τοῦ σωτηρίου πάθους, τοῦ Κυρίου πρὸς τοὺς μαθητὰς εἰπόντος, «ταύτῃ τῇ νυκτὶ πάντες σκανδαλισθήσεσθε ἐν ἐμοί», αὐτὸς ἀντέλεγεν ἀπειθῶν. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τῶν ἄλλων ἑαυτὸν ὑπερετίθει, λέγων κἂν εἰ πάντες σκανδαλισθήσονται, ἀλλ’ οὐκ ἐγώ· ἐγκαταλιμπάνεται δὴ μᾶλλον τῶν ἄλλων, ὡς ὑπ’ ἀλαζονείας κλαπείς, ἵνα καὶ μᾶλλον τῶν ἄλλων ταπεινωθείς, κατὰ καιρὸν ἀναφανῇ λαμπρότερος, οὐχ ὡς ὁ Ἀδὰμ πειρασθεὶς ὁμοῦ τε καὶ νικηθεὶς καὶ εἰς τέλος κατενεχθείς, ἀλλὰ πειρασθεὶς μὲν καὶ παρασυρεὶς μικρόν, νικήσας δὲ τὸν πειράζοντα. Πῶς;
Τῇ ἑαυτοῦ πάραυτα καταγνώσει καὶ τῇ σφοδρᾷ λύπῃ καὶ μετανοίᾳ καὶ τῷ δραστικῷ πρὸς ἱλασμὸν φαρμάκῳ, τοῖς δάκρυσι· «καρδίαν γάρ», φησίν, «συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει»· καὶ ἡ κατὰ Θεὸν λύπη μετάνοιαν ἀμεταμέλητον ἀπεργάζεται πρὸς σωτηρίαν, καὶ «ὁ σπείρων ἐν δάκρυσι τὴν ἱκεσίαν ἐν ἀγαλλιάσει θεριεῖ τὴν ἄφεσιν».
Ἴδοι δ’ ἄν τις αὐτὸν ἐξετάσας οὐ μόνον τὴν ἄρνησιν εἰς ἣν παρεσύρῃ διὰ τῆς μετανοίας καὶ τοῦ κατωδύνου πένθους ἱκανῶς ἰασάμενον, ἀλλὰ καὶ τὸ πάθος δι’ ὃ μᾶλλον τῶν ἄλλων ἐγκατελείφθη πρόρριζον τῆς οἰκείας ψυχῆς ἀνασπάσαντα. Καὶ τοῦτο θέλων δεῖξαι τοῖς πᾶσιν ὁ Κύριος, μετὰ τὸ διὰ σαρκὸς ὑπὲρ ἡμῶν αὐτοῦ πάθος καὶ τὴν ἐκ νεκρῶν τριήμερον ἔγερσιν, ταῖς νῦν ἀνεγνωσμέναις ἐν τῷ εὐαγγελίῳ φωναῖς πρὸς τὸν Πέτρον ἐχρήσατο, λέγων πρὸς αὐτόν· «Σίμων Ἰωνᾶ, ἀγαπᾶς με πλεῖον τούτων», τῶν ἐμῶν δηλονότι μαθητῶν; Τοῦ δὲ ὅρα τὴν ἐπὶ τὸ ταπεινότερον μεταβολήν. Ὁ γάρ, καὶ μὴ ἐρωτώμενος πρώην, ὑπερτιθεὶς τῶν ἄλλων ἑαυτὸν καὶ λέγων κἂν πάντες, ἀλλ’ οὐκ ἐγώ, νῦν ἐρωτώμενος εἰ πλέον τῶν ἄλλων ἀγαπᾷ, τὸ μὲν ἀγαπᾷν συναινεῖ, τὸ δὲ πλέον ἀφίησι, λέγων· «ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε».
