Ἔργον
Γρηγόριος Παλαμᾶς – Ομιλίες ΚΑ΄–ΜΒ΄
Το μυστήριο της Μεταμορφώσεως του Κυρίου
Θεολογική προσέγγιση της Μεταμορφώσεως, το μυστήριο της όγδοης ημέρας και η διάκριση της άκτιστης θείας δόξας από την κτιστή πραγματικότητα.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Το μυστήριο της Μεταμορφώσεως του Κυρίου
Θεολογική προσέγγιση της Μεταμορφώσεως, το μυστήριο της όγδοης ημέρας και η διάκριση της άκτιστης θείας δόξας από την κτιστή πραγματικότητα.
ΕΙΣ ΤΗΝ ΣΕΠΤΗΝ ΜΕΤΑΜΟΡΦΩΣΙΝ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ Ἐν ᾗ παράστασις, ὅτι τὸ κατ’ αὐτὴν φῶς ἄκτιστόν ἐστι Ἐπαινοῦμεν καὶ ἡμεῖς καὶ θαυμάζομεν ἀναθεωροῦντες τὴν μεγαλουργίαν ταύτην τοῦ Θεοῦ, τὴν ὁρωμένην ἅπασαν λέγω κτίσιν. Ἐπαινοῦσι ταύτην καὶ θαυμάζουσιν ἐξερευνῶντες καὶ οἱ τῶν Ἑλλήνων σοφοί. Ἀλλ’ ἡμεῖς μὲν εἰς δόξαν τοῦ κτίσαντος, ἐκεῖνοι δὲ κατὰ δόξης τοῦ κτίσαντος· ἐλάτρευσαν γὰρ ἀθλίως τῇ κτίσει παρὰ τὸν κτίσαντα.
Οὕτω καὶ τὰς προφητικὰς καὶ ἀποστολικὰς καὶ πατρικὰς φωνὰς διασαφοῦμεν καὶ ἡμεῖς, ἀλλ’ εἰς ὠφέλειαν τῶν ἐντυγχανόντων καὶ ὕμνον τοῦ διὰ τῶν προφητῶν καὶ Ἀποστόλων καὶ πατέρων λαλήσαντος Πνεύματος. Ἐπιχειροῦσι ταύτας διερμηνεύειν καὶ οἱ κατὰ καιροὺς πονηρᾶς αἱρέσεως προϊστάμενοι, ἀλλ’ εἰς βλάβην τῶν αὐτοῖς πειθομένων καὶ τῆς κατ’ εὐσέβειαν ἀληθείας ἀθέτησιν, ταῖς τοῦ Πνεύματος φωναῖς κατὰ τοῦ Πνεύματος χρώμενοι. Καὶ αὐτὸν δὲ τὸν τοῦ εὐαγγελίου τῆς χάριτος λόγον, ὑψηλὸν ὄντα καὶ πρεσβυτικαῖς ἀκοαῖς καὶ διανοίαις κατάλληλον, οἱ θεοφόροι πατέρες ἡμῶν διὰ τῶν οἰκείων στομάτων οἷον καταλεαίνοντες, κατάλληλον αὐτὸν καὶ τοῖς ἀτελέσιν ἡμῖν ἀπεργάζονται, καθάπερ αἱ φιλόπαιδες μητέρες, διαμασώμεναι τὴν στερεωτέραν τροφήν, εὔχρηστόν τε καὶ εὐπαράδεκτον καὶ τοῖς ὑπομαζίοις ἔτι κατασκευάζουσιν· ἐπεὶ καὶ τὸ ἐν τοῖς στόμασι τῶν κατὰ σῶμα μητέρων ὑγρὸν τροφὴ γίνεται τοῖς παισὶ καὶ τὰ ἐν ταῖς καρδίαις τῶν θεοφόρων πατέρων νοήματα πρόσφορος τροφὴ γίνεται ταῖς τῶν ἀκουόντων καὶ πειθομένων ψυχαῖς, τῶν δὲ πονηρῶν καὶ κακοδόξων τὰ στόματα ἰοῦ γέμει θανατηφόρου, οὗ μιγνυμένου τοῖς ρήμασι τῆς ζωῆς, θανατηφόρα καὶ ταῦτα τοῖς ἀπερισκέπτως ἀκούουσι γίνεται.
Φύγωμεν οὖν τοὺς τὰς πατρικὰς ἐξηγήσεις μὴ παραδεχομένους, ἀλλὰ παρ’ ἑαυτῶν πειρωμένους εἰσάγειν τὰ ἐναντία, καὶ τὰς μὲν ἐν τῷ γράμματι λέξεις περιέπειν ὑποκρινομένους, τὴν δὲ εὐσεβῆ διάνοιαν ἀπωθουμένους· καὶ φύγωμεν μᾶλλον ἢ φεύγει τις ἀπὸ ὄφεως. Ὁ μὲν γὰρ ἐνδακὼν τὸ σῶμα θανατοῖ πρόσκαιρα, τῆς ἀθανάτου ψυχῆς χωρίσας· οἱ δὲ τῆς ψυχῆς αὐτῆς λαβόμενοι τοῖς ὀδοῦσι χωρίζουσιν αὐτὴν τοῦ Θεοῦ, ὅπερ ἐστὶ θάνατος αἰώνιος τῆς ἀθανάτου ψυχῆς. Φεύγωμεν οὖν τοὺς τοιούτους πάσῃ δυνάμει, καὶ προσφεύγωμεν τοῖς ὑποτιθεμένοις τὰ εὐσεβῆ καὶ σωτήρια, ὡς συνάδοντα ταῖς πατρικαῖς παραδόσεσι.
