Ἔργον
Γρηγόριος Παλαμᾶς – Ομιλίες ΚΑ΄–ΜΒ΄
Οι ρίζες των αρετών και των παθών
Ανάλυση της διπλής ρίζας των παθών και των αρετών, του ρόλου της φιλοσωματίας και της αναγκαιότητας της θείας αγάπης.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Οι ρίζες των αρετών και των παθών
Ανάλυση της διπλής ρίζας των παθών και των αρετών, του ρόλου της φιλοσωματίας και της αναγκαιότητας της θείας αγάπης.
ΠΕΡΙ ΑΡΕΤΩΝ ΚΑΙ ΤΩΝ ΑΝΤΙΘΕΤΩΝ ΤΑΥΤΑΙΣ ΠΑΘΩΝ ΚΑΙ ΟΤΙ ΚΟΣΜΟΣ ΟΥ ΚΟΣΜΟΚΡΑΤΩΡ Ο ΔΙΑΒΟΛΟΣ ΕΣΤΙΝ ΟΥ ΚΟΣΜΟΚΡΑΤΩΡ Ο ΔΙΑΒΟΛΟΣ ΕΣΤΙΝ ΟΥ ΤΑ ΚΤΙΣΜΑΤΑ ΕΣΤΙ ΤΟΥ ΘΕΟΥ ΑΛΛ’ ΟΙ ΔΙΑ ΤΗΣ ΠΑΡΑΧΩΡΗΣΕΩΣ ΤΩΝ ΚΤΙΣΜΑΤΩΝ ΥΠΟΤΑΓΕΝΤΕΣ ΑΥΤῼ Ἐξεφωνήθη ἐν λιτῇ Ὥσπερ ἐπὶ τῆς γεωργουμένης γῆς οἷά τις σπείρει, τοιαῦτα καὶ θερίσει, κἂν μὲν ἐμφυτεύσῃ ταύτῃ δένδρα εὔκαρπα, ἢ σπείρει σῖτον ἢ κριθὴν ἢ ἄλλο τι τῶν εὐχρήστων, ταῦτα ἐκείνη καὶ τρέφει καὶ αὔξει καὶ τελεσφορεῖ, ἀνέργαστον δὲ ταύτην καὶ ἄσπαρτον ἀφείς, τρέφει μὲν βοτάνας, ἀλλ’ οὐκ εὐχρήστους, καὶ μάλιστα τὰς ἀκάνθας καὶ τριβόλους τῆς καθ’ ἡμῶν κατάρας, καὶ δένδρον ὁμοίως ἐὰν βλαστήσῃ, ἄκαρπον καὶ τοῦτο καὶ ἀνωφελὲς καὶ ἀκανθηφόρον ὡς τὰ πολλά· οὕτω καὶ ἐπὶ τῆς ψυχῆς, ὁποίας τις ἐμποιήσει ταύτῃ διαθέσεις, τοιούτων καὶ ἀπολαύει. Κἂν μὲν ὁμιλίαις χρῆται χρησταῖς καὶ διδασκαλίας ἀκούῃ τε καὶ ὑπακούῃ πνευματικῆς καὶ εἰς ἔργον ἄγῃ τὰ κατ’ αὐτήν, γεωργεῖ τὰς ἀρετὰς καὶ τῷ Θεῷ εὔχρηστος γίνεται, τοῖς τε ἄλλοις ἀνθρώποις καὶ ἑαυτῷ. Ἐὰν δὲ ὁμιλίαις οὐ καλαῖς χαίρῃ καὶ διδασκαλίας οὐκ ἀκούῃ πνευματικῆς, ἀλλὰ καὶ τὴν ἀκουσθεῖσαν παρὰ φαῦλον τίθεται, ἀγριαίνει καὶ ὑλομανεῖ καὶ τρέφει τὰ πάθη τὰ πονηρὰ καὶ ἀναδίδωσιν οἴκοθεν τὰς ἀκάνθας καὶ τὰ κέντρα τοῦ θανάτου, τῆς τε ψυχῆς καὶ τοῦ σώματος, ἅπερ εἰσιν αἱ ἁμαρτίαι.