Τί οὖν ὁ Κύριος; Ἐπειδὴ τοῦτον ἔδειξε μήτε τῆς πρὸς αὐτὸν ἀγάπης ἐκπεσόντα καὶ τὴν ταπείνωσιν προσλαβόμενον, πληροῖ παρρησίᾳ τὴν ἐκ πολλοῦ πρὸς τοῦτον ἐπαγγελίαν καί φησι πρὸς αὐτόν, «ποίμαινε τὰ ἀρνία μου». Ὅταν μὲν γὰρ οἰκοδομὴν καλῇ τὴν τῶν εἰς αὐτὸν πιστευόντων συλλογήν, θεμέλιον αὐτὸν θήσειν ἐπαγγέλλεται, «σὺ εἶ», λέγων, «Πέτρος καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν». Ὅταν δὲ περὶ ἁλιείας ὁ λόγος ᾖ, ἁλιέα τοῦτον ἀνθρώπων ποιεῖ, «ἀπὸ τοῦ νῦν», λέγων, «ἀνθρώπους ἔσῃ ζωγρῶν». Ὅταν δὲ πρόβατα τοὺς ἑαυτοῦ ποιῇ, νομέα τὸν Πέτρον ἐφίστησι, «ποίμαινε», λέγων, «τὰ ἀρνία μου, ποίμαινε τὰ πρόβατά μου». Συνορᾶν δέ ἐστιν, ἀδελφοί, κἀντεῦθεν, ἐφ’ ὅσον ποθεῖ τὴν ἡμετέραν σωτηρίαν ὁ Κύριος, ἐπὶ τοσοῦτον γάρ, ὡς καὶ παρὰ τῶν ἀγαπώντων αὐτόν, μηδὲν ἄλλο ζητεῖν ἢ τὸ ποδηγεῖν ἡμᾶς πρὸς νομὴν καὶ μάνδραν σωτήριον.
Ποθήσωμεν οὖν καὶ ἡμεῖς τὴν ἡμῶν σωτηρίαν καὶ τοῖς ἔργῳ καὶ λόγῳ πρὸς αὐτὴν ἐνάγουσιν ὑπακούσωμεν· ἐθελῆσαι γὰρ δεῖ μόνον ἡμῶν ἕκαστον ἅψασθαι τῆς πρὸς σωτηρίαν φερούσης, καὶ ὁ καθηγητὴς ἐφέστηκε παρὰ τοῦ κοινοῦ Σωτῆρος ἡτοιμασμένος καὶ ὁ τῆς σωτηρίας χορηγός, διὰ φιλανθρωπίας ὑπερβολὴν ἑτοιμότατος ὡς αὐτόκλητος, μᾶλλον δὲ αὐτοπαράκλητος ὤν. Τρὶς δὲ ἐρωτᾷ, ἵνα καὶ τρὶς ἀποκρινάμενος τὴν καλὴν ὁμολογίαν ὁμολογήσῃ καὶ διὰ τοῦ τριττοῦ τῆς ὁμολογίας τὸ τριττὸν τῆς ἀρνήσεως ἐξιάσηται· καὶ τρὶς ἐφίστησι τοῦτον τοῖς οἰκείοις ἀρνίοις τε καὶ προβάτοις, ὑποτιθεὶς τῷ Πέτρῳ καὶ τὰς τρεῖς τάξεις τῶν σωζομένων, δουλείαν, μισθαρνίαν, υἱότητα· ἢ παρθενίαν, σώφρονα χηρείαν καὶ γάμον τίμιον. Ἀλλ’ ὁ Πέτρος, πάλιν καὶ πάλιν εἰ φιλεῖ τὸν Χριστὸν ἐρωτώμενος, ἐλυπήθη, φησίν, ἐκ τοῦ πολλάκις ἐρωτᾶσθαι, μὴ πιστεύεσθαι νομίσας. Εἰδὼς δὲ ἑαυτὸν ἀγαπῶντα καὶ μηδὲ τοῦτο ἀγνοῶν ὅτι γινώσκεται παρὰ τοῦ ἐρωτῶντος μᾶλλον ἢ αὐτὸς παρ’ ἑαυτοῦ πανταχόθεν οἷον συνεσφιγμένος, οὐχ ὁμολογεῖ φιλεῖν μόνον, ἀλλὰ καὶ τὸν παρ’ αὐτοῦ φιλούμενον αὐτὸν εἶναι κηρύττει τὸν ἐπὶ πάντων Θεόν, λέγων, «σύ, Κύριε, πάντα οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε»· τὸ γὰρ πάντα εἰδέναι μόνου τοῦ ἐπὶ πάντων Θεοῦ.
