Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ομιλίες ΚΑ΄–ΜΒ΄

Γρηγόριος Παλαμᾶς

Η υπομονή στους πειρασμούς και η γαλήνη της πίστεως

Η πνευματική ωφέλεια των δοκιμασιών, η αλληγορική ερμηνεία της θαλασσοταραχής και η υπέρβαση των ψυχικών πειρασμών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 12 από 22

ΕΙΣ ΤΟ ΚΑΤΑ ΤΟΝ ΕΥΑΓΓΕΛΙΣΤΗΝ ΜΑΤΘΑΙΟΝ ΤΗΣ ΕΝΙΑΥΤΗΣ ΚΥΡΙΑΚΗΣ ΕΥΑΓΓΕΛΙΟΝ Ἐν ᾗ καὶ περὶ πειρασμῶν Ἰάκωβος ὁ ἀδελφόθεος, «πᾶσαν χαρὰν ἡγήσασθε», φησίν, «ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις». Οὐκ εἶπεν ἁπλῶς, ‘χαίρετε’, ἀλλά, «πᾶσαν χαρὰν ἡγήσασθε», φησίν, οὐκ ἀνεπαισθήτως ἔχειν πρὸς τὰ ἐπώδυνα παραινῶν, τοῦτο γὰρ ἀδύνατον, ἀλλ’ ἐπικρατέστερον ἔχειν εἰσηγούμενος τὸν θεάρεστον λογισμόν.

Πᾶσαν δὲ εἶπε χαράν, τουτέστι τελείαν, μεγίστην, ἀνελλιπῆ, καὶ μάλισθ’ ὅταν οἱ πειρασμοὶ πολυειδεῖς ὦσι. Διατί; Ὅτι διὰ τῆς τῶν πειρασμῶν ὑπομονῆς γυμναζόμεθα καὶ δοκιμώτεροι γινόμεθα τὰ πρὸς τὸν Θεόν· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ γνώριμοι τοιοῦτοι ὄντες· οὕτω γὰρ καὶ ἡ τοῦ Σολομῶντος σοφία περὶ τῶν ἁγίων φησίν, «ὅτι ἐπείρασεν αὐτοὺς ὁ Θεὸς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ».

Ἆρ’ οὐ πάσης χαρᾶς ἄξιος αὐτοῖς ὁ πειρασμὸς οὗτος; Τοῦτο καὶ ὁ Θεὸς πρὸς τὸν Ἰὼβ εἰπών, ἀπήλλαξεν αὐτὸν τῆς ἐπὶ τῷ πειρασμῷ λύπης, «οἴει με, λέγων, ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος;». Τί τοῦτο λέγων πρὸς αὐτόν; Ἐχρησάμην σοι, δοκιμάζων σου τὴν εἰς ἐμὲ πίστιν, ἐν εὐεξίᾳ καὶ εὐδοξίᾳ καὶ εὐπορίᾳ, καὶ ἀνεφάνης δίκαιος, χρώμενος αὐτοῖς κατὰ τὸ ἐμὸν θέλημα, τοῦ ταῦτά σοι παρασχόντος, καὶ ὡς αὐτὸς ἐβουλόμην ταῦτα διαφέρων καὶ διοικῶν· ἐχρησάμην σοι, δοκιμάζων σου τὴν εἰς ἐμὲ πίστιν, ἐν καχεξίᾳ καὶ ἀδοξίᾳ καὶ ἀπορίᾳ καὶ ἀνεφάνης δίκαιος, λέγων, «εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν;».