Καὶ ὁ ἀρχέκακος γὰρ ὄφις τὴν ἀρχήν, ὡς πάντες γινώσκετε, διὰ τῆς ἁμαρτίας ἐκκεντήσας τὸν ἄνθρωπον, θνητὸν αὐτὸν ἀπειργάσατο, καὶ τοῦ χωρίου τῆς τρυφῆς ἐκβαλών, εἰς τὸν φθαρτὸν καὶ πολυώδυνον τοῦτον μετεστήσατο κόσμον. Νῦν δέ, ἂν μὴ διὰ μετανοίας τις ἐπισπεύσῃ τῶν παρ’ αὐτοῦ τραυμάτων τὴν ἴασιν, τῇ αἰωνίῳ κολάσει καὶ τῷ πυρὶ τῆς γεέννης παραπεμφθήσεται.
Ὥσπερ δὲ ταῖς ἀγρίαις ὕλαις καὶ τῷ δάσει τῶν ἀκανθῶν τὰ θηρία καὶ τὰ ἑρπετὰ τῆς γῆς ἐμφωλεύουσιν, οὕτως ὁ ἀρχέκακος οὗτος δράκων, τὸ μέγα καὶ πάνδημον θηρίον κατὰ τὸν Ἰώβ, ὑπὸ παντοδαπὰ δένδρα τῆς ἡδυπαθείας ἐνδιαιτᾶται· ἔμπροσθεν δέ, φησίν, αὐτοῦ τρέχει ἀπώλεια. Ταύτης τῆς ἀπωλείας ἀνωτέρους ὑμᾶς εἶναι πάντας ποθῶν ἐγὼ καὶ πάντα ποιῶν, κοπιῶ ὑπὲρ ὑμῶν, ἀδελφοί, καὶ ἐν λόγῳ καὶ διδασκαλίᾳ πνευματικῇ καθ’ ἡμέραν μὲν τοῖς προσιοῦσιν, ἐπ’ Ἐκκλησίας δὲ καὶ κοινῇ πρὸς πάντας, τοῦ καιροῦ διδόντος· αὕτη γὰρ ὑλοτομεῖ τὰ ἄλση τὰ πονηρὰ καὶ ἀναμοχλεύει τῶν ἁμαρτημάτων τὰ βάθη καὶ ἀμβλύνει τῆς κακίας τὰ κέντρα καὶ θριαμβεύει τὸν ἀρχέκακον δράκοντα καὶ φανεροῖ τὴν ἀπλανῆ τρίβον καὶ παρέχει γνῶσιν σωτήριον.
Ἐπεὶ δὲ ἡ τοῦ Χριστοῦ Ἐκκλησία, καὶ μάλιστα ἡ κατὰ τὴν μεγαλόπολιν ταύτην, οὐκ ἰδιώτας μόνον ἔχει, ἀλλὰ καὶ σοφούς, τῇ τε φύσει καὶ τῇ μελέτῃ τῶν ἔξω τε καὶ τῶν καθ’ ἡμᾶς μαθημάτων· διὰ τοῦτο οὐκ ἐπὶ πολὺ οὐδὲ λίαν ἰδιωτικὴν ποιοῦμαι τὴν ὁμιλίαν, μᾶλλον βουλόμενος ἀνάγειν τοὺς χθαμαλωτέρους ἢ κατάγειν διὰ τούτους καὶ τοὺς ὑψηλοτέρους. Ὁ δὲ προσέχων καὶ ἀκούων τῆς διδασκαλίας ἐπιμελῶς, κἂν ἰδιώτης ᾖ, οὐ πάντῃ ἀγνοήσει τὰ λεγόμενα, καὶ ὅπερ ἂν δυνηθῇ καταλαβεῖν καὶ κατασχεῖν καὶ εἰς ἔργον ἀγαγεῖν, κἂν λίαν ὀλίγον ᾖ, φυγαδεύσει μὲν ἐκ τῆς αὐτοῦ ψυχῆς πᾶσαν κακίαν, αὐξηθήσεται δὲ καὶ πληρώσει καὶ σώσει τὴν δεξαμένην αὐτὸ καρδίαν· ὡς γὰρ ἐκ τῆς θεοπνεύστου Γραφῆς ὑπάρχον, ἐξομοιοῦται τῷ λίθῳ ἐκείνῳ, ὃν ἔλεγεν ὁ Δανιήλ, ὅτι ἐκινήθη ἀπὸ ὄρους ὀλίγος πάνυ καὶ πατάξας τὴν εἰκόνα τῶν παραρρεόντων τούτων ἐλέπτυνε καὶ διέλυσεν, αὐτὸς δὲ πλατυνθεὶς ἐπλήρωσε πᾶσαν τὴν γῆν.
