Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ομιλίες ΚΑ΄–ΜΒ΄

Γρηγόριος Παλαμᾶς

Η θεραπεία του παραλυτικού και η ειλικρινής μετάνοια

Αναγωγική ερμηνεία του θαύματος του παραλυτικού και ανάδειξη της αναγκαιότητας της κατά Θεόν λύπης και της ειλικρινής μετανοίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 9 από 22

ΥΠΟΘΕΣΙΝ ΕΧΟΥΣΑΝ ΤΟΝ ΚΑΤΑ ΤΟΝ ΕΥΑΓΓΕΛΙΣΤΗΝ ΜΑΤΘΑΙΟΝ ΕΝ ΚΑΠΕΡΝΑΟΥΜ ΙΑΘΕΝΤΑ ΠΑΡΑΛΥΤΟΝ Ἐν ᾗ καὶ περὶ τῆς κατὰ Θεὸν λύπης Μελισσείῳ κηρίῳ ἐοικέναι τὴν εὐαγγελικὴν φωνὴν πολλαχόθεν ἔστι μαθεῖν. Τοῦ μὲν γὰρ νοητοῦ τῶν ψυχῶν νυμφίου, τοῦ κάλλει ὡραίου παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ὁ λάρυγξ κατὰ τὸ ἐν ᾄσματι γεγραμμένον γλυκασμός ἐστι καὶ ὅλος ἐπιθυμία, πρὸς δὲ τὴν νυμφευθεῖσαν τούτῳ ψυχὴν διὰ τοῦ τῆς σοφίας καὶ τῆς ἀφθαρσίας πνεύματος ὁ αὐτὸς ᾀσματογράφος φησί· «κηρίον ἀποστάζουσι χείλη σου, νύμφη, μέλι καὶ γάλα ὑπὸ τὴν γλῶσσάν σου». Τοιοῦτοι δὲ πάντως οἱ εὐαγγελισταὶ πάντες, ὧν ὁ λόγος ἀναλογοῦσαν μὲν κηρίῳ φέρει τὴν ἱστορίαν, μέλιτι δὲ καὶ γάλακτι τὴν ἐναποκειμένην ἢ καὶ φανερῶς προκειμένην ἠθικωτέραν διάνοιαν, κατάλληλον οὖσαν οὐ τοῖς τελείοις μόνον, ἀλλ’ ἔστιν ὡς καὶ τοῖς ἀτελέσιν ὡς γάλα πνευματικόν.

Στάζειν δὲ εἶπεν, ἀλλ’ οὐ πηγάζειν δαψιλῶς, τὰ τῆς πνευματικῆς νύμφης χείλη, πρὸς τὸν ἀπερίληπτον βυθὸν ὁρῶν τῆς τοῦ νυμφίου ἐκείνου σοφίας τε καὶ δυνάμεως, καὶ τῶν ἐκ τοιαύτης σοφίας τε καὶ δυνάμεως γεγονότων τὸ πλῆθος· «ἃ γὰρ ἐποίησεν ὁ Ἰησοῦς, ἐὰν γράφηται καθ’ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία», ὁ θεολογικώτατος τῶν εὐαγγελιστῶν φησι.

