Ἔργον
Γρηγόριος Παλαμᾶς – Ομιλίες ΚΑ΄–ΜΒ΄
Το άκτιστο φως της Μεταμορφώσεως
Η φανέρωση του ανέσπερου φωτός, η φωτεινή νεφέλη και η μετοχή των αγίων στη θεία δόξα χωρίς την κατάληψη της θείας ουσίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Το άκτιστο φως της Μεταμορφώσεως
Η φανέρωση του ανέσπερου φωτός, η φωτεινή νεφέλη και η μετοχή των αγίων στη θεία δόξα χωρίς την κατάληψη της θείας ουσίας.
ΕΙΣ ΤΗΝ ΑΥΤΗΝ ΤΟΥ ΚΥΡΙΟΥ ΜΕΤΑΜΟΡΦΩΣΙΝ Ἐν ᾗ παράστασις, ὡς εἰ καὶ ἄκτιστόν ἐστι τὸ κατ’ αὐτὴν θειότατον φῶς, ἀλλ’ οὐκ ἔστιν οὐσία τοῦ Θεοῦ Ἡσαΐας ὁ προφήτης περὶ τοῦ εὐαγγελίου προηγόρευσεν, ὅτι «λόγον συντετμημένον δώσει Κύριος ἐπὶ τῆς γῆς». Συντετμημένος δέ ἐστι λόγος ὁ ρήμασιν ὀλίγοις πολλὴν διάνοιαν ἐμπεριέχων. Οὐκοῦν ἀναθεωρήσωμεν τὰ προτεθεωρημένα σήμερον τῶν εὐαγγελικῶν ρημάτων, καὶ τὰ λείποντα προσθῶμεν, ἵν’ ἐμφορηθῶμεν ἔτι τῆς ἐναποκειμένης ἀκηράτου διανοίας καὶ τῆς θείας ὅλοι κατοχῆς γενώμεθα. «Τῷ καιρῷ ἐκείνῳ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν, καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος». Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας, ἀδελφοί, ἡμέρα θεία καὶ καινὴ καὶ ἀΐδιος, οὐ διαστήμασι μετρουμένη, οὐκ αὐξομένη καὶ μειουμένη, οὐ διακοπτομένη νυκτί· καὶ γὰρ ἡλίου δικαιοσύνης ἡμέρα ἐστί, παρ’ ᾧ οὐκ ἔστι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα· ὅς, ἀφ’ ἧς εὐδοκίᾳ τοῦ Πατρὸς καὶ συνεργείᾳ τοῦ ἁγίου Πνεύματος ἐφ’ ἡμᾶς φιλανθρώπως λάμψας, ἐξήγαγεν ἡμᾶς ἀπὸ σκότους εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς, διατείνει τὸν ἀεὶ χρόνον ὑπὲρ κεφαλῆς λάμπων, ἄδυτος ὑπάρχων ἥλιος.
Ἥλιος δὲ δικαιοσύνης τε καὶ ἀληθείας ὤν, οὐκ ἀνέχεται φαίνειν καὶ ἀκριβῶς ἐπιγινώσκεσθαι τοῖς τὸ ψεῦδος περιέπουσι καὶ ἀδικίαν εἰς τὸ ὕψος λαλοῦσιν ἢ δι’ ἔργων ἐπιδεικνυμένοις· ἀλλὰ τοῖς ἐργάταις τῆς δικαιοσύνης καὶ τοῖς ἐρασταῖς τῆς ἀληθείας ἐπιφαίνεται καὶ πιστεύεται, καὶ τούτους εὐφραίνει ταῖς λαμπηδόσι. Καὶ τοῦτό ἐστιν ὅπερ ἡ Γραφὴ λέγει, «φῶς ἀνέτειλε τῷ δικαίῳ καὶ ἡ τούτου σύζυγος εὐφροσύνη». Διὰ τοῦτο καὶ ὁ ψαλμῳδὸς προφήτης ἄδει πρὸς Θεόν, «Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται», τὴν ἐγγενομένην ἐπ’ ὄρους ὕστερον ἐκ τῆς ἐλλάμψεως ἐκείνης εὐφροσύνην τοῖς ἰδοῦσι προγράφων· ὁ δὲ Ἠσαΐας «λύε», φησί, «πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, πᾶσαν συγγραφὴν ἄδικον διάσπα». Εἶτα τί; «Τότε ραγήσεται πρώϊμον τὸ φῶς σου καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ καὶ πορεύεται ἔμπροσθεν ἡ δικαιοσύνη σου καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ σε»· καὶ πάλιν, «ἐὰν ἀνέλῃς ἀπὸ σοῦ σύνδεσμον καὶ χειροτονίαν καὶ ρῆμα γογγυσμοῦ, καὶ δῷς πεινῶντι ἄρτον ἐκ ψυχῆς σου καὶ ψυχὴν τεταπεινωμένην ἐμπλήσῃς, τότε ἀνατελεῖ ἐν σκότει τὸ φῶς σου καὶ τὸ σκότος σου ὡς μεσημβρία». Καὶ γὰρ ἄλλους ἡλίους καὶ αὐτοὺς ποιεῖ, οἷς ἂν ὁ ἥλιος οὗτος ἐμφανῶς ἐπιλάμψοι· «λάμψουσι γὰρ καὶ οἱ δίκαιοι ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν».