Πόθεν οὖν ἡ ἐν τοῖς πειρασμοῖς ὑπομονή; Ἀπὸ τοῦ δοκίμου τῆς εἰς Θεὸν πίστεως. Ὥστε δοκίμιόν εἰσι τῶν πιστῶν οἱ πειρασμοί. Διόπερ ὁ τοῦ Κυρίου ἀδελφὸς Ἰάκωβος χαίρειν ἡμῖν παραγγείλας, ὅταν πειρασμοῖς περιπέσωμεν, ἐπήγαγεν ὅτι «τὸ δοκίμιον ὑμῶν τῆς πίστεως, κατεργάζεται ὑπομονήν· ἡ δὲ ὑπομονή», φησίν, «ἔργον τέλειον ἐχέτω». Μηδέν, φησί, τῶν ἔργων σοι τῆς ἀρετῆς κολοβώσης, ἐπενεχθέντων τῶν πειρασμῶν μαλακισθείς, ἀλλὰ μετὰ τῆς ὑπομονῆς καὶ ἡ τελειότης προσέστω σοι τῆς ἀρετῆς. Ἐπεὶ δὲ καὶ διὰ τῶν ἀκουσίων μόνον οὐ τελειοῦται ὁ ἄνθρωπος, ἀλλὰ χρὴ προσεῖναι καὶ τὰ ἑκούσια, ἅπερ ἐστὶ σωφροσύνη, δικαιοσύνη, πρός τε τὸν Θεὸν καὶ πρὸς ἀλλήλους ἀγάπη, καὶ τὰ ἑπόμενα ταύτῃ, ἐπεὶ καὶ τούτων ἡμῖν χρεία πρὸς τὴν τελείωσιν· διὰ τοῦτο προστίθησι πρὸς ἡμᾶς γράφων ὁ θεῖος ἀπόστολος οὗτος· «ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι», τοῦτο λέγων ἄντικρυς, ὡς εἴπερ βούλεσθε τὴν πρὸς Θεὸν ὑμῶν πίστιν τελείαν ἐνδείκνυσθαι, μὴ μόνον πάσχοντες ἔξωθεν φέρετε γενναίως, ἀλλὰ καὶ αὐτοὶ παρ’ ἑαυτῶν τὰ θεάρεστα ἐνεργεῖτε, κἂν ἐπίπονα ᾖ· συνελθόντα γὰρ μετ’ ἀλλήλων πρᾶξις καὶ πάθος ἐπ’ ἀγαθῷ, τὸν κατὰ Θεὸν τελειοῦσιν ἄνθρωπον.

Πῶς δὲ οὐκ εἶπεν, ὅτι χαίρετε ὅταν ἐνεργῆτε τὴν ἀρετήν, ἀλλ’ ὅταν ἐν τοῖς πειρασμοῖς ἦτε; Ὅτι τὸ μὲν ἐνεργεῖν τὴν ἀρετὴν ἐφ’ ἡμῖν ἐστι καὶ ἐν τῇ ἐξουσίᾳ κεῖται τῇ ἡμετέρᾳ· τὸ δὲ περιπεσεῖν πειρασμοῖς οὐκ ἐφ’ ἡμῖν. Ἐπεὶ δὲ χωρὶς τούτων οὐκ ἔστι τελείωσις ἢ φανέρωσις τῆς πρὸς Θεὸν πίστεως, ὁ πρὸς τὴν τελείωσιν τῆς πίστεως τρέχων, ὅταν πειρασμοῖς περιπέσῃ, χαρήσεται ὡς ἐντυχών, δι’ οὗ τῆς τελειώσεως ἐπιτεύξεται. Τοῖς μὲν γὰρ τελείοις τὴν πίστιν πρὸς φανέρωσιν λυσιτελοῦσιν οἱ πειρασμοὶ τῆς καθ’ ἑαυτοὺς τελειότητος· τὸ δέ γε τούτων θαυμασιώτερον, ὅτι καὶ τοὺς ἀτελεῖς τελειοῦσιν ἐπιφερόμενοι· ὃ δῆλον καὶ παρ’ αὐτῶν τῶν σήμερον ἀναγινωσκομένων τοῦ εὐαγγελίου ρημάτων.

Ἄνωθεν δὲ αὐτὰ προθῶμεν πρὸς τὴν ὑμετέραν ἀγάπην. «Τῷ καιρῷ ἐκείνῳ ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὑτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους· καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ’ ἰδίαν προσεύξασθαι». Ποίῳ καιρῷ ἐκείνῳ, φαμέν;

Ὅτε πέντε ἄρτοις καὶ δυσὶν ἰχθῦσι τοὺς πεντακισχιλίους σὺν γυναιξὶ καὶ παιδίοις ἔθρεψεν ἐπὶ τοσοῦτον εἰς κόρον, ὡς καὶ δώδεκα κοφίνους πληρῶσαι τὰ περιττεύσαντα τῶν κλασμάτων, καθάπερ ἐπ’ ἐκκλησίας ἐν τῇ παρελθούσῃ Κυριακῇ ἀκηκόαμεν.

