Ἔργον
Γρηγόριος Παλαμᾶς – Ομιλίες ΚΑ΄–ΜΒ΄
Η Ανάληψη του Κυρίου
Εισαγωγή στο μυστήριο της Αναλήψεως, η ανύψωση της ανθρώπινης φύσεως, η σημασία της καταπαύσεως του Σαββάτου και η πνευματική εγρήγορση των πιστών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η Ανάληψη του Κυρίου
Εισαγωγή στο μυστήριο της Αναλήψεως, η ανύψωση της ανθρώπινης φύσεως, η σημασία της καταπαύσεως του Σαββάτου και η πνευματική εγρήγορση των πιστών.
ΕΙΣ ΤΗΝ ΑΝΑΛΗΨΙΝ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ· ἐν ᾗ καὶ πῶς ἀναπληροῦται τὸ νομικὸν Σάββατον Ἑώρταζον Ἰουδαῖοι τὸ φάσκα τὸ νομικόν, τὴν ἐξ Αἰγύπτου πρὸς τὴν γῆν τῆς Παλαιστίνης διάβασιν. Ἑωρτάσαμεν καὶ ἡμεῖς τὸ Πάσχα τὸ εὐαγγελικόν, τὴν τῆς ἡμετέρας ἐν Χριστῷ φύσεως ἐκ θανάτου πρὸς ζωήν, ἐκ φθορᾶς πρὸς ἀφθαρσίαν διάβασιν. Ἆρα τίς ἐξειπεῖν δυνήσεται λόγος τὴν ἐντεῦθεν ἀναφερομένην ἐπὶ τὸ κρεῖττον διαφορὰν πρὸς τὰ σεμνὰ τῆς παλαιᾶς νομοθεσίας ἐκείνης καὶ τὰς ὑποθέσεις τῶν πανηγύρεων; Ἀλλ’ ἀνθρώπινος μὲν λόγος οὐδὲ ταύτην ἀξίως εἴποι τὴν ὑπεροχὴν ὅση· ἡ τοῦ ἀνωτάτου Πατρὸς ἐνυπόστατος Σοφία, ὁ τοῦ Θεοῦ προαιώνιος καὶ ὑπερούσιος Λόγος, φιλανθρώπως ἑνωθεὶς ἡμῖν καὶ συναναστραφείς, ἔργῳ νῦν ἀνέδειξεν ὑπόθεσιν ἑορτῆς καὶ τῆς ὑπεροχῆς ταύτης ὑπερτέραν διαφερόντως· καὶ νῦν γὰρ διάβασιν τῆς ἐν αὐτῷ φύσεως ἡμετέρας ἑορτάζομεν, οὐκ ἀπὸ τῶν ὑπογείων ἐπὶ τὴν γῆν, ἀλλ’ ἀπὸ γῆς ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ καὶ τὸν ἐπέκεινα τούτου θρόνον τοῦ τὰ πάντα δεσπόζοντος.
Σήμερον γὰρ οὐ μόνον ἔστη μετὰ τὴν ἀνάστασιν ἐν μέσῳ τῶν αὑτοῦ μαθητῶν ὁ Κύριος, ἀλλὰ καὶ διέστη ἀπ’ αὐτῶν καὶ αὐτῶν ὁρώντων ἀνελήφθη εἰς τὸν οὐρανὸν καὶ ἀνῆλθε καὶ εἰσῆλθεν εἰς τὰ ὄντως ἅγια τῶν ἁγίων καὶ ἐκάθησεν ἐκ δεξιῶν τοῦ Πατρὸς ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ παντὸς ὀνόματος καὶ ἀξιώματος, εἴτε ἐν τῷ νῦν αἰῶνι, εἴτε ἐν τῷ μέλλοντι γινωσκομένου καὶ ὀνομαζομένου. Ὥσπερ δὲ ἀναστάσεις πρὸ τῆς τοῦ Κυρίου ἀναστάσεως πολλαὶ γεγόνασιν, οὕτω καὶ πολλαὶ ἀναλήψεις πρὸ τῆς αὐτοῦ ἀναλήψεως. Καὶ Ἰερεμίαν γὰρ τὸν προφήτην ἀνέλαβε πνεῦμα καὶ τὸν Ἀββακοὺμ ἄγγελος, μάλιστα δὲ τῶν ἄλλων ὁ Ἠλίας ἅρματι πυρὸς ἀναληφθεὶς ἀναγέγραπται.
