Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ομιλίες ΚΑ΄–ΜΒ΄

Γρηγόριος Παλαμᾶς

Η προέλευση των ασθενειών, ο θάνατος και η θεία ίαση

Η είσοδος του πνευματικού και του σωματικού θανάτου μέσω της αμαρτίας και η προτροπή προς αναζήτηση της θείας ίασης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 11 από 22

ΕΚΦΩΝΗΘΕΙΣΑ ΕΝ ΛΙΤῌ ΤΕΛΟΥΜΕΝῌ ΚΑΤΑ ΤΗΝ ΠΡΩΤΗΝ ΤΟΥ ΑΥΓΟΥΣΤΟΥ «Ὁ Θεὸς θάνατον οὐκ ἐποίησεν, οὐδὲ τέρπεται ἐπ’ ἀπωλείᾳ ζώντων». Εἰ δὲ θάνατον ὁ Θεὸς οὐκ ἐποίησεν, οὐδὲ τῶν ἐπακολουθησάντων τῷ θανάτῳ χαλεπῶν αὐτὸς ἡμῖν ἐστιν αἴτιος, πόθεν οὖν ἡμῖν αἱ ἀρρωστίαι καὶ τὰ νοσήματα καὶ τἄλλα τῶν δυσχερῶν, ἀφ’ οὗ καὶ ὁ θάνατος; πόθεν δὲ καὶ ὁ θάνατος; Ἀπὸ τῆς πρὸς τὸν Θεὸν τὴν ἀρχὴν ἡμετέρας παρακοῆς· ἀπὸ τῆς παραβάσεως τῆς ὑπὸ Θεοῦ δεδομένης ἡμῖν ἐντολῆς· ἀπὸ τῆς ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ προγονικῆς ἡμῶν ἁμαρτίας. Ὥστε καὶ αἱ νόσοι καὶ τὰ ἀρρωστήματα καὶ τὸ ποικίλον ἅπαν τῶν πειρασμῶν ἄχθος, ἀπὸ τῆς ἁμαρτίας ἐστί· δι’ αὐτὴν γὰρ ἐνεδύθημεν τοὺς δερματίνους χιτῶνας, τὸ νοσερὸν τοῦτο καὶ θνητὸν καὶ πολυώδυνον σῶμα, καὶ μετῳκίσθημεν εἰς τὸν πρόσκαιρον καὶ ἐπίκηρον τοῦτον κόσμον καὶ κατεδικάσθημεν ζῆν πολυπαθῆ καὶ πολυσύμφορον βίον. Ὁδὸς οὖν ἐστιν οἷον ἡ νόσος τραχεῖά τε καὶ δυσάντης, εἰς ἣν ὁδὸν εἰσήγαγε τῶν ἀνθρώπων τὸ γένος ἡ ἁμαρτία· καὶ τῆς ὁδοῦ ταύτης ὁ τελευταῖος σταθμὸς καὶ τὸ ἔσχατον καταγώγιόν ἐστιν ὁ θάνατος.

Οὐ μόνον δὲ ὁ Θεὸς θάνατον οὐκ ἐποίησεν, ἀλλὰ καὶ ἐκώλυσε γενέσθαι· καίτοι ἐπειδήπερ αὐτεξούσιον ζῶον τὸν ἄνθρωπον ἔπλασεν, οὐκ ἔδει κωλύειν, ἵνα μὴ τὸ οἰκεῖον ἔργον ἀνέλῃ τὴν παρ’ αὐτοῦ δεδομένην ἡμῖν αὐτεξουσιότητα ἀφαιρούμενος. Ἀλλ’ εὗρεν ἐν σοφίᾳ καὶ ἀγαθότητι, πῶς ἂν καὶ κωλύσῃ ἀπὸ τοῦ θανάτου τὸν ἄνθρωπον καὶ τὸ αὐτεξούσιον αὐτῷ συντηρήσῃ. Πῶς οὖν τοῦτο ἐποίησεν; Εὐθὺς πλάσας τε καὶ ζωώσας ἀπαθανατίζουσαν εἰσήνεγκεν αὐτῷ συμβουλήν· καὶ προασφαλιζόμενος ἄγαν τὴν ζωοποιὸν συμβουλὴν οἰκείαν ἐποίησεν ἐντολὴν καὶ προηγόρευσε φανερῶς, θάνατον εἶναι διατεινάμενος τῆς ζωούσης ἐντολῆς τὴν ἀθέτησιν, καὶ θάνατον οὐ τὸν σωματικὸν τέως, ἀλλὰ τὸν τῆς ψυχῆς, εἰπὼν πρὸς τὴν τῶν προπατόρων ἡμῶν συζυγίαν ἐκείνην, ᾗ ἂν ὥρᾳ φάγησθε ἀπὸ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, θανάτῳ ἀποθανεῖσθε. Ὁρᾶτε, οὐκ εἶπε προστακτικῶς, ‘ᾗ ἂν ἡμέρᾳ φάγησθε ἀποθάνετε’· τὸ γὰρ πρόσταγμα αὐτοῦ γένεσίς ἐστι τοῖς οὖσι πᾶσι, καὶ αὐτὸς τὰ πάντα ἐνετείλατο καὶ ἐκτίσθησαν, τὸν δὲ θάνατον οὐκ ἐνετείλατο, ἀλλὰ προκατήγγειλεν ἐκ παραβάσεως ἐσόμενον, εἰπών, μὴ φάγησθε ἀπὸ τοῦ ξύλου, ᾗ γὰρ ἂν ἡμέρᾳ φάγησθε ἀποθανεῖσθε, ἵνα τὴν συμβουλὴν στέργοντες καὶ τὴν παράβασιν φεύγοντες τῷ θανάτῳ μὴ περιπέσωμεν.