Ἀπορήσειε δ’ ἄν τις ἴσως, τίνος ἕνεκεν ἠνάγκαζε τοὺς μαθητὰς ἐμβῆναι εἰς τὸ πλοῖον. Ἔστι μὲν οὖν λέγειν, ὡς ᾠκονόμει καὶ τὰ ἑξῆς, πρὸς τὰ ἔργα σπεύδων, ἃ τελέσων ἦλθεν ἐπὶ τὴν γῆν. Ἐγὼ δέ, εἴπερ μὴ ἠνάγκαζε, τοῦτο ἂν ἠπόρησα· ἐπειδὴ γὰρ ἐκεῖνος πᾶσι παντὸς καλοῦ δι’ ἔργων ὑπόδειγμα προτιθέναι βουλόμενος ἑαυτόν, ἔδειξε μὲν πῶς δεῖ συνεῖναι τοῖς πλήθεσιν, ὅτι πρὸς ψυχῶν καὶ σωμάτων ὠφέλειαν, ἐλείπετο δὲ δεῖξαι καὶ πῶς δεῖ συνεῖναι Θεῷ, τῷ προσάγειν αὐτῷ νοῦν πάντων ἀπηλλαγμένον τῶν κάτω· πολὺ δὲ πρὸς τοῦτο συντείνει μόνωσις καὶ ἐρημία, καὶ ἡ ἐν αὐτῇ ἡσυχία. Ἐπεὶ οὖν καὶ τοῦτο διδάξαι καιρὸς ἦν, ὅτι καλὸν ἐρημία καὶ ἠρεμία καὶ προσευχὴ καὶ μόνωσις, καὶ διὰ τοῦτο ἀναβῆναι ἔδει τὸ ὄρος, ὥστε κατ’ ἰδίαν προσεύξασθαι, οἱ δὲ μαθηταὶ συνεῖναι τούτῳ διὰ παντὸς ἠγάπων καὶ δυσαποσπάστως εἶχον ἐκείνου, πῶς ἂν εἰς τὸ ὄρος ἀνέβη μόνος, εἰ μὴ τούτους ἠνάγκασεν ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν εἰς πέραν;

Ἔστι δέ τι καὶ ἄλλο διορᾶν ἐντεῦθεν· ὡς γὰρ νῦν μετὰ τὸ θεραπεῦσαι καὶ διδάξαι καὶ θρέψαι τὸ πλῆθος ἐξαισίως, ἀπολύσας αὐτοὺς καὶ εἰς τὸ ὄρος ἀναβαίνων, ἠνάγκασε τοὺς μαθητὰς ἑαυτοὺς ἐπιδοῦναι τῇ θαλάσσῃ καὶ τοῖς κύμασιν, οὕτως ὕστερον μετὰ τὸ διὰ τῆς οἰκείας ἐνανθρωπήσεως θεραπεῦσαι τὴν ἡμετέραν φύσιν καὶ διδάξαι καὶ θρέψαι δι’ ἑαυτοῦ, ἀπολείπων ἡμᾶς σωματικῶς καὶ ἀναβαίνων εἰς τὸν οὐρανόν, ἔπεμψε τοὺς μαθητὰς εἰς τὸν κόσμον ἅπαντα, ταὐτὸ δ’ εἰπεῖν εἰς τὴν ἁλμυράν, ὡς πειρασμῶν γέμουσαν, τῶν ἐθνῶν θάλασσαν, ὥσπερ ἐν σκάφῃ τῷ εὐαγγελίῳ καὶ τῇ κατ’ αὐτὸ Ἐκκλησίᾳ, μεθ’ οὗ τοῖς πειρασμοῖς ἐξεδόθησαν. Οὐ μόνον δὲ ἔπεμψεν, ἀλλὰ καὶ ἠνάγκασεν.

Εἴ τις οἶδε τὰ κατὰ τὸν Ἰωάννην τὸν ἠγαπημένον τῷ Χριστῷ θεολόγον, εἴ τις οἶδε διὰ τί συνεχωρήθη ἡ ἐπὶ Στεφάνῳ θλίψις καὶ ὁ κατ’ ἐκείνην διωγμός, οἶδεν ὃ λέγω· καὶ γὰρ οὐκ ἤθελον οἱ Ἀπόστολοι τῶν Ἰεροσολύμων ἐξελθεῖν, ἀλλ’ ἀναγκασθέντες ὑπὸ τοῦ διωγμοῦ, διεσπάρησαν εἰς τὸν κόσμον, καὶ οὕτω τὴν ἀποστολὴν ἐπλήρωσαν.

