Ἔργον
Γρηγόριος Παλαμᾶς – Ομιλίες ΚΑ΄–ΜΒ΄
Η παραβολή του ανελεήμονος δούλου
Ερμηνεία της παραβολής για το οφειλόμενο χρέος προς τον Θεό, την αναγκαιότητα της αλληλοσυγχώρησης και τον κίνδυνο της ασπλαχνίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η παραβολή του ανελεήμονος δούλου
Ερμηνεία της παραβολής για το οφειλόμενο χρέος προς τον Θεό, την αναγκαιότητα της αλληλοσυγχώρησης και τον κίνδυνο της ασπλαχνίας.
ΕΙΣ ΤΟ ΤΗΣ ΔΕΚΑΤΗΣ ΠΡΩΤΗΣ ΚΥΡΙΑΚΗΣ ΕΥΑΓΓΕΛΙΟΝ ΤΟΥ ΕΥΑΓΓΕΛΙΣΤΟΥ ΜΑΤΘΑΙΟΥ ΥΠΟΘΕΣΙΝ ΕΧΟΝ ΤΗΝ ΠΑΡΑΒΟΛΗΝ ΤΗΝ ΛΕΓΟΥΣΑΝ· ΩΜΟΙΩΘΗ Η ΒΑΣΙΛΕΙΑ ΤΩΝ ΟΥΡΑΝΩΝ ΑΝΘΡΩΠῼ ΒΑΣΙΛΕΙ ΩΣ ΗΘΕΛΗΣΕ ΣΥΝΑΡΑΙ ΛΟΓΟΝ Ἐν ᾗ καὶ περὶ ἀνεξικακίας καὶ συμπαθείας Ὁ Θεὸς αὐτεξούσιον πλάττων τὸν ἄνθρωπον μεγάλης αὐτὸν προμηθείας ἠξίωσεν, ὥστε μὴ πρὸς τὸ κακόν, ἀλλὰ πρὸς τὸ ἀγαθὸν νεῦσαι, τῷ αὐτεξουσίῳ καλῶς χρησάμενον. Εὐθὺς οὖν αὐτὸν ποιῶν, κατ’ εἰκόνα τοῦτον ἑαυτοῦ ποιεῖ καὶ ὁμοίωσιν, ὡς ἂν αὐτός τε πρὸς τὸ ἀρχέτυπον ἀγαθὸν βλέπων μὴ ἐκπίπτῃ τῆς ἀγαθότητος, καὶ ὁ Θεὸς πάλιν πρὸς αὐτόν, ὡς πρὸς οἰκείαν εἰκόνα μᾶλλον ἢ πρὸς τὰ παρ’ αὐτοῦ πάντα γεγονότα, πλουσίαν δικαίως τὴν οἰκείαν χρηστότητα κἂν τοῖς ἑξῆς ἐπιδείξηται, κἀντεῦθεν πάλιν ἐκ περιουσίας ἕλκῃ τοῦτον διὰ μιμήσεως πρὸς τὴν σύμμετρον αὐτῷ καὶ κατάλληλον ἀγαθότητα· καὶ γὰρ ἀγαθὸν εἶναι καὶ τὸν ἄνθρωπον δυνατὸν κατ’ εἰκόνα τοῦ κτίσαντος ἐκ τῆς πρὸς τοῦτον μιμήσεως, ἀπαραλλάκτως δὲ καὶ ὅσον ἀγαθός ἐστιν ὁ Θεός, καὶ ἄνθρωπόν τινα εἶναι, τῶν ἀδυνάτων ἐστίν.
Σκοπεῖτε δὴ τὸ πλῆθος καὶ τὸ μέγεθος τῶν εἰς ἡμᾶς τοῦ Θεοῦ χαρισμάτων, καὶ οἷον ἑαυτὸν ἡμῖν παρέχει προτιθεὶς εἰς εὐποιΐας ὑπόδειγμα. Καὶ παρήσω νῦν τὰς ἐμφύτους ἡμῖν ἃς ἔδωκεν ἔχειν εὐεργεσίας, πρὸς ἃς μόνας ἀπιδὼν ὁ Δαβίδ, πρὸς αὐτὸν ἔλεγεν, «ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν»· ἀλλὰ τὰ ἔξωθεν καὶ περὶ ἡμᾶς νῦν καὶ ταῦτα συντεμὼν ἐρῶ. Τὰ γὰρ ὁρατὰ πάντα καὶ τὰ ἀόρατα διὰ τὸν ἄνθρωπον ἀπειργάσατο· οὐ γὰρ οὐρανὸν καὶ γῆν καὶ ὕδωρ, καὶ ἀέρα καὶ πῦρ καὶ τὰ ἐν τούτοις ἅπαντα, ζώων ἢ φυτῶν παντοδαπὰς ἰδέας, ἃς οὐδὲ ἀπαριθμήσασθαι κατὰ μέρος ἡμῖν ἐξέσται, ἀλλὰ καὶ αὐτὰ τῶν ἀγγέλων τὰ πολυειδῆ καὶ πολυάριθμα πλήθη διὰ τὸν ἄνθρωπον ἀπειργάσατο, τοὺς μὲν κοσμαγωγοὺς τάξας καὶ ἐξάρχοντας τῶν ἐθνῶν, καθάπερ οἱ τοῦ Θεοῦ προφῆται παρ’ αὐτοῦ μαθόντες ἡμᾶς διδάσκουσι, τοὺς δὲ διακόνους ὑπὲρ τῶν μελλόντων κληρονομεῖν τὴν αἰώνιον σωτηρίαν, ὡς ὁ μέγας Παῦλος καὶ αὐτὸς παρὰ Θεοῦ μαθὼν ἡμῖν ἀπεκάλυψε. Καὶ τί λέγω τὰ γεγονότα ὑπ’ αὐτοῦ πάντα; Καὶ αὐτὸς γὰρ ἑαυτὸν ὑπὲρ ἡμῶν ἐποίησεν ἄνθρωπον. Καὶ τίς ἂν ἐξείποι λόγος τοὺς ὑπὲρ ἡμῶν οὓς ἐλάλησε δι’ ἑαυτοῦ λόγους, τὴν πολιτείαν, τὰς ἀρετάς, ἃς ἡμῖν ὑπέδειξε δι’ ἑαυτοῦ, τῶν θαυμάτων τὸ μέγεθος, ἅπερ ὑπὲρ ἡμῶν πεποίηκε δι’ ἑαυτοῦ;