Ὅτι δὲ καὶ θάνατον οὐ τὸν σωματικὸν εἶπε τέως, ἀλλὰ τὸν τῆς ψυχῆς, φανερόν· οὐ γὰρ ἀπέθανον σωματικῶς, καθ’ ἣν ἡμέραν ἐγεύσαντο τοῦ ἀπηγορευμένου ξύλου.

Ἀλλὰ τίς ἐστιν ὁ τῆς ψυχῆς θάνατος; Ἡ τοῦ Θεοῦ ἐγκατάλειψις. Ὥσπερ γὰρ φωτὸς παρόντος οὐκ ἔστιν ἐνταυτῷ παρεῖναι καὶ σκότος, ἀλλ’ ἐπιλιπόντος τοῦ φωτὸς τὸν τόπον, σκότος ἐπιγίνεται, οὐκ ἐκ τοῦ φωτὸς ἔχον τὴν γένεσιν, ἀλλ’ ἐκ τοῦ διαφράττοντος, ἐκ τῆς σκιᾶς, οὕτω καὶ τοῦ Θεοῦ αὐτοζωῆς ὄντος καὶ ζωῆς τῶν ζώντων πάντων, καὶ μάλιστα τῶν θείως ζώντων, παρόντος τῇ καθ’ ἡμᾶς ψυχῇ, ἀδύνατον καὶ τὸν θάνατον παρεῖναι ταύτῃ. Ἐγκαταλιπόντος δὲ ταύτην τοῦ Θεοῦ, ὁ θάνατος αὐτῇ προσγίνεται, οὐκ ἐκ τοῦ Θεοῦ τὴν γένεσιν ἔχων, ἀλλ’ ἐκ τοῦ αἰτίου τῆς θείας ἐγκαταλείψεως, ὅπερ ἐστὶν ἡ ἁμαρτία.

Ἀλλὰ πῶς ἐγκαταλιμπάνει τὴν ψυχὴν ὁ πανταχοῦ παρών, ὁ μηδαμόθεν ἀπών; Ὡς πρότερον ἐγκαταλιποῦσαν τοῦτον αὐτὴν ἑκοῦσαν καὶ ὡς αὐτεξούσιον ὑπ’ αὐτοῦ κτισθεῖσαν μὴ βιαζόμενος· ὥστε καὶ τῆς εἰς ἡμᾶς θείας ἐγκαταλείψεως ἡμεῖς ἡμῖν αὐτοῖς ἐσμεν αἴτιοι, ἀλλ’ οὐχ ὁ ποιήσας ἡμᾶς Θεός. Ἡμεῖς οὖν ἐσμεν, φεῦ, οἱ τοῦ οἰκείου θανάτου γεννήτορες, καταλιπόντες ἑκόντες τὸν εἰς τὸ ζῆν κτίσαντα καὶ ἀεὶ παρόντα καὶ παρ’ ἑαυτοῦ ζωοποιοῦντα δεσπότην, ὥσπερ οἱ ἐν σταθερᾷ μεσημβρίᾳ τοὺς ὀφθαλμοὺς καταμύοντες καὶ τοῦ φωτὸς ἑκόντες ἀπέχοντες, καίτοι παρόντος καὶ ἐπιλάμποντος. Ἀθετήσαντες γὰρ τὴν ζωοποιὸν συμβουλὴν καὶ τὸν Θεὸν καταλιπόντες διὰ τῆς ἀθετήσεως καὶ τῆς ζωῆς ἀποστάντες ἑκόντες, προσεδεξάμεθα τὴν θανατηφόρον συμβουλὴν τοῦ Σατᾶν, καὶ δι’ αὐτῆς ἡμῖν αὐτοῖς τοῦτον εἰσῳκισάμεθα, νεκρὸν ὄντα πνεῦμα, ὡς πρότερον αὐτὸν ἐγκαταλιπόντα Θεὸν καὶ νεκρώσεως ἡμῖν δι’ ἑαυτοῦ γενόμενον πρόξενον, καὶ νεκρώσεως ἔτι τῆς κατὰ ψυχὴν λέγω, ἥτις ὅταν ᾖ κεχωρισμένη Θεοῦ, κατὰ Παῦλον εἰπεῖν, ζῶσα τέθνηκε. Μᾶλλον δὲ καὶ θανάτου χείρων αὐτῆς ἡ ζωή· ἀργὴ γὰρ οὖσα πρὸς πᾶν ἀγαθόν, ἐνεργὴς γίνεται πρὸς πᾶν πονηρόν, αὐτεπίβουλος οὖσα καὶ αὐτοφθόνῳ κακίᾳ διηνεκῶς πρὸς τὰ χείρω ἑαυτὴν συνελαύνουσα.