Οὐκ ἠναγκάσθησαν δὲ ἁπλῶς πλεῖν τὴν κοσμικὴν θάλασσαν, ἔνθα πᾶσα θλίψις καὶ πᾶν εἶδος πειρασμοῦ, ἀλλ’ ὥστε προάγειν εἰς τὸ πέραν, τουτέστι νικῆσαι, καὶ τῶν πειρασμῶν ἐπέκεινα διὰ τῆς νίκης γενέσθαι. Ἀλλ’ οὐκ ἴσχυσαν χωρὶς τοῦ Ἰησοῦ· «τὸ γὰρ πλοῖόν, φησί, σὺν αὐτοῖς ἤδη μέσον τῆς θαλάσης ἦν βασανιζόμενον ὑπὸ τῶν κυμάτων· ἦν γὰρ ἐναντίος ὁ ἄνεμος».

Οὐ μᾶλλον τότε ἦν ἐναντίος αὐτοῖς ὁ ἄψυχος ἄνεμος, ἢ ὁ Δομετιανὸς καὶ ὁ Τραϊανὸς καὶ ὁ Νέρων ὕστερον· μᾶλλον δὲ οὗτοι μὲν καὶ οἱ τοιοῦτοι κύματά εἰσιν ἄγρια δεινῶς κατὰ τῆς Ἐκκλησίας ἐπεγειρόμενα, ὁ δὲ κινῶν καὶ ἀνεγείρων ἐναντίος ἄνεμος τὸ πνεῦμα τῆς πονηρίας ἐστίν, ὁ ἀντικείμενος τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ διὰ παντὸς διάβολος. Τετάρτῃ δέ, φησί, φυλακῇ τῆς νυκτός, ἀπῆλθε πρὸς αὐτοὺς ὁ Ἰησοῦς, περιπατῶν ἐπὶ τῆς θαλάσσης, τουτέστι μετὰ τὴν ἐνάτην τῆς νυκτὸς ὥραν· εἰς τέσσαρα γὰρ εἰώθασιν οἱ νυκτοφυλακοῦντες διαιρεῖν τὸ τῆς νυκτὸς διάστημα κατὰ διαδοχήν, ὡς εἶναι τὴν ἀρχὴν τῆς τετάρτης φυλακῆς ἐν ταῖς ἰσημερίαις ἀρχὴν τῆς δεκάτης τῆς νυκτὸς ὥραν.

Ἐπὶ τοσοῦτον δὲ αὐτοὺς ἀφίησιν ὑπὸ τοῦ κλύδωνος βασανίζεσθαι, ἵνα γυμνάσῃ πρὸς ὑπομονὴν καὶ φερεπόνους αὐτοὺς ποιήσῃ. Ἀλλὰ καὶ μετὰ τοῦτο ἐπιφανεὶς αὐτοῖς συγχωρεῖ φάντασμα νομίσαι τοῦτον καὶ φοβηθῆναι τοσοῦτον, ὡς καὶ ἀπὸ τοῦ φόβου κράξαι, καίτοι πρὸς τὸ σῶσαι παραγενόμενον. Τοῦτο γὰρ ἂν ἴδοις ποιοῦντα καὶ ἐπὶ τοῦ παλαιοῦ λαοῦ ἐκείνου· ὁπότε καὶ γὰρ ἔμελλεν αὐτοῖς ἡ θάλασσα παραδόξως ρήγνυσθαι καὶ ὁδὸν παρέχειν σωτήριον, τότε τὰ ἔσχατα κινδυνεύειν ἐδόκουν, τῇ κατόπιν κυκλώσει τῶν πολεμίων ἀφύκτοις συσχεθέντες κακοῖς.

Καὶ νῦν ἐπὶ τῆς παρουσίας αὐτοῦ προηγεῖτο τῆς ἀπαλλαγῆς τῶν κατεχόντων δαιμονίων ὁ σφοδρὸς συνταραγμὸς τῶν ἐλευθερουμένων· οὕτω γὰρ οὐκ ἐπέραστοι μόνον, ἀλλὰ καὶ ἔμμονοι τῇ μνήμῃ τῶν εὖ πεπονθότων αἱ εὐεργεσίαι γίνονται. Ἐπιφαίνεται δὲ αὐτοῖς ἐπικαλουμένοις πάντως ἐν τῷ κλύδωνι ἐκείνῳ τὸν πάντων Θεόν, δεικνὺς ὅτι αὐτός ἐστιν ὁ ἐπὶ πάντων Θεός, ὁ χεῖρα βοηθείας ὀρέγων τοῖς ἐπικαλουμένοις αὐτόν. Περιπατεῖ δὲ ἐπὶ τῶν κυμάτων, τῆς θαλάσσης ἀγριαινούσης, δεικνὺς ἐκ περιουσίας ὅτι αὐτός ἐστι κατὰ τὴν προφητείαν ὁ καὶ ἐπὶ τῆς θαλάσσης ὡς ἐπ’ ἐδάφους ὁδεύων, πρὸς ὅν φησι καὶ ὁ Δαβὶδ προφητικῶς, «ἐν τῇ θαλάσσῃ αἱ ὁδοί σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς», καὶ «σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, τὸν δὲ σάλλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνεις»· ὅπερ ὕστερον ἀπειργάσατο· ὡς γὰρ τότε περιφόβους εἶδεν αὐτοὺς ἀπὸ τοῦ μὴ ἐπιγνῶναι τοῦτον, ἐπεὶ καὶ νὺξ ἦν, εὐθέως ἐλάλησεν αὐτοῖς, γνωρίζων ἑαυτὸν ἀπὸ τῆς φωνῆς καὶ λέγων· «ἐγώ εἰμι, μὴ φοβεῖσθε».