Ἀλλ’ οὐδ’ οὗτος ὑπερέβη τὴν περίγειον λῆξιν, ἀλλ’ οἷόν τις μετάθεσις ἦν ἡ ἑκάστου τούτων ἀνάληψις ἀπὸ γῆς αἴρουσα καὶ τῶν περὶ γῆν οὐκ ἐξάγουσα, καθάπερ καὶ οἱ ἀναστάντες ἐκεῖνοι πάλιν εἰς γῆν ἐπέστρεψαν, τελευτήσαντες ἅπαντες.
Χριστοῦ δὲ ὥσπερ ἐν νεκρῶν ἀναστάντος θάνατος αὐτοῦ οὐκέτι κυριεύει, οὕτω καὶ ἀναληφθέντος καὶ καθίσαντος ἐν ὑψηλοῖς, πᾶν ὕψωμα κατώτερόν ἐστιν αὐτοῦ, τοῖς πᾶσι μαρτυροῦν, ὅτι αὐτός ἐστιν ὁ ἐπὶ πάντων Θεός.
Καὶ τοῦτό ἐστι τὸ ἐμφανὲς ὄρος τοῦ Θεοῦ κατὰ τὸν Ἠσαΐαν, καὶ ὁ ἐπ’ ἄκρων πάντων τῶν λογικῶν ὀρέων οἶκος τοῦ Θεοῦ, τὸ σῶμα τὸ δεσποτικόν· οὐ γὰρ ἄγγελος, οὐκ ἄνθρωπος, ἀλλ’ αὐτὸς ὁ Κύριος διὰ σαρκὸς ἦλθε καὶ ἔσωσεν ἡμᾶς, καθ’ ἡμᾶς δι’ ἡμᾶς γενόμενος καὶ μείνας ἀναλλοιώτως Θεός. Ὥσπερ δὲ κατῆλθεν οὐ μεταβάς, ἀλλὰ συγκαταβάς, οὕτως ἐπανέρχεται πάλιν, οὐ τῇ θεότητι μεταβαίνων, ἀλλ’ ἐνθρονίζων ἄνω τὴν ἡμετέραν ἣν ἀνέλαβε φύσιν· ἔδει γὰρ ἀληθῶς ἐκεῖ προσενεχθῆναι τῷ Θεῷ τὴν πρωτότοκον ἐκ τῶν νεκρῶν ἡμῶν φύσιν, οἷόν τινα πρωτογεννημάτων ἀπαρχὴν ὑπὲρ παντὸς τοῦ γένους.
Διὰ τοῦτο πολλῶν γεγενημένων ἀναστάσεών τε καὶ ἀναλήψεων οὐδεμίαν ἡμεῖς ἑορτάζομεν, ὡς τὴν τοῦ Κυρίου ἀνάστασιν καὶ ἀνάληψιν, ἐπεὶ καὶ τῶν ἄλλων ἐκείνων οὔτε μετέχομεν οὔτε μεθέξομεν ἡμεῖς. Ὠφελήμεθα δὲ ἐξ αὐτῶν οὐδὲν πλέον, ἢ τὸ πρὸς πίστιν ἀνάγεσθαι τῆς τοῦ Σωτῆρος ἡμῶν ἀναστάσεώς τε καὶ ἀναλήψεως, ἧς καὶ μετέχομεν καὶ μεθέξομεν ἅπαντες· αὕτη γὰρ τῆς φύσεως τῆς ἀνθρωπίνης ἀνάστασίς ἐστι καὶ ἀνάληψις, καὶ οὐχ ἁπλῶς τῆς ἀνθρωπίνης φύσεως, ἀλλὰ καὶ τῶν εἰς Χριστὸν πιστευόντων καὶ τὴν πίστιν δι’ ἔργων ἐπιδεικνυμένων ἑκάστου. Ὃ γὰρ γέγονε δι’ ἡμᾶς γέγονεν ὁ Κύριος, ἀγέννητός τε καὶ ἄκτιστος ὢν κατὰ τὴν οἰκείαν θεότητα, καὶ ὃν ἔζησε βίον δι’ ἡμᾶς ἔζησε, τρίβον ἡμῖν ὑποδεικνὺς τὴν πρὸς τὴν ὄντως ζωὴν ἐπανάγουσαν· καὶ ἅπερ ἔπαθε τῇ σαρκί, δι’ ἡμᾶς ἔπαθε, τὰ ἡμῶν ἐξιώμενος πάθη, καὶ διὰ τὰς ἡμετέρας ἁμαρτίας ἤχθη εἰς θάνατον, καὶ δι’ ἡμᾶς ἀνέστη καὶ ἀνελήφθη, προοικονομῶν ἡμῖν τὴν εἰς ἀπείρους αἰῶνας ἀνάστασιν καὶ ἀνάληψιν· πάντες γὰρ οἱ κληρονόμοι τῆς ζωῆς ταύτης μιμοῦνται, καθόσον ἐστί, τὴν πολιτείαν τῆς ἐπὶ γῆς οἰκονομίας αὐτοῦ.