Πρὸς ἡμᾶς δὲ ὅμως βυθός ἐστι καὶ ὁ σταλαγμὸς οὗτος καὶ πέλαγος ἀνεξάντλητον· διὸ εἰ καὶ τὸ κατὰ τὸν παράλυτον θαῦμα φθάσαντες, ἡνίκα ὁ Μάρκος εὐηγγελίζετο τῇ Ἐκκλησίᾳ διευκρινήσαμεν πρὸς τὴν ὑμετέραν ἀγάπην καὶ διὰ τῆς ἐν ἐκείνῳ χάριτος ἐθρέψαμεν τὰς ὑμετέρας ψυχάς, ἀλλὰ καὶ νῦν ἱστορούμενον τοῦτο παρὰ τοῦ εὐαγγελιστοῦ Ματθαίου διερευνώμενοι, πολὺν αὖθις εὑρήσομεν ἐν αὐτῷ τὸν πλοῦτον τῶν πνευματικῶν ἐδεσμάτων, μᾶλλον δὲ τοῦ ἐναποκειμένου πλούτου μικρόν τι καὶ νῦν ἐκκαλύψωμεν· καὶ τὸ μικρὸν τοῦτο πᾶσιν ἀρκέσει καὶ πλεονάσει κατὰ τοὺς ἄρτους ἐκείνους, δι’ ὧν ὁ Κύριος τὰς μυριάδας ἐν τῇ ἐρήμῳ ἐξέθρεψεν, αὖξον ἐν τῷ μερίζεσθαι. Τότε μὲν οὖν πρότερον τὸ μέλι σὺν τῷ κηρίῳ παρέβαλλον ὑμῖν εἰς τροφήν, μετὰ τῆς ἐμφαινομένης λεπτοτέρας καὶ ἠθικωτέρας ἐννοίας καὶ τὴν ἱστορίαν διατρανῶν· νῦν δέ, τοῦ μέλιτος ἐκθλίψας ὅσον ὁ καιρὸς δίδωσι, διὰ τούτου δεξιώσομαι τοὺς συνειλεγμένους πρὸς τὴν πνευματικὴν ἑστίασιν σήμερον. «Τῷ καιρῷ ἐκείνῳ, ἐμβὰς ὁ Ἰησοῦς εἰς πλοῖον διεπέρασε καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν· καὶ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον». Ἐκεῖ μὲν οὖν πρότερον ἐδείξαμεν τὸν παραλυτικὸν τοῦτον μὴ τὸν αὐτὸν ὄντα τῷ ἐν Ἰεροσολύμοις, κατὰ τὸν Ἰωάννην, λαβόντι τὴν ἴασιν, καὶ ἰδίαν πόλιν Ἰησοῦ τὴν Καπερναοὺμ λεγομένην, καὶ διατί μόνη τῶν ἄλλων αὕτη πόλις αὐτοῦ καλεῖται.

Ἀλλὰ καὶ τοῦ ἐναποκειμένου μέλιτος γεύοντες οἷον τοὺς πνευματικοὺς ὑμᾶς δαιτυμόνας καὶ ὑπόδειγμα πρὸς ἀρετὴν ἀναγωγικῶς τὴν ἱστορίαν λαμβάνοντες, ἰδίαν μὲν πόλιν τοῦ Ἰησοῦ πρὸς ἣν ἦλθε τουτονὶ τὸν κόσμον ἐδείκνυμεν· εἰς γὰρ τὰ ἴδια ἦλθε, κατὰ τὸν εὐαγγελιστήν. Καὶ παράλυτον ἐλέγομεν εἶναι τὴν ἑκάστου ψυχήν, ὅταν ἐπιστροφῆς λάβῃ λογισμόν, φερομένην πρὸς Κύριον ὑπὸ τεσσάρων, τῆς οἰκείας καταγνώσεως, τῆς τῶν ἡμαρτημένων ἐξομολογήσεως, τῆς πρὸς ἀποχὴν τῶν κακῶν ὑποσχέσεως, καὶ τῆς πρὸς τὸν Θεὸν δεήσεως.

Ἐνταῦθα δὲ ἀκούοντες τοῦ Ματθαίου λέγοντος, ὅτι «ἐμβὰς ὁ Ἰησοῦς εἰς πλοῖον διεπέρασε καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν», τοῦτο κατανοεῖν ἀναγωγικῶς πάλιν ἐκ τῆς ἱστορίας ἔχομεν, σύμφωνον τοῖς προτέροις, εἰ καὶ τῷ φαινομένῳ διάφορον, ὅτι ὁ κοινὸς ἁπάντων Σωτὴρ ἐνδυσάμενος τὴν ἡμετέραν φύσιν διεπέρασε τὴν καθ’ ἡμᾶς τοῦ βίου τούτου θάλασσαν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν, τὴν ὑπερουράνιον ἐκείνην ἕδραν καὶ δίαιταν, τὴν ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ παντὸς ὀνόματος καὶ ἀξιώματος, εἴτε ἐν τῷ νῦν αἰῶνι, εἴτε ἐν τῷ μέλλοντι γινωσκομένῳ· ἐκεῖνος γὰρ ὄντως ἴδιός ἐστιν αὐτοῦ ὁ τόπος, ὃς καὶ μόνῳ τούτῳ βατός. Καὶ τοῦτο δηλῶν ὁ ψαλμῳδὸς προφήτης ἔλεγεν, «ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ», ὡς ὄντος οὐρανοῦ καὶ τόπου ὃς οἶκός ἐστιν ὄντως ἴδιος Θεοῦ. Ἐπεὶ δὲ οὐκ ἀπέθετο τὴν ἡμετέραν φύσιν ὁ Κύριος εἰς τὸν ἴδιον αὐτοῦ τόπον τοῦτον ἐλθών, διὰ τοῦτο καὶ ὁ εὐαγγελιστὴς οὗτος εἰπών, ὅτι ἐμβὰς ὁ Ἰησοῦς εἰς πλοῖον διεπέρασεν, οὐκ ἐπήνεγκεν ὅτι καὶ ἀποβὰς τοῦ πλοίου, οὕτως ἦλθεν εἰς τὴν ἰδίαν πόλιν, ἀλλ’ ἐμβὰς εἰς πλοῖον διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν μετὰ τοῦ καταλλήλου πλοίου, τοῦ καθ’ ἡμᾶς λέγω σώματος, ἐνδημήσας τοῖς ὑπερουρανίοις.