Τάχα πολλοὶ τὸν Ἀδὰμ αἰτιῶνται, πῶς εὐκόλως τῷ πονηρῷ συμβούλῳ πεισθεὶς τὴν θείαν ἠθέτησεν ἐντολὴν καὶ διὰ τῆς τοιαύτης ἀθετήσεως ἡμῖν τὸν θάνατον προεξένησεν. Ἀλλ’ οὐκ ἔστιν ἴσον πρὸ τῆς πείρας ἐθελῆσαι γεύσασθαι θανασίμου τινὸς βοτάνης καὶ μετὰ τὸ μαθεῖν διὰ πείρας θανάσιμον οὖσαν ἀπὸ ταύτης ποθεῖν ἐσθίειν· μεμπτέος γὰρ μᾶλλον ὁ μετὰ τὴν πεῖραν σπῶν τοῦ δηλητηρίου καὶ τὸν θάνατον ἀθλίως πρὸς ἑαυτὸν ἐφελκόμενος τοῦ πρὸ τῆς πείρας τοῦτο πράττοντός τε καὶ πάσχοντος.

Ὁ μὲν οὖν Ἀδὰμ πρὸ τῆς πείρας τῷ πονηρῷ συμβούλω πεισθείς, παρέβη τὴν τοῦ ἀγαθοῦ συμβουλήν τε καὶ ἐντολήν· ἡμῶν δὲ ἕκαστος τοῦτο πράττει, φεῦ, μετὰ τὴν πεῖραν καὶ τὴν ἔκβασιν τῶν ἠπειλημένων· διὸ καὶ περισσότερον ἡμῶν ἕκαστος ἢ ὁ Ἀδὰμ ἐκεῖνος μεμπτέος ἐστὶ καὶ κατάκριτος. Ἀλλ’ οὐκ ἔστιν ἐν ἡμῖν ἐκεῖνο τὸ ξύλον, οὐδὲ τοῦ Θεοῦ νῦν ἐστι πρὸς ἡμᾶς ἐντολὴ τὴν ἐκείνου γεῦσιν ἀπαγορεύουσα; Τοῦτ’ αὐτὸ μὲν ἐκεῖνο τὸ ξύλον οὐκ ἔστιν ἐν ἡμῖν ἴσως, ἡ δὲ τοῦ Θεοῦ ἐντολὴ καὶ νῦν ἡμῖν πάρεστι, τοὺς μὲν αὐτῇ πειθομένους καὶ κατ’ αὐτὴν ζῆν ἐθέλοντας τῆς τῶν οἰκείων πάντων ἁμαρτημάτων εὐθύνης καὶ τῆς προγονικῆς ἀρᾶς καὶ καταδίκης ἐλευθεροῦσα, τοὺς δὲ καὶ νῦν αὐτὴν ἀθετοῦντας καὶ προτιμῶντας αὐτῆς τὴν τοῦ πονηροῦ συμβουλήν τε καὶ προσβολήν, εἰς τὴν ἠπειλημένην τῷ διαβόλῳ καὶ προητοιμασμένην αἰώνιον ἐκείνην γέενναν τοῦ πυρὸς παραπέμπουσα.

Τίς οὖν ἐστιν ἡ νῦν ἡμῖν αὕτη προκειμένη τοῦ Θεοῦ ἐντολή; Ἡ μετάνοια, ἧς τὸ κεφάλαιον τῶν ἀπηγορευμένων μηκέτι ψαύειν. Ἐπεὶ γὰρ ἀπερρίφημεν τοῦ χωρίου τῆς ἐνθέου τρυφῆς καὶ ἀπεκλείσθημεν τοῦ παραδείσου τοῦ Θεοῦ δικαίως καὶ εἰς τὸ βάραθρον τοῦτο καταπεπτώκαμεν καὶ συνοικεῖν καὶ συνδιαιτᾶσθαι τοῖς ἀλόγοις ζώοις κατεδικάσθημεν καὶ ἀνέλπιδες κατέστημεν, ὅσον τὸ εἰς ἡμᾶς ἧκον, τῆς πρὸς τὸν παράδεισον ἀνακλήσεως, αὐτὸς ὁ δικαιοσύνῃ τότε τὴν δίκην ἐπενεγκών, μᾶλλον δὲ δικαίως ταύτην ἐπελθεῖν ἡμῖν συγχωρήσας, ὑπερβολῇ νῦν φιλανθρωπίας καὶ ἀγαθότητος, διὰ σπλάγχνα ἐλέους αὐτοῦ, μέχρις ἡμῶν ὑπὲρ ἡμῶν κατῆλθε, καὶ καθ’ ἡμᾶς γενόμενος ἀναμαρτήτως ἄνθρωπος, ἵνα τῷ ὁμοίῳ τὸ ὅμοιον ἀναδιδάξῃ καὶ ἀνασώσηται, τὴν σωτήριον τῆς μετανοίας εἰσήνεγκε συμβουλήν τε καὶ ἐντολήν, πρὸς ἡμᾶς εἰπών· «μετανοεῖτε, ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν». Πρὸ μὲν γὰρ τῆς ἐνανθρωπήσεως τοῦ Λόγου τοῦ Θεοῦ, ὅσον ὁ οὐρανὸς ἀπὸ τῆς γῆς ἀπέχει, τοσοῦτο μακρὰν ἡμῶν ἦν ἡ βασιλεία τῶν οὐρανῶν· τοῦ δὲ βασιλέως τῶν οὐρανῶν ἡμῖν ἐνδημήσαντος καὶ τὴν μεθ’ ἡμῶν ἕνωσιν εὐδοκήσαντος, ἤγγισεν ἡμῖν πᾶσιν ἡ βασιλεία τῶν οὐρανῶν.

