Ἔργον
Γρηγόριος Παλαμᾶς – Ομιλίες ΚΑ΄–ΜΒ΄
Η θεραπεία των τυφλών και η πνευματική ανάβλεψη
Η θεραπεία των τυφλών ως σύμβολο της πνευματικής ανάβλεψης και η ανάγκη εφαρμογής των θείων εντολών παράλληλα με την πίστη.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η θεραπεία των τυφλών και η πνευματική ανάβλεψη
Η θεραπεία των τυφλών ως σύμβολο της πνευματικής ανάβλεψης και η ανάγκη εφαρμογής των θείων εντολών παράλληλα με την πίστη.
ΥΠΟΘΕΣΙΝ ΕΧΟΥΣΑ ΤΟΥΣ ΚΑΤΑ ΤΟΝ ΕΥΑΓΓΕΛΙΣΤΗΝ ΜΑΤΘΑΙΟΝ ΕΝ ΟΙΚΙΑ ΑΝΑΒΛΕΨΑΝΤΑΣ ΤΥΦΛΟΥΣ Ἐν ᾗ καὶ ὅτι οὐκ ἔστι πίστιν ἔχειν ἀληθῶς χωρὶς τῶν ἔργων τῆς μετανοίας Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς μετὰ σώματος, ὃ παρ’ ἡμῶν ὑπὲρ ἡμῶν ἀνέλαβε, συναναστρεφόμενος τοῖς ἐπὶ γῆς, πολλοὺς καὶ κατὰ σῶμα καὶ κατὰ ψυχὴν ἐθεράπευσε τυφλούς. Μᾶλλον δέ, εἰ μέν τις σκοπεῖ τὴν κατὰ διάνοιαν ἀνάβλεψιν, ἥτις ἐστὶν ἡ ἐξ ἀπιστίας εἰς πίστιν καὶ ἐξ ἀγνοίας εἰς ἐπίγνωσιν Θεοῦ μετάθεσις, οὐδ’ ἀριθμῷ περιβαλεῖν ἐστι τοὺς διὰ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου ἀναβλέψαντας τυφλούς· αὐτῷ γάρ εἰσιν ἠριθμημένοι μόνῳ, τῷ καὶ τὰς τρίχας ἡμῶν ἠριθμημένας ἔχοντι. Εἰ δὲ τῶν σωματικῶν ὀφθαλμῶν τὴν ἀνάβλεψιν σκοποῦμεν, καὶ κατ’ αὐτὴν πολλοὺς εὑρήσομεν, τοὺς μὲν λόγῳ μόνῳ, τοὺς δὲ ἁφῇ μόνῃ· ἔστι δὲ οὓς καὶ μόνῳ τῷ προσπεσεῖν καὶ προσεγγίσαι· τινὰς δὲ καὶ διὰ πτύσματος ἢ καὶ πηλοῦ χρίσματος παρὰ Χριστοῦ λαβόντας τὴν ἴασιν.
Ἐλθόντος γὰρ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, ὡς ὁ Ματθαῖός φησι, «προσῆλθον αὐτῷ ὄχλοι πολλοί, ἔχοντες μεθ’ ἑαυτῶν χωλούς, τυφλούς, κωφούς, κυλλούς, καὶ ἑτέρους πολλούς», οὓς πάντας ριφέντας παρὰ τοὺς αὐτοῦ πόδας ἐθεράπευσεν, ὡς καὶ τοὺς ὄχλους τηνικαῦτα θαυμάζειν καὶ δοξάζειν αὐτόν, βλέποντας κωφοὺς λαλοῦντας καὶ χωλοὺς περιπατοῦντας, κυλλοὺς ὑγιεῖς καὶ τυφλοὺς βλέποντας.