Ὅτε οὖν ἦλθεν εἰς τὴν ἄνω πόλιν καὶ εἰσῆλθεν εἰς τὰ ὄντως ἅγια τῶν ἁγίων καὶ ἐκάθισεν ἐν δεξιᾷ τοῦ Πατρὸς μετὰ τοῦ ἡμετέρου φυράματος, ἵνα κατὰ τὸν ἀπόστολον εἴπω, αἰωνίαν λύτρωσιν εὑράμενος ὑπὲρ ἡμῶν, τότε τοὺς ἐξ ἐθνῶν παραδεξαμένους τὸ κήρυγμα τῆς ἀληθείας καὶ τῇ μὲν ἐξ ἀκοῆς συνέσει φοβηθέντας καὶ ταπεινωθέντας, ἔτι δὲ κειμένους ὡς ἐπὶ κλίνης τῆς ἡδυπαθείας καὶ παρειμένους ὄντας καὶ παραλύτους, τῷ μήπω λαβεῖν τῶν κατὰ ψυχὴν νοσημάτων τὴν ἴασιν, ταὐτὸ δ’ εἰπεῖν τῶν οἰκείων ἁμαρτημάτων τὴν ἄφεσιν, κἀντεῦθεν ἀκίνητον ἔχοντας καὶ τὸ σῶμα πρὸς τὴν τοῦ καλοῦ ἐργασίαν, ἄραντες οἱ Ἀπόστολοι, τουτέστιν ἐκλεξάμενοι καὶ χωρίσαντες τῶν μὴ παραδεξαμένων τὸ τῆς μετανοίας καὶ τῆς εὐσεβείας κήρυγμα προσάγουσι τῷ Χριστῷ· καὶ μᾶλλον τῶν ἄλλων Ἀποστόλων, οἱ τὸ εὐαγγέλιον συγγραψάμενοι, τέσσαρες δὲ οὗτοί εἰσιν.

Ὁ δὲ Κύριος ἰδών, φησί, τὴν πίστιν αὐτῶν, ἤτοι τῶν προσφερόντων Ἀποστόλων, διὰ τὴν τελείαν αὐτῶν πίστιν (αὐτοὶ γάρ εἰσιν ἡμῖν καὶ διδάσκαλοι καὶ μεσίται τὰ πρὸς τὸν Θεὸν) καὶ τοῖς ἀτελέσι τὴν υἱοθεσίαν χαρίζεται, πρὸς ἕκαστον τῶν οὕτω προσαγομένων λέγων· «θάρσει, τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι». Ἀπόθου, φησί, τὸν ἐπὶ τοῖς ἁμαρτήμασι φόβον, ἀφέωνται γάρ· ἀπόθου τὴν ἐπὶ τοῖς ἠπειλημένοις φρίκην, ἐπιτεύξῃ γὰρ τῶν ἐπηγγελμένων, τέκνον ἐμὸν γεγονὼς καὶ κληρονόμος ἐμός. Τοῦτο δὲ πρακτικῶς ἐκτελεῖται διὰ τοῦ θείου βαπτίσματος, ἐν ᾧ Πνεύματι τῆς υἱοθεσίας ἀναγεννώμεθα, τὴν ἄφεσιν τῶν προημαρτημένων λαβόντες καὶ κατ’ ἐπαγγελίαν γεγονότες κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ.