Ἐγώ εἰμι ὁ καὶ Θεὸς ὢν ἀεὶ καὶ ἐπ’ ἐσχάτων ἄνθρωπος γεγονὼς δι’ ὑμᾶς, ὁρώμενός τε καὶ ἀκουόμενος καὶ πάντα δυνάμενος· διὸ καὶ μετὰ σώματος κατὰ κυμάτων πεζεύω καὶ τοῖς ἄλλοις τοῦτο παρέχειν δύναμαι. Τοῦ γὰρ Πέτρου πρὸς αὐτὸν εἰπόντος, «Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρὸς σὲ ἐλθεῖν ἐπὶ τὰ ὕδατα», ἐκέλευσε καὶ ἐγένετο.

Ἀλλ’ ἐπὶ τὴν προτέραν ἀκολουθίαν ἀγάγωμεν τὸν λόγον, ἣν ἀνάγοντες ἐλέγομεν πεμφθῆναι τοὺς μαθητὰς ἐπὶ τὴν κοσμικὴν τῶν ἐθνῶν θάλασσαν, ἀναφερομένου τοῦ Κυρίου ὡς εἰς ὄρος ἐπὶ τὸ οὐράνιον ὕψος, κἀκεῖ πάντως τὰς ὑπὲρ ἡμῶν προσάγοντος εὐχάς, ὡς ὑπὲρ ἡμῶν ἀρχιερέως γεγονότος καὶ εἰσελθόντος εἰς τὸ ἐνδότερον τοῦ καταπετάσματος, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ, κατὰ τὸν ἀπόστολον. Οἱ οὖν μαθηταὶ πεμφθέντες προάγειν εἰς τὸ πέραν, τουτέστι νικῆσαι καὶ ὑπερβῆναι τοὺς πειράζοντας, οὐκ ἐνίκησαν εἰς τέλος· ἔτι γὰρ ἐνεργός ἐστιν ὁ ἀντικείμενος καὶ τὰ ἔθνη μαίνονται κατὰ τῆς Ἐκκλησίας Χριστοῦ.

Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτός, τουτέστι μετὰ τὸν φυσικὸν νόμον, μετὰ τὸν γραπτὸν νόμον, μετὰ τὴν πρώτην τοῦ Κυρίου παρουσίαν καὶ τὸν κατ’ αὐτὴν τῆς χάριτος νόμον, ὁ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας ἔσται πάντως καιρός, καλῶς ἀναλογῶν τῇ τετάρτῃ φυλακῇ τῆς νυκτός, καθ’ ὃν ὁ Κύριος ἐλεύσεται καταπατῶν καὶ καταργῶν καὶ δουλούμενος πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν· μέλλει γὰρ καταργήσειν ἐμφανῶς καὶ καταπατήσειν τὰ δεινῶς ἐπεγειρόμενα κύματα κατὰ τῆς Ἐκκλησίας αὐτοῦ.