Μετανοήσωμεν οὖν, ἀδελφοί, παρακαλῶ, καὶ καρποὺς ἀξίους τῆς μετανοίας ἐπιδειξώμεθα, ἵνα τὴν τῶν οὐρανῶν βασιλείαν κληρονομήσωμεν· ἐγγὺς ἡμῶν αὕτη γέγονε, μὴ μακρύνωμεν ἡμᾶς αὐτοὺς ἀπὸ ταύτης ἡμεῖς διὰ τῶν ἔργων τῶν πονηρῶν.

Τὸ ἀνέσπερον ἡμῖν ἐπέλαμψε φῶς· ὁδεύσωμεν πρὸς τὴν λάμψιν αὐτοῦ διὰ τῶν ἔργων τῶν ἀγαθῶν. Ἡ αἰώνιος ἐφανερώθη ζωή· ἀντιλαβώμεθα ταύτης ἡμεῖς δι’ ἀρετῶν ὅση δύναμις. Ὁ μακαρίους ποιῶν ἡμᾶς Χριστὸς ἐπεδήμησε· προθύμως αὐτῷ προσέλθωμεν. Φύγωμεν τῶν ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένων τὴν ἀθλιότητα. Ποθήσωμεν καὶ κτησώμεθα τὰ ἔργα τῆς μετανοίας, φρόνημα ταπεινόν, κατάνυξιν καὶ πένθος πνευματικόν, καρδίαν πρᾳεῖαν ἐλέους γέμουσαν, δικαιοσύνης ἐρῶσαν, καθαριότητος ἀντιποιουμένην, εἰρηνικήν, εἰρηνοποιόν, φερέπονον, τοῖς ὑπὲρ ἀληθείας καὶ δικαιοσύνης ἐνασμενίζουσαν διωγμοῖς καὶ ζημίαις καὶ ὕβρεσι καὶ συκοφαντίαις καὶ πάθεσι, τοῦ λέγοντος ἀκούοντες· «μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται· μακάριοι οἱ πρᾳεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν· μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην», καὶ ὅσα τῶν ἑξῆς.

Ἀλλὰ τίνος ἕνεκεν, εἰπὼν ὁ Κύριος, «μακάριοι οἱ πτωχοί», προσέθηκε, «τῷ πνεύματι»; Ἵνα τῆς ἀθλίας τὴν μακαρίαν διέλῃ πτωχείαν καὶ ἵνα πᾶσαν ὡς ἐν ὀλίγῳ μεμακαρισμένην πτωχείαν συμπεριλάβῃ, καὶ πρὸς τούτοις, ἵνα τὸ αἴτιον τῆς μακαριότητος ἡμῖν ἐπιδείξῃ· πρωτοπαθὲς γὰρ ὂν τὸ καθ’ ἡμᾶς πνεῦμα, καλῶς μὲν ἔχον καὶ θεοφιλῶς μακαρίους ἡμᾶς ποιεῖ, κακῶς δὲ καὶ θεοφιλῶς διακείμενον ἀθλίους ἀποκαθίστησι· καὶ διὰ τοῦτο ὁ Κύριος ἀπὸ τούτου τὴν ἀρχὴν τῶν μακαρισμῶν ἐποιήσατο. Τρεῖς δέ εἰσι πτωχεῖαι· μία μὲν ἡ κατὰ τὸν βίον ἑκάστου καὶ τὴν περιουσίαν, ἥτις ἐστὶν ἡ στένωσις τῶν πρὸς τὸ ζῆν ἀναγκαίων, ᾗ ἐναντιώτατόν ἐστιν ὁ πλοῦτος, κατὰ τὸν εἰπόντα, «πλοῦτον καὶ πενίαν μή μοι δός». Ἑτέρα ἐστὶ πτωχεία ἡ κατὰ τὸ οἰκεῖον ἑκάστου σῶμα, ὅταν ὑπὸ λιτῆς ἄγαν διαίτης καὶ ὀλιγοτροφίας ὑπάρχῃ κατεσκλημένον, κατὰ τὸν εἰπόντα, «τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας καὶ ἡ σάρξ μου ἠλλοιώθη δι’ ἔλαιον». Ἑτέρα ἐστὶ πτωχεία τὸ μετριάζον καὶ συνεσταλμένον τοῦ φρονήματος τῆς ψυχῆς, ὅπερ ἐστὶν ἡ τοῦ καθ’ ἡμᾶς πνεύματος τῆς ψυχῆς ταπείνωσις, ᾗ ἐναντίον ἡ ὑπερηφανία.