Ἀλλὰ καὶ ὅτε καθήμενος ἐπὶ πώλου ὄνου κατὰ τὴν προφητείαν τὴν Ἰερουσαλὴμ εἰσῆλθε παραδόξως, ὑπὸ παίδων ὡς Θεὸς ὑμνούμενος, τοὺς ἐκεῖ προσελθόντας χωλοὺς καὶ τυφλοὺς ἐθεράπευσεν ἅπαντας, ὡς ὁ Ματθαῖος καὶ τοῦτό φησιν. Εἰς δὲ τὴν Βηθσαϊδὰ ἐλθόντι, φέρουσιν αὐτῷ τυφλόν, ὡς ὁ Μάρκος φησί, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἅψηται αὐτοῦ· ὁ δὲ Κύριος ἐξαγαγὼν αὐτὸν ἔξω τῆς κώμης, πτύσας εἰς τὰ ὄμματα αὐτοῦ καὶ ἐπιθεὶς αὐτῷ τὰς χεῖρας ἀμυδρῶς βλέπειν ἐποίησεν αὐτόν· εἶτα πάλιν ἐπιθεὶς αὐτῷ τὰς χεῖρας αὐτοῦ, τηλαυγῶς αὐτῷ παρέσχεν ἀναβλέψαι. Ἐν δὲ τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχώ, ὡς ὁ Λουκᾶς φησι, ἰάσατο λόγῳ μόνῳ τὸν καθήμενον παρὰ τὴν ὁδὸν τυφλὸν καὶ προσαιτοῦντα, πρὸς αὐτὸν αἰτήσαντα τὴν ἴασιν εἰπών, ἀνάβλεψον. Ἐκπορευόμενος δὲ ἀπὸ τῆς Ἰεριχώ, ὡς ὁ Μάρκος καὶ τοῦτό φησιν, ἕτερον πάλιν ὀμματοῖ τυφλόν, Βαρτιμαῖον τὸν τοῦ Τιμαίου, εἰπὼν πρὸς αὐτὸν αἰτήσαντα τὴν ἀνάβλεψιν· κατὰ τὴν πίστιν σου γενηθήτω σοι. Ἐπὶ δὲ τῆς Ἰερουσαλήμ, ἰδὼν τυφλὸν ἐκ γενετῆς, ὡς ὁ Ἰωάννης φησίν, οὐδὲ αἰτηθείς, ἀλλ’ αὐτοκινήτως δι’ ἀγαθότητα πτύσας ἐπὶ τὴν γῆν καὶ πηλὸν ποιήσας καὶ τοῦ τυφλοῦ τοὺς ὀφθαλμοὺς ἀλείψας, εἶπε πρὸς αὐτόν· ὕπαγε, νίψε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ.
Ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθε βλέπων. Ἀλλὰ καὶ μετὰ τὸ ἀναστῆσαι θανοῦσαν τὴν Ἰαείρου τοῦ ἀρχισυναγώγου παῖδα, ὡς ἀκουσόμεθα τοῦ Ματθαίου σήμερον εὐαγγελιζομένου, παράγοντι τῷ Ἰησοῦ, ἠκολούθησαν δύο τυφλοὶ κράζοντες καὶ λέγοντες, ἐλέησον ἡμᾶς, υἱὲ Δαβίδ. Ὁ δὲ σὺν αὐτοῖς εἰσελθὼν εἰς τὴν οἰκίαν καὶ ἁψάμενος τῶν ὀφθαλμῶν αὐτῶν καὶ πρὸς αὐτοὺς εἰπών, κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν, ἐθεράπευσεν αὐτούς. Χωρὶς οὖν τῶν μὴ ἀριθμῷ περιληφθέντων, ἕξ εἰσιν οἱ κατηριθμένοι· καὶ οἶμαι μηδένα τῶν ἐν Ἰουδαίᾳ ἢ καὶ τῶν ἐγγειτόνων ὄντων τηνικαῦτα τυφλῶν ἀφώτιστον περιλειφθῆναι. Διὸ καὶ Ἠσαΐας ὡς ἐκ προσώπου τοῦ Χριστοῦ προεῖπεν, ὅτι ἀπεστάλη παρὰ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος αὐτοῦ, «κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν».
Πῶς δὲ οὐκ εἶπεν ὁ προφήτης, ὅτι ἀπεστάλη δοῦναι τοῖς τυφλοῖς ἀνάβλεψιν, ὅπερ δὴ καὶ γέγονεν, ἀλλ’ ἀπεστάλη κηρύξαι τοῖς τυφλοῖς ἀνάβλεψιν; Ἐπειδήπερ οὐ προηγουμένως ἐπὶ τὴν γῆν ὁ Κύριος ἦλθεν, ἵνα τοὺς σωματικοὺς ἀνοίξῃ ὀφθαλμούς, ἀλλὰ τοὺς τῆς ψυχῆς, οἵτινες ὀφθαλμοὶ διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος κτῶνται τὴν ἀνάβλεψιν. Εἰκότως οὖν ἡ προφητεία κηρύξαι τὸν Κύριον τοῖς τυφλοῖς ἀνάβλεψιν φησίν.