Τοιαῦτα δὲ νῦν εἶπον καὶ ταῦτα προοιμιασάμην πρὸς τὴν ὑμετέραν ἀγάπην, ἐπεὶ τὴν ἐπ’ ὄρους σεπτὴν τοῦ Χριστοῦ Μεταμόρφωσιν ἑορτάζομεν σήμερον καὶ περὶ τοῦ κατ’ αὐτὴν φωτὸς ὁ λόγος ἡμῖν, καθ’ οὗ πολὺς ἔτι νῦν ἀγὼν τοῖς τοῦ φωτὸς πολεμίοις. Φέρε δὴ μικρὸν ἄνωθεν προθῶμεν τὰς σήμερον ἀναγινωσκομένας εὐαγγελικὰς φωνὰς εἰς ἀνάπτυξιν τοῦ μυστηρίου καὶ τῆς ἀληθείας παράστασιν. «Μεθ’ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν, καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος». Τοῦτο δὴ τοῦ εὐαγγελίου πρῶτον κατιδεῖν ἀναγκαῖον, μετὰ ποίαν ἡμέραν ὁ ἀπόστολος τοῦ Χριστοῦ καὶ εὐαγγελιστὴς Ματθαῖος τὰς ἓξ ἡμέρας ἀριθμεῖ, μεθ’ ἃς ἡ τῆς τοῦ Κυρίου μεταμορφώσεως ἡμέρα ἐπέστη; Μετὰ ποίαν οὖν; Μετ’ ἐκείνην, καθ’ ἣν διδάσκων τοὺς ἑαυτοῦ μαθητὰς ὁ Κύριος, ἔλεγεν, ὅτι μέλλει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ, καὶ προσετίθει λέγων «ὅτι εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὑτοῦ», δόξαν τοῦ Πατρὸς καὶ βασιλείαν ἑαυτοῦ καλῶν τὸ φῶς τῆς οἰκείας μεταμορφώσεως.
Τοῦτο καὶ ὁ εὐαγγελιστὴς Λουκᾶς ὑποδεικνὺς καὶ σαφέστερον ἐκτιθέμενος, «ἐγένοντο», φησίν, «μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτώ, καὶ παραλαβὼν τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι· καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτὸν τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων».
Ἀλλὰ πῶς συμφωνοῦσιν ἀλλήλοις, ὁ μὲν ὀκτὼ φανερῶς εἰπὼν τὰς μεταξὺ τῆς ἐπαγγελίας καὶ τῆς ἐπιφανείας ἡμέρας, ὁ δέ, μεθ’ ἡμέρας ἕξ; Ἀκούετε καὶ συνίετε. Ὀκτὼ ἐπὶ τοῦ ὄρους ἦσαν, καὶ ἓξ ἐφαίνοντο. Τρεῖς οὗτοι, Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης, οἱ τῷ Ἰησοῦ συναναβάντες· εἶδον δὲ ἐκεῖ συνόντας αὐτῷ καὶ συλλαλοῦντας, καὶ τὸν Μωϋσῆν καὶ τὸν Ἠλίαν, ὡς εἶναι τούτους ἕξ. Ἀλλὰ τῷ Κυρίῳ πάντως ἀοράτως καὶ ὁ Πατὴρ καὶ τὸ Πνεῦμα τὸ ἅγιον συνῆν, ὁ μὲν μαρτυρῶν διὰ φωνῆς οἰκείας ἀγαπητὸν Υἱὸν εἶναι τοῦτον ἑαυτοῦ, τὸ δέ, διὰ τῆς φωτεινῆς νεφέλης συνεκλάμπον καὶ τὸ τοῦ Υἱοῦ πρός τε αὐτὸ καὶ τὸν Πατέρα συμφυὲς καὶ ἑνιαῖον τοῦ φωτὸς δεικνύον· τούτων γὰρ πλοῦτος ἡ συμφυΐα καὶ τὸ ἓν ἔξαλμα τῆς λαμπρότητος.