Ἐκεῖναι τοίνυν, ἡ τοῦ βίου λέγω καὶ τοῦ σώματος πτωχεία, ἐὰν μὲν συνημμέναι ὦσι τῷ ταπεινῷ τῆς ψυχῆς φρονήματι, μακαριότητός εἰσιν ἄξιαι· εἰ δὲ διεζευγμέναι τῆς ταπεινώσεως μεθ’ ὑπερηφανίας εἰσίν, ἀθλιότητος ὄντως εἰσὶ μεσταί. Ἢ γὰρ ἑκουσίως τις ὑπάρχει κατὰ τὸν βίον ἢ κατὰ τὸ σῶμα πτωχός, ἢ ἀκουσίως. Ἂν οὖν ἀκουσίως ᾖ τις πτωχός, οὐκ ἔχῃ δὲ τὴν ἐκ μετανοίας τῇ ψυχῇ προσγινομένην ἀγαθὴν διάθεσιν, τὴν ταπείνωσιν, οὐ φέρῃ γενναίως τὴν ἀκουσίως προσοῦσαν αὐτῷ πτωχείαν, ἀλλὰ καὶ κατὰ Θεοῦ γογγύζῃ, τῆς δικαιοτάτης αὐτοῦ προνοίας ὡς μὴ τοιαύτης οὔσης καταφερομένης καὶ τοῖς ἀνθρώποις πολυτρόπως ἐπηρεάζῃ, μὴ πρὸς Θεὸν βλέπων, ἐφ’ ὃν οὐδεὶς ἐλπίσας κατῃσχύνθη ποτέ, οὐδὲ τὰς δαπάνας συστέλλων καὶ ταῖς χερσὶ τὸ ζῆν ποριζόμενος ἢ προσαιτῶν παρὰ τῶν εὐπορούντων σὺν ταπεινώσει, ἀλλ’ ἢ κλέπτης, λωποδύτης, τυμβωρύχος, ἅρπαξ γενόμενος, ἢ παράσιτος, συκοφάντης, ψεύστης, ὑποκριτής, ἀγανῆ καὶ δουλοπρεπῆ κολακείαν ὑπερχόμενος πρὸς τοὺς ἔχοντας, ἐπὶ προσδοκίᾳ τοῦ λαβεῖν τινα πορισμὸν παρ’ αὐτῶν, ἆρ’ οὐκ ἀθλιώτατός ἐστιν ὁ τοιοῦτος πτωχός, μᾶλλον δὲ οἱ τοιοῦτοι, καὶ τῶν ὑπὸ τοῦ Χριστοῦ μακαριζομένων ἀλλοτριώτατοι;

Εἰ δέ τις εὑρεθείῃ πτωχεύων ἑκουσίως μέν, φυσιώσει δέ τινι μᾶλλον, ἀλλ’ οὐ σὺν ταπεινώσει τοῦτο πράττων, μηδὲ διὰ τὴν ἐπαινετὴν πτωχείαν τοῦ πνεύματος τὴν τρυφὴν καὶ τὸν πλοῦτον ἀποποιούμενος, καὶ οὗτος μικροῦ παραπλήσιος ὑπάρχει τοῖς δαίμοσιν· ἐκείνων γὰρ ἡ μεθ’ ὑπερηφανίας ἀτροφία καὶ ἀκτησία.

Διὰ ταῦτα, «μακάριοι», φησὶν ὁ Κύριος, «οἱ πτωχοὶ τῷ πνεύματι», τουτέστιν οἱ διὰ τὴν ἔνδον καὶ ἐν ἑαυτοῖς τοῦ φρονήματος τῆς ψυχῆς ταπείνωσιν καὶ τὴν ἐκ τῆς ἐγκρατείας τοῦ σώματος ἀσπαζόμενοι πτωχείαν καὶ τὴν ἀκτημοσύνην πλούτου παντὸς ποθεινοτέραν ἡγούμενοι· οἳ κἄν τι τούτων ἀκουσίως αὐτοῖς ἐπέλθοι, διὰ τῆς ὑπομονῆς καὶ τῆς εὐχαριστίας ἑκούσιον ἑαυτοῖς ποιοῦνται τὸ ἀγαθὸν καὶ τῶν τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.

Σπουδάσωμεν, ἀδελφοί, τοιοῦτοι πτωχοὶ καὶ ἡμεῖς γενέσθαι, ἵνα βασιλείαν οὐράνιον κομισώμεθα· εἰ δὲ μὴ προαιρούμεθα τοιοῦτοι πτωχοὶ γενέσθαι, διὰ γοῦν τῆς ἐλεημοσύνης καὶ τῆς ἐκ τῶν ὑπαρχόντων ἡμῖν μεταδόσεως κοινωνοὶ τῶν τοιούτων πτωχῶν γενώμεθα. Κτησώμεθα φίλους ἐκ τοῦ Μαμωνᾶ τῆς ἀδικίας, τουτέστιν ἐκ τῶν κατὰ περίσσειαν ἐνόντων ἡμῖν, ἕως ἂν ὦμεν ἐν τῇ παρούσῃ ζωῇ, ὡς ἂν μεταστάντας τῆς ἐνταῦθα ζωῆς δέξωνται ἡμᾶς εἰς τὰς αἰωνίους αὐτῶν ἐκεῖνοι μονάς.

Ἐβουλόμην μὲν οὖν καὶ πάντων ἑξῆς τῶν ἐν τῷ εὐαγγελίῳ τοῦ Κυρίου μακαρισμῶν παραγυμνῶσαι νῦν ὑμῖν, ἀδελφοί, τὴν διάνοιαν· ἀλλ’ οὔτε ὁ παρὼν ἀρκέσει καιρὸς καὶ ὁ προτεθεὶς ἡμῖν τὴν ἀρχὴν λόγος ἀπαιτεῖ τὸ λεῖπον· δεῖξαι γὰρ προεθέμεθα, ὡς ὁ Θεὸς θάνατον οὐκ ἐποίησεν, οὐδὲ νοσήματα καὶ ἀσθενείας, ἐδείξαμεν δὲ τοῦτο ἐπὶ τοῦ κατὰ ψυχὴν θανάτου, οὗ ἐστι προηγουμένως κέντρον ἡ ἁμαρτία.