Ταύτης δὲ τῆς μιμήσεως ἀρχὴ μὲν ἡμῖν ἐστι τὸ ἅγιον βάπτισμα, τύπος ὂν τῆς τοῦ Κυρίου ταφῆς τε καὶ ἀναστάσεως, μεσότης δὲ ὁ κατ’ ἀρετὴν βίος καὶ ἡ κατὰ τὸ εὐαγγέλιον πολιτεία, τέλος δὲ ἡ διὰ τῶν πνευματικῶν ἀγώνων κατὰ τῶν παθῶν νίκη, ζωὴν προξενοῦσα τὴν ἀνώδυνον καὶ ἀνώλεθρον καὶ οὐράνιον, καθάπερ καὶ ὁ ἀπόστολος πρὸς ἡμᾶς φησιν ὅτι, «εἰ ἐν σαρκὶ ζῆτε, μέλλετε ἀποθνῄσκειν· εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε». Μιμοῦνται τοίνυν οἱ κατὰ Χριστὸν ζῶντες τὴν ἐν σαρκὶ πολιτείαν αὐτοῦ· ἀποθνῄσκουσι μέν τοι κατὰ καιρὸν ἕκαστος, ἐπεὶ κἀκεῖνος ἀπέθανε τῇ σαρκί, καθ’ ἣν καὶ ἀναστήσονται κατ’ ἐκεῖνον δεδοξασμένοι καὶ ἄφθαρτοι, κἂν μὴ νῦν, ἀλλ’ ὅτε καιρός, ὅτε καὶ ἀναληφθήσονται, ὡς ὁ Παῦλος καὶ τοῦτό φησιν, «ἁρπαγησόμεθα γάρ», φησίν, «ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα».
Ὁρᾶτε πῶς ἕκαστος ἡμῶν, εἴγε βούλεται, κοινωνὸς ἔσται καὶ τῆς ἀναστάσεως τοῦ Κυρίου καὶ τῆς ἀναλήψεως, καὶ κληρονόμος μὲν Θεοῦ, συγκληρονόμος δὲ Χριστοῦ; Διὰ τοῦτο χαίρομεν ἑορτάζοντες τὴν τῆς φύσεως ἡμῶν ἀνάστασιν καὶ ἀνύψωσιν καὶ ἀνίδρυσιν, καὶ τὴν κατ’ ἀρχὴν τῆς ἑκάστου τῶν πιστευόντων ἀναστάσεώς τε καὶ ἀναλήψεως, προτιθέντες εἰς μέσον τὰς σήμερον ἀναγνωσθησομένας εὐαγγελικὰς φωνάς, ὅτι, ἀναστὰς ὁ Κύριος ἔστη ἐν μέσῳ τῶν μαθητῶν αὐτοῦ.
Διατί οὖν ἔστη ἐν μέσῳ αὐτῶν, εἶτα καὶ συνώδευσεν αὐτοῖς; «Ἐξήγαγε γὰρ αὐτούς», φησίν, «ἔξω ἕως εἰς Βηθανίαν», ἀλλά, «καὶ ἐπάρας τὰς χεῖρας αὑτοῦ εὐλόγησεν αὐτούς». Ἵνα σῶον ὅλον ἑαυτὸν ἐπιδείξῃ καὶ ἀσινῆ· ἵνα τοὺς πόδας ἐρρωμένους ὄντας παραστήσῃ καὶ βεβηκότας ἀσφαλῶς, τοὺς τὰς τρήσεις τῶν ἥλων ὑπομείναντας, τὰς ὁμοίως ἐπὶ τοῦ σταυροῦ προσηλωμένας χεῖρας, αὐτὴν τὴν λογχευθεῖσαν πλευράν, εἰ καὶ τοὺς τύπους τῶν πληγῶν ἐπεφέροντο, πρὸς πίστωσιν τοῦ σωτηρίου πάθους.