Οὕτως οὖν ὀκτώ εἰσιν οἱ ἕξ. Ὡς οὖν ἐν τούτοις οὐδεμίαν διαφωνίαν ἔχει ὁ ἓξ πρὸς τὸν ὀκτώ, οὕτως οὐδὲ οἱ εὐαγγελισταὶ διαφωνοῦσιν, ὁ μὲν εἰπὼν μεθ’ ἡμέρας ἕξ, ὁ δὲ Λουκᾶς, ἐγένοντο μετὰ τοὺς λόγους τούτους ὡς ἡμέραι ὀκτώ· ἀλλ’ οἷόν τινα τύπον ἡμῖν δι’ ἀμφοτέρων τούτων ἔδωκαν τῶν λόγων τῶν ἐν τῷ ὄρει μυστικῶς ἅμα καὶ ἐμφανῶς συνειλεγμένων.
Ἴδοι γὰρ ἄν τις οὕτω καὶ κατὰ τὸ γράμμα καλῶς σκοπῶν ὁμολόγους ἀλλήλους τοὺς θεοκήρυκας. Ὀκτὼ γὰρ εἶπεν ὁ Λουκᾶς ἡμέρας, οὐ διαφωνῶν πρὸς ἐκεῖνον, εἰπόντα μεθ’ ἡμέρας ἕξ, ἀλλὰ συμπεριλαβὼν καὶ τὴν ἡμέραν καθ’ ἣν οἱ λόγοι ἐκεῖνοι ἐλέχθησαν καὶ τὴν ἡμέραν καθ’ ἣν μετεμορφώθη ὁ Κύριος· ἃς καὶ ὁ Ματθαῖος νοεῖν δίδωσι τοῖς συνετῶς σκοποῦσι, διὸ καὶ τὴν ‘μετὰ’ πρόθεσιν, τὴν ὑστεραίαν δηλοῦσαν, οὗτος μὲν εἶπεν, ἐκεῖνος δὲ ἀφῆκεν· οὐ γὰρ μεθ’ ἡμέρας ὀκτώ φησιν, ὡς ἐκεῖνος μεθ’ ἡμέρας ἕξ, ἀλλ’ ἐγένοντο ὡς ἡμέραι ὀκτώ. Οὕτως οὐδὲν παρηλλαγμένον ἐν τῇ τῶν εὐαγγελιστῶν ἱστορικῇ διανοίᾳ.
Ἀλλὰ καὶ ἕτερόν τι μέγα τε καὶ μυστικὸν δι’ ἀλλήλων ἡμῖν ἐν τῷ δοκεῖν διαφωνεῖν ὑποφαίνουσι· καὶ δὴ προσέχετε τὸν νοῦν τοῖς ρηθησομένοις, ὅσοι διαβατικώτεροι τὴν διάνοιαν. Διὰ τί γὰρ ὁ μὲν μετὰ ἓξ ἡμέρας εἶπεν, ὁ δὲ ὑπερέβη καὶ τὴν ἑβδόμην, τῆς ὀγδόης μνησθείς; Διότι τὸ μέγα θέαμα τοῦ φωτὸς τῆς τοῦ Κυρίου μεταμορφώσεως, τῆς ὀγδόης ἤτοι τοῦ μέλλοντος αἰῶνός ἐστι τὸ μυστήριον, μετὰ τὴν κατάπαυσιν τοῦ ἐν ἓξ ἡμέραις γεγονότος κόσμου καὶ τὴν ὑπέρβασιν τῆς καθ’ ἡμᾶς αἰσθήσεως ἑξαδικῶς ἐνεργούσης ἀναφαινόμενον· πέντε γὰρ αἰσθήσεις ἔχομεν, προστιθέμενος δὲ ταύταις ὁ κατ’ αἴσθησιν προφορικὸς λόγος, ἑξαδικὴν τὴν ἐνέργειαν τῆς αἰσθήσεως ἡμῶν ἀπεργάζεται.
Οὐ μόνον δὲ ὑπὲρ αἴσθησιν, ἀλλὰ καὶ ὑπὲρ λόγον ἐστὶν ἡ ἐπηγγελμένη τοῖς ἀξίοις τοῦ Θεοῦ βασιλεία· διὰ τοῦτο μετὰ τὴν καλὴν ἀνενεργησίαν τῶν ἑξαδικῶς τούτων ἐκτελουμένων, ἧς ἀνενεργησίας τὸ ἀξίωμα ἡ ἑβδόμη πλουτεῖ, κατὰ τὴν ὀγδόην δυνάμει κρείττονος ἐνεργείας ἡ βασιλεία τοῦ Θεοῦ ἀναφαίνεται.
Καὶ ταύτην τὴν τοῦ θείου Πνεύματος δύναμιν, δι’ ἧς ὁρᾶται τοῖς ἀξίοις ἡ τοῦ Θεοῦ βασιλεία, κατὰ τὸν θεῖον Λουκᾶν ὁ Κύριος ἐνδεικνύμενος τοῖς μαθηταῖς, προεῖπεν· «εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει», τουτέστι, τῷ δύναμιν τοῖς ὁρῶσι παρασχεῖν ἰδεῖν τὰ ἀθέατα, τῆς θανασίμου καὶ ψυχωλέθρου προκαθάρασα λύμης, ἥτις ἐστὶν ἡ ἁμαρτία· ταύτης δὲ γεῦσίς ἐστιν ἡ ἐν τῷ λογισμῷ τῆς κακίας ἀρχή, ἧς οἱ προκαθαρθέντες οὐ γεύονται τοῦ κατὰ ψυχὴν θανάτου, τῇ δυνάμει τῆς μελλούσης ἐπιφανείας ἀμόλυντοι τηρηθέντες, ὡς ἐγὼ νομίζω, καὶ τὴν διάνοιαν. «Εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσονται θανάτου, ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει».