Δεῖ γοῦν καὶ περὶ τοῦ κατὰ σῶμα θανάτου ζητῆσαι καὶ μαθεῖν ἡμᾶς, πόθεν ἔχει τὴν γένεσιν· καὶ τοῦτον γὰρ τὸν θάνατον ὁ Θεός, αὐτοζωὴ ὢν καὶ ὅλως ζωὴ καὶ ζωῆς παντοίας αἴτιος, τῆς τε ἐν χρόνῳ καὶ τῆς ἐν αἰῶνι, καὶ μάλιστα τῆς ἀϊδίου καὶ θεοειδοῦς· καὶ τοῦτον τοίνυν τὸν τοῦ σώματος θάνατον, ὁ Θεὸς οὔτε ἔδωκεν οὔτε ἐποίησεν οὔτε προσέταξε γενέσθαι. Εἰ δὲ καὶ τοῦτον ὁ Θεὸς τὸν θάνατον οὐκ ἐποίησεν, οὐδὲ τῶν σωματικῶν νοσημάτων αὐτός ἐστιν αἴτιος, πόθεν οὖν ἡμῖν αἱ σωματικαὶ ἀρρωστίαι καὶ τὰ νοσήματα, ἀφ’ οὗ καὶ ὁ τοῦ σώματος θάνατος;

Πόθεν δὲ ὁ θάνατος οὗτος, προσέχετε καὶ συνίετε. Ὁ νοητὸς καὶ ἀρχέκακος ὄφις, ἐπεὶ τὴν ἀρχὴν πρὸς τὴν κακίαν ἀπηυτομόλησε, στερεῖται τῆς ἀγαθῆς καὶ ὄντως ζωῆς, ἀπωσθεὶς ταύτης δικαίως, ἧς ἀπέδρα φθάσας αὐτός, καὶ νεκρὸν γίνεται πνεῦμα, οὐ κατ’ οὐσίαν, οὐ γάρ ἐστιν οὐσία νεκρότητος, ἀλλὰ κατὰ ἀποβολὴν τῆς ὄντως ζωῆς. Ὁ δὲ κόρον μὴ λαμβάνων τῆς πρὸς κακίαν ὁρμῆς, καὶ νεκροποιὸν ἑαυτὸν ποιεῖ πνεῦμα, δόλῳ, φεῦ, τὸν ἄνθρωπον ἐπισπασάμενος πρὸς κοινωνίαν τῆς οἰκείας νεκρώσεως.

Ὁμονοήσαντες δὲ τῷ Σατᾶν οἱ τοῦ γένους προπάτορες, παρὰ γνώμην τοῦ κτίσαντος, γυμνωθέντες τῶν ἐκ τῆς ἄνωθεν αἴγλης φωτεινῶν καὶ ζωτικῶν ἐνδυμάτων, νεκροί, φεῦ, ὡς ὁ Σατᾶν καὶ αὐτοὶ κατὰ πνεῦμα γεγόνασιν. Ἐπεὶ δ’ ὁ Σατᾶν οὐ νεκρόν ἐστι πνεῦμα μόνον, ἀλλὰ καὶ νεκροῦν τοὺς ἐγγίζοντας, τοῖς δὲ μετασχοῦσι τῆς ἐκείνου νεκρώσεως καὶ σῶμα παρῆν ἑκατέρῳ, δι’ οὗ καὶ συνεπεράνθη πρὸς ἔργον ἐλθοῦσα ἡ νεκροποιὸς συμβουλή, μεταδιδόασι καὶ τοῖς οἰκείοις σώμασι τὰ νεκρὰ καὶ νεκροποιὰ γεγονότα πνεύματα τῆς νεκρώσεως, κἂν διελύθη πάραυτα πρὸς γῆν ἐπιστρέψαν τὸ ἀνθρώπινον σῶμα, εἰ μὴ προμηθείᾳ καὶ δυνάμει συνεχόμενον κρείττονι τὴν ἀπόφασιν ἐκαρτέρει τοῦ ρήματι μόνῳ τὰ πάντα φέροντος· ὃς ἀνέσχε μὲν καὶ ὑπερέθετο, καθάπερ ἔφημεν πρότερον, τὴν ἀπόφασιν τοῦ κατὰ σῶμα θανάτου καί, ἡνίκα ταύτην ἐξήνεγκε, βάθει σοφίας καὶ φιλανθρωπίας ὑπερβολῇ πρὸς τὸ μέλλον τὴν εἰς ἔργον ἔκβασιν ταύτης ἐταμιεύσατο· οὐ γὰρ εἶπε πρὸς τὸν Ἀδάμ, ὡς ἐπεὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι μὴ φαγεῖν, ἐπιστράφηθι ὅθεν ἐξῆλθες, ἀλλὰ πολλὰ μεταξὺ προθείς, τὸ διάστημα δηλοῦντα τῆς ἐνταῦθα ζωῆς, εἶτ’ ἐπήνεγκεν, «ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ», μηδ’ ἐνταῦθα προστάσσων, ἀλλὰ προαναγγέλων καὶ ἐφιεὶς καὶ μὴ κωλύων τὸ ἐκβησόμενον σὺν δίκῃ.

Ὁρᾶτε, ὅτι οὐδὲ ὁ σωματικὸς θάνατος ἐκ τοῦ Θεοῦ, ἀλλ’ ἐκ τῆς ἁμαρτίας καὶ οὗτος καὶ τῆς τὴν ἁμαρτίαν ἐργασαμένης ψυχῆς καὶ τοῦ δολίως πρὸς τὴν ἁμαρτίαν συναρπάσαντος ὄφεως; Οὐκοῦν καὶ τὰ σωματικὰ νοσήματα ἀπὸ ταύτης ἔσχε τὴν πάροδον.