Νῦν δὲ μάλιστα προσέχειν ἀναγκαῖον τοῖς λεγομένοις τὸν νοῦν, οὐ τοὺς ἰδιώτας μόνον, ἀλλὰ καὶ τοὺς σοφούς· εἰ γὰρ καὶ συνέρχεταί πως τοῖς ἰδιώταις τῷ λόγῳ ἡ ὁμιλία, ἀλλὰ καὶ τὴν γνῶσιν οὐ χαμαίζηλον ἔχει, οὐδὲ τὴν ὠφέλειαν ἀμυδράν· τὰ γὰρ πονηρὰ πάθη καὶ τὰς ἀρετὰς ὑμῖν ὑποδείξω, καὶ αὐτὴν ἑκατέρων τὴν ρίζαν ἀνακαλύψας, οὐ τὴν αὐτὴν οὖσαν, ἀλλὰ διάφορον, ἵν’ ὑμεῖς τὴν μὲν ἐκκόψητε, τὴν δὲ περιθάλψητε.
Ἡ μὲν οὖν πρὸς τὸν Θεὸν ἀγάπη ρίζα καὶ ἀρχὴ πάσης ἀρετῆς ἐστιν, ἡ δὲ πρὸς τὸν κόσμον ἀγάπη πάσης κακίας πρόξενος. Διὸ καὶ ἐναντίως αὗται πρὸς ἀλλήλας ἔχουσι καὶ ὑπ’ ἀλλήλων φθείρονται, καθὰ καὶ ὁ ἀδελφόθεος βοᾷ λέγων· «ἡ ἀγάπη τοῦ κόσμου ἔχθρα εἰς Θεόν· ὅστις θέλει φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται»· καὶ ὁ ἠγαπημένος τῷ Χριστῷ Ἰωάννης, «ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ Πατρὸς ἐν αὐτῷ· ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἀλαζονεία τοῦ βίου, οὐκ ἔστιν ἐκ τοῦ Πατρός». Προσέχωμεν, ἀδελφοί, μήπως ἀγαπῶντες τὰς πονηρὰς ἐπιθυμίας καὶ τὴν πρὸς ἀλλήλους ἀλαζονείαν ἔχοντες, ἐκπέσωμεν τῆς ἀγάπης τοῦ οὐρανίου Πατρός. Ἐν γὰρ τοῖς δυσὶ τούτοις συμπεριέλαβε πᾶν πάθος διϊστῶν ἡμᾶς ἀπὸ τοῦ Θεοῦ.
Ἀλλὰ τῆς δυάδος τούτων τῶν ἀντιθέτων ριζῶν, τῆς πρὸς τὸν κόσμον λέγω καὶ τῆς πρὸς τὸν Θεὸν ἀγάπης, ἄλλη δυάς ἐστιν ἀγάπης ρίζα καὶ ἀρχὴ καὶ πρόξενος, ἀσπόνδως πρὸς ἑαυτὴν ἔχουσα καὶ ἀπεχθῶς κἀκείνη. Τῆς μὲν γὰρ πρὸς τὸν κόσμον ἀγάπης ἡ πρὸς τὸ σῶμα ἡμῶν ἀγάπη γίνεται αἰτία· διὰ γὰρ τὸ σῶμα καὶ τὴν κατ’ αὐτὸ εὐπάθειαν τὸν κόσμον ἀγαπῶμεν. Τῆς δὲ πρὸς τὸν Θεὸν ἀγάπης ἡ πρὸς τὸ πνεῦμα τὸ ἡμέτερον ἤγουν τὴν ψυχὴν ἀγάπη αἰτία· διὰ γὰρ τὴν ἑαυτοῦ ψυχὴν καὶ τὴν ἐπὶ τοῦ μέλλοντος αἰῶνος ἄνεσιν καὶ εὐκληρίαν ἕκαστος ἀγαπῶμεν τὸν Θεόν. Ὅτι δὲ καὶ οὗται ἀντίκεινται ἀλλήλαις, καὶ ὁ μέγας Παῦλος μαρτυρεῖ λέγων, «ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος», ἤτοι τῆς ψυχῆς, «καὶ τὸ πνεῦμα κατὰ τῆς σαρκός».