Ἐμοὶ δὲ διὰ τοῦ «ἔστη ἐν μέσῳ τῶν μαθητῶν» δοκεῖ δείκνυσθαι καὶ τὸ στηριχθῆναι τούτους ἐν τῇ πίστει αὐτοῦ, διὰ τῆς αὐτοῦ τοιαύτης ἐμφανείας καὶ εὐλογίας. Οὐ γὰρ μόνον ἔστη ἐν μέσῳ πάντων αὐτῶν ἀλλὰ καὶ ἐν μέσῳ τῆς ἑκάστου καρδίας ἔστη, καὶ ἐστηρίχθη διὰ τῆς πίστεως· ὡς εἶναι καὶ ἐπ’ αὐτῆς ἑκάστης λέγειν ἐκεῖνο τὸ ψαλμικόν, «ὁ Θεὸς ἐν μέσῳ αὐτῆς, καὶ οὐ σαλευθήσεται». Ἐξ ἐκείνου γὰρ ἑδραῖοι καὶ ἀμετακίνητοι γεγόνασιν οἱ τοῦ Κυρίου ἀπόστολοι.
Ἔστη οὖν ἐν μέσῳ αὐτῶν καὶ λέγει αὐτοῖς «εἰρήνη ὑμῖν», τὸ γλυκὺ τοῦτο καὶ ἐντριβὲς καὶ σύνηθες αὐτῷ πρόσρημα. Διττῆς δὲ οὔσης τῆς εἰρήνης, ἥν τε ἔχομεν πρὸς τὸν Θεόν, ἥτις γέννημά ἐστι μάλιστα τῆς εὐσεβείας, καὶ ἣν ἡμεῖς πρὸς ἀλλήλους ἔχομεν, ἥτις ἀπὸ τῆς κατὰ τὸ εὐαγγέλιον φωνῆς πέφυκε γεννᾶσθαι, ἀμφοτέρας ἐνταῦθα δι’ ἑνὸς προσρήματος ἔδωκεν ὁ Κύριος. Καὶ καθάπερ αὐτοῖς προσέταξε ποιεῖν, ὅτε πρῶτον ἀπέστειλεν αὐτούς, εἰπών, «εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, λέγετε, εἰρήνη τῷ οἴκῳ τούτῳ», οὕτω καὶ αὐτὸς ποιεῖ· εἰσελθὼν εἰς τὴν οἰκίαν ἐν ᾗ ἦσαν συνηγμένοι, πάραυτα τὴν εἰρήνην ἔδωκεν. Ὡς δὲ τῷ ἀνελπίστῳ καὶ παραδόξῳ τῆς θέας πτοηθέντας αὐτοὺς καὶ ταραχθέντας εἶδεν (ἐδόκουν γάρ, φησί, πνεῦμα θεωρεῖν, δηλονότι φαντασίαν εἶναι τὸ ὁρώμενον), αὐτὸς πάλιν τὰ κινήματα τῆς αὐτῶν καρδίας ἀπαγγείλας αὐτοῖς καὶ δείξας αὐτὸς ἐκεῖνος ὤν, πρὸς ὃν καὶ πρὸ τοῦ πάθους καὶ τῆς ἀναστάσεως ἔλεγον, «νῦν οἴδαμεν, ὅτι οἶδας πάντα καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾶ», τὴν διὰ τῆς ἐξετάσεως καὶ ψηλαφήσεως πληροφορίαν προέτεινεν.