Ὥσπερ δὲ αὐτὸς ὁ Κύριος ἡμῖν παραγγέλλει τὰ πνευματικὰ ζητεῖν, «ἐργάζεσθε», λέγων, «μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον», ἐπαγγέλλεται δὲ προσθήσειν ἡμῖν καὶ τὰ σωματικά, εἴπερ ἡμεῖς τὰ ψυχωφελῆ ζητοῦμεν, «ζητεῖτε», λέγων, «τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν», οὕτω καὶ ἐπὶ τῶν ὀφθαλμῶν ποιεῖ· κλίνας γὰρ οὐρανοὺς καὶ καταβὰς ἐπὶ τῆς γῆς διὰ φιλανθρωπίαν, ὡς ἂν διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος τοὺς τῆς ἡμετέρας ψυχῆς διανοίξῃ ὀφθαλμοὺς καὶ χαρίσηται ἡμῖν τὴν κατὰ νοῦν ἀνάβλεψιν, προσετίθει καὶ τῶν αἰσθητῶς μὴ βλεπόντων ὀφθαλμῶν τὴν ἴασιν. Διὰ τοῦτο καὶ πολὺ τὸ κατάλληλον ἐν ἀμφοτέραις ταῖς ἀναβλέψεσι, τῇ τε κατὰ σῶμα λέγω καὶ τῇ κατὰ ψυχήν. Ὥσπερ γὰρ τῶν κατὰ σῶμα τυφλῶν, οἱ μὲν ἀθρόαν ἔσχον τὴν ἀνάβλεψιν, ὡς ὁ ἀκούσας, ἀνάβλεψον, καὶ παραχρῆμα ἰαθείς, οἱ δὲ κατὰ μικρόν, ὡς ὁ εἰπὼν πρὸ τοῦ τελείως τὴν ἴασιν λαβεῖν, ὅτι ὡς δένδρα τοὺς ἀνθρώπους ὁρῶ περιπατοῦντας· οὕτω καὶ οἱ διὰ τῆς πίστεως τὴν τῶν νοητῶν ὀφθαλμῶν ἴασιν δεξάμενοι, οἱ μὲν ἀθρόαν ταύτην εὗρον, ὡς ὁ ἐκ τελώνου εὐαγγελιστὴς εὐθὺς ἀναφανείς, οἱ δὲ κατὰ μικρόν, ὡς ὁ νυκτερινὸς ἔτι μαθητὴς Νικόδημος.
Καὶ καθάπερ τῶν κατὰ σῶμα τυφλῶν, οἱ μὲν λόγῳ μόνῳ τῆς ἰάσεως ἔτυχον, ὡς ὁ Βαρτιμαῖος, οἱ δὲ καὶ ἔργῳ (τῷ γὰρ παρὰ τῇ Βηθσαϊδᾷ καὶ τοῦ οἰκείου πτύσματος τοῖς ὀφθαλμοῖς ἐνέθηκεν, οὗτος γὰρ ὡς ἔοικε βλέφαρα μὲν εἶχε, κενὰ δὲ ταῦτα εἶχε, ἐκρυέντος τοῦ τῶν ὀφθαλμῶν ὑγροῦ, ὃ καὶ διὰ τοῦ θείου τότε πτύσματος ἐδέξατο· ὁ δὲ ἐκ γενετῆς τυφλὸς οὐδὲ βλέφαρα εἶχε, διὸ καὶ τοῦ ἐκ γῆς πλάσματος ἐδεῖτο, ὃ καὶ διὰ τοῦ φυραθέντος πηλοῦ τοῖς δεσποτικοῖς ἐδέξατο δακτύλοις)· ὥσπερ οὖν τῶν κατὰ σῶμα τυφλῶν, οἱ μέν, καθάπερ ἔφην, λόγῳ μόνῳ τὴν ἴασιν ἔλαβον, οἱ δὲ καὶ ἔργῳ· οὕτω καὶ ἐπὶ τῶν λαβόντων τῶν κατὰ ψυχὴν ὀφθαλμῶν τὴν ἴασιν, ἥτις ἐστί, καθάπερ ἔφημεν, ἡ ἐξ ἀπιστίας εἰς πίστιν μετάθεσις, τοῖς μὲν καὶ θαυμάτων ἐδέησεν εἰς τὸ πιστεῦσαι, ὡς καὶ τοῖς πεμφθεῖσι παρὰ τοῦ Ἰωάννου ἐρωτῆσαι, «σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν;», οἱ δὲ καὶ λόγῳ μόνῳ ταύτην ἔλαβον, πιστεύσαντες ἐκ μόνης ἀκοῆς, ὡς καὶ ὁ ἑκατόνταρχος, ὃν καὶ ὁ Κύριος τοῦ Ἰσραὴλ ὑπερέχειν ἐμαρτύρησε κατὰ τὴν πίστιν.