Ἀλλὰ πῶς ἐκ τῆς πρὸς τὴν οἰκείαν ἑκάστῳ ψυχὴν ἀγάπης ἡ πρὸς Θεὸν ἀγάπη φύεται; Ἀπειλεῖται γέεννα πυρὸς ἀσβέστου καὶ βασιλεία τοῦ Θεοῦ αἰώνιος ἐπαγγέλλεται· ἡ μὲν αἰώνιος βασιλεία τοῖς ἀκούουσι καὶ ποιοῦσι τὰς θείας ἐντολάς, ἡ δὲ τοῦ πυρὸς γέεννα τοῖς ἀπειθοῦσι δι’ ἔργων τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ.
Οἱ γοῦν ὡς ἀληθῶς πιστοὶ καὶ ἀγαπῶντες τὰς ἑαυτῶν ψυχὰς καὶ ἐπιθυμοῦντες εἰς ζωὴν αἰώνιον φυλάξαι αὐτάς, ἀκούοντες τούτων τῶν ἀπειλῶν καὶ τῶν ἐπαγγελιῶν, πόθον εὐθὺς ἐν ἑαυτοῖς συλλαμβάνουσι καὶ φόβον· φόβον μὲν τῆς κατὰ τὴν ἠπειλημένην τοῦ πυρὸς γέενναν ἀτελευτήτου ὀδύνης· πόθον δὲ τῆς κατ’ ἐπαγγελίαν τοῦ Θεοῦ βασιλείας καὶ τῆς ἐν αὐτῇ διαιωνιζούσης εὐφροσύνης.
Ποθοῦντες οὖν τυχεῖν τῆς ἀκηράτου καὶ θείας εὐφροσύνης καὶ τὴν τοῦ πυρὸς ὀδύνην φοβούμενοι ἐκείνην, ἀπολύονται μὲν τῶν ἐμπαθῶν καὶ ὑπευθύνων καὶ γηΐνων σχέσεων, σπεύδουσι δὲ κολλᾶσθαι τῷ Θεῷ δι’ ἐκτενοῦς δεήσεως, ὡς μόνῳ δύναμιν καὶ ἐξουσίαν ἔχοντι τῆς ἐν γεέννῃ ὀδύνης ἀπαλλάξαι καὶ τῆς ὑπὲρ πάντα νοῦν χαρᾶς τῆς ἀϊδίου καταξιῶσαι· καὶ οὕτω κτῶνται τὴν πρὸς τὸν Θεὸν ἀγάπην, καὶ δι’ αὐτῆς ἔτι συναφθέντες τῷ Θεῷ τελεώτερον πᾶσαν ἔτι προσκτῶνται ἀρετήν. Πᾶν γὰρ εἶδος ἀρετῆς, ἐν ἡμῖν ἐνεργοῦντος τοῦ Θεοῦ, ἡμῖν προσγίνεται· τοῦ Θεοῦ δὲ μὴ ἐνεργοῦντος ἐν ἡμῖν, ἁμαρτία πᾶν τὸ παρ’ ἡμῶν γινόμενον. Διὸ καὶ ὁ Κύριος ἐν τῷ εὐαγγελίῳ φησίν, ὅτι «χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν». Καὶ τοῦτο γινώσκοντες οἱ ὡς ἀληθῶς ἐργαζόμενοι τὰς ἀρετὰς ἐπ’ οὐδενὶ ἐπαίρονται κατορθώματι, ἀλλὰ ταπεινούμενοι δοξάζουσι τὸν Θεόν, τὴν πηγὴν τῶν ἀρετῶν, ἐξ ἧς ἀγαθοδότιδος αὐγῆς πληροῦνται· ὡς γὰρ ὁ ἀὴρ ἐξ ἡλίου πληρούμενος φωτός, οὐ τὴν ἑαυτοῦ, ἀλλὰ τὴν ἡλίου δόξαν τε καὶ λαμπρότητα δείκνυσιν ἡμῖν, οὕτως οἱ διὰ τῆς τῶν θείων ἐντολῶν ἐργασίας συναφθέντες τῷ Θεῷ, εὐωδία Χριστοῦ κατὰ Παῦλόν εἰσι καὶ ὀσμὴν Χριστοῦ ἔχουσι καὶ τὰς ἀρετὰς καταγγέλλουσι τοῦ ἐκ σκότους καλέσαντος αὐτοὺς εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς.