Ὡς δὲ προσδεξαμένους αὐτοὺς τὴν ἀλήθειαν εἶδε, διὰ τῆς ἐξετάσεως ἐβεβαίωσεν ἔτι ταύτην, ἅμα δὲ καὶ τὴν πρὸς αὐτοὺς εἰρήνην καὶ κοινωνίαν τροφὴν αὐτῶν ὁρώντων προσενεγκάμενος. «Ἔτι γάρ», φησίν, «ἀπιστούντων αὐτῶν καὶ θαυμαζόντων», οὐκέτι γε μὴν ἐκ διχονοίας, ἀλλ’ ἀπὸ τῆς χαρᾶς, «εἶπεν αὐτοῖς· ἔχετέ τι βρώσιμον ἐνθάδε; οἱ δέ, ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίου, καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν».
Ἐτράφη δὲ τὸ ἀκήρατον ἐκεῖνο σῶμα μετὰ τὴν ἀνάστασιν, οὐκ αὐτὸ δεόμενον τροφῆς, ἀλλ’ ἵνα πιστώσηται τὴν οἰκείαν ἀνάστασιν καὶ δείξῃ τοῦτ’ αὐτὸ καὶ νῦν ὄν, τὸ καὶ πρὸ τοῦ παθεῖν συνεσθίον αὐτοῖς· ἀνάλωσε δὲ τὴν τροφήν, οὐ κατὰ τὴν τῶν θνητῶν σωμάτων φύσιν, ἀλλὰ κατὰ θείαν ἐνέργειαν, καὶ ὡς ἂν εἴποι τις, ὡς τὸ πῦρ ἀναλίσκει τὸν κηρόν, πλὴν ὅτι πῦρ μὲν ὑπεκκαύματος δεῖται πρὸς τὸ συνίστασθαι, τὰ δὲ ἀθάνατα σώματα τροφῆς οὐ δεῖται πρὸς τὸ συνίστασθαι.
Ἔφαγε δὲ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίου, σύμβολα καὶ ταῦτα τοῦ κατ’ αὐτὸν μυστηρίου· τὴν γὰρ ἡμετέραν φύσιν ἰχθύος δίκην οἷον ἐννηχομένην τῇ ὑγρότητι τοῦ ἐνηδόνου βίου καὶ ἐμπαθοῦς, ὁ τοῦ Θεοῦ Λόγος ἑνώσας ἑαυτῷ καθ’ ὑπόστασιν καὶ τῷ θείῳ καὶ ἀπροσίτῳ πυρὶ τῆς αὐτοῦ θεότητος ἐκκαθάρας πάσης ἐμπαθοῦς διαθέσεως, ὁμόθεον αὐτὴν καὶ οἷον διάπυρον ἀπετέλεσεν. Οὐ τὸ φύραμα δὲ μόνον ὅπερ ἀνέλαβεν ὑπὲρ ἡμῶν, ἀλλὰ τῶν τῆς αὐτοῦ κοινωνίας κατηξιωμένων ἕκαστον θεοποιεῖ τῇ μετουσίᾳ τοῦ πυρός, ὃ βαλλεῖν ἦλθεν ἐπὶ γῆς ὁ Κύριος. Μελισσίῳ δὲ κηρίῳ ἔοικεν ἡμῶν ἡ φύσις, οἱονεί τινι κηρίῳ τῷ σώματι ἐντεθησαυρισμένον οἷά περ μέλι, κατέχουσα τὸ λογικὸν χρῆμα, μᾶλλον δὲ τοιοῦτός ἐστι τῶν εἰς Χριστὸν πιστευόντων ἕκαστος· τὴν γὰρ τοῦ θείου Πνεύματος χάριν ἐναποκειμένην ἔχει τῇ τε ψυχῇ καὶ τῷ σώματι, καθάπερ μέλι κηρίῳ.
Ἐσθίει δὲ ἀπὸ τούτων ὁ Κύριος, ἐπειδή περ οἰκεῖον ἡδέως βρῶμα ποιεῖται τὴν σωτηρίαν ἑκάστου τῶν μετεχόντων τῆς φύσεως· οὐ τὸ πᾶν δέ, ἀλλ’ ἀπὸ μελισσίου κηρίου, τουτέστι μέρος ἐσθίει, ἐπεὶ μὴ πάντες ἐπίστευσαν. Οὐκ αὐτὸς δὲ δι’ ἑαυτοῦ τὸ μέρος τοῦτο λαμβάνει, ἀλλ’ ὑπὸ τῶν μαθητῶν αὐτῷ τοῦτο δίδοται· καὶ γὰρ οἱ μαθηταὶ τοὺς πιστεύσαντας αὐτῷ προσάγουσι μόνους τῶν ἀπίστων χωρίσαντες.