Διὰ τοῦτο καὶ ὁ πρῶτος νοσερὸν κτησάμενος σῶμα, ᾧ καὶ διηνεκεῖ κλόνῳ συζῶν ὁ Κάϊν, ἐκ τῆς ἁμαρτίας εἰς ταύτην ἦλθε τὴν καχεξίαν· ὁ γὰρ τρόμος, ὃν σπασμὸν ἰατρῶν ὀνομάζουσι παῖδες, ἀπροαίρετός ἐστι κίνησις ἐν τοῖς τὰ μέλη συνέχειν καὶ συνδεῖν πεφυκόσι μορίοις τοῦ σώματος· ὃς ὅταν ἐξ ἐνδείας ἐπιγένηται τοῦ ἐμφύτου ὑγροῦ, οὐδ’ εἴκει τῇ τέχνῃ, οὐδὲ ἴασιν εἰς τὸ ἑξῆς ἐπιδέχεται. Ἐπεὶ οὖν ὁ Κάϊν κακῶς εἰς τέλος διέθηκε τὸν ἐκ φύσεως ἐνυπάρχοντα πρὸς τὸν οἰκεῖον ἀδελφὸν σύνδεσμον, τὴν ἀγάπην περιτρέψας εἰς μῖσος, γεννηθὲν μὲν ἐκ φθόνου, τελευτῆσαν δὲ εἰς φόνον, διὰ τοῦτο, τῆς ἐκ τοῦ φθόνου τηκεδόνος συνεργαζομένης τὸ πάθος, ἀνηκέστῳ καταλλήλῳ παιδεύεται νόσῳ, τῇ κατὰ τὰ νεῦρα καὶ τοὺς μῦας πληγῇ, ἃ σύνδεσμος ὑπάρχει τοῦ σώματος.

Ὁρᾶτε σαφῶς, ὅτι μὴ μόνον ὁ θάνατος, ἀλλὰ καὶ τὰ νοσήματα καὶ αἱ ἀρρωστίαι τοῦ σώματος ἐκ τῆς ἁμαρτίας τὴν ἀρχὴν ἔσχον; Τοῦτο καὶ ὁ Κύριος ἡμῖν δεικνὺς ἐν τῷ εὐαγγελίῳ, μέλλων μὲν ἰᾶσθαι τὸν ἐν Καπερναοὺμ ὑπὸ τεσσάρων πρὸς αὐτὸν καθιέμενον παράλυτον, φησὶ πρὸς αὐτόν, «τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι», προανασπῶν οἷον τὸ κέντρον καὶ τὸ αἴτιον ἐκβάλλων τῆς νόσου, καὶ τότε τὴν ἰατρείαν ἐπάγων. Πρὸς δὲ τὸν ἐν Ἰερουσαλὴμ παρὰ τῇ προβατικῇ κολυμβήθρᾳ κείμενον μετὰ τὴν ἴασίν φησιν· «ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται». Τοῦτο καὶ Παῦλος εἰδώς, ὅτι τὰ πλεῖστα τῶν νοσημάτων ἐξ ἁμαρτίας εἰσίν, εἰπὼν περὶ τοῦ ἀναξίως προσερχομένου τῇ μυστικῇ τραπέζῃ, ὅτι κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει, εἶτά φησι· «διὰ τοῦτο πολλοὶ ἐν ὑμῖν ἀσθενεῖς καὶ ἄρρωστοι, καὶ κοιμῶνται ἱκανοί». Ἀλλὰ καὶ τῆς θνητῆς φύσεως αἱ κῆρες, παρ’ ὧν ἅπαν νόσημα, τὴν ἀρχὴν πάντως ἐκ τῆς ἁμαρτίας ἔσχον· σπάνιοι δέ εἰσιν οἱ πρὸς δόξαν Θεοῦ πάσχοντες, ὡς ὁ ἐκ γενετῆς τυφλὸς ὑπὸ τοῦ Κυρίου θεραπευθείς.