Οὕτω μὲν οὖν διὰ τῆς πνευματικῆς διδασκαλίας ἡ τῶν μελλόντων ἐπίγνωσις ἡμῖν ἐγγίνεται, καὶ διὰ τῆς πρὸς τὴν οἰκείαν ἑκάστου ψυχὴν ἀληθινῆς ἀγάπης ὁ φόβος καὶ ὁ πόθος τούτων τοῖς πιστοῖς ἡμῖν προσγίνεται, καὶ δι’ αὐτῶν ἡ πρὸς τὸν Θεὸν ἐκτενὴς καὶ συνεχὴς προσευχὴ καὶ δέησις, καὶ διὰ τῆς συνεχοῦς προσευχῆς ἡ πρὸς αὐτὸν ἀγάπη καὶ συνάφεια, καὶ διὰ τῆς συναφείας ταύτης πᾶσα ἀρετὴ γεννᾶται, συνεπαγομένη τὴν ταπείνωσιν, τῇ ἐπιγνώσει τοῦ ἐν ἡμῖν τίκτοντος τὰς ἀρετάς. Πῶς δὲ καὶ διὰ τῆς τοῦ σώματος ἀγάπης ἡ πρὸς τὸν κόσμον γίνεται φιλία, καὶ διὰ τῆς φιλίας ταύτης τὰ πονηρὰ πάθη καὶ ἡ πληθὺς τῶν ἁμαρτημάτων φύεται; Ὥσπερ ἡ ψυχὴ τῆς μελλούσης καὶ μενούσης ἡδονῆς ἐφίεται καθ’ ἑαυτήν, οὕτω τὸ σῶμα τῆς παρούσης καὶ παραρρεούσης· ἡ δὲ τοιαύτη ἡδονὴ αἰσθητή τέ ἐστι καὶ διὰ τῶν ἡμετέρων αἰσθήσεων ἐνεργεῖται καὶ ἐκ τῶν αἰσθητῶν προσγίνεται, ἅ ἐστιν ὁ κόσμος· διὰ τοῦτο φιλόκοσμος ὁ φιλοσώματος.
Ἐκ δὴ τῆς πρὸς τὸ σῶμα φιλίας ταύτης ἀμέτρως τὰς κατὰ κόσμον ἡδονὰς ποθοῦντες καὶ διώκοντες καὶ περιέποντες, τὴν πολύμορφον τῶν παθῶν ἑαυτοῖς περιτίθεμεν ἀσχημοσύνην· ἐπεὶ γὰρ ἡ κατὰ κόσμον ἡδονὴ δι’ αἰσθήσεων ἐνεργεῖται, πολλῶν οὐσῶν καὶ διαφόρων τῶν ἡμετέρων αἰσθήσεων, πολλαί τε καὶ διάφοροι καὶ αἱ κατ’ αὐτὰς ἡδοναὶ καὶ τὰ κατὰ ταύτας πάθη· ἄλλα μὲν γὰρ ὁράσεως, ἀκοῆς δὲ ἄλλα καὶ ἄλλα τῆς ὀσφρήσεως, καὶ τῆς ἀφῆς πάλιν ἕτερα, καὶ ἕτερα τὰ τῆς γεύσεως.
Τῶν μὲν οὖν κατὰ τὴν γεῦσιν πονηρῶν παθῶν οὐχ ἡ τροφὴ αἰτία, ἀλλ’ ἡ ἀμετρία ταύτης, ὅ ἐστι τρυφή· ταῦτα δέ ἐστι γαστριμαργία, λαιμαργία, καὶ πολυποσία καὶ μέθη· γαστὴρ δὲ ὑποδεχομένη τὰ ἐκ τῆς γεύσεως ἀκρατῶς καὶ πρὸς τὰ ἔξω περιττῶς ἐκδιδοῦσα διὰ τῆς πέψεως, τῇ ἀφῇ δαψιλῆ χορηγεῖ τῆς κακίας τὴν ὕλην, οἷόν τις βδελυρὰ δεξαμενὴ βδελυροὺς ἀναδιδοῦσα κρουνούς, δι’ ὧν συνίσταται τὰ ὑπογάστρια πάθη, πορνεία, μοιχεία, ἀκολασία, ἀσέλγεια, καὶ πᾶσα ἡ τῆς σαρκὸς ἀκαθαρσία.