Ἀποθώμεθα οὖν, ἀδελφοί, τὰ ἔργα τοῦ σκότους, καὶ ἐργαζώμεθα τὰ ἔργα τοῦ φωτός, ἵνα μὴ μόνον ὡς ἐν ἡμέρᾳ τοιαύτῃ εὐσχημόνως περιπατήσωμεν, ἀλλὰ καὶ ἡμέρας υἱοὶ γενώμεθα· καὶ δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος, ἔνθα Χριστὸς ἔλαμψεν, ἵνα τὰ ἐκεῖ κατίδωμεν· μᾶλλον δὲ τοιούτους ὄντας καὶ τοιαύτης ἡμέρας γεγονότας ἀξίους, αὐτὸς ἡμᾶς ὁ τοῦ Θεοῦ Λόγος ἀναβιβάσει κατὰ καιρόν. Νῦν δὲ συντείνατε καὶ ἀνατείνατε τὸ ὄμμα τῆς διανοίας, παρακαλῶ, πρὸς τὸ φῶς τοῦ εὐαγγελικοῦ κηρύγματος, ὡς ἂν μεταμορφωθῆτε τέως τῇ ἀνακαινίσει τοῦ νοὸς ὑμῶν, καὶ οὕτω τὴν ἄνωθεν θείαν αἴγλην ἐπισπασάμενοι, σύμμορφοι γένησθε τῷ ὁμοιώματι τῆς δόξης Κυρίου, οὗ τὸ πρόσωπον ἐπ’ ὄρους ἔλαμψε σήμερον ὡς ὁ ἥλιος.
Πῶς ὡς ὁ ἥλιος; Ἦν ὅτε τὸ ἡλιακὸν τοῦτο φῶς οὐκ ἦν ὡς ἐν σκεύει τῷ δίσκῳ τούτῳ· τὸ μὲν γὰρ πρωτόγονόν ἐστι, τὸν δὲ δίσκον τῇ τετάρτῃ τῶν ἡμερῶν παρήγαγεν ὁ τὰ πάντα παραγαγών, ἐνάψας αὐτῷ τὸ φῶς καὶ οὕτως ὑποστήσας ἡμεροποιὸν ἅμα καὶ ἡμεροφανῆ φωστῆρα. Οὕτω δὴ καὶ τὸ φῶς τῆς θεότητος ἦν ὅτε οὐκ ἦν ὡς ἐν σκεύει τῷ Χριστοῦ σώματι· τὸ μὲν γὰρ προάναρχόν ἐστι, τὸ δὲ πρόσλημμα, ὃ παρ’ ἡμῶν ἀνέλαβεν ὁ τοῦ Θεοῦ Υἱός, νῦν ὕστερον ὑπὲρ ἡμῶν παρήχθη, τὸ πλήρωμα τῆς θεότητος ἐν ἑαυτῷ λαβόν, καὶ οὕτω θεοποιὸς ἅμα καὶ θεοφεγγὴς ἀναπέφηνε φωστήρ. Οὕτως ἔλαμψε τὸ τοῦ Χριστοῦ πρόσωπον ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς· ὁ δὲ Μάρκος φησί, «στίλβοντα λευκὰ λίαν ὡς χιὼν οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται λευκᾶναι».
Ἐλαμπρύνθη μὲν οὖν τῷ αὐτῷ φωτὶ καὶ τὸ προσκυνητὸν ἐκεῖνο τοῦ Χριστοῦ σῶμα καὶ τὰ ἱμάτια, ἀλλ’ οὐκ ἐπίσης· τὸ μὲν γὰρ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος ἔλαμψε, τὰ δὲ ἱμάτια ὡς ἐγγίζοντα τῷ σώματι ἐκείνου φωτεινὰ ἐγένετο, καὶ διὰ τούτων ἔδειξε, τίνες αἱ στολαὶ τῆς δόξης, ἃς ἐνδύσονται κατὰ τὸν μέλλοντα αἰῶνα οἱ ἐγγίζοντες Θεῷ, καὶ τίνα τὰ ἐνδύματα τῆς ἀναμαρτησίας, ἃ διὰ τὴν παράβασιν ὁ Ἀδὰμ ἀπεκδυσάμενος γυμνὸς ὡρᾶτο καὶ κατῃσχύνετο. Λουκᾶς μὲν οὖν ὁ θεῖος, «ἐγένετο», φησί, «τὸ εἶδος αὐτοῦ ἕτερον καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων», τὰ ἐκεῖ τελούμενα πάντα πρὸς οὐδὲν παράδειγμα βλέπων.