Οὕτω δὴ καὶ διὰ ταῦτα φαγὼν τοῦ τε ἰχθύος καὶ τοῦ μελισσίου κηρίου ἐνώπιον τῶν οἰκείων μαθητῶν ὁ Κύριος, ἀνέμνησε τούτους καὶ τῶν ἑαυτοῦ λόγων, οὓς αὐτοῖς προεῖπεν ἐπὶ τὸ πάθος ἐρχόμενος, ἀληθινὸν ἑαυτὸν κἀντεῦθεν παραστήσας· ὡς γὰρ προεῖπεν, οὕτω καὶ ἐξέβησαν καὶ διήνοιξεν αὐτῶν τὸν νοῦν, τοῦ συνιέναι τὰς Γραφὰς καὶ γινώσκειν ὅτι οὕτω γέγραπται καὶ οὕτω γέγονε καὶ οὕτως ἔδει δι’ ἀνείκαστον φιλανθρωπίας πέλαγος ὑπὲρ ἀνθρώπων ἄνθρωπον γενέσθαι τὸν τοῦ Θεοῦ μονογενῆ Υἱόν, φανερωθῆναί τε καὶ μαρτυρηθῆναι ἄνωθεν πατρικῇ φωνῇ καὶ θείου Πνεύματος ἐπιφανείᾳ· πιστωθῆναί τε καὶ θαυμαστωθῆναι δι’ ἔργων καὶ λόγων ἐξαισίων· φθονηθῆναί τε καὶ παραδοθῆναι παρὰ τῶν μὴ ζητούντων τὴν δόξαν τοῦ Θεοῦ, ἀλλὰ τὴν τῶν ἀνθρώπων· σταυρωθῆναί τε καὶ ταφῆναι καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν, ἀπὸ Ἰερουσαλὴμ ἀρξαμένου τοῦ κηρύγματος· κήρυκάς τε καὶ μάρτυρας εἶναι τούτων αὐτοὺς τοὺς αὐτόπτας καὶ ὑπηρέτας γεγενημένους αὐτοῦ· οἷς καὶ πέμψειν ἄνωθεν ἐπαγγειλάμενος τὴν ἐπαγγελίαν τοῦ Πατρός, δηλαδὴ τὸ Πνεῦμα τὸ ἅγιον, προσέταξε καθῆσθαι ἐν Ἰερουσαλήμ, ἕως οὗ ἐνδύσωνται δύναμιν ἐξ ὕψους.
Διαλεγόμενος οὖν οὕτω τοῖς οἰκείοις μαθηταῖς ὁ Κύριος τὰ σωτήρια, ἐξήγαγεν αὐτοὺς ἐκ τῆς οἰκίας καὶ προήγαγεν αὐτοὺς ἕως τῆς Βηθανίας, καὶ εὐλογήσας αὐτοὺς διέστη ἀπ’ αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανὸν καὶ ὡς ὀχήματι νεφέλῃ φωτὸς χρησάμενος ἀνῆλθεν ἐν δόξῃ καὶ εἰσῆλθεν εἰς τὰ ἀχειροποίητα ἅγια τῶν ἁγίων καὶ ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν οὐρανοῖς, ὁμόθρονον ὡς ὁμόθεον ποιήσας τὸ ἡμέτερον φύραμα.
Ὡς δὲ οἱ Ἀπόστολοι οὐκ ἀνίεσαν εἰς τὸν οὐρανὸν ἀτενίζοντες, ἀγγέλων ἐπιστασίᾳ μανθάνουσιν, ὡς οὕτως ἐλεύσεται πάλιν ἐξ οὐρανοῦ πάντων ὁρώντων. Οὕτω γὰρ καὶ αὐτὸς ὁ Κύριος προεῖπε καὶ ὁ Δανιὴλ πρότερον ἑώρακεν· «εἶδον γάρ», φησίν, «ὡς υἱὸν ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ»· ὁ δὲ Κύριος, «ὄψονται», φησί, «πᾶσαι αἱ φυλαὶ τῆς γῆς τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ».