Τοιοῦτοι οἱ κατὰ τὸν εὐαγγελιζόμενον ἡμῖν σήμερον Ματθαῖον τὴν σωματικὴν ἀνάβλεψιν παρὰ Χριστοῦ λαβόντες· φαίνονται γὰρ καὶ πρὸ τῆς ἰάσεως πιστεύσαντες, τυφλοὶ δὲ ὄντες, πάντως ἐξ ἀκοῆς ἐπίστευσαν. «Παράγοντι γάρ», φησί, «τῷ Ἰησοῦ ἐκεῖθεν, ἠκολούθησαν αὐτῷ δύο τυφλοί, κράζοντες καὶ λέγοντες «ἐλέησον ἡμᾶς, υἱὲ Δαβίδ»». Πῶς οὖν ἂν ἠκολούθησαν, πῶς δ’ ἂν ἀκολουθοῦντες ᾔτουν καὶ μετὰ κραυγῆς, καὶ ταῦτα τοιοῦτον ἔλεον, ἀνάβλεψιν τυφλῶν ὀμμάτων, εἰ μὴ ἐπίστευσαν;
Ἀλλὰ τὴν μὲν τῶν τυφλῶν πίστιν καὶ τὰ ἑξῆς δηλώσει. «Παράγοντι δέ», φησίν, «τῷ Ἰησοῦ ἐκεῖθεν»· πόθεν ἐκεῖθεν, καὶ τίνος ἕνεκα τοῦτο τίθησιν ὁ εὐαγγελιστής, καὶ οὐδ’ ἐνταῦθα μόνον, ἀλλὰ καὶ μικρὸν ἀνωτέρω; «Παράγων γάρ», φησίν, «ὁ Ἰησοῦς ἐκεῖθεν, εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Ματθαῖον λεγόμενον», τὸν εὐαγγελιστὴν τοῦτον, ὃν καὶ λόγῳ μόνῳ τηνικαῦτα μετεσκεύασεν. Ἐμοὶ γοῦν δοκεῖ λέγειν οὕτω τὸν εὐαγγελιστήν, ἀφορμὴν διδόντα τοῖς συνετῶς ἀκροωμένοις καὶ ἀναγωγικῶς ἐκδέχεσθαι τὰ ἱστορούμενα· ἴδοι γὰρ ἄν τις ἀκριβῶς ἐπισκοπῶν πᾶσαν τὴν διὰ σαρκὸς δεσποτικὴν οἰκονομίαν συνεπτυγμένως ὑπογράφουσαν καὶ σοφῶς καὶ θαυμασίως ἀνακηρύττουσαν τὴν ἱστορίαν ταύτην.
Κατοικίαν γὰρ ὁ Κύριος ἔσχεν ἐν Καπερναούμ· «ἐλθὼν γάρ», φησί, «κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν»· ἡ δὲ αὐτοῦ τηνικαῦτα κατοικία τὸν οὐρανὸν ὑπέγραφε πάντως, ἐν ἑαυτῇ φέρουσα τὸν κατοικοῦντα ἐν τοῖς οὐρανοῖς. Διὸ καὶ ὁ Κύριος ἀλλαχοῦ, «καὶ σὺ Καπερναούμ», φησίν, «ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα». Ὡς οὖν ἐκ τῆς οἰκίας ἐκείνης, οὕτω διὰ τοῦ σάρκα λαβεῖν ὁ Κύριος ἐξελθὼν ἐξ οὐρανοῦ, παράγων ἐκεῖθεν, εἰ μὲν τὴν ἐξ οὐρανοῦ νοήσεις ἔξοδον, τούς τε ἀποστόλους εὑρήσεις ἐκλεξάμενον, καὶ τῆς φύσεως ἡμῶν τὴν πρὸς ἀκαθαρσίαν ρύσιν ἰασάμενον· εἰ δὲ ἐκ τῆς ἐν τῇ Καπερναοὺμ οἰκίας τοῦτον παράγοντα νοήσεις, εὑρήσεις αὐτὸν τὰ προειρημένα δι’ ἔργων ὑποδείξαντα· τόν τε γὰρ Ματθαῖον εἰς ἀπόστολον ἐκ τελώνου τότε μετεσκεύασε καὶ τὴν αἱμορροοῦσαν ἰάσατο ἐν τῷ παράγειν.