Ὁ δὲ Κύριος, ταύτην τὴν ὁμολογίαν ἐκ ψυχῆς ποιησάμενον, οὐ μόνον χειροτονεῖ ποιμένα καὶ ἀρχιποιμένα πάσης τῆς κατ’ αὐτὸν Ἐκκλησίας, ἀλλὰ καὶ τοσαύτην ἐπαγγέλλεται περιζώσειν αὐτὸν ἰσχύν, ὡς καὶ μέχρι θανάτου, καὶ θανάτου σταυροῦ, διακαρτερήσει, τὸν πρὸ τῆς ἐνισχύσεως ταύτης μηδὲ πρὸς ἑνὸς κορασίου πεῦσιν καὶ λαλιὰν ἀντισχόντα. Ἀμὴν ἀμὴν λέγω σοι, πρὸς αὐτὸν εἰπών, ὅτε ἦς νεώτερος καὶ τὴν σωματικὴν καὶ τὴν πνευματικὴ ἡλικίαν, ἐζώννυες σεαυτόν, τουτέστιν ἐχρῶ τῇ σεαυτοῦ δυνάμει καὶ περιεπάτεις ὅπου ἤθελες, αὐτοκίνητος ὤν, καὶ κατὰ τὴν φύσει προσοῦσάν σοι προαίρεσιν ζῶν, ὅταν δὲ γηράσῃς, εἰς ἄκρον φθάσας καὶ τῆς σωματικῆς καὶ τῆς πνευματικῆς ἡλικίας, ἐκτενεῖς τὰς χεῖράς σου, τὸ διὰ σταυροῦ τέλος ὑπογράφει διὰ τούτων τῶν λόγων καὶ τὴν ἐπ’ αὐτοῦ τάσιν οὐκ ἀκούσιον ἔσεσθαι τῷ Πέτρῳ μαρτυρεῖ. Ἐκτενεῖς οὖν αὐτὸς τὰς χεῖράς σου καὶ ἄλλος σὲ ζώσει, δηλονότι ἐνδυναμώσει καὶ οἴσει ὅπου οὐ θέλεις, ἐξ ἀνθρώπων ποιήσας, ἐπειδή περ ἡ φύσις οὐ θέλει τὴν οἰκείαν διὰ θανάτου διάλυσιν· τὴν γὰρ τῆς ἡμετέρας φύσεως ἐνταῦθα πρὸς τὸ ζῆν σχέσιν δείκνυσιν καὶ τὸ ὑπερφυὲς τοῦ Πέτρου μαρτύριον· ἐκεῖνα γάρ, φησί, καρτερήσεις ἑκὼν δι’ ἐμὲ καὶ τὴν ἐμὴν μαρτυρίαν ὑπ’ ἐμοῦ δυναμούμενος, ἅπερ ὑπὲρ φύσιν ὄντα θέλειν ἡ φύσις οὐ πέφυκεν.
Ἀλλὰ τοιοῦτος μὲν ὁ Πέτρος, ὡς ἐξ ὀλίγων γνωρίσαι. Τί δὲ ὁ Παῦλος, καὶ ποία γλῶσσα, μᾶλλον δὲ ποῖαι καὶ πόσαι, τὴν ἐκείνου διὰ Χριστὸν μέχρι θανάτου καρτερίαν καὶ μετρίως παραστῆσαι δυνήσονται; Ὃς καθ’ ἡμέραν ἦν ἀποθνῄσκων, μᾶλλον δὲ ἀεὶ τεθνηκὼς διετέλει, ζῶν αὐτὸς οὐκέτι, καθάπερ αὐτός φησιν, ἀλλὰ ζῶντα ἔχων ἐν ἑαυτῷ τὸν Χριστόν. Ὑπὲρ δὲ τῆς ἀγάπης τοῦ Χριστοῦ μὴ μόνον τὰ παρόντα σκύβαλα ἡγήσατο πάντα, ἀλλὰ καὶ τὰ μέλλοντα δεύτερα τίθεται συγκρίνων πρὸς αὐτόν· «πέπεισμαι γάρ», φησίν, «ὡς οὔτε θάνατος οὔτε ζωή, οὔτε ἐνεστῶτα οὔτε μέλλοντα, οὔτε ὕψωμα οὔτε βάθος δυνήσεται ἡμᾶς χωρῆσαι τῆς ἀγάπης τοῦ Θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ».