Ἀλλ’ οἱ Γραμματεῖς καὶ οἱ Φαρισσαῖοι, Ἕλληνες καὶ Ἰουδαῖοι, ἀπιστοῦσι τῇ παρ’ ἡμῶν πιστευομένῃ δυνάμει καὶ χάριτι τοῦ θείου βαπτίσματος, λέγοντες, τίς δύναται ἀφιέναι ἁμαρτίας; Ἡμεῖς δὲ οἱ πρότερον παραλελυμένοι καὶ ψυχὴν καὶ σῶμα ταῖς ἡδοναῖς καὶ τοῖς πάθεσι καὶ πρὸς τὸ καλὸν ἀκίνητοι διαμένοντες, ἀκούομεν ἕκαστος· «ἔγειραι καὶ ἆρον τὸν κράββατόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου», ὡς καὶ ὁ παραλυτικὸς ἐκεῖνος· δυναμούμενοι γὰρ παρὰ τῇς ἐν ἡμῖν τοῦ βαπτίσματος θείας χάριτος καὶ δυνάμεως, γινόμεθα πρὸς ἀρετὴν εὔτονοι καὶ εὐκίνητοι, καὶ τὰς τῆς ψυχῆς καὶ τοῦ σώματος δυνάμεις καὶ τὰς ὑποκειμένας ταύταις ἐν τοῖς πράγμασιν ὕλας, ὑφ’ ὧν πρότερον κατειχόμεθα, δουλαγωγήσαντες, ἄγομεν ὅποι φίλον τῷ Θεῷ καὶ ἡμῖν καὶ μετατίθεμεν κατὰ τὸ ἐγχωροῦν εἰς τὸν ὄντως οἶκον ἡμέτερον, τὰς αἰωνίους καὶ οὐρανίους μονάς. Οὕτω δὲ θεοφιλῶς τὰ καθ’ ἡμᾶς αὐτοὺς διαφέροντες, θαυμαζόμεθα παρὰ τῶν ὁρώντων, δοξαζόντων τὸν Θεόν, τὸν δόντα δύναμιν καὶ ἐξουσίαν τοῖς εἰς αὐτὸν πιστεύουσι τοιαύτην, ὡς καὶ ζῶντας ἐπὶ γῆς ἔτι τὸ πολίτευμα ἔχειν ἐν οὐρανοῖς. Ἀλλ’ ἡ μὲν τοῦ βαπτίσματος χάρις καὶ δύναμις διὰ τὴν τοῦ παρέχοντος φιλανθρωπίαν παραμένει, καὶ ἡμῶν ἁμαρτόντων μετὰ τὸ βάπτισμα, ἡ δὲ τῆς ψυχῆς ὑγεία καὶ καθαρότης οὐ παραμένει.

Διὰ τοῦτο χρῄζομεν αὖθις οἱ ἁμαρτήσαντες τῆς ἐπὶ τοῖς προγεγενημένοις ἁμαρτήμασι λύπης καὶ κατηφείας καὶ τῆς διὰ μετανοίας προσπτώσεως, ἵνα πάλιν ἀκούσωμεν μυστικῶς ἕκαστος κατὰ τὸν παράλυτον ἐκεῖνον, «θάρσει, τέκνον», καὶ λαβόντες τὸν ἱλασμόν, εἰς χαρὰν τὴν λύπην ἀμείψωμεν· αὕτη γάρ ἐστιν ἡ λύπη, τὸ μέλι τὸ πνευματικόν, ὃ θηλάζομεν ἡμεῖς ἐκ στερεᾶς πέτρας, κατὰ τὸ τυπικῶς εἰρημένον· «ἐθήλασαν μέλι ἐκ πέτρας», «ἡ δὲ πέτρα ἐστὶν ὁ Χριστός», καθάπερ ὁ Παῦλός φησιν. Ἀλλὰ μὴ θαυμάσητε, εἰ μέλι τὴν λύπην εἶπον· αὕτη γάρ ἐστι περὶ ἧς πάλιν ὁ Παῦλός φησιν, ὅτι «ἡ λύπη ἡ κατὰ Θεὸν μετάνοιαν ἀμεταμέλητον κατεργάζεται πρὸς σωτηρίαν». Καθάπερ γὰρ τῷ τετραυματισμένῳ τὴν γλῶτταν δακνηρὸν φανεῖται τὸ μέλι προσενεχθέν, ἂν δὲ τὴν ἴασιν τῶν τραυμάτων λάβῃ, τῆς τοῦ μέλιτος γλυκύτητος ἀντιλήψεται, οὕτω καὶ ὁ τοῦ Θεοῦ φόβος ἐκ τοῦ εὐαγγελικοῦ κηρύγματος ταῖς συνιείσαις ψυχαῖς ἐγγινόμενος, λύπην μὲν ἐμποιεῖ, τὰ τραύματα τῶν ἁμαρτημάτων ἔτι περικειμέναις, ἀποβαλόμεναι δὲ ταῦτα διὰ τῆς μετανοίας, τῆς εὐαγγελικῆς ἀντιλαμβάνονται χαρᾶς, κατὰ τὸ εἰρημένον παρὰ τοῦ Σωτῆρος, «καὶ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται». Ποία λύπη;