Πανταχοῦ ἐστιν ὁ τοῦ παντὸς βασιλεὺς καὶ πανταχοῦ ἐστιν ἡ βασιλεία αὐτοῦ, ὥστε τὸ ἔρχεσθαι τὴν αὐτοῦ βασιλείαν, οὐ τὸ ἄλλοθεν ἀλλαχόσε παραγίνεσθαι δηλοῖ, ἀλλὰ τὸ φανεροῦσθαι ταύτην τῇ δυνάμει τοῦ θείου Πνεύματος· διὰ τοῦτο ἔλεγεν ἐληλυθυῖαν ἐν δυνάμει. Ἥτις δύναμις οὐχ ἁπλῶς τοῖς τυχοῦσιν ἐγγίνεται, ἀλλὰ τοῖς ἑστηκόσι μετὰ τοῦ Κυρίου, τουτέστι τοῖς ἐστηριγμένοις ἐν τῇ πίστει αὐτοῦ καὶ τοῖς κατὰ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, καὶ τούτοις ἀναφερομένοις ὑπὸ τοῦ λόγου πρότερον εἰς ὄρος ὑψηλόν, δηλονότι τῆς φυσικῆς ἡμῶν ταπεινότητος ὑπεραναβιβαζομένοις· ἐπεὶ καὶ διὰ τοῦτο Θεὸς ἐν ὄρει, κατὰ τὸν εἰπόντα, φαντάζεται, τὸ μέντοι καταβαίνων αὐτὸς τῆς οἰκείας περιωπῆς, τὸ δὲ ἡμᾶς ἀνάγων ἐκ τῆς κάτωθεν ταπεινώσεως, ἵνα χωρηθῇ μετρίως γοῦν γεννητῇ φύσει καὶ ὅσον ἀσφαλὲς ὁ ἀχώρητος. Ἡ δὲ τοιαύτη φαντασία, οὐ τοῦ νοῦ χείρων, ἀλλὰ πολλῷ κρείττων καὶ ὑψηλοτέρα, ὡς ἐγγινομένη τῇ δυνάμει τοῦ θείου Πνεύματος.
Οὐ γίνεται τοιγαροῦν καὶ ἀπογίνεται, οὐδὲ περιγράφεται, οὐδ’ αἰσθητικῇ δυνάμει ὑποπίπτει τὸ φῶς τῆς τοῦ Κυρίου μεταμορφώσεως, εἰ καὶ δι’ ὀφθαλμῶν σωματικῶν ἑώραται καὶ πρὸς ὀλίγον χρόνον καὶ ἐν βραχείᾳ τοῦ ὄρους κορυφῇ, ἀλλ’ ἀπὸ τῆς σαρκὸς ἐπὶ τὸ πνεῦμα τηνικαῦτα, κατὰ τὸν εἰπόντα, μετέβησαν οἱ τοῦ Κυρίου μύσται τῇ ἐναλλαγῇ τῶν αἰσθήσεων, ἣν αὐτοῖς τὸ Πνεῦμα ἐνήργησε, καὶ οὕτως εἶδον, οὗ τε καὶ ἐφ’ ὅσον ἐχαρίσατο τούτοις ἡ τοῦ θείου Πνεύματος δύναμις, τὸ ἀπόρρητον ἐκεῖνο φῶς· ὃ μὴ συνιδόντες οἱ νῦν εἰς τοῦτο βλασφημοῦντες, αἰσθητικῇ τε καὶ κτιστῇ δυνάμει τοὺς ἐκκρίτους τῶν Ἀποστόλων ἰδεῖν ᾠήθησαν τὸ φῶς τῆς τοῦ Κυρίου μεταμορφώσεως, καὶ διὰ τοῦτο κατασπᾶν ἐπιχειροῦσιν εἰς κτίσμα, μὴ μόνον τὸ φῶς ἐκεῖνο, τὴν τοῦ Θεοῦ δόξαν καὶ βασιλείαν, ἀλλὰ καὶ τὴν δύναμιν τοῦ θείου Πνεύματος, δι’ ἧς τὰ θεῖα τοῖς ἀξίοις ἀποκαλύπτεται. Οὐ γὰρ ἤκουσαν ἢ οὐκ ἐπίστευσαν Παύλῳ λέγοντι, «ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν, ἡμῖν δὲ ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος αὑτοῦ· τὸ γὰρ Πνεῦμα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ».