Ἀλλὰ καὶ μέχρι τῆς θανούσης τοῦ Ἰαείρου παιδὸς ἐλθὼν καὶ διὰ τοῦ ζωοποιῆσαι ταύτην νικητὴν εἶναι τοῦ θανάτου δείξας ἑαυτόν, ἐπανέρχεται πάλιν ὅθεν ἐξῆλθεν. Ἐπανερχόμενος οὖν καὶ παράγων αὖθις ἐκεῖθεν, ἀνοίγει τῶν ἀκολουθησάντων τούτων τυφλῶν τὰ ὄμματα, ὡς καὶ μέχρι θανάτου καταβὰς αὐτὸς καὶ δι’ ἀναστάσεως οἰκείας τοῦ θανάτου καταργήσας τὸ κράτος, ἐπανάγων αὖθις καὶ παράγων ἐκεῖθεν, διήνοιξε κατὰ τὸ γεγραμμένον τὸν νοῦν τῶν αὑτοῦ μαθητῶν τοῦ συνιέναι τὰς Γραφάς. Οἱ δὲ ἐξελθόντες ἐκήρυξαν αὐτὸν πανταχοῦ τῆς γῆς, ὡς καὶ περὶ τῶν ἀναβλεψάντων νῦν τυφλῶν ὁ εὐαγγελιστής φησιν, ὅτι «ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ». Ὁρᾶτε σαφῆ τὴν ὑπογραφὴν τῆς θεανδρικῆς σχεδὸν οἰκονομίας πάσης ἐν τῇ ἱστορίᾳ ταύτῃ; Διὰ τοῦτο καὶ δὶς εἴρηται τό, «παράγων ἐκεῖθεν», ἵνα τὴν ἔξοδον καὶ τὴν ἐπάνοδον αὐτοῦ κατανοήσωμεν· κατὰ μίμησιν γὰρ ταύτης τῆς ἐξόδου τε καὶ ἐπανόδου καὶ ὁ ἱερεὺς ἐξιὼν τοῦ θείου βήματος καὶ μέχρι τῶν ἐσχάτων κατιών, ἐπανιὼν πάλιν ὅθεν ἐξῆλθεν ἀποκαθίσταται.
Παράγοντι οὖν ἐν τῇ ἐπανόδῳ τῷ Κυρίῳ ἠκολούθησαν αὐτῷ δύο τυφλοί, τοὺς δύο λαοὺς ὑπογράφοντες, τόν τε ἐξ Ἰουδαίων καὶ τὸν ἐξ ἐθνῶν. Ἔκραζον δὲ λέγοντες, «ἐλέησον ἡμᾶς, υἱὲ Δαβίδ», δεικνῦντες αὐτὸν εἶναι τὸν προφητευόμενον καὶ προσδοκώμενον. Ὁ δὲ Κύριος ὁμοῦ καὶ τὴν ὑπογραφὴν τῆς οἰκείας οἰκονομίας πληρῶν καὶ τῶν τυφλῶν τὴν πίστιν γυμνάζων ἢ καὶ φανερῶν, παρέλκει αὐτοὺς σιγῶν μέχρι τοῦ εἰσελθεῖν εἰς τὴν οἰκίαν, ἀφ’ ἧς ἐξῆλθε τὴν ἀρχήν· εἶτα λέγει πρὸς αὐτούς, «πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι;», οἱ δὲ λέγουσιν αὐτῷ· «ναί, Κύριε». Οὐκ ἀγνοῶν δὲ ἐρωτᾷ, ἀλλ’ ἵνα τοῖς ἀγνοοῦσι φανερὰν τὴν τῶν τυφλῶν ποιήσῃ πίστιν. Διὸ καὶ ἁψάμενος τῶν ὀφθαλμῶν αὐτῶν ἐπήγαγε, «κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν», καὶ ἀνεώχθησαν αὐτῶν οἱ ὀφθαλμοί, μαρτυροῦντες ὅτι τε ἐπίστευσαν ἐκεῖνοι καὶ ὅτι τοιοῦτός ἐστιν αὐτός, ὁποῖον ὄντα ἐπίστευσαν ἐκεῖνοι, Θεὸς ὁμοῦ καὶ ἄνθρωπος· ὡς μὲν γὰρ ἄνθρωπος, υἱός τε ἦν Δαβὶδ καὶ ταῖς οἰκείαις χερσὶν ἥψατο τῶν ὀφθαλμῶν καὶ αἰσθητῶς ἐφθέγξατο· ὡς δὲ Θεὸς καὶ τοῦ φωτὸς δημιουργὸς φῶς τοῖς σκοτεινοῖς παρέσχεν ὀφθαλμοῖς.