Μέμνησθε γὰρ ὅτι κύματα κινούμενά τε καὶ διεγειρόμενα ὑπὸ τοῦ ἀντικειμένου πνεύματος τοὺς ἄρχοντας τοῦ κόσμου ἀναγωγικῶς ὁ λόγος ἐπεδείκνυ· καί, ἵνα τὰ μεταξὺ παραλείπω κατὰ μέρος θεωρεῖν, ἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον, τοῦ τε Ἰησοῦ καὶ Πέτρου τοῦ μεταστάντος πρὸς αὐτὸν ἐκ τοῦ πλοίου, ἐκόπασεν ὁ ἄνεμος, καὶ διαπεράσαντες ἦλθον εἰς τὴν γῆν· καὶ γὰρ τοῦ Κυρίου καὶ πάντων τῶν ἐξ ἡμῶν μεταστάντων ἁγίων, οὓς ὑπεσήμαινεν ὁ Πέτρος, κατὰ τὴν δευτέραν τοῦ Χριστοῦ παρουσίαν σὺν ἡμῖν γενομένων, τὸ νοητὸν ἀντικείμενον πνεῦμα τελέως καταργηθήσεται, καὶ ἡμεῖς τὴν πολυκύμαντον τοῦ βίου διαπεράσαντες θάλασσαν, εἰς τὴν γῆν τῶν πραέων εἰσελευσόμεθα, ἔνθα ἀπέδρα πᾶσα ὀδύνη, λύπη καὶ στεναγμός. «Οἱ δὲ ἐν τῷ πλοίῳ», φησίν, «ἐλθόντες, προσεκύνησαν τῷ Ἰησοῦ, λέγοντες, ἀληθῶς Θεοῦ Υἱὸς εἶ»· καὶ τότε γάρ, «πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός».

Ἀλλὰ τῆς ἀναγωγῆς ἀφιέμενοι, τῆς ἀρχῆς ἐπιμνησθῶμεν τῶν λόγων· ἡ δὲ ἦν, ὡς μὴ μόνον τοῖς τελείοις τὴν πίστιν οἱ πειρασμοὶ λυσιτελοῦσιν, ὡς τῷ Ἰὼβ καὶ τῷ Πέτρῳ καὶ Παύλῳ καὶ τοῖς ὁμοίοις, ἀλλὰ καὶ τοὺς ἀτελεῖς τελειοῦσιν ἐπιφερόμενοι.

Καὶ γὰρ ἐνταῦθα οὐχ ὁ Πέτρος μόνος, οὐδὲ οἱ ἄλλοι μαθηταὶ μόνον, οἳ καὶ αὐτοὶ ἔτι ἀτελεῖς ἦσαν, ἀλλὰ καὶ οἱ ἐν τῷ πλοίῳ πάντες, τοσοῦτον πρὸς πίστιν ὑπ’ ἐκείνου τοῦ πειρασμοῦ ὠφελήθησαν, ὡς προσελθόντες προσκυνῆσαι τῷ Ἰησοῦ καὶ πρὸς αὐτὸν εἰπεῖν, «ἀληθῶς Θεοῦ Υἱὸς εἶ». Καλῶς ἄρα φησὶν ὁ ἀπόστολος, ὃν τὴν ἀρχὴν προηγάγομεν· «μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν, ὅτι δόκιμος γενόμενος λήψεται τὸν στέφανον τῆς ζωῆς».

Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι διπλοῦν ἐστι τὸ εἶδος τῶν πειρασμῶν· ἀλλ’ οὐ τοῦτο λέγω νῦν, ὅτι δ’ ἡδονῆς καὶ ὀδύνης, δι’ ὑγείας καὶ νόσου, διὰ δόξης καὶ ἀδοξίας, δι’ εὐπορίας καὶ ἀπορίας, ἐπάγονται τοῖς ἀνθρώποις οἱ πειρασμοί, ἐν οἷς καὶ πολλῷ χείρους εἰσὶν οἱ δι’ ἡδονῆς καὶ ὑγείας, καὶ δόξης καὶ εὐπορίας· ἔστι γὰρ καὶ τοῦτο, ἀλλ’ οὐ περὶ ταύτης λέγω ὑμῖν νῦν τῆς διπλόης τῶν πειρασμῶν. Ἀλλὰ ποίαν ἀποδέχομαι νῦν ὑμᾶς ἐπιγνῶναι; Σκοπεῖτε καὶ μαθήσεσθε. Οὗτος ὁ μέγας Ἰάκωβος, ὁ κατὰ σάρκα διὰ τὴν πρὸς τὸν Ἰωσὴφ τῆς Παρθενομήτορος κατὰ θείαν οἰκονομίαν μνηστείαν ἀδελφὸς τοῦ Κυρίου καλούμενος, εἰπὼν ὅτι, «χαίρετε ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις», καὶ ὅτι «μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν, ὅτι λήψεται τὸν στέφανον τῆς ζωῆς», εἶτα καθάπερ ἂν εἴ τις εἶπε πρὸς αὐτόν, καὶ μὴν εἰσὶν οἳ βλασφημοῦσιν ἐν τοῖς πειρασμοῖς, οἱ δὲ καὶ ἀπογινώσκουσι τελέως ἑαυτῶν, ἄλλοι δὲ καὶ βρόχον ἑαυτοῖς ἀνάπτουσιν, εἰ δὲ καὶ ὁ πειρασμὸς τῶν ἐμφύτων ᾖ καὶ σαρκικῶν, θυμοῦ τυχὸν ἢ ἐπιθυμίας, οἱ μὲν φόνοις ἔσθ’ ὅτε περιέπεσαν, οἱ δὲ τῇ ἀκολασίᾳ ἑαυτοὺς ἐξέδωκαν· πῶς οὖν ἐκ Θεοῦ ὁ πειρασμὸς καὶ στεφάνων πρόξενος;