Ἀλλὰ τῆς ὀγδόης ἐπιστάσης, καθάπερ εἴρηται, παραλαβὼν ὁ Κύριος τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι· ἀεὶ γάρ, ἢ πάντων, καὶ αὐτῶν τῶν Ἀποστόλων, ἀποχωρῶν μόνος προσηύχετο, καθάπερ ἡνίκα τοὺς πεντακισχιλίους σὺν γυναιξὶ καὶ παιδίοις πέντε ἄρτοις καὶ δυσὶν ἰχθύσιν ἐξέθρεψε, πάραυτα γὰρ πάντας ἀπολύσας καὶ τοὺς μαθητὰς πάντας ἀναγκάσας ἐμβῆναι εἰς τὸ πλοῖον, αὐτὸς ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι· ἢ συμπαραλαμβάνων ὀλίγους καὶ τοὺς τῶν ἄλλων ὑπερέχοντας μεθ’ ἑαυτοῦ· καὶ τοῦ σωτηρίου γὰρ πάθους προσάγοντος, τοῖς μὲν ἄλλοις μαθηταῖς φησι, καθίσατε ὧδε, ἕως προσεύξομαι· παραλαμβάνει δὲ τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην μεθ’ ἑαυτοῦ. Τούτους οὖν κἀνταῦθα μόνους παραλαβὼν «ἀναφέρει εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν, καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν», τουτέστιν αὐτῶν ὁρώντων.
Τίς ἐστι μετεμορφώθη; Φησὶν ὁ Χρυσόστομος θεολόγος· παρήνοιξεν, ὡς εὐδόκησεν, ὀλίγον τῆς θεότητος, καὶ τοῖς μύσταις ἔδειξε τὸν ἐνοικοῦντα Θεόν. «Ἐγένετο γὰρ ἐν τῷ προσεύχεσθαι αὐτόν», ὡς ὁ Λουκᾶς φησι, «τὸ εἶδος αὐτοῦ ἕτερον, λάμψαν ὥσπερ ὁ ἥλιος», ὡς ὁ Ματθαῖος γράφει. Ὡς ἥλιος δὲ εἶπεν, οὐχ ἵνα αἰσθητὸν ἐννοήσῃ τις τὸ φῶς ἐκεῖνο, ἄπαγε τῆς κατὰ νοῦν ἀβλεψίας τῶν μηδὲν τῶν κατ’ αἴσθησιν φαινομένων ὑψηλότερον ἐννοεῖν δυναμένων, ἀλλ’ ἵνα γνῶμεν, ὅτι ὃ τοῖς κατ’ αἴσθησιν ζῶσι καὶ δι’ αἰσθήσεως ὁρῶσίν ἐστιν ὁ ἥλιος, τοῦτο τοῖς κατὰ πνεῦμα ζῶσι καὶ ἐν πνεύματι ὁρῶσίν ἐστιν ὁ Χριστὸς ὡς Θεός, καὶ οὐ χρεία τοῖς θεοειδέσιν ἐν τῇ θεοπτίᾳ φωτὸς ἑτέρου· τοῖς γὰρ ἀϊδίοις αὐτός ἐστι φῶς καὶ οὐκ ἄλλο· τί γὰρ δεῖ φωτὸς δευτέρου τοῖς τὸ μέγιστον ἔχουσιν;
Ἐν τῷ προσεύχεσθαι δὲ οὕτως, ἔλαμψε καὶ ἀνεκάλυψεν ἀπορρήτως τοῖς τῶν μαθητῶν ἐκκρίτοις τὸ ἀπόρρητον ἐκεῖνο φῶς, τῶν ἄκρων προφητῶν συνόντων, ἵνα δείξῃ πρόξενον οὖσαν τὴν προσευχὴν τῆς μακαρίας ἐκείνης θέας, καὶ μάθωμεν, ὅτι διὰ τῆς πρὸς Θεὸν κατ’ ἀρετὴν ἐγγύτητος καὶ τῆς πρὸς αὐτὸν κατὰ νοῦν ἑνώσεως, ἡ λαμπρότης ἐγγίνεται καὶ ἀναφαίνεται ἐκείνη, πᾶσι διδομένη τε καὶ ὁρωμένη τοῖς δι’ ἀγαθοεργίας ἀκριβοῦς καὶ διὰ προσευχῆς εἰλικρινοῦς ἀνατεινομένοις ἀδιαλείπτως πρὸς Θεόν· κάλλος γάρ, φησίν, ἀληθινὸν καὶ ἐρασμιώτατον, μόνῳ τῷ τὸν νοῦν κεκαθαρμένῳ θεωρητόν, τὸ περὶ τὴν θείαν καὶ μακαρίαν φύσιν ἐστίν, οὗ ὁ ἐνατενίσας ταῖς μαρμαρυγαῖς καὶ ταῖς χάρισι, μεταλαμβάνει τι ἀπ’ αὐτοῦ, ὥσπερ αἴγλην τινὰ ἀνθηρὰν εἰς τὴν οἰκείαν ὄψιν ἀναχρωννύμενος· ὅθεν καὶ Μωϋσῆς ἐν τῷ ὁμιλεῖν Θεῷ ἐδοξάσθη τὸ πρόσωπον.