Ἐπεὶ δὲ φανερὸν γενέσθαι αὐτὸν τοῖς πᾶσιν οὔπω καιρὸς ἦν, τοῦτο γὰρ μετὰ τὸ πάθος αὐτοῦ καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἐταμιεύετο, «ἐνεβριμήσατο αὐτοῖς», φησί, «λέγων, ὁρᾶτε μηδεὶς γινωσκέτω», σιωπᾶν αὐτοῖς ἐπιτάξας μετὰ πολλῆς τῆς σφοδρότητος τὸ γεγονός. Οἱ δὲ «ἐξελθόντες», φησί, «διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ». Ὡς ἔοικεν, εἰ μὴ παρηγγέλλοντο σιγᾶν, καὶ παγκόσμιοι ἂν ἐγένοντο κήρυκες τῆς αὐτοῦ δυνάμεως· ἐπεὶ δὲ παρηγγέλθησαν, ἀπέσχοντο μὲν τοῦ πόρρω βαδίζειν, ἐν δὲ τοῖς πλησιοχώροις οὐχ ὑπήνεγκαν μὴ κηρύττειν. Οὕτω μὴ τὸ σῶμα μόνον, ἀλλὰ καὶ τὴν ψυχὴν τελέως ἐφωτίσθησαν οἱ τῷ Χριστῷ ἀκολουθήσαντες τυφλοί.
Ἀκολουθήσωμεν οὖν καὶ ἡμεῖς, ἀδελφοί, τῷ φωτί, τῷ καὶ ψυχὴν καὶ σῶμα φωτίζοντι. Ὁδεύσωμεν πρὸς τὴν λάμψιν αὐτοῦ καὶ ὡς ἐν ἡμέρᾳ Κυρίου εὐσχημόνως περιπατήσωμεν. Δοξάσωμεν αὐτὸν δι’ ἔργων ἀγαθῶν καὶ τοὺς εἰς ἡμᾶς ὁρῶντας δοξάζειν αὐτὸν παρασκευάσωμεν. Φύγωμεν τὸ ἀντίθετον σκότος, ὅ ἐστιν ἡ ἁμαρτία καὶ ὁ τῆς ἁμαρτίας προστάτης διάβολος.
Ἐκεῖνο τὸ φῶς ἥλιος ὑπάρχον τῆς καθόλου δικαιοσύνης, σωφροσύνης, εἰρήνης, συμπαθείας, ἀνεξικακίας, ἀγάπης, καὶ ἁπλῶς πάσης ἀρετῆς, καθίστησι μετόχους τοὺς αὐτῷ προσανέχοντας· τὸ δὲ ἀντίθετον σκότος, σκότος κακίας ὄν, πόρνους, μοιχούς, μνησικάκους, ἀσπλάγχνους, ἀτάκτους, ἅρπαγας, καὶ ἁπλῶς πάσης κακίας πεπληρωμένους δείκνυσι τοὺς αὐτὸ πλησιάζοντας. Πόθεν γὰρ εἰπέ μοι τὸν πιστὸν τοῦ ἀπίστου, τὸν πεφωτισμένον τοῦ ἀφωτίστου, ταὐτὸ δὲ εἰπεῖν τὸν βεβαπτισμένον κατὰ Χριστὸν καὶ συνταξάμενον τῷ Χριστῷ τοῦ ἀβαπτίστου καὶ τῷ διαβόλῳ συντεταγμένου διακρινοῦμεν; Οὐκ ἀπὸ τῶν λόγων; οὐκ ἀπὸ τῶν ἔργων; οὐκ ἀπὸ τῶν τρόπων;
Εἴ τις οὖν κατὰ ταῦτα τοῖς ἀφωτίστοις ἐξομοιοῦται, λέγων εἶναι βεβαπτισμένος κατὰ Χριστόν, οὐ τῆς συμμορίας ἐκείνων ἐστὶ σαφῶς, περὶ ὧν φησιν ὁ ἀπόστολος, «Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς, καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι;». Ποῦ οὖν, εἰπέ, τάξωμεν τοὺς τοιούτους ὁμολογοῦντας ἅμα καὶ ἀρνουμένους Θεόν; Μετὰ τῶν πιστῶν; Ἀλλ’ ἀρνοῦνται τοῖς ἔργοις. Μετὰ τῶν ἀπίστων;
Ἀλλ’ ὁμολογοῦσι διὰ τῆς γλώττης· ὄντως διπρόσωπόν εἰσί τι καὶ δυσξύμβλητον τέρας. Ὁ μέντοι ψαλμῳδὸς προφήτης, φθάσας διελύσατο τὴν ἀπορίαν, «ἀποδώσει», λέγων, «ὁ Κύριος ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ». Αὐτὸς δὲ ὁ Κύριος τὸν ἀκούοντα καὶ μὴ ποιοῦντα τοὺς αὐτοῦ λόγους μωρὸν εἶναι ἀπεφήνατο.