οἷον πρὸς τοὺς τοιαῦτα λέγοντας ἀπολογούμενος ἐπάγει· «μηδεὶς πειραζόμενος λεγέτω, ὅτι ἀπὸ Θεοῦ πειράζομαι· πειράζει γὰρ αὐτὸς οὐδένα· ὁ γὰρ Θεὸς ἀπείραστός ἐστι κακῶν»· πειρασμὸν ἐνταῦθα τὸ κακὸν δηλονότι καὶ τὴν ἁμαρτίαν λέγων, καὶ τὸ ταύτῃ περιπεσεῖν, ἧς καὶ ὁ Χριστὸς ἔμεινεν ἀπείραστος, καίτοι πειρασθεὶς ἄλλως· «ἐξ ὧν γὰρ ἔπαθε», φησί, «πειρασθεὶς δύναται τοῖς πειραζομένοις βοηθῆσαι»· ἀλλὰ καὶ μετὰ τὸ ἐν Ἰορδάνῃ βαπτισθῆναι ἀνέβη εἰς τὸ ὄρος πειρασθῆναι κατὰ τὴν τοῦ εὐαγγελίου φωνήν.

Ὥστε πειρασμοὶ λέγονται καὶ τὰ ἐπερχόμενα τοῖς ἀνθρώποις ἔξωθεν κατὰ τὸ σῶμα λυπηρά, καὶ αὐτὴ ἡ προσβολὴ τοῦ ἐχθροῦ, εἰ καὶ ἀνεύθυνός ἐστιν· ἐπεὶ καὶ τῷ Κυρίῳ πειράζων προσέβαλε. Πειρασμοὶ λέγονται καὶ αἱ ἁμαρτίαι, καθ’ ἃς ἕκαστος ἡμῶν πειράζεται, ὡς ὁ αὐτὸς Ἰάκωβός φησιν· «ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος· ἡ γὰρ ἐπιθυμία, φησί, συλλαβοῦσα τίκτει ἁμαρτίαν, ἡ δὲ ἁμαρτία τελεσθεῖσα ἀποκύει θάνατον»· τίνα θάνατον; Τὸν αἰώνιον, ὅς ἐστιν ὁ διὰ τὴν ἁμαρτίαν ἀπὸ τῆς ψυχῆς τοῦ Θεοῦ χωρισμός. Ὃν νῦν μὲν ἐπηκολούθησεν ἀπὸ Ἀδὰμ μέχρι συντελείας καὶ ὁ τοῦ σώματος θάνατος, τότε δὲ ἐν τῷ μέλλοντι αἰῶνι ἕψεται τοῖς μὴ ἐνταῦθα μετανοήσασιν ἡ ἀφόρητος καὶ ἀτελεύτητος τῆς ψυχῆς καὶ τοῦ σώματος κόλασις, καταδιασθεῖσι δικαίως ὑπὸ τοῦ δυναμένου καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ.