Ἡ γοῦν φιλανθρωπία τῶν θεοφόρων πατέρων, ἐπεὶ τῶν τεσσάρων ὡρῶν τοῦ ἐνιαυτοῦ νοσώδης ἐστὶν ἡ θερινή, καὶ ταύτης μᾶλλον ὁ Αὔγουστος μὴν οὗτος (ζέσασα γὰρ ἐκ τῆς προλαβούσης θέρμης καὶ τῶν καυμάτων ἡ ἐν ἡμῖν ὕλη, πᾶν ὅτι περ ἂν ἑνὸς ἢ δυοῖν εὕροι τῶν ἐν ἡμῖν στοιχείων, πρὸς πᾶν ἀναχεῖ τὸ σῶμα, καὶ οὕτω τοὺς ἄλλους τῶν ἐν ἡμῖν ἀχρειοῦσα, τὰς νόσους ποιεῖ)· ἡ γοῦν φιλανθρωπία, καθάπερ ἔφην, τῶν ἱερῶν πατέρων, ἰδοῦσα νοσώδη τὸν καιρὸν τοῦτον, ὡς ἂν ἡμῖν ἐπικουφίσῃ τὰς νόσους, τὸ ἡγιασμένον τοῦτο τοῦ ραντισμοῦ προσέταξε τελεῖν ἡμᾶς ὕδωρ, ἵν’ ἐντεῦθεν ἁγιαζόμενοι οἱ μετὰ πίστεως προσερχόμενοι, διαμένωμεν ἀνώτεροι τῶν ἐξ ἁμαρτημάτων προσβαλλόντων ἡμῖν νοσημάτων· ἅμα δὲ καὶ διδάσκοντες ἡμᾶς, ἄν τινι συμβῇ νόσος, μὴ πρὸς ἐπαοιδοὺς καὶ γόητας τρέχειν, ἀλλὰ πρὸς τὸν Θεόν, πρὸς τὴν τῶν ἁγίων αὐτοῦ πρεσβείαν, πρὸς τὰς τῶν ἀφιερωμένων αὐτῷ καὶ διὰ βίου ἀνακειμένων ὑπὲρ ἡμῶν ἐντεύξεις καὶ δεήσεις καὶ προσευχάς· οἱ γὰρ πρὸς ἐπῳδὰς καὶ γοητείας χωροῦντες ἀθετοῦσι τὸ εἶναι Θεόν, συντάσσονται τοῖς δαίμοσι, θανατοῦσι τὰς ἑαυτῶν ψυχάς· ἔστι δ’ ὅτε καὶ νόσους ἀνηκέστους ἐκ τούτων τρυγῶσι καὶ θάνατον.

Ὀχοζίας γάρ ποτε ὁ τοῦ Ἀχαὰβ ἀσθενείᾳ περιπεσών, ἔπεμψε κατὰ τὸ γεγραμμένον πρὸς τὸν θεὸν Ἀκκαρών, εἰδωλολάτραι δὲ ἦσαν οὗτοι καὶ γοητείαις καὶ μαντείαις προσέχοντες· ἔπεμψε γοῦν ὁ τοῦ βασιλέως Ἀχαὰβ υἱὸς οὗτος πρὸς τοὺς τοιούτους μαθεῖν περὶ τῆς ἀσθενείας αὐτοῦ. Ὑπαντήσας δὲ τοῖς ἀπεσταλμένοις Ἠλιοὺ ὁ προφήτης, φησὶ πρὸς αὐτούς· «παρὰ τὸ μὴ εἶναι Θεὸν ἐν Ἰσραὴλ ὑμεῖς πορεύεσθε ἐπιζητῆσαι ἐν τῷ Βάαλ θεὸν Ἀκκαρών; Τάδε λέγει Κύριος· ἡ κλίνη ἐφ’ ἧς ἀνέβης ἐκεῖ, οὐ καταβήσῃ ἀπ’ αὐτῆς, ἀλλὰ θανάτῳ ἀποθανῇ».

Ὁρᾶτε, ὅτι οἱ παρὰ γοήτων καὶ μάντεων ἐπιζητοῦντές τι μαθεῖν ἢ παθεῖν, ἀθετοῦσιν εἶναι τὸν Θεὸν ἐν ἡμῖν καὶ θάνατον ἐκεῖθεν καρποῦνται, μάλιστα μὲν τὸν τῆς ψυχῆς, ἔστι δ’ ὅτε καὶ τὸν τοῦ σώματος; Ὁ δὲ πρὸς τὸν Θεὸν καὶ τοὺς ἁγίους αὐτοῦ προστρέχων ἐν ἀνάγκαις καὶ ἀσθενείαις, εἰ συμφέρει τούτῳ, καὶ τῶν σωματικῶν ἀναγκῶν λύεται καὶ τῶν νοσημάτων ἀπαλλάττεται· τῆς δὲ κατὰ ψυχὴν ὑγείας καὶ τῆς τῶν ἁμαρτημάτων ἀφέσεως ἀεὶ ἐπιτυγχάνει. Οὕτω γὰρ καὶ ὁ τοῦ Χριστοῦ ἀπόστολος καὶ ἀδελφὸς Ἰάκωβος φησίν· «ἀσθενεῖ τις ἐν ὑμῖν; Προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας καὶ προσευξάσθωσαν ἐπ’ αὐτόν, ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ Κυρίου, καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος· κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ».

Δεῖ δὲ καὶ ὑμᾶς συνεργεῖν ταῖς ὑπὲρ ὑμῶν εὐχαῖς, δι’ ἐπιστροφῆς, δι’ ἐξαγορεύσεως, δι’ ἐλεημοσύνης, διὰ τῶν ἄλλων ἔργων τῆς μετανοίας· «πολὺ γὰρ ἰσχύει δέησις δικαίου ἐνεργουμένη». Γένοιτο δὲ ἡμᾶς πάντας, καὶ τῶν τῆς ψυχῆς καὶ τῶν τοῦ σώματος ἀπαλλαγέντας δεινῶν, νῦν μὲν ἐν μετριοπαθείᾳ βιοῦντας, εὐμαρῶς διανῦσαι τὸ διάστημα τῆς παρούσης ζωῆς· διανύσαντας δὲ τοῦτο, μεταλαχεῖν κατὰ καιρὸν καὶ τῆς αἰωνίου καὶ μακαρίας καὶ ἀκηράτου ζωῆς, καὶ τελείως ἀπαθοῦς καὶ ἀπήμονος, ἐν αὐτῷ Χριστῷ τῷ ἰατρῷ καὶ Θεῷ τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν· μεθ’ οὗ τῷ Πατρὶ δόξα σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.