Ἣν ἐλυπήθησαν οἱ τοῦ Κυρίου μαθηταί, ἐπὶ τῇ τοῦ Κυρίου καὶ διδασκάλου στερήσει· ἣν ἐλυπήθη ὁ Πέτρος ἐπὶ τῇ τούτου ἀρνήσει· ἣν λυπεῖται πᾶς εὐσεβὴς μετανοῶν ἐφ’ ἁμαρτίαις οἰκείαις καὶ ταῖς πρὸς ἀρετὴν ὑπὸ ρᾳθυμίας ἐλλείψεσιν, αἷς καὶ ἡμεῖς περιπίπτοντες ἡμᾶς αὐτοὺς ἀλλὰ μηδένα τῶν ἁπάντων αἰτιώμεθα ἕτερον· οὐδὲ γὰρ τῷ Ἀδὰμ συνήνεγκε, τὴν ἐντολὴν ἀθετήσαντι, ἡ πρὸς τὴν Εὔαν τῆς αἰτίας μετάθεσις, οὐδὲ ταύτῃ πάλιν ἡ πρὸς τὸν ἀρχέκακον ὄφιν· αὐτεξούσιοι γὰρ ἡμεῖς παρὰ Θεοῦ γεγονότες καὶ αὐτοκρατορικὸν ἀξίωμα κατὰ τῶν παθῶν λαβόντες ἔνδον τὸ ἡγεμονικὸν τῆς ψυχῆς, οὐκ ἔχομεν ὅλως τὸν κατακρατοῦντα καὶ βιαζόμενον.

Τοῦτο τοίνυν ἐστὶν ἡ κατὰ Θεὸν καὶ σωτήριος λύπη, τὸ ἡμᾶς αὐτοὺς αἰτιᾶσθαι καὶ μηδένα τῶν ἁπάντων ἕτερον, ἐφ’ οἷς αὐτοὶ πράττομεν πλημμελῶς, καὶ λυπεῖσθαι καθ’ ἑαυτῶν καὶ δι’ ἐξομολογήσεως τῶν ἡμῖν ἡμαρτημένων καὶ τῆς ἐπὶ τούτοις λυπηρᾶς κατανύξεως τὸν Θεὸν ἐξιλάσκεσθαι. Ταύτης τῆς αὐτομεμψίας καὶ κατανύξεως ὁ Λάμεχ ἦρξεν ἐκεῖνος ὁ παλαιός, καὶ παρρησίᾳ τὴν ἁμαρτίαν ἐξομολογησάμενος καὶ κρίνας αὐτὸς ἑαυτὸν καὶ ὑπὲρ τὸν Κάϊν καταδικάσας («ἑπτάκις γάρ», φησίν, «ἐκδεδίκηται ἐκ Κάϊν, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά»), καὶ οὕτω πενθήσας ἑαυτὸν ὡς ὑπεύθυνον, διὰ τῆς ἐνωδύνου καθ’ αὑτοῦ κατανύξεως τὴν ἐκ Θεοῦ καταδίκην διέφυγεν, ὡς καὶ ὁ προφήτης ὕστερον εἶπε, «λέγε σὺ πρῶτος τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς»· ὃ καὶ ὁ ἀπόστολος μετὰ ταῦτα φησίν, «εἰ γὰρ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα».

Πρῶτος μὲν οὖν ὁ Λάμεχ ἀναγέγραπται διὰ μετανοίας καὶ τῆς ἐφ’ ἁμαρτήμασι λύπης τὴν ἄνωθεν δίκην ἀποφυγών. Μετὰ δὲ τοῦτον οἱ Νινευῖται, πόλεις ὅλαι καὶ πλῆθος οὐκ εὐαρίθμητον. Οὗτοι δὲ μὴ μόνον ἁμαρτόντες, ἀλλὰ καὶ παρὰ Θεοῦ δεξάμενοι τὴν ἀπόφασιν τῆς αὐτῶν καταδίκης, ἐθάρρησαν αὐτὴν ὑπερβῆναι διὰ μετανοίας καὶ τῆς ἐν αὐτῇ λυπηρᾶς κατανύξεως.