Ταῦτα δὲ καὶ τὴν ἀκοὴν καὶ τὴν ὅρασιν καὶ τὴν ὄσφρησιν καταδουλωσάμενα, ποθεινὰ καθίστησι τὰ μυσαρά, τὰ ρήματα τὰ αἰσχρά, τὰ ᾄσματα τὰ πορνικά, τὰ χορεύματα τὰ σατανικά, τὰς ἐπαγωγοὺς πρὸς τὰ μύση μυραλοιφίας, τὰ βδελυρὰ ἐπιτρίμματα, τοὺς διὰ πολυτελῶν ἐνδυμάτων καὶ ἀναδημάτων ὡραϊσμούς, καλλωπιζομένων μὲν ἔξωθεν τῶν ἐμπαθῶν, ἔνδοθεν δὲ περικειμένων ὡς δυσειδὲς προσωπεῖον τὰ πάθη τῆς ἀτιμίας καὶ ὄντως ἐξομοιουμένων τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι, ἔνδοθεν δὲ γέμουσι δυσωδίας καὶ πάσης ἀκαθαρσίας.
Δουλωθέντα γὰρ τῇ κακίᾳ τὰ αἰσθητήρια ταῦτα, ἔσωθέν τε καὶ ἔξωθεν, ἐγγύθεν τε καὶ πόρρωθεν, ἐπισπᾶται τὰ μύση, καὶ οὕτως οὐ μόνον ἐξέρχεται, ἀλλὰ καὶ εἰσέρχεται διὰ τῶν ἐν ἡμῖν ἐμφύτων θυρίδων ἡ πρὸς θάνατον ἁμαρτία· «τὰ γὰρ ἐκπορευόμενα διὰ τοῦ στόματος», φησίν, «ἐκεῖνά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον», καὶ «ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὑτοῦ».
Ἡ δὲ τοιαύτη φιλοσώματος ψυχή, τὸ κατ’ αἴσθησιν ἡδὺ παντὶ τρόπῳ θηρωμένη καὶ τῇ κατὰ τὴν ἀφήν τε καὶ γεῦσιν καὶ τὰς ἄλλας αἰσθήσεις ἡδονῇ πανταχόθεν συμφέρουσα τὰς ὕλας, γεννᾷ τὴν φιλοκτημοσύνην καὶ τὴν φιλαργυρίαν· αἱ δὲ τὰς κλοπὰς καὶ τὰς ἀδικίας καὶ τὰς ἁρπαγὰς καὶ πᾶν εἶδος πλεονεξίας.
Ἔστι δὲ καὶ ἄλλη παρὰ ταύτας, ἄνευ τῶν σωματικῶν αἰσθητηρίων, περιεκτικωτάτη αἴσθησις ἔνδοθεν, ἡ φαντασία, καθ’ ἣν καὶ αὐτὴν ἡδοναί τε ἕτεραι καὶ πάθη φύονται τοῖς φιλοκόσμοις, ὧν ἐστιν ἡ οἴησις, ἡ φυσίωσις καὶ ἡ ἀλαζονεία. Ἀλλὰ καὶ μικτά τινα πάλιν ἕτερα πάθη ἐξ αἰσθήσεως συνίστανται καὶ φαντασίας· ταῦτα δέ ἐστιν ἀνθρωπαρέσκεια, κενοδοξία, καὶ ὑπερηφανία.
Ἡ μὲν οὖν κατὰ ψυχὴν ἐκ Θεοῦ καὶ τῶν θείων ἡδονή, καθαρά ἐστι καὶ ἀπαθὴς καὶ ἀμιγὴς ὀδύνης· ὁ δὲ κόσμος οὗτος τῇ ἡδονῇ φυσικῶς συμφέρει τὴν ὀδύνην, οὐ μόνον διὰ τὰς πολυτρόπους μεταβολὰς καὶ ἀλλοιώσεις, ἀλλ’ ὅτι καὶ μόριον ἐλάχιστον ἑκάστῳ παρέχων τοῦ πλείονος ἀποστερεῖ· εἷς γὰρ ὢν ὁ κόσμος, εἰς μυρίους καὶ ἀναριθμήτους μερίζεται σχεδόν, ὧν ἕκαστος ὅλον αὐτὸν ἔχειν τε καὶ ἄρχειν ἐπιποθεῖ καὶ σπεύδει.
Τοῦ παντὸς οὖν ὁ φιλόκοσμος ἐπιθυμῶν, κἂν τὸ πλέον ἔχῃ πρὸς τὸ πᾶν, κἂν ὀλίγου μέν τινος μετέχῃ, πλέον δέ τινος τῶν ἄλλων, αὐτὸς μὲν λυπεῖται τῇ στερήσει, τὸν δὲ πρὸς αὐτὸν ἐλαττούμενον τῷ πλεονασμῷ λυπεῖ. Τῆς μέντοι κατὰ νοῦν καὶ θείας ἀπολαύσεως καὶ ἡδονῆς ἀμερίστως μεριζομένης, κἂν εἰ πάσης δεκτικός τις γένοιτο, τοὺς ἄλλους οὐ παραβλάπτει· καὶ τὴν εὐσέβειαν γὰρ ἕκαστος ἡμῶν ὁλόκληρον ἔχει καὶ τῇ τοῦ πλησίον οὐ λυμαίνεται, μᾶλλον δὲ καὶ συνεργεῖ πολυειδῶς.