Ὁ δὲ Μάρκος εἰκονίζει μὲν τὰ ἱμάτια, εἰπὼν δὲ στίλβοντα λευκὰ λίαν ὡς χιών, ἔδειξε καὶ οὗτος τὰς εἰκόνας καὶ τὰ παραδείγματα πρὸς τὴν θέαν τῶν ἱματίων ἐκείνων ἀπολειπόμενα. Ἡ γὰρ χιὼν λευκὴ μέν ἐστιν, ἀλλ’ οὐχὶ καὶ στίλβουσα· καὶ γὰρ ἀνώμαλον ἀεὶ τὴν ἐπιφάνειαν ἔχει, οἷον ἐκ λεπτῶν τινων πομφολύγων συγκειμένη πᾶσα διὰ τὴν τοῦ ἐνυπάρχοντος ἀέρος μίξιν· μήπω γὰρ συστὰν τελέως τὸ νέφος, μηδὲ τὸν ἐναπειλημμένον ἀέρα δυνηθὲν ἐκθλίψαι, τῷ σφοδρῷ τοῦ κρύους πήγνυται, καὶ οὕτως ἀεροφόρον καταφέρεται, ἀφρῷ παραπλησίως ἔχον κατὰ τὸ λευκὸν ὁμοῦ τε καὶ ἀνώμαλον.
Ὡς οὖν μὴ ἀρκοῦντος τοῦ λευκοῦ τῆς χιόνος εἰς παράστασιν τοῦ τερπνοῦ τῆς θέας ἐκείνης καὶ τὸ στίλβειν συμπαρελήφθη, προσέτι καὶ διὰ τούτων τοῦ εὐαγγελικοῦ δεικνῦντος ὑπερφυὲς τὸ φῶς ἐκεῖνο, δι’ οὗ λαμπρά τε καὶ λευκὰ τὰ ἱμάτια γέγονεν ἐκεῖνα· οὐ γὰρ φωτὸς τὰ λαμπόμενα λευκά τε καὶ στίλβοντα ποιεῖν, ἀλλ’ ὁποῖα τὴν χροιὰν δεικνῦναι, τὸ δ’, ὡς ἔοικεν, ἀπεκάλυψε, μᾶλλον δὲ ἠλλοίωσεν αὐτά, ὃ φωτὸς οὐκ ἔστιν αἰσθητοῦ.
Τὸ δ’ ἔτι παραδοξότερον, ὅτι καὶ ἀλλοιῶσαν, ἀναλλοίωτα τηνικαῦτα διετήρησεν αὐτά, ὡς μετὰ μικρὸν ἐδείχθη. Ποῦ ταῦτα φωτὸς ἡμῖν γνωρίμου; Διὰ τοῦτο ὁ εὐαγγελιστὴς οὐ τὴν ὑπερέχουσαν μόνην τοῦ προσώπου Κυρίου λαμπρότητα καὶ καλλονὴν ἐκείνην, ἀλλὰ καὶ τὴν ὡραιότητα τῶν ἱματίων ὑπερφυᾶ δεικνύς, τῶν μὲν ἐκ φύσεως ὡραίων ὑπεξήγαγε, τῷ λευκῷ τῆς χιόνος τὴν στιλπνότητα συνάψας· ἐπεὶ δὲ καὶ ἡ τέχνη δοκεῖ τινα καλλονὴν προσεφευρίσκειν τῇ φύσει, καὶ τῶν τεχνητῶν ὡραϊσμῶν ἐκείνην τὴν καλλονὴν ὑπερτιθείς, «οἷα», φησί, «γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται λευκᾶναι».