Ἤκουσαν γὰρ Ἰωνᾶ καὶ ἐπίστευσαν ἀναβοῶντι τὴν θείαν ἀπόφασιν, «ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται»· ἀκούσαντες δὲ καὶ πιστεύσαντες, οὐκ ἔρριψαν ἑαυτοὺς κατὰ τοῦ πονηροῦ βαράθρου τῆς ἀπογνώσεως, οὐδὲ τὸν λίθον τῆς πωρώσεως ταῖς ἑαυτῶν καρδίαις ἐπέθηκαν· ἀλλ’ εἰπόντες πρὸς ἑαυτοὺς καὶ ἀλλήλους, «τίς οἶδεν, εἰ ἐπιστρέψει Κύριος καὶ ἱλάσεται καὶ οὐ μὴ ἀπολώμεθα;», ἀπέστρεψεν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτῶν καὶ κηρύττουσι νηστείαν καὶ περιβάλλονται σάκκους, ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν, ὡς καὶ τὸν βασιλέα μετ’ αὐτῶν ἐν σάκκῳ καὶ σποδῷ καθῆσθαι μετανοοῦντα, τά τε νήπια μὴ θηλάζειν, αἱ γὰρ μητέρες ὡς ἔοικεν ὑπὸ τοῦ σφοδροῦ πένθους καὶ τῶν ὑπομαζίων ἐπελάθοντο παίδων, καθάπερ καὶ ὁ ψαλμῳδός, «ἐπελαθόμην», φησί, «τοῦ φαγεῖν τὸν ἄρτον μου ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου», καὶ τὰ κτήνη μὴ νέμεσθαι, καὶ ταῦτα γὰρ ὡς ἔοικεν οἱ βουκόλοι τε καὶ ποιμένες εἴασαν ταῖς μάνδραις καὶ τοῖς βουστασίοις ἐγκεκλεισμένα, τῇ σφοδρᾷ κατανύξει πεδηθέντες αὐτοί.

Καὶ οὕτω τὴν σωτήριον συναυλίαν τοῦ σωτηρίου πένθους κατὰ Θεὸν ἁρμοσάμενοι, τὴν κατ’ αὐτῶν θείαν ἀπόφασιν μεταποίησαν καὶ τὴν ἄνωθεν ὀργὴν ἔστησαν καὶ μετέστησαν εἰς θείαν εὐμένειαν. Ἐπεὶ τοίνυν καὶ ἡμῖν σχεδὸν ὁ βίος ὅλος ἐν ἁμαρτίαις, ταύτην, ἀδελφοί, τὴν σωτήριον λύπην καὶ τὸν ἐν μετανοίᾳ βίον καὶ ἡμᾶς ἅπαντας ἑλέσθαι χρεών· εἰ γὰρ μὴ τοῦτο πράξομεν, καθάπερ ὁ Κύριος εἶπεν, οἱ Νινευῖται κατακρινοῦσιν ἡμᾶς ἐν τῇ ἀναστάσει, ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἡμεῖς οὐ μετενοήσαμεν εἰς τὸ τοῦ Χριστοῦ κήρυγμα, τοῦ καὶ τοῦ Ἰωνᾶ Θεοῦ· καίτοι Ἰωνᾶς οὐκ ἐκήρυττε μετάνοιαν, ἀλλὰ καθάπερ εἴπομεν καταδίκης ἀπόφασιν καὶ ζωῆς ἀφαίρεσιν καὶ καταστροφὴν καὶ θάνατον καὶ τελείαν ἀπώλειαν· ὁ δὲ Χριστὸς ἦλθεν, ἵνα ζωὴν ἔχωμεν καὶ περισσὸν ἔχωμεν, θείαν υἱοθεσίαν καὶ βασιλείαν οὐράνιον. Ὁ μὲν οὖν Ἰωνᾶς καταστροφὴν κηρύττων, μετάνοιαν οὐχ ὑπετίθετο, οὐδὲ βασιλείαν οὐρανῶν ἐπηγγέλλετο· ὁ δὲ Χριστὸς μετάνοιαν κηρύττων καὶ βασιλείαν ἐπαγγελλόμενος, καὶ τὴν κοινὴν καὶ ἀμετάθετον προεῖπε καταστροφήν· ὥσπερ γάρ, φησίν, ἦσαν οἱ ἐπὶ τοῦ Νῶε ἀδεῶς καὶ ἀνέτως τῶν σωματικῶν ἐχόμενοι καὶ ἐξαίφνης ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται καὶ ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος τούτου· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου.