Παῦλος δὲ ὁ ἐξ οὐρανοῦ κλητὸς ἀπόστολος, «ἀποδώσει», φησίν, «ὁ Κύριος, τοῖς μὲν καθ’ ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι, ζωὴν αἰώνιον· ὀργὴ δὲ καὶ θυμὸς καὶ θλίψις καὶ στενοχωρία ἐπὶ πάσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν»· καὶ πάλιν, «οὐχ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ’ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται»· καὶ «ὅς», φησίν, «ἐν νόμῳ καυχᾶσαι διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις».
Καθάπερ δέ, ἀδελφοί, πρὸς τοὺς Ἰουδαίους ἔλεγεν αὐτὸς ὁ Παῦλος, ὅτι «περιτομὴ ὠφελεῖ, ἐὰν νόμον πράττῃς, ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονεν», οὕτως οὐδὲν ἀπᾷδον πρὸς ὑμᾶς εἰπεῖν, ὅτι πίστις ὠφελεῖ ἐὰν κατὰ συνείδησιν πολιτεύηταί τις καὶ ἀνακαθαίρῃ ἑαυτὸν δι’ ἐξομολογήσεως καὶ μετανοίας, καὶ τὰς συνθήκας, ἃς ἐποιήσατο πρὸς τὸν Θεὸν ἐπὶ τοῦ θείου βαπτίσματος, εἰς ἔργον προάγῃ· ἐὰν δὲ τῇ συνειδήσει ἀπειθῇ καὶ τὰς συνθήκας ἀθετῇ, ἡ τούτου πίστις ἀπιστία γίνεται. Πῶς γὰρ ἐπιστεύσαμεν ὅτι σωθησόμεθα βαπτισθέντες;
Πάντως ὅτι τοῦ Κυρίου ἠκούσαμεν εἰπόντος, «ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται». Ἐπεὶ τοίνυν ἐκεῖνος ἀμφότερα ταῦτα εἶπεν, ἡ αὐτοαλήθεια, τό τε πιστεῦσαι καὶ τὸ βαπτισθῆναι, τῶν ἀδυνάτων ἐστὶ σωθῆναι τὸν μὴ θέλοντα βαπτισθῆναι, κἂν λέγῃ δῆθεν πιστεύειν, καὶ τὸν μὴ πιστεύοντα, κἂν ἐβαπτίσθη. Ἀλλ’ ἐρεῖ πιστεύειν πᾶς ὁ βαπτισθείς; Ἀλλ’ ἀκούσει παρὰ τοῦ ἀποστόλου, «δεῖξόν μοι τὴν πίστιν σου ἐκ τῶν ἔργων σου». Καὶ ὁ Κύριος γὰρ διὰ τοῦτο τὴν πίστιν τῷ θείῳ βαπτίσματι συντάττει, διὰ τῆς πίστεως τὴν τῶν οἰκείων ἐντολῶν τήρησιν τῷ βαπτίσματι συνάπτων· πρότερον γὰρ εἰπὼν τοῖς μαθηταῖς, «πορευθέντες εἰς τὸν κόσμον ἅπαντα, κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει», εἶτ’ ἐπήγαγεν, «ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται».