Τοῦτον φύγωμεν, ἀδελφοί, τὸν πειρασμὸν ὅση δύναμις· καὶ γὰρ τὸ φυγεῖν τοῦτον ἐν τῇ ἐξουσίᾳ κεῖται τῇ ἡμετέρᾳ. Ἐπὶ τούτῳ λυπηθῶμεν, ὅταν ἴδωμεν ἑαυτοὺς αὐτῷ περιπεσόντας. Ἐὰν ἐπὶ τούτῳ λυπηθῶμεν ὅσον δεῖ, μετάνοιαν ἑαυτοῖς ἀμεταμέλητον κατεργασόμεθα πρὸς σωτηρίαν. Τοῦτον καὶ ἐγὼ τὸν πειρασμὸν ἥκω νῦν ἀφ’ ὑμῶν ἆραι, οὐ τὸν ζημιοῦντα καὶ βλάπτοντα προσκαίρως, ἀλλὰ τὸν αἰωνίως. Ὁ γὰρ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, οὗ ἡμεῖς ἐσμεν χάριτι αὐτοῦ διάκονοι, τῶν μελλόντων ἀγαθῶν ἀρχιερεύς ἐστιν, οὐ τῶν προσκαίρων, καὶ διὰ τοῦ ἰδίου αἵματος εἰσῆλθεν εἰς τὰ ὄντως ἅγια, οὐ πρόσκαιρον ἀλλ’ αἰωνίαν λύτρωσιν τὴν ἡμετέραν εὑρόμενος· ἣν καὶ ἡμεῖς ἥκομεν κομίζοντες, τὴν αἰωνίαν ἀπολύτρωσιν, εἴ γε πείθεσθε, τῶν ψυχικῶν πειρασμῶν ἀλλ’ οὐ τῶν σωματικῶν· τὰ γὰρ ὅπλα ἡμῶν οὐ σαρκικά, κατὰ τὸν ἀπόστολον, ἀλλὰ δυνατὰ τῷ Θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, οὐ τῶν αἰσθητῶν ἀλλὰ τῶν ὑπὸ τοῦ νοητοῦ πολεμίου καθ’ ἡμῶν γεγονότων.

Ὑμεῖς δὲ δοκεῖτέ μοι ταύτην μηδὲ συνορᾶν μηδὲ ζητεῖν τὴν ἀπολύτρωσιν τῶν κατὰ ψυχὴν πειρασμῶν· ἐπ’ ἐκείνοις γὰρ μάλιστα λυπεῖσθε τοῖς πειρασμοῖς, ἐφ’ οἷς ἔδει χαίρειν, ὡς προξενοῦσιν, εἴ γε βουλόμεθα, τὴν αἰωνίαν ἡμῖν ἀπολύτρωσιν· καὶ παρ’ ἐμοῦ ταύτην μάλιστα ζητεῖτε τὴν ἄνεσιν τῶν σωματικῶν πειρασμῶν, ἧς ἐγὼ μᾶλλον καταφρονήσας, πρὸς ὑμᾶς ἦλθον, συμπάσχειν ὑμῖν αἱρούμενος. Καίτοι, εἰ ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν λυπούμεθα μᾶλλον ἢ ἐπὶ τοῖς ἐπερχομένοις ἡμῖν ἐπιζημίοις, οὐ μόνον ἡ τῆς ψυχῆς σωτηρία καὶ ἡ αἰωνία λύτρωσις ἡμῖν προσέσται, ἀλλὰ καὶ ἡ τῶν προσκαίρων πειρασμῶν ἀπολύτρωσις.

Πόθεν γὰρ ὀδυνηρός τε καὶ πολυστένακτος, φιλοπόλεμός τε καὶ πολυσύμφορος ἡμῖν ὁ βίος γέγονεν; Οὐκ ἀπὸ τοῦ ἐμβαλεῖν ἡμᾶς αὐτοὺς διὰ τῆς παραβάσεως τῆς ἐντολῆς εἰς τὸν ἀπηγορευμένον πειρασμόν, τὴν ἁμαρτίαν λέγω; Ἂν τοίνυν ἑαυτοὺς καθάρωμεν ἀρτίως ἀπὸ πάσης ἁμαρτίας διὰ τῆς μετανοίας, κἀνταῦθα μετριωτέραν δεησόμεθα πειρασμῶν καὶ κατὰ καιρὸν εἰς τὸν ἄλυπον καὶ ἀνεπηρέαστον ἐπανήξομεν βίον.

Ἐπιστρέψαντες οὖν ἑαυτοὺς πρὸς τὸν σωτήριον τοῦτον λογισμόν, μὴ ἐπὶ ταῖς σωματικαῖς ἐπιφοραῖς καὶ ζημίαις λυπώμεθα καὶ ἀδημονῶμεν μᾶλλον, ἀλλ’ ἐπὶ ταῖς ψυχικαῖς ζημίαις, αἵ εἰσιν ὄντως πειρασμοὶ καὶ λύπης ἀληθῶς ἀξίαι· ἵνα καὶ πρὸς τὸν Θεὸν καθάπερ αὐτὸς ἡμᾶς ἐδίδαξε λέγωμεν, «μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν», τὸν ἀπηγορευμένον καὶ ὑπεύθυνον πάντως, «ἀλλὰ ρῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ· ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, εἰς τοὺς αἰῶνας τῶν αἰώνων».

Ἀμήν.