Καὶ ὁ μὲν Ἰωνᾶς καταστροφὴν τοῖς Νινευΐταις τῶν ἐνταῦθα φαινομένων ἠπείλει τηνικαῦτα μόνον, ἀλλ’ οὐ βῆμα φρικτὸν καὶ κρίσιν μετὰ τὴν καταστροφὴν ἀδέκαστον, οὐ πῦρ ἄσβεστον, οὐκ ἀκοίμητον σκώληκα, οὐ σκότος ἐξώτερον, οὐ βρυγμὸν ἐλεεινὸν ὀδόντων, οὐ πένθος ἀπαραμύθητον· ὁ δὲ Κύριος καὶ ταῦτα προσηπείλησε καὶ ἀπεκάλυψε τοῖς ἀναλγήτως ἐνταῦθα διακειμένοις μετὰ τὴν τοῦ κόσμου συντέλειαν ἀποκείμενα ἀλλ’ οὐ μετὰ τριήμερον ἔσται ταῦτα χρόνον, ὡς ὁ Ἰωνᾶς ἐκήρυττε, μετὰ πολὺν δέ, καὶ τοῦτο τῆς δεσποτικῆς μακροθυμίας. Τὸ οὖν μακρόθυμον τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει, σὺ δὲ ὅρα, μὴ διὰ τὴν σκληρότητά σου καὶ ἀνάλγητον καὶ ἀκατάνυκτον καὶ ἀμετανόητον καρδίαν θησαυρίσῃς σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ δικαιοκρισίας καὶ ἀποκαλύψεως Θεοῦ· ἀποδώσει γὰρ ὁ Κύριος ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, τοῖς μὲν ἐν ὑπομονῇ διὰ τῶν τῆς μετανοίας ἔργων ἐν συντετριμμένῃ καρδίᾳ τὴν ἄφεσιν τῶν ἡμαρτημένων ζητοῦσιν, ἄνεσιν καὶ χαράν, καὶ ζωὴν αἰώνιον καὶ βασιλείαν ἀπόρρητον· τοῖς δὲ ἀναλγήτως καὶ ἀμετανοήτως ἐπὶ τοῖς ἁμαρτήμασι διακειμένοις θλίψις ἔσται καὶ στενοχωρία, καὶ κόλασις ἀφόρητός τε καὶ ἀτελεύτητος.

Ἀλλὰ μετὰ τοὺς Νινευΐτας στήλη τῆς κατὰ Θεὸν λύπης ὁ Δαβὶδ ἀναπέφηνε, καὶ στήλη ζῶσά τε καὶ λαλοῦσα τὰ τῆς σωτηρίου καὶ κατὰ Θεὸν λυπηρᾶς κατανύξεως. Οὗτος γὰρ καὶ ἣν ἥμαρτεν ἁμαρτίαν ἀνάγραπτον ἔθετο καὶ οἷον ἀπεδείξατο πρὸς Θεὸν τὸ πένθος καὶ τὴν μετάνοιαν καὶ οἵας παρὰ Θεοῦ τῆς συμπαθείας ἐπέτυχεν· «εἶπα γάρ», φησίν, «ἐξαγορεύσω κατ’ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου», ἀσέβειαν τὴν ρίζαν τῆς κακίας λέγων, τὸ ἐνοικοῦν ἐν τῇ ψυχῇ πάθος, ἀνομίαν δὲ τὴν τελεσθεῖσαν διὰ πράξεως ἁμαρτίαν, ἣν θριαμβεύσας τοῖς πᾶσι καὶ δι’ ἣν κατανυγεὶς καὶ πενθήσας, οὐ τὴν ἄφεσιν εὗρε μόνον, ἀλλὰ καὶ τὴν ἴασιν ἔνδον ἔλαβε.