Τί οὖν φησιν ἐν τῷ κεκηρυγμένῳ παρὰ τῶν πεμφθέντων εὐαγγελίῳ, καὶ τί πιστεύειν ἀναγκαίως πρακτέον εἶναι τοῖς ὑπακούουσι; Πάντως ὅτι ὁ τὰς ἐντολὰς ἔχων τοῦ Χριστοῦ καὶ πράττων καὶ τηρῶν αὐτάς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν αὐτόν· καὶ ὅτι δι’ ὑπομονῆς καὶ τῆς στενῆς καὶ τεθλιμμένης ζωῆς τῆς σωτηρίας ἔστιν ἐπιτυχεῖν· καί, ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ἡμῶν πλεῖον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθωμεν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ταῦτα γάρ ἐστιν ἅπερ διὰ τοῦ εὐαγγελίου κηρύττειν αὐτοῖς ἐπέταξεν.
Οὐκοῦν ὁ τηρεῖν σπεύδων τὰς θείας ἐντολάς, ἐκεῖνός ἐστιν ὁ πιστεύων· ὁ δὲ μὴ σπεύδων πράττειν καὶ τηρεῖν, μηδὲ ζημίαν ἡγούμενος τὸ μὴ τηρεῖν, μηδὲ διὰ μετανοίας ἑαυτὸν ἐπανάγων πρὸς τὴν τῶν θείων ἐντολῶν τήρησιν, οὐδὲ μετὰ τῶν βεβαπτισμένων στήσεται, κἂν λέγῃ βεβαπτίσθαι· «διχοτομήσει γάρ», φησίν, «αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει».
Ἀλλὰ τοῦτο μὲν πρὸς ἡμᾶς ἐν ἀπειλαῖς ἔτι κεῖται, φιλανθρώπως τοῦ δεσπότου τὴν ἡμετέραν μετάνοιαν ἐκδεχομένου· τοὺς δὲ Ἰουδαίους πρὸς σωφρονισμὸν ἡμέτερον ἐντεῦθεν ἐδιχοτόμησε καὶ τῆς πρὸς ἑαυτὸν καὶ τὸν Ἀβραὰμ συγγενείας ἀπηλλοτρίωσε, πρὸς αὐτοὺς λέγων, «ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν, τοῦ διαβόλου, ἐστέ, καὶ τὰς ἐπιθυμίας αὐτοῦ θέλετε ποιεῖν»· καὶ πάλιν, «εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν». Ὅτι δὲ ἐκ γένους Ἀβραὰμ ἦσαν οὗτοι, τίς οὐκ οἶδεν; Εἰ γοῦν ἡ τῶν ἔργων τε καὶ τρόπων ἀλλοτριότης καὶ τὴν κατὰ σάρκα γνησιότητα καταργεῖ καὶ τοὺς καθ’ αἷμα υἱοὺς ἐκβάλλει τῆς υἱότητος, πῶς ἡμᾶς τοὺς μηδὲ κατὰ σάρκα τὸ γένος ἀναφέρειν ἔχοντας εἰς Χριστόν, ἡ διὰ τῶν ἡμετέρων ἔργων τε καὶ τρόπων πρὸς αὐτὸν ἀνομοιότης, οὐκ ἀπαλλοτριώσει τῆς θείας υἱοθεσίας καὶ τῷ ἀντικειμένῳ φέρουσα συντάξει;
Ἀλλὰ ταῦτα καὶ ὁ Κύριος φιλανθρώπως κατηξίωσεν εἰπεῖν καὶ ἡμεῖς τολμῶμεν πρὸς ὑμᾶς λαλεῖν, οἱ τοῖς αὐτοῖς ὑποκείμενοι πάθεσιν, ἵνα μὴ ταῦτα πράττωμεν· ἵνα μὴ ταῦτα πάθωμεν· ἵνα μὴ τῇ καταδίκῃ τῶν εἰς τέλος ἀποβλήτων ὑπευθύνους ἑαυτοὺς ποιήσωμεν. Ἔνι γὰρ ἐνταῦθα μὴ μόνον ταῦτα φυγεῖν διὰ τῆς μετανοίας, ἀλλὰ καὶ διὰ τῶν καρπῶν τῆς μετανοίας συστῆναί τε καὶ ἀφομοιωθῆναι τῷ Υἱῷ τοῦ Θεοῦ, τῷ δυναμένῳ ἐξάγειν ἀξίους ἐξ ἀναξίων καὶ υἱοποιεῖν δι’ ἑαυτοῦ τῷ ἀνωτάτῳ Πατρὶ καὶ κληρονόμους καὶ συγκληρονόμους ποιεῖν τῆς ἑαυτοῦ καὶ τοῦ Πατρὸς δόξης καὶ βασιλείας.
Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, μεθ’ οὗ τῷ Πατρὶ δόξα σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.