Ὁ μὲν οὖν κόσμος οὗτος, καθάπερ ἔφην, μετὰ τῆς ἡδονῆς καὶ ὀδύνην προξενεῖ· τὸ δὲ ἡμέτερον σῶμα τὴν μὲν ἡδονὴν ἀποδέχεται, τὴν δὲ ὀδύνην ἀπαναίνεται· διὸ καὶ ὁ αὐτὸς αὐτῷ κόσμος προσηνής ἐστι καὶ ἀνήμερος. Οἱ δὲ τῆς φιλίας τοῦ σώματος ἐξηρτημένοι, τὴν τοῦ κόσμου φύσιν ἀγνοήσαντες, ὡς μὴ μόνον ἐνήδονός ἐστιν, ἀλλὰ καὶ ἐνώδυνος, καὶ μὴ συνορῶντες ὅτι φευκτόν ἐστιν αὐτοῖς οἴκοθεν ὃ περιέπουσι, πρὸς μὲν τὴν τῷ κόσμῳ συμπεφυκυῖαν ἀπαρεσκόμενοι ὀδύνην, ὡς ἐν νυκτομαχίᾳ δὲ τὸ τοῦ πάθους αἴτιον ἀγνοοῦντες, ἀλλήλους ἐπὶ ταῖς συμβαινούσαις ἑκάστοτε δυσχερείαις αἰτιῶνται. Κἀντεῦθεν ὁρμαθὸς ἕτερος παθῶν ἀνήδονος ἐξευρίσκεται τῷ ταλαιπώρῳ τῶν ἀνθρώπων γένει, παρ’ οὗ λοιδορίαι, καταλαλιαί, συκοφαντίαι, θυμός, μῖσος, ἔριδες, φθόνος, καὶ πᾶσα πικρίας γέμουσα ἐπιθυμία, δι’ ἣν πόλεμοί τε καὶ φόνοι ἀνὰ πᾶσαν τελοῦνται τὴν οἰκουμένην, καὶ μάλιστα κατὰ τὴν ἡμετέραν γενεάν, διὰ τὸ ψυγῆναι τὴν ἀγάπην καὶ πληθυνθῆναι τὴν ἁμαρτίαν.
Ἀλλ’ ἡμεῖς φυλάξωμεν ἑαυτοὺς ἐν ὁμονοίᾳ, συνδούμενοι τῇ πρὸς ἀλλήλους εἰρήνῃ καὶ ἀπεχόμενοι τῆς κατ’ ἀλλήλων μανίας, ἥτις καὶ ψυχὰς καὶ σώματα παραδίδωσι τῇ ἀπωλείᾳ. Ναί, ἀδελφοί, παρακαλῶ, χαρισώμεθα ἀλλήλοις, εἴ τις πρός τινα ἔχει μομφήν, ὡς καὶ ὁ Χριστὸς ἐχαρίσατο ἡμῖν· ἵνα μὴ μόνον ἐν τοῖς τοῦ Θεοῦ ναοῖς, ἀλλὰ καὶ κατ’ οἴκους καὶ κατ’ ἀγορὰν ἀθόρυβοι διαμένοντες, ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζωμεν τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Τοῦ μέντοι καθ’ ἡδονὴν καὶ ὀδύνην πονηροῦ καταλόγου τῶν ὀλεθρίων παθῶν καὶ τοιαῦτά ἐστιν ἕτερα, ἃ μήτε ἀνώδυνά ἐστι, μήτε ἐνήδονα, ἀλλ’ οἷον σύμμικτον ἐξ ἐναντίων ἔχουσι τῆς γενέσεως τὴν ἀφορμήν, ὁποῖόν ἐστιν ἡ εἰρωνεία καὶ ἡ κολακεία, καὶ ὁ δόλος καὶ ἡ ὑπόκρισις.