Ὁρᾶτε ὅτι καὶ Μωϋσῆς μετεμορφώθη ἀναβὰς εἰς τὸ ὄρος, καὶ οὕτως εἶδε τὴν δόξαν Κυρίου; Ἀλλ’ ἔπαθε τὴν μεταμόρφωσιν, οὐκ ἐνήργησε· κατὰ τὸν λέγοντα, εἰς τοῦτό με φέρει τὸ μέτριον ἐνταῦθα φέγγος τῆς ἀληθείας, λαμπρότητα Θεοῦ καὶ ἰδεῖν καὶ παθεῖν. Ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, οἴκοθεν εἶχε τὴν λαμπρότητα ἐκείνην· διὸ οὐδὲ προσευχῆς αὐτὸς ἐδεῖτο, θείῳ φωτὶ λαμπρυνούσης τὸ σῶμα, ἀλλ’ ὅθεν τοῖς ἁγίοις ἡ λαμπρότης τοῦ Θεοῦ προσγενήσεται καὶ ὅπως αὐτοῖς ὀφθήσεται ὑπεδείκνυ· λάμψουσι γὰρ καὶ οἱ δίκαιοι ὡς ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν, καὶ οὕτω φῶς ὅλοι γεγονότες θεῖον, ὡς θείου φωτὸς γεννήματα, τὸν θείως ἀπορρήτως ὑπερλάμποντα ὄψονται Χριστόν, οὗ ἐκ τῆς θεότητος ἡ δόξα φυσικῶς προϊοῦσα κοινὴ καὶ τοῦ σώματος ἐν Θαβὼρ ἐδείκνυτο, διὰ τὸ ἑνιαῖον τῆς ὑποστάσεως. Οὕτω καὶ διὰ τοιούτου φωτὸς τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος ἔλαμψεν.
Οἱ δὲ τὸν ἕλληνα λόγον καὶ τὴν τοῦ κόσμου τούτου σοφίαν ἐφ’ ἡμῶν αὐχοῦντες, καὶ τοῖς πνευματικοῖς ἀνδράσιν ἐπὶ τῶν τοῦ Πνεύματος λόγων μὴ πειθαρχεῖν ὅλως, ἀλλὰ καὶ ἀνταίρειν προῃρημένοι, φῶς ἀκούοντες τῆς ἐπ’ ὄρους τοῦ Κυρίου μετεμορφώσεως, τὸ τοῖς ἀποστολικοῖς ὀφθαλμοῖς ἑωραμένον, εἰς τὸ αἰσθητὸν εὐθὺς καὶ κτιστὸν κατάγονται φῶς, καὶ κατασπῶσιν εἰς τοῦτο τὸ ἄϋλον καὶ ἀνέσπερον καὶ ἀΐδιον καὶ μὴ μόνον ὑπὲρ αἴσθησιν, ἀλλὰ καὶ ὑπὲρ νοῦν ἐκεῖνο φῶς, αὐτοὶ κάτω κείμενοι καὶ μηδὲν ὑπὲρ τὰ πρόσγεια νοεῖν δυνάμενοι. Καίτοι αὐτὸς ὁ κατὰ τοῦτο λάμψας ἄκτιστον ὂν προαπέδειξεν αὐτό, βασιλείαν τοῦτο καλέσας τοῦ Θεοῦ· οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ δούλη καὶ κτιστή, μόνη γὰρ πάντων ἀβασίλευτος καὶ ἀήττητος, κα χρόνου παντὸς καὶ αἰῶνος ἐπέκεινα, καὶ οὐ θέμις, φησίν, ἦρχθαι ἢ φθάνεσθαι ὑπὸ αἰώνων ἢ χρόνων τὴν τοῦ Θεοῦ βασιλείαν.