Πῶς οὖν διετέλει πενθῶν, αὐτοῦ πάλιν ἀκούσωμεν λέγοντος· «ἐγενόμην μεμαστιγωμένος ὅλην τὴν ἡμέραν καὶ ὁ ἔλεγχός μου εἰς τὰς πρωΐας», καὶ ὅλην τὴν ἡμέραν «ὡς πενθῶν καὶ σκυθρωπάζων, οὕτως ἐταπεινούμην», καὶ «λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω», καὶ «ἐγενόμην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ μονάζων ἐπὶ δώματος καὶ σποδὸν ὡσεὶ ἄρτον ἔφαγον καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων», καὶ «τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας καὶ ἡ σάρξ μου ἠλλοιώθη δι’ ἔλαιον», καὶ «ἐταπεινώθην καὶ ἔσωσέ με ὁ Κύριος». Πρὸς δὲ τὸν Κύριον οἵας ἀφίησι φωνάς; «Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με», καὶ «ἐλέησόν με, Κύριε», καὶ «ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός», καὶ «Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου».

Δεῦτε οὖν καὶ ἡμεῖς, ἀδελφοί, προσκυνήσωμεν καὶ προσπέσωμεν καὶ κλαύσωμεν, καθάπερ αὐτὸς πάλιν ὁ Δαβὶδ προτρεπόμενός φησιν, ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς καὶ καλέσαντος πρὸς μετάνοιαν καὶ πρὸς τὴν σωτήριον ταύτην λύπην καὶ τὸ πένθος καὶ τὴν κατάνυξιν· ὡς ὅ γε μὴ ταύτην ἔχων, οὐχ ὑπήκουσε τῷ καλέσαντι, οὐδὲ τοῖς κλητοῖς ἁγίοις τοῦ Θεοῦ συνηρίθμηται, οὐδὲ τῆς ἐν τῷ εὐαγγελίῳ μακαριότητος κατηγγελμένης καὶ τῆς ἐπηγγελμένης θείας παρακλήσεως ἐπιτεύξεται· «μακάριοι γάρ», φησίν, «οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται».

Ἀλλ’ ἐρεῖ τις ἐκτὸς ἁμαρτίας εἶναι καὶ μὴ δεῖσθαι τοῦ πένθους; Ἀλλ’ εἰ καὶ δυσχερὲς τοῦτο καὶ σπανιώτατον, καὶ σχεδὸν τῶν ἀδυνάτων ἐστίν, ἀγαπητὸν γάρ, εἰ καὶ μετριοπαθὴς ὁ ἄνθρωπος γένοιτο, ὅμως ὁ λόγος ὑπέδειξε τὴν ἀρχὴν τοῦ σωτηρίου τούτου πένθους καὶ ἄλλην αἰτίαν· ἐλυποῦντο γὰρ οἱ μαθηταὶ στερηθέντες τοῦ ὄντως ἀγαθοῦ καὶ Σωτῆρος καὶ διδασκάλου Χριστοῦ, οὗ καὶ ἡμεῖς στερούμεθα νῦν, καὶ οὐ τούτου μόνου, ἀλλὰ καὶ τῆς ἐν τῷ παραδείσῳ τρυφῆς· ἐκπεπτώκαμεν γὰρ αὐτῆς καὶ ἀντηλλαξάμεθα τοῦ ἀπαθοῦς χωρίου τὸν ἐμπαθῆ καὶ ἐπίπονον τοῦτον χῶρον· ἐστερήμεθα τῆς αὐτοπροσώπου πρὸς Θεὸν ὁμιλίας, τῆς μετὰ τῶν ἀγγέλων αὐτοῦ συναυλίας καὶ τῆς ἀϊδίου ζωῆς. Τίς τὴν στέρησιν τούτων εἰδὼς οὐ πενθεῖ; Ὁ δὲ μὴ ταύτην εἰδὼς οὐδὲ τῆς μοίρας ἐστὶ τῶν πιστῶν. Οὐκοῦν ἡμεῖς διὰ τῆς θεοπνεύστου διδασκαλίας ἐν εἰδήσει τῆς τοιαύτης γεγονότες στερήσεως, πενθήσωμεν ἡμᾶς αὐτούς, ἀδελφοί, καὶ τοὺς ἐξ ἁμαρτίας μολυσμοὺς διὰ τοῦ κατὰ Θεὸν πένθους ἀπονιψώμεθα· ἵνα καὶ τὴν συμπάθειαν εὕρωμεν καὶ πρὸς τὸν παράδεισον ἐπανέλθωμεν καὶ τῆς ἀϊδίου ζωῆς καὶ παρακλήσεως εὐμοιρήσωμεν.

Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει πᾶσα δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.