Ὁρᾶτε τὴν πλάνην καὶ τὴν ἀπάτην τοῦ κόσμου τούτου, πόσον ἐστὶ ποικίλη, πόσοις ἡμᾶς περιβάλλει κακοῖς, διὰ πόσων ἡμᾶς χωρίζει ἀπὸ τοῦ Θεοῦ; Μυριοπαθεῖς γὰρ ἡμᾶς ποιήσασα πολυτρόπως διΐστησι τοῦ ἀπαθοῦς. Διὸ καὶ αὐτὸς ὁ Κύριος ἔλεγεν, «ὁ κόσμος ἐν τῷ πονηρῷ κεῖται», καὶ κοσμοκράτορα ἐκάλει τὸν διάβολον, ὡς ἄρχοντα τοῦ σκότους τοῦ αἰῶνος τούτου.
Μὴ γὰρ δὴ νομίσητε κρατεῖν τὸν πονηρὸν οὐρανοῦ καὶ γῆς καὶ τῶν μεταξὺ τούτων κτισμάτων τοῦ Θεοῦ, καὶ διὰ τοῦτο κοσμοκράτορα καλεῖσθαι τοῦτον—ἄπαγε τῆς ἀσυνέτου γνώμης—οὐ γὰρ οὗτος ὁ κόσμος ἐν τῷ πονηρῷ κεῖται. Ὁ γὰρ μετρῶν τὸν οὐρανὸν σπιθαμῇ, κατὰ τὸν προφήτην, καὶ κατέχων τὴν γῆν δρακί, μόνος ἐστὶν ὁ τούτων δημιουργός· ἀλλ’ ἡ παράχρησις τῶν ὄντων, ἡ ἐμπαθὴς τῶν ἐφ’ ἡμῖν διοίκησις, ὁ κόσμος τῆς ἀδικίας, ἡ πονηρὰ ἐπιθυμία καὶ ἡ ἀλαζονεία, καθά φησιν ὁ ἠγαπημένος τῷ Χριστῷ θεολόγος, οὐκ ἔστιν ἐκ τοῦ Πατρός. Οὗτος οὖν ὁ κόσμος ἐν τῷ πονηρῷ κεῖται διὰ τῆς ἡμετέρας παραχρήσεως καὶ σφαλερᾶς διοικήσεως· καὶ οὗτός ἐστιν ὁ κόσμος, οὗ κοσμοκράτωρ ἐστὶν ὁ σατανᾶς, ὁ προκατηριθμημένος τῶν παθῶν ὄχλος, ὃς ἐκ τῆς φιλαμαρτήμονος ἡμῶν γνώμης κτίζεται συνεργείᾳ τοῦ πονηροῦ· δι’ ἧς οἱ μὴ διὰ τῆς μετανοίας ἐλευθερώσαντες ἑαυτοὺς αὐτοκράτορα ποιοῦσιν ἑαυτῶν τὸν διάβολον.
Ἀλλ’ ἡμεῖς οἱ τῷ Χριστῷ συνταξάμενοι, ποθήσωμεν τὸν ἄνω κόσμον· ἐπιθυμήσωμεν τῆς ἐπηγγελμένης ἡμῖν παρὰ Χριστοῦ βασιλείας· ἀποστῶμεν τῶν κατασπώντων τὴν ψυχὴν ἡδονῶν· φοβηθῶμεν τὴν ἠπειλημένην τοῦ πυρὸς γέενναν τοῖς φιληδόνοις· φύγωμεν τὴν τρυφήν, τὴν μέθην, τὴν πορνείαν, τὴν ἀσωτείαν, τὴν πλεονεξίαν, τὴν ἀδικίαν, τὴν κενοδοξίαν, τὴν ὑπερηφανίαν, τὸ μῖσος, τὸν θυμόν, τὴν ἀπανθρωπίαν· διὰ ταῦτα γὰρ ἄρχοντα, φεῦ, ἡμῖν αὐτοῖς καὶ τῷ κόσμῳ τὸν πονηρὸν ἐφιστῶμεν.
Φύγωμεν οὖν τὸν πλάνον τοῦτον κόσμον καὶ κοσμοκράτορα, καὶ δείξωμεν ἡμᾶς αὐτοὺς διὰ τῶν ἀγαθῶν ἡμῶν ἔργων ἔργα ὄντας τῶν παναγάθων τοῦ Θεοῦ χειρῶν. Οὕτω γὰρ καὶ τοῖς παροῦσι καλῶς χρησόμεθα καὶ τῶν ἐπηγγελμένων κατὰ καιρὸν αἰωνίων ἀπολαύσομεν ἀγαθῶν.
Ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ πρέπει δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.