Ταύτην δὲ πιστεύομεν εἶναι τὴν τῶν σωζομένων κληρονομίαν. Ἐπεὶ δὲ καὶ μεταμορφωθεὶς ὁ Κύριος ἔλαμψε καὶ τὴν δόξαν καὶ τὴν λαμπρότητα καὶ τὸ φῶς ἔδειξεν ἐκεῖνο, καὶ ἥξει πάλιν οἷος ὤφθη τοῖς μαθηταῖς ἐν τῷ ὄρει, ἆρα προσελάβετό τι φῶς καὶ εἰς τοὺς αἰῶνας ἕξει, ὃ πρότερον οὐκ εἶχεν; Ἄπαγε τῆς βλασφημίας· ὁ γὰρ τοῦτο λέγων, τρεῖς φύσεις ἐπὶ τοῦ Χριστοῦ δοξάσει, τήν τε θείαν καὶ τὴν ἀνθρωπίνην, καὶ τὴν τοῦ φωτὸς ἐκείνου· τοιγαροῦν οὐχ ἑτέραν, ἀλλ’ ἣν εἶχεν ἀφανῶς λαμπρότητα ταύτην ἐφανέρωσεν. Εἶχε δὲ ὑπὸ τὴν σάρκα κεκρυμμένην τὴν λαμπρότητα τῆς φύσεως τῆς θείας. Οὐκοῦν τῆς θεότητός ἐστι τὸ φῶς ἐκεῖνο, καὶ ἄκτιστόν ἐστιν· ἐπεὶ καὶ μετεμορφώθη Χριστὸς κατὰ τοὺς θεολόγους, οὐχ ὃ οὐκ ἦν προσλαβόμενος, οὐδὲ εἰς ὅπερ οὐκ ἦν μεταβαλλόμενος, ἀλλ’ ὅπερ ἦν τοῖς οἰκείοις μαθηταῖς ἐκφαινόμενος, διανοίγων τούτων τὰ ὄμματα καὶ ἐκ τυφλῶν ἐργαζόμενος βλέποντας. Ὁρᾷς ὅτι πρὸς τὸ φῶς ἐκεῖνο τυφλοί εἰσιν οἱ κατὰ φύσιν ὁρῶντες ὀφθαλμοί; Οὐκοῦν οὐδὲ τὸ φῶς ἐκεῖνο αἰσθητόν, οὐδὲ οἱ ὁρῶντες αἰσθητικοῖς ἁπλῶς ἑώρων ὀφθαλμοῖς, ἀλλὰ μετασκευασθεῖσι τῇ δυνάμει τοῦ θείου Πνεύματος.
Ἐνηλλάγησαν οὖν, καὶ οὕτω τὴν ἐναλλαγὴν εἶδον, οὐχ ἣν ἀρτίως, ἀλλ’ ἣν ἐξ αὐτῆς τῆς προσλήψεως ἔλαβε τὸ ἡμέτερον φύραμα, θεωθὲν τῇ ἑνώσει τοῦ Λόγου τοῦ Θεοῦ. Ἐντεῦθεν καὶ ἡ ἐν παρθενίᾳ συλλαβοῦσά τε καὶ τεκοῦσα ξένως τὸν ἐξ αὐτῆς τεχθέντα σαρκοφόρον Θεὸν ἐπέγνω, καὶ Συμεὼν ὡς βρέφος τοῦτον μετὰ χεῖρας λαβὼν καὶ ἡ πρεσβῦτις Ἄννα προσυπαντήσασα· διεφαίνετο γὰρ οἷον δι’ ὑελίνων ὑμένων ἡ θεία δύναμις διαυγάζουσα τοῖς ἔχουσι τοὺς ὀφθαλμοὺς τῆς καρδίας κεκαθαρμένους.
Τί δὲ καὶ τῶν ἄλλων ἀπολαμβάνει τοὺς κορυφαίους καὶ ἀνάγει τούτους, καὶ κατ’ ἰδίαν μόνους; Ἵνα τι πάντως ὑποδείξῃ μέγα τε καὶ μυστικόν. Πῶς οὖν μέγα καὶ μυστικὸν ἡ τοῦ αἰσθητοῦ φωτὸς θέα, ἣν αὐτοί τε οἱ ἐκλεγέντες καὶ πρὶν ἀναχθῆναι, καὶ σὺν αὐτοῖς οἱ κάτω λειφθέντες εἶχον; Τίς δὲ αὐτοῖς χρεία καὶ Πνεύματος δυνάμεως καὶ τῆς δι’ αὐτῆς προσθήκης ἢ ἐναλλαγῆς ὀμμάτων πρὸς τὴν τοῦ φωτὸς ἐκείνου θέαν, εἴπερ αἰσθητόν τε καὶ κτιστόν; Πῶς δὲ δόξα καὶ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος τὸ φῶς τὸ αἰσθητόν; Πῶς δ’ ἐν τῇ τοιαύτῃ δόξῃ καὶ βασιλείᾳ κατὰ τὸν μέλλοντα αἰῶνα ἥξει ὁ Χριστός, ὅτε οὐκ ἀέρος, οὐ φωτός, οὐ τόπου χρεία καὶ τῶν τοιούτων, ἀλλ’ ἀντὶ πάντων κατὰ τὸν ἀπόστολον ἡμῖν ἔσται ὁ Θεός; Εἰ δὲ ἀντὶ πάντων, καὶ ἀντὶ φωτὸς πάντως. Ὅθεν δείκνυται πάλιν καὶ τὸ φῶς