Ἀλλὰ γὰρ ὁ δι’ ἡμᾶς σαρκωθεὶς προαιώνιος Λόγος, ἡ ἐνυπόστατος σοφία τοῦ Πατρός, καὶ τὸν λόγον τοῦ εὐαγγελικοῦ κηρύγματος ἐν ἑαυτῷ φέρει πάντως· οὗ καθάπερ ἱματισμὸς τὸ γράμμα ἐστί, λευκὸν μὲν ὂν καὶ σαφές, ἅμα δὲ καὶ στίλβον καὶ λαμπρὸν καὶ οἷον μαργαρῶδες, μᾶλλον δὲ θεοπρεπὲς καὶ ἔνθεον τοῖς ἐν πνεύματι τὰ τοῦ Πνεύματος ὁρῶσι καὶ διασαφοῦσι τὰς ἐν τῷ γράμματι λέξεις θεοπρεπῶς καὶ τοιαῦτα δεικνῦσι τὰ ρήματα τοῦ εὐαγγελικοῦ κηρύγματος, οἷα γναφεὺς ἐπὶ τῆς γῆς, τουτέστι σοφὸς τοῦ αἰῶνος τούτου, οὐ δύναται διασαφῆσαι. Καὶ τί λέγω διασαφῆσαι; Οὐδὲ γὰρ δύναται γνῶναι διασαφοῦντος ἑτέρου· «ψυχικὸς γὰρ ἄνθρωπος», καθά φησιν ὁ ἀπόστολος, «οὐ δέχεται τὰ τοῦ Πνεύματος, οὐδὲ δύναται γνῶναι». Διὸ καὶ εἰς αἰσθητὰς παραγνωρίζει τὰς ὑπὲρ νοῦν καὶ θείας καὶ πνευματικὰς ἐλλάμψεις, «ἃ μὴ ἑώρακεν ἐμβατεύων, εἰκῆ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ».
Ἀλλ’ ὁ Πέτρος ὑπὸ τῆς μακαριωτάτης θέας ἐκείνης καταυγασθεὶς τὴν διάνοιαν καὶ πρὸς ἔρωτα θεῖον καὶ πόθον ἐπαρθεὶς μείζονα, τοῦ φωτὸς ἐκείνου διαστῆναι μηκέτι θέλων, «καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι», πρὸς τὸν Κύριον ἔλεγε, «εἰ θέλεις ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοὶ μίαν, καὶ Μωϋσεῖ μίαν, καὶ μίαν Ἠλίᾳ», μὴ εἰδὼς ὃ λέγει· οὔπω γὰρ ὁ καιρὸς ἐφειστήκει τῆς ἀποκαταστάσεως, ἀλλὰ καιροῦ ἐπιστάντος, οὐ χειροποιήτων δεησόμεθα σκηνῶν· ἀλλ’ οὐδ’ ἐξισοῦν ἔδει τῷ δεσπότῃ τοὺς δούλους διὰ τῆς τῶν σκηνῶν ὁμοιότητος· ὁ μὲν γὰρ Χριστὸς ὡς Υἱὸς γνήσιος ἐν τοῖς κόλποις τοῦ Πατρός ἐστιν, οἱ δὲ προφῆται καταλλήλως ὡς υἱοὶ γνήσιοι τοῦ Ἀβραὰμ ἐν τοῖς κόλποις Ἀβραὰμ οἰκήσουσιν. Ὡς οὖν ταῦτα ὁ Πέτρος μὴ εἰδὼς ἔλεγεν, «ἰδού, νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς», διακόπτουσα τοὺς Πέτρου λόγους, καὶ δεικνῦσα τίς ἡ τῷ Χριστῷ πρέπουσα σκηνή. Ἀλλὰ τίς αὕτη ἡ νεφέλη καὶ πῶς, φωτεινὴ οὖσα, ἐπεσκίασεν αὐτούς; Μὴ αὕτη τὸ ἀπρόσιτόν ἐστι φῶς, ἐν ᾧ ὁ Θεὸς κατοικεῖ, καὶ ὃ φῶς ἀναβάλλεται ὡς ἱμάτιον; «Ὁ τιθεὶς» γάρ, φησί, «νέφη τὴν ἐπίβασιν αὐτοῦ», καὶ «ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ». Καίτοι, καθά φησιν ὁ ἀπόστολος, «μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον»· ὥστε τὸ αὐτὸ καὶ φῶς ἐστιν ἐνταυθοῖ καὶ σκότος, δι’ ὑπερέχουσαν φανότητα ἐπισκιάζον.