Τότε οἱ μαθηταί, προσκυνήσαντες ἐκ τοῦ Ἐλαιῶνος ὅθεν καὶ ἀνελήφθη τὸν ὑπερουράνιον Δεσπότην, τὸν ἐκεῖθεν καταβάντα καὶ τὴν γῆν οὐρανώσαντα καὶ αὖθις ἀναβάντα ὅθεν καὶ κατέβη καὶ τὰ κάτω τοῖς ἄνω συνάψαντα καὶ μίαν ἐκκλησίαν εἰς δόξαν τῆς οἰκείας φιλανθρωπίας οὐράνιον ἅμα καὶ ἐπίγειον συστησάμενον, χαίροντες ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ, τὸν νοῦν εἰς οὐρανὸν ἔχοντες καὶ αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεὸν καὶ πρὸς ὑποδοχὴν τῆς ἐπηγγελμένης ἐπιδημίας τοῦ θείου Πνεύματος ἑαυτοὺς ἑτοιμάζοντες.
Αὐτὸ δὲ τοῦτό ἐστιν, ὡς ἐν ἐπιτόμῳ, τὸ πολίτευμα τῶν ἀπὸ Χριστοῦ καλουμένων, ἀδελφοί, προσκαρτερεῖν ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς καὶ ἀνατεταμένον ἔχειν τὸ ὄμμα τῆς διανοίας ἀγγελομιμήτως πρὸς τὸν ἐπουράνιον Δεσπότην, αἰνεῖν τε καὶ εὐλογεῖν αὐτὸν ἀνεπιλήπτῳ πολιτείᾳ καὶ οὕτω τὴν μυστικὴν αὐτοῦ ἐπιδημίαν ἐκδέχεσθαι, κατὰ τὸν εἰπόντα πρὸς αὐτόν· «ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ, πότε ἥξεις πρός με». Τοῦτο καὶ ὁ μέγας Παῦλος δηλῶν ἔλεγεν, «ἡμῶν τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς».
Πρὸς τοῦτο καὶ ὁ τῶν Ἀποστόλων κορυφαῖος Πέτρος ἐνάγων, «ἀναζωσάμενοι», φησί, «τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες τελείως, ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὃν οὐχ ὁρῶντες ἀγαπᾶτε». Τοῦτο καὶ ὁ Κύριος αἰνιττόμενος, «ἔστωσαν», φησίν, «αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν Κύριον αὐτῶν, πότε ἀναλύσει».
Οὕτω καὶ τὸ σάββατον οὐ κατέλυσεν, ἀλλ’ ἀνεπλήρωσεν, δείξας σάββατον εὐλογημένον ὄντως ὂν τὴν ἐπὶ τὸ κρεῖττον τῆς τῶν σωματικῶν ἔργων καταπαύσεως ἡμέραν, καὶ διὰ τοῦτο συγκεκληρωμένην εἶναι τούτῳ τὴν εὐλογίαν, ὅτι σχολάζοντες ἀπὸ τῶν γηΐνων καὶ μετ’ οὐ πολὺ καταργουμένων ἔργων, προσανέχομεν τῷ Θεῷ, ζητοῦντες μετ’ ἐλπίδος ἀκαταισχύντου τὰ οὐράνια καὶ ἀκήρατα.
Ἐν μὲν οὖν τῷ παλαιῷ νόμῳ μία τῶν ἡμερῶν τῆς ἑβδομάδος σάββατον ἦν, διὸ καὶ ὁ Κύριος τοῖς ἀνοήτοις Ἰουδαίοις ἔδοξε καταλῦσαι τὸ νομιζόμενον σάββατον· αὐτὸς δέ, φησίν, «οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι». Πῶς οὖν οὐ κατέλυσε τοῦτο τὸ σάββατον ἀλλ’ ἀνεπλήρωσε καὶ κατὰ τοῦτο τὸν νόμον; Πνεῦμα ἅγιον ἐπαγγειλάμενος δώσειν τοῖς αἰτοῦσιν αὐτὸν ἡμέρας καὶ νυκτὸς καὶ προστάξας ἀεὶ διεγηγερμένους εἶναι καὶ ἐγρηγορότας καὶ εἰπὼν «γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε, ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται», πάσας τὰς ἡμέρας τοῖς τελέως ὑπακούειν αὐτῷ προαιρουμένοις εὐλογημένα σάββατα πεποίηκε, καὶ οὕτως οὐ κατέλυσεν, ἀλλ’ ἀνεπλήρωσε καὶ κατὰ τοῦτο τὸν νόμον.