ἐκεῖνο τῆς θεότητος ὄν, ἐπεὶ καὶ ὁ θεολογικώτατος τῶν εὐαγγελιστῶν Ἰωάννης διὰ τῆς Ἀποκαλύψεως ἐκφαίνει, ὡς ἡ μέλλουσα καὶ μένουσα ἐκείνη πόλις «οὐ χρείαν ἔχει τοῦ ἡλίου οὐδὲ τῆς σελήνης, ἵνα φαίνωσιν ἐν αὐτῇ· ἡ γὰρ δόξα τοῦ Θεοῦ ἐφώτισεν αὐτὴν καὶ ὁ λύχνος αὐτῆς, τὸ ἀρνίον». Ἆρ’ οὐ φανερῶς ὑπέδειξεν ἡμῖν κἀκεῖ τὸν ἐν Θαβωρίῳ νῦν θείως μεταμορφωθέντα Ἰησοῦν, ὃς ἔχει μὲν ὡς λύχνον τὸ σῶμα, ἀντὶ δὲ φωτὸς τὴν ἐκφανεῖσαν ἐπ’ ὄρους τοῖς συναναβᾶσι δόξαν τῆς θεότητος;
Ἀλλὰ καὶ περὶ τῶν ἐνοικούντων τῇ πόλει ἐκείνῃ ὁ αὐτός φησιν ὡς «οὐχ ἕξουσι χρείαν φωτὸς λύχνου καὶ φωτὸς ἡλίου, ὅτι Κύριος ὁ Θεὸς φωτίσει ἐπ’ αὐτούς, καὶ νὺξ οὐκ ἔσται ἔτι». Τί οὖν τὸ φῶς τοῦτο, παρ’ ᾧ οὐκ ἔστι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα;
Τί τὸ ἄτρεπτον καὶ ἀνέσπερον τοῦτο φῶς; Ἆρ’ οὗ τῆς θεότητος; Ἀλλὰ καὶ ὁ Μωϋσῆς καὶ ὁ Ἠλίας, καὶ μάλιστα ὁ Μωϋσῆς, ψυχὴ ὑπάρχων οὐκ ἐνσώματος, πῶς ὤφθησαν καὶ ἐδοξάσθησαν δι’ αἰσθητοῦ φωτός; Καὶ οὗτοι γὰρ ὀφθέντες ἐν δόξῃ τηνικαῦτα ἔλεγον τὴν ἔξοδον ἣν ἔμελλε πληροῦν ἐν Ἰερουσαλήμ.
Πῶς δὲ καὶ ἐπέγνωσαν οὓς οὔπω πρότερον εἶδον οἱ Ἀπόστολοι, εἰ μὴ τῇ ἀποκαλυπτικῇ δυνάμει τοῦ φωτὸς ἐκείνου; Ἀλλ’ ἵνα μὴ κατατείνωμεν ὑμῶν ἐπὶ πολὺ τὴν διάνοιαν, τὰ μὲν ὑπόλοιπα τῶν εὐαγγελικῶν ρημάτων ἐπὶ τοῦ καιροῦ ταμιευσόμεθα τῆς πανιέρου καὶ θείας ἱερουργίας. Πιστεύοντες δέ, ὡς ἐδιδάχθημεν παρὰ τῶν ὑπὸ τοῦ Χριστοῦ φωτισθέντων, ἅτε μόνων ἀκριβῶς εἰδότων (τὰ γὰρ μυστήριά μου ἐμοὶ καὶ τοῖς ἐμοῖς, φησί, διὰ τοῦ προφήτου ὁ Θεός)· καλῶς οὖν πιστεύοντες, ὡς ἐδιδάχθημεν, καὶ τοῦ μυστηρίου συνιέντες τῆς τοῦ Κυρίου μεταμορφώσεως, ὁδεύσωμεν πρὸς τὴν λάμψιν τοῦ φωτὸς ἐκείνου· καὶ τοῦ κάλλους ἐρασθέντες τῆς ἀναλλοιώτου δόξης, τὸ ὄμμα τῆς διανοίας τῶν γηΐνων μολυσμῶν ἐκκαθάρωμεν, πᾶν περιφρονοῦντες τερπνὸν καὶ περικαλλές, ὃ μὴ μόνιμον· ὅ, κἂν ἡδὺ δοκῇ, ἀλλ’ ὀδύνην προξενεῖ τὴν αἰώνιον, κἂν ὥραν φέρῃ τῷ σώματι, ἀλλὰ τῇ ψυχῇ περιβάλλει τὸν δυσειδῆ χιτῶνα τῆς ἁμαρτίας ἐκεῖνον, δι’ ὃν δεθεὶς χεῖρας καὶ πόδας ὁ μὴ τὸ ἔνδυμα τῆς ἀφθάρτου συναφείας ἔχων, εἰς τὸ πῦρ ἐκεῖνο καὶ τὸ σκότος ἐξάγεται τὸ ἐξώτερον.
Οὗ ρυσθείημεν ἅπαντες ἐλλάμψει καὶ ἐπιγνώσει τοῦ ἀΰλου καὶ ἀϊδίου φωτὸς τῆς τοῦ Κυρίου μεταμορφώσεως, εἰς δόξαν αὐτοῦ καὶ τοῦ ἀνάρχου αὐτοῦ Πατρὸς καὶ τοῦ ζωοποιοῦ Πνεύματος, ὧν μία καὶ ἡ αὐτὴ λαμπρότης τε καὶ θεότης καὶ δόξα καὶ βασιλεία καὶ δύναμις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.