Ἀλλὰ καὶ τὸ τοῖς ἀποστολικοῖς ὀφθαλμοῖς πρότερον ὁρώμενον ἀπρόσιτον ὑπὸ τῶν ἱερῶν θεολόγων εἶναι μαρτυρεῖται. «Σήμερον γάρ», φησί, «φωτὸς ἀπροσίτου ἄβυσσος· σήμερον αἴγλης θείας χύσις ἀπεριόριστος ἐν Θαβὼρ τῷ ὄρει τοῖς Ἀποστόλοις αὐγάζεται». Καὶ ὁ μέγας Διονύσιος γνόφον εἰπὼν εἶναι τὸ ἀπρόσιτον φῶς, ἐν ᾧ κατοικεῖν ὁ Θεὸς λέγεται, ἐν τούτῳ, φησί, γίνεται πᾶς ὁ Θεὸν γνῶναι καὶ ἰδεῖν ἀξιούμενος. Οὐκοῦν τὸ αὐτὸ φῶς ἦν, ὅ τε πρότερον ἀπὸ τοῦ προσώπου τοῦ Κυρίου λάμπον ἑώρων οἱ Ἀπόστολοι, καὶ ἡ ἐπισκιάσασα φωτεινὴ νεφέλη μετὰ ταῦτα. Ἀλλὰ τότε μὲν ἀμυδρότερον ἐπιλάμπον παρεῖχε τὸ ὁρᾷν· ἐκφανὲν δὲ πολλῷ πλέον ὕστερον, ἀόρατον αὐτοῖς ὑπῆρχε δι’ ὑπερέχουσαν φανότητα, καὶ οὕτω τὴν τοῦ θείου καὶ ἀεννάου φωτὸς πηγήν, τὸν ἥλιον τῆς δικαιοσύνης ἐπεσκίασε Χριστόν· ἐπεὶ κἀν τῷ αἰσθητῷ ἡλίῳ τὸ αὐτὸ φῶς καὶ τὸ ὁρᾶν παρέχει διὰ τῆς ἀκτῖνος καὶ ἀφαιρεῖται πάλιν τὸ ὁρᾶν, ὅταν πρὸς αὐτὸν ἐκεῖνον ἴδῃ τις· ὑπὲρ γὰρ τὴν συμμετρίαν τῶν ἡμετέρων ὀφθαλμῶν ἐστιν ἡ κατ’ αὐτὸν λαμπρότης.
Ἀλλ’ ὁ μὲν αἰσθητὸς ἥλιος ὡς πέφυκεν, ἀλλ’ οὐχ ὡς θέλει φαίνεται, οὐδ’ οἷς ἂν ἐθέλῃ μόνοις· ὁ δὲ τῆς ἀληθείας καὶ τῆς δικαιοσύνης ἥλιος Χριστός, οὐ φύσιν μόνον ἔχων καὶ φυσικὴν λαμπρότητα καὶ δόξαν, ἀλλὰ καὶ θέλησιν κατάλληλον, οἷς ἂν ἐθέλῃ μόνοις, καὶ ἐφ’ ὅσον θέλῃ, προμηθῶς καὶ σωτηρίως ἐπιλάμπει.
Διὰ τοῦτο θελήσας ὡς ἥλιος ἐπέφανε καὶ ἑωρᾶτο τοῖς τῶν Ἀποστόλων ὀφθαλμοῖς, καὶ ταῦτα οὐκ ἐκ πολλοῦ τοῦ διαστήματος· εἶτα τηλαυγέστερον λάμψας ὡς ἠθέλησε, δι’ ὑπερέχουσαν φανότητα τοῖς τῶν Ἀποστόλων ὀφθαλμοῖς ἀόρατος ὑπῆρχεν, ὥσπερ εἰς φωτεινὴν νεφέλην εἰσελθών. Ἀλλὰ καὶ φωνὴ ἐκ τῆς νεφέλης γέγονεν· «οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα, αὐτοῦ ἀκούετε». Ἐν μὲν οὖν τῷ Ἰορδάνῃ τοῦ Κυρίου βαπτισθέντος, ἀνεῴχθησαν οἱ οὐρανοὶ καὶ ἡ αὐτὴ γέγονε φωνὴ ἐκ τῆς δόξης πάντως ἐκείνης, ἣν καὶ ὁ Στέφανος ὕστερον ἀνεῳγμένων αὐτῷ τῶν οὐρανῶν, πλήρης Πνεύματος ἁγίου γεγονώς, ἀτενίσας εἶδε· νῦν δὲ ἐκ τῆς νεφέλης, ἥτις ἐπεσκίασε τὸν Ἰησοῦν. Οὐκοῦν ἡ αὐτή ἐστιν αὕτη τῇ ὑπερουρανίῳ δόξῃ τοῦ Θεοῦ. Πῶς οὖν ἔσται αἰσθητὸν φῶς τὸ ὑπερουράνιον;
Ἐδίδαξε δὲ ἡ ἐκ τῆς νεφέλης τοῦ Πατρὸς φωνή, ὅτι πάντα ἐκεῖνα τὰ πρὸ τῆς ἐπιδημίας τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, αἱ θυσίαι, αἱ νομοθεσίαι, αἱ υἱοθεσίαι, ἀτελῆ τε ἦν, καὶ οὐ κατὰ προηγούμενον θέλημα τοῦ Θεοῦ ἐγένοντό τε καὶ ἐτελέσθησαν, ἀλλὰ διὰ τὴν μέλλουσαν ταύτην τοῦ Κυρίου παρουσίαν καὶ ἐπιφάνειαν συνεχωρεῖτο. Οὗτος δέ ἐστιν, ἐν ᾧ ὡς Υἱῷ ἀγαπητῷ εὐδοκεῖ καὶ ἐπαναπαύεται καὶ ἀρέσκεται τελέως ὁ Πατήρ· διὸ καὶ αὐτοῦ ἀκούειν καὶ αὐτῷ πειθαρχεῖν διακελεύεται. Κἂν λέγῃ, εἰσέλθετε διὰ τῆς στενῆς πύλης, ὅτι πλατεῖά ἐστι καὶ εὐρύχωρος ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, στενὴ δὲ καὶ τεθλιμμένη ἐστὶν ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, αὐτοῦ ἀκούετε· κἂν λέγῃ τὸ φῶς τοῦτο βασιλείαν εἶναι τοῦ Θεοῦ, αὐτοῦ ἀκούετε καὶ αὐτῷ πιστεύετε καὶ τοιούτου φωτὸς ἀξίους ἑαυτοὺς ποιεῖτε.