Ὑμεῖς δὲ οἱ τοῖς κοσμικοῖς πράγμασιν ἐμπεπλεγμένοι, ἐὰν ἀπέχησθε τῆς πλεονεξίας καὶ τῆς πρὸς ἀλλήλους ἀπεχθείας καὶ ἀληθεύειν σπεύδητε καὶ σωφρονεῖν, ποιήσετε καὶ ὑμεῖς τὰς ἡμέρας πάσας σάββατα διὰ τῆς ἀπραξίας τῶν κακῶν. Ὅταν δὲ ἐπιστῇ μᾶλλον τῶν ἄλλων ἡμέρα σωτήριος, καὶ ἀπὸ τῶν ἀνεγκλήτων δεῖ σχολάζειν ἔργων τε καὶ λόγων καὶ μεθ’ ὑπομονῆς παραμένειν τῇ τοῦ Θεοῦ ἐκκλησίᾳ καὶ ὑπέχειν τὰ ὦτα μετὰ συνέσεως τῇ ἀναγνώσει καὶ τῇ διδασκαλίᾳ καὶ προσέχειν μετὰ κατανύξεως τῇ δεήσει καὶ ταῖς προσευχαῖς καὶ τοῖς ὕμνοις τοῖς πρὸς τὸν Θεόν· ἀναπληρώσετε γὰρ οὕτω καὶ ὑμεῖς τὸ σάββατον κατὰ τὸ εὐαγγέλιον τῆς τοῦ Θεοῦ χάριτος πολιτευόμενοι καὶ πρὸς τὸν ὑπὲρ τὰς οὐρανίας ἁψίδας ἱδρυμένον σὺν Πατρὶ καὶ Πνεύματι τὸ ὄμμα τῆς διανοίας ἀνατείναντες Χριστόν, ὃς υἱοὺς ἐποίησεν ἡμᾶς Θεοῦ οὐκ εἰσποιητοὺς ὀνόματι ψιλῷ ἀλλ’ ἐν κοινωνίᾳ θείου Πνεύματος, σαρκί τε καὶ αἵματι τῷ ἑαυτοῦ, Θεῷ καὶ ἀλλήλοις προσῳκειωμένους.
Φυλάττωμεν οὖν δι’ ἀγάπην ἀδιάλυτον τὴν πρὸς ἀλλήλους ταύτην ἑνότητα· βλέπωμεν ἀεὶ πρὸς τὸν ἄνω γεννήτορα· οὐ γὰρ ἔτι ἐκ τῆς γῆς ἐσμεν χοϊκοί, ὡς ὁ πρῶτος ἄνθρωπος, ἀλλ’ ὡς ὁ δεύτερος ἄνθρωπος, ὁ Κύριος ἐξ οὐρανοῦ. Οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι.
Ὡς οὖν ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου καὶ τὴν καρδίαν ἄνω πρὸς αὐτὸν ἔχοντες θεώμεθα τὸ μέγα θέαμα τοῦτο, τὴν ἡμετέραν φύσιν ἀΰλῳ συνδιαιωνίζουσαν θεότητος πυρί· καὶ τὴν πρὸς τοὺς δερματίνους χιτῶνας ἀποθέμενοι σχέσιν, οὓς ἐκ παραβάσεως ἐνδεδύμεθα, στῶμεν ἐν γῇ ἁγίᾳ, τὴν καθ’ ἑαυτὸν ἕκαστος γῆν ἁγίαν δι’ ἀρετῆς καὶ τῆς ἀκλινοῦς πρὸς Θεὸν νεύσεως ἀποδείξαντες.
Ὡς ἂν παρρησίαν σχῶμεν, ἐπιδημοῦντος ἐν πυρὶ τοῦ Θεοῦ, καὶ φωτισθῶμεν προσδραμόντες καὶ συνδιαιωνίσωμεν φωτιζόμενοι, εἰς δόξαν αὐτοῦ τοῦ ἀνωτάτου φωτός, τῆς τρισηλίου καὶ μοναρχικωτάτης φαιδρότητος· ᾗ πᾶσα πρέπει δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.