Ζῆλον δὲ εἶχε Θεοῦ, ὡς καὶ ζηλοῦν ἡμᾶς Θεοῦ ζήλῳ. Καὶ τίνι τῶν ἁπάντων ἢ μόνῳ Πέτρῳ παραχωρήσει τῶν ἴσων; Τὴν δὲ ταπείνωσιν οἷος, αὐτοῦ πάλιν ἄκουσον περὶ ἑαυτοῦ λέγοντος· «ἐγώ εἰμι ὁ ἐλάχιστος τῶν Ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος».
Τί οὖν; Ἐπειδή περ ὁ αὐτός ἐστι τῷ Πέτρῳ τὴν ὁμολογίαν, τὸν ζῆλον, τὴν ταπείνωσιν, τὴν ἀγάπην, ἆρ’ οὐχὶ καὶ τῶν αὐτῶν ἔτυχεν ἐπάθλων παρὰ τοῦ πάντα ἐν ζυγῷ καὶ μέτρῳ καὶ σταθμῷ τιθέντος δικαιοτάτῳ; Καὶ πῶς ἂν ἔχοι λόγον; Διὰ τοῦτο Πέτρῳ μὲν φησί, «σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν»· περὶ δὲ Παύλου, τί φησι πρὸς τὸν Ἀνανίαν; «Σκεῦος οὗτος ἐκλογῆς μοί ἐστι, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων». Ποῖον ὄνομα; Πάντως τὸ ἐπικληθὲν ἐφ’ ἡμᾶς, τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν, ἣν ὡς θεμέλιος ὁ Πέτρος βαστάζει. Ὁρᾶτε Πέτρου καὶ Παύλου τὸ περιφανὲς καὶ ὁμότιμον ὅσον, καὶ ὡς ὑπ’ ἀμφοτέρων ἡ τοῦ Χριστοῦ Ἐκκλησία βαστάζεται; Διὰ τοῦτο καὶ αὕτη νῦν μίαν καὶ τὴν αὐτὴν ἀμφοτέροις νέμει τιμήν, ὁμοτίμως ἀλλήλοις συνεορτάζουσα σήμερον. Ἀλλ’ ἡμεῖς ἀναθεωροῦντες τούτων τὴν ἔκβασιν, μιμησώμεθα τὴν ἀναστροφήν· κἂν εἰμὴ τ’ ἄλλα, τὴν γοῦν ἐκ ταπεινώσεως καὶ μετανοίας διόρθωσιν· τὰ μὲν γὰρ ἄλλα, μεγάλα καὶ ὑψηλὰ καὶ μεγάλοις προσήκοντα καὶ μεγάλοις πρὸς μίμησιν ἥκοντα, ἴσως ἔστιν ἃ καὶ τοῖς πᾶσι τὸ παράπαν ἀμίμητα· ἡ δ’ ἐκ μετανοίας διόρθωσις ἡμῖν μᾶλλον ἢ ἐκείνοις προσῆκεν, ὅσῳ καὶ τῆς ἡμέρας ἑκάστης πολλὰ πταίομεν ἕκαστος καὶ οὐδαμόθεν ἄλλοθεν ἡμῖν ἐλπὶς σωτηρίας, εἰμὴ ταύτην διὰ τῆς διηνεκοῦς μετανοίας ἐπισπασόμεθα.