Ἀλλὰ τῆς φωτεινῆς νεφέλης ἐκφανείσης καὶ πατρικῆς φωνῆς ἐκ τῆς νεφέλης ἠχησάσης, ἔπεσον, φησίν, ἐπὶ πρόσωπον οἱ μαθηταί· οὐ διὰ τὴν φωνήν, ἐπεὶ καὶ ἄλλοτε πολλάκις αὕτη γέγονεν, οὐκ ἐπὶ τὸν Ἰορδάνην μόνον, ἀλλὰ καὶ τοῦ σωτηρίου πάθους προσάγοντος ἐν Ἰεροσολύμοις. Τοῦ Κυρίου γὰρ εἰπόντος, «Πάτερ, δόξασόν σου τὸ ὄνομα· ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ, καὶ ἐδόξασα καὶ πάλιν δοξάσω», καὶ πᾶς μὲν ὁ ὄχλος ἤκουσεν, οὐδεὶς δὲ τούτων ἔπεσεν. Ἐνταῦθα δὲ οὐ φωνὴ μόνον, ἀλλὰ καὶ φῶς ἀχώρητον ἐξεφάνη μετὰ τῆς φωνῆς. Τούτου χάριν εἰκότως, οὐ διὰ τὴν φωνήν, ἀλλὰ διὰ τὸ τοῦ φωτὸς ἐξηλλαγμένον καὶ ὑπερφυές, πεσεῖν ἐπὶ πρόσωπον τοὺς μαθητὰς ἐπέγνωσαν οἱ θεοφόροι· καὶ πρὶν γὰρ ἐνεχθῆναι τὴν φωνὴν ἔμφοβοι ἦσαν, ὡς ὁ Μάρκος φησίν, ἀπὸ τῆς θεοφανείας ἐκείνης πάντως.
Ἀλλ’ ὅταν διὰ τῶν τοιούτων πάντων θεῖον καὶ ὑπερφυὲς καὶ ἄκτιστον ἀναφανῇ τὸ φῶς ἐκεῖνο, τί πάσχουσι πάλιν οἱ τῆς ἔξω καὶ ψυχικῆς παιδείας ὑπὲρ τὸ δέον ἐπειλημμένοι καὶ μὴ δυνάμενοι γνῶναι τὰ τοῦ Πνεύματος; Ἐφ’ ἕτερον καταφέρονται κρημνόν· οὐ γὰρ δόξαν θείαν, οὐ Θεοῦ βασιλείαν, οὐ κάλλος, οὐ χάριν, οὐ λαμπρότητα, καθάπερ παρὰ Θεοῦ καὶ τῶν θεολόγων ἐδιδάχθημεν, αὐτό φασιν, ἀλλὰ τὴν οὐσίαν εἶναι διαβεβαιοῦνται τοῦτο τοῦ Θεοῦ, ὃ πρότερον αἰσθητὸν ἔλεγον εἶναι καὶ κτιστόν.
Ὁ δὲ Κύριος ἐν τοῖς εὐαγγελίοις οὐχ ἑαυτοῦ καὶ τοῦ Πατρὸς μόνου κοινὴν εἶναί φησι τὴν δόξαν ταύτην, ἀλλὰ καὶ τῶν ἁγίων ἀγγέλων, ὡς ὁ θεῖος συγγράφεται Λουκᾶς· «ὃς γὰρ ἄν», φησίν, «ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ, τοῦτον ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ Πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων». Οἱ τοίνυν οὐσίαν εἶναι τὴν δόξαν ταύτην διατεινόμενοι, τὴν αὐτὴν εἶναι φήσουσιν οὐσίαν τοῦ τε Θεοῦ καὶ τῶν ἀγγέλων, ὅπερ ἐσχάτης ἀσεβείας ἐστίν.
Οὐχ οἱ ἄγγελοι δὴ μόνον, ἀλλὰ καὶ οἱ ἐν ἀνθρώποις ἅγιοι ταύτης μετέχουσι τῆς δόξης καὶ τῆς βασιλείας· ἀλλ’ ὁ μὲν Πατὴρ καὶ ὁ Υἱὸς μετὰ τοῦ θείου Πνεύματος φύσει τὴν δόξαν ταύτην καὶ τὴν βασιλείαν ἔχουσιν, οἱ δὲ ἅγιοι ἄγγελοί τε καὶ ἄνθρωποι χάριτι ταύτην εὐμοιροῦσιν, ἐκεῖθεν δεχόμενοι τὴν ἔλλαμψιν.
Καὶ ὁ Μωϋσῆς δὲ καὶ ὁ Ἠλίας ἐν αὐτῇ τῇ δόξῃ σὺν αὐτῷ ὀφθέντες, τοῦτο παρέστησαν ἡμῖν. Ὁ δὲ Μωϋσῆς οὐ νῦν μόνον ἐπὶ τοῦ Θαβωρίου κοινωνὸς ὢν τῆς θεϊκῆς δόξης ἀνεφάνη, ἀλλὰ καὶ ἡνίκα τὸ πρόσωπον οὕτως ἐδοξάσθη, ὡς μὴ δύνασθαι τοὺς υἱοὺς Ἰσραὴλ ἀτενίζειν πρὸς αὐτό. Καὶ τοῦτο παρίστησιν ὁ λέγων, ὅτι τὴν ἀθάνατον τοῦ Πατρὸς δόξαν ἐν τῷ θνητῷ ὁ Μωϋσῆς ὑπεδέξατο προσώπῳ· καὶ ὁ πρὸς τὸν Εὐνόμιον ἀμετάδοτον εἰπόντα πρὸς τὸν Υἱὸν εἶναι τὴν δόξαν τοῦ παντοκράτορος ἀντιφθεγξάμενος, ὡς εἰ καὶ περὶ τοῦ Μωϋσέως ὁ λόγος ἦν, οὐδ’ οὕτω ἤνεγκα ἂν τὸν τοιοῦτον λόγον.
Κοινὴ μὲν οὖν καὶ μία ἡ δόξα καὶ ἡ βασιλεία καὶ ἡ λαμπρότης αὕτη, τοῦ τε Θεοῦ καὶ τῶν αὐτοῦ ἁγίων· διὸ καὶ «ἡ λαμπρότης τοῦ Θεοῦ ἡμῶν ἐφ’ ἡμᾶς», ὁ ψαλμῳδὸς προφήτης ψάλλει· κοινὴν δὲ καὶ μίαν εἶναι τὴν οὐσίαν τοῦ Θεοῦ καὶ τῶν ἁγίων οὐδείς πω μέχρι καὶ νῦν ἐτόλμησεν εἰπεῖν. Καὶ κοινὴ μὲν τῆς τοῦ Λόγου θεότητος καὶ τῆς σαρκὸς ἐπὶ τοῦ ὄρους ἡ θεία λαμπρότης ἀρτίως ἀνεφάνη, κοινὴν δὲ εἶναι τὴν οὐσίαν τῆς θεότητος καὶ τῆς σαρκὸς Εὐτυχοῦς ἐστι καὶ Διοσκόρου λέγειν, ἀλλ’ οὐ τῶν ἐθελόντων εὐσεβεῖν. Καὶ τὴν μὲν δόξαν ταύτην καὶ λαμπρότητα πάντες ὄψονται, ἡνίκα ὁ Κύριος ἀπὸ ἀνατολῶν ἕως δυσμῶν φανεῖται λάμπων, ἑωράκασι δὲ καὶ νῦν οἱ τῷ Ἰησοῦ συναναβάντες· οὐδεὶς δὲ ἔστη ἐν ὑποστήματι καὶ οὐσίᾳ Θεοῦ, καὶ Θεοῦ φύσιν εἶδεν ἢ ἐξηγόρευσε. Καὶ τὸ μὲν θεῖον τοῦτο φῶς μέτρῳ δίδοται, καὶ τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεται, κατὰ τὴν ἀξίαν τῶν ὑποδεχομένων ἀμερίστως μεριζόμενον. Καὶ ἡ παράστασις ἐγγύς· τὸ μὲν γὰρ πρόσωπον τοῦ Κυρίου ὑπὲρ ἥλιον ἔλαμψε, τὰ δὲ ἱμάτια λαμπρὰ γέγονε καὶ λευκὰ ὡσεὶ χιών. Καὶ Μωϋσῆς δὲ καὶ Ἠλίας ἐν τῇ αὐτῇ ὤφθησαν δόξῃ, ἀλλ’ οὐδεὶς αὐτῶν τηνικαῦτα ὡς ἥλιος ἤστραπτε· καὶ αὐτοὶ δὲ οἱ μαθηταὶ τὸ μὲν εἶδον τοῦ φωτὸς ἐκείνου, τῷ δὲ ἀτενίζειν οὐκ ἠδυνήθησαν.