Προηγεῖται δὲ τῆς μετανοίας ἡ ἐπίγνωσις τῶν οἰκείων πταισμάτων, ἥτις μεγάλη ἐστὶ πρὸς ἱλασμὸν ἀφορμή· «ἐλέησόν με», γάρ φησι πρὸς τὸν Θεὸν ὁ ψαλμῳδὸς προφήτης, «ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω», διὰ τῆς ἐπιγνώσεως ἕλκων τὸν ἔλεον καὶ δι’ ἐξαγορεύσεως καὶ τῆς αὐτομεμψίας τελείαν τὴν ἄφεσιν κομιζόμενος· «εἶπα γάρ», φησίν, «ἐξαγορεύσω κατ’ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου»· τῇ γὰρ ἐπιγνώσει τῶν οἰκείων ἁμαρτημάτων ἕπεται ἡ οἰκεία κατάγνωσις, ταύτῃ δὲ ἡ ἐπὶ τοῖς ἁμαρτήμασι λύπη, ἣν ὁ Παῦλος κατὰ Θεὸν προσηγόρευσε. Τῇ δὲ κατὰ Θεὸν λύπῃ ταύτῃ πέφυκεν ἀκολουθεῖν ἡ μετὰ συντετριμμένης καρδίας πρὸς τὸν Θεὸν ἐξαγόρευσίς τε καὶ δέησις, καὶ ἡ ὑπόσχεσις τῆς εἰς τὸ ἑξῆς τῶν κακιῶν ἀποχῆς· καὶ τοῦτό ἐστιν ἡ μετάνοια.
Καὶ διὰ τούτου Μανασσῆς μὲν ἐκεῖνος ἐρρύσθη τῆς ἐφ’ ἁμαρτήμασι δίκης, καίτοι πλήθει καὶ μεγέθει καὶ βάθει παραπτωμάτων ἐμπεσὼν καὶ τούτοις ἐπὶ πολλὰς ἐνιαυτῶν περιόδους ἐγκαλινδούμενος. Τοῦ δὲ Δαβὶδ οὐ μόνον ἀφεῖλε διὰ τὴν μετάνοιαν ὁ Κύριος τὸ ἁμάρτημα, ἀλλὰ καὶ τὴν προφητικὴν οὐκ ἀφεῖλε χάριν. Ταύτῃ καὶ ὁ Πέτρος χρησάμενος, οὐ μόνον τοῦ πτώματος ἀπανέστη καὶ τῆς ἀφέσεως ἔτυχεν, ἀλλὰ καὶ τῆς τοῦ Χριστοῦ Ἐκκλησίας τὴν προστασίαν κεκλήρωται.
Ταύτης καὶ τὸν Παῦλον εὑρήσεις ἀντιποιούμενον καὶ μετὰ τὴν ἐπιστροφὴν καὶ τὴν προκοπὴν καὶ τὴν πρὸς τὸν Θεὸν ὑπὲρ τοὺς ἄλλους οἰκείωσιν· ἡ γὰρ μετάνοια, εἴπερ ἀληθὴς καὶ ἀληθῶς ἐκ καρδίας ἐστίν, ἀναπείθει τὸν κεκτημένον μηκέτι προστιθέναι ταῖς ἁμαρτίαις, μηκέτι προστετηκέναι τοῖς φθειρομένοις, μηκέτι προσκεχηνέναι ταῖς οὐ καλαῖς ἡδοναῖς, ἀλλὰ καταφρονεῖν τῶν παρόντων, ἀντέχεσθαι τῶν μελλόντων, ἀγωνίζεσθαι κατὰ τῶν παθῶν, ἀντιποιεῖσθαι τῶν ἀρετῶν, ἐγκρατεύεσθαι πάντα, ἐπαγρυπνεῖν ταῖς πρὸς Θεὸν δεήσεσιν, ἀπέχεσθαι τοῦ ἐξ ἀδικίας κέρδους, ἵλεων εἶναι τοῖς αὐτῷ πταίουσι, τοῖς ἱκετεύουσιν εὐμενῆ, τοῖς δεομένοις τῆς παρ’ αὐτοῦ βοηθείας, οἷς ἔχει, λόγοις, ἔργοις, ἀναλώμασιν, ἑτοιμότατον ἐκ ψυχῆς πᾶσιν ἐπικαμπτόμενον, ἵνα τῷ φιλανθρώπῳ τὸ φιλάνθρωπον κτήσηται καὶ τῆς πρὸς τὸν πλησίον ἀγάπης τὴν ἐκ Θεοῦ ἀντιλάβῃ καὶ πρὸς ἑαυτὸν ἐπισπάσῃ τὴν θείαν εὐμένειαν καὶ τύχῃ τοῦ αἰωνίου ἐλέους καὶ τῆς διαιωνιζούσης θείας εὐλογίας καὶ χάριτος.
Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ᾧ πρέπει δόξα, κράτος, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.