Μετρεῖται μὲν οὖν οὕτω καὶ μερίζεται ἀμερίστως, καὶ τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεται τὸ φῶς ἐκεῖνο· καὶ τὸ μὲν αὐτοῦ νῦν, τὸ δ’ ὕστερον γνωρίζεται· διὸ καὶ Παῦλος ὁ θεῖος «νῦν», φησίν, «ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν».
Ἀμερὴς δέ ἐστι παντάπασι καὶ ἄληπτος ἡ τοῦ Θεοῦ οὐσία, καὶ τὸ μᾶλλον καὶ ἧττον οὐδεμία τῶν οὐσιῶν ἐπιδέχεται. Ἄλλως τε καὶ τῶν καταράτων Μεσσαλιανῶν ἐστιν ὁρᾶσθαι οἴεσθαι τὴν οὐσίαν τοῦ Θεοῦ τοῖς κατ’ αὐτοὺς ἀξίοις. Ἡμεῖς δὲ καὶ τοὺς πάλαι καὶ τοὺς νῦν κακοδόξους ἐκτρεπόμενοι, βασιλείαν καὶ δόξαν καὶ λαμπρότητα καὶ φῶς ἀπόρρητον καὶ χάριν θείαν, ἀλλ’ οὐ τὴν τοῦ Θεοῦ οὐσίαν ὁρᾷν καὶ κοινωνεῖν τοὺς ἁγίους πιστεύοντες, ὡς ἐδιδάχθημεν, ὁδεύσωμεν πρὸς τὴν λάμψιν τοῦ φωτὸς τῆς χάριτος, ἵν’ ἐπιγνῶμέν τε καὶ σεφθῶμεν τρισσοφαῆ θεότητα, ἑνιαίαν ἐκλάμπουσαν ἀπόρρητον αἴγλην ἐκ μιᾶς τρισυποστάτου φύσεως· καὶ τὸ ὄμμα τῆς διανοίας ἀνατείνωμεν πρὸς τὸν μετὰ σώματος νῦν ὑπὲρ τὰς οὐρανίους ἁψίδας ἱδρυμένον Λόγον· ὃς ἐκ δεξιῶν τῆς μεγαλωσύνης καθήμενος θεοπρεπῶς, οἷον ἐξ ἀπόπτου φωνὴν ταύτην πρὸς ἡμᾶς ἀφίησιν. ‘Εἴ τις ἐθέλει παραστῆναι τῇ δόξῃ ταύτῃ, μιμείσθω κατὰ τὸ ἐγχωροῦν καὶ ὁδευέτω τὴν ἐμὴν ἐπὶ γῆς ἣν ὁδὸν καὶ πολιτείαν ὑπέδειξα’.
Θεώμεθα τοιγαροῦν τοῖς ἔνδον ὀφθαλμοῖς τὸ μέγα θέαμα τοῦτο, τὴν ἡμετέραν φύσιν, ἀΰλῳ συνδιαιωνίζουσαν θεότητος πυρί· καὶ τοὺς δερματίνους χιτῶνας, οὓς ἐκ παραβάσεως ἐνδεδύμεθα, τὰ γεώδη καὶ σαρκικὰ φρονήματα ἀποθέμενοι, στῶμεν ἐν γῇ ἁγίᾳ, τὴν καθ’ ἑαυτὸν ἕκαστος γῆν ἁγίαν δι’ ἀρετῆς καὶ τῆς πρὸς Θεὸν ἀνατάσεως ἀποδείξαντες, ὡς ἂν παρρησίαν σχῶμεν ἐπιδημοῦντος ἐν φωτὶ τοῦ Θεοῦ, καὶ φωτισθῶμεν προσδραμόντες, καὶ συνδιαιωνίσωμεν φωτιζόμενοι εἰς δόξαν τῆς τρισηλίου καὶ μοναρχικωτάτης φαιδρότητος· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.