Ἀλλ’, ὢ τοῦ πάντων ἐπέκεινα θαυμάτων θαύματος!, καὶ ἑαυτὸν ἔδωκεν εἰς θάνατον ὑπὲρ ἡμῶν καὶ ἀνέστη καὶ ὑπὲρ ἡμῶν ἀνελήφθη ὁ ἀεὶ ζῶν ὡς Θεὸς καὶ ἐν οὐρανῷ ὤν, μᾶλλον δὲ ὢν πανταχοῦ καὶ ὑπὲρ τὸ πᾶν, διαμένων πρὸ αἰώνων καὶ ἐπ’ αἰῶνας καὶ ἔτι.
Ἐλέους μὲν οὖν ἅπαντα τὰ πρὸς ἡμᾶς παρ’ αὐτοῦ γεγονότα· τί γὰρ ἕτερον τὸ κινῆσαν πρὸς τοσαύτας καὶ τηλικαύτας εὐεργεσίας ἢ φιλανθρωπία καὶ ἀγάπη καὶ ἔλεος; Ἀλλὰ διπλοῦν ἐμφαίνεται τουτὶ τὸ ἔλεος· πρὸ μὲν γὰρ τοῦ ἁμαρτεῖν ἡμᾶς εἰς αὐτόν, ἐλεῶν ἀνεπλήρου διὰ πλείστων εὐεργεσιῶν τὴν τῆς φύσεως ἡμῶν ἔλλειψιν· μετὰ δὲ τὸ ἁμαρτεῖν ἡμᾶς εἰς αὐτόν, ἐλεῶν διέμενε μακροθυμῶν, καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ὑπὸ πολλῆς συμπαθείας καὶ τὰς δωρεὰς αὔξων ἐπὶ τὸ κρεῖττον ἀεὶ καὶ εἰς ἐπίδοσιν ἄγων, μὴ μόνον οὐκ ἀποδιδοὺς κακὰ ἀντὶ κακῶν, ἀλλ’ οὐδ’ ἁπλῶς ἀγαθὰ παρέχων ἀντὶ κακῶν, ἀλλὰ τὰ τῶν καλῶν κάλλιστα καὶ ὧν οὐδὲν ἢ μεῖζον ἢ κάλλιον· ὕστερον γὰρ ἑαυτὸν ἔδωκεν ὑπὲρ ἡμῶν, ὅ ἐστι τῶν ἀγαθῶν τὸ πρῶτον καὶ μέγιστον καὶ ἀκρότατον, μᾶλλον δὲ τὸ μόνον ἀγαθὸν καὶ ἀσύγκριτον.
Ἐπεὶ οὖν διπλοῦν ἐστι τὸ τῆς ἐλεημοσύνης καλόν, καὶ τὸ μὲν αὐτοῦ μετάδοσίς ἐστι πρὸς τοὺς δεομένους στέγης, σκέπης, τροφῆς καὶ τῆς ἐν ἀνάγκαις ἐπικουρίας· τὸ δὲ μακροθυμία καὶ ἀνεξικακία καὶ συμπάθεια πρὸς τοὺς πταίοντας, γενόμενος ὁ τοῦ Θεοῦ Υἱὸς ὑπὲρ ἡμῶν ἄνθρωπος καὶ διδάσκαλος ἡμῶν εἶναι καταξιώσας, πρὸς μὲν ἐκεῖνο τὸ εἶδος τῆς ἐλεημοσύνης ἡμᾶς ἐνάγων, τὸ ἐκ τῆς μεταδόσεως τῶν ὑπαρχόντων ἡμῖν συνιστάμενον, «παντὶ τῷ αἰτοῦντί σε δίδου», φησί, «καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ἀποστραφῇς», καὶ «θησαυρίζετε ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσι», καὶ ἀλλαχοῦ πάλιν «πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην, καὶ πάντα καθαρὰ ὑμῖν ἐστιν».
Οὐ διὰ τούτων δὲ μόνον τῶν λόγων, ἀλλὰ καὶ διὰ παραβολῆς προτρεπόμενος ἡμᾶς εἰς μετάδοσιν, τὴν μέλλουσαν φρικωδεστάτην παρουσίαν ἐκείνην ὥσπερ ὑπ’ ὄψιν ἡμῖν προάγει καὶ ἑαυτὸν ὡς βασιλέα προκαθήμενον ἐπὶ θρόνου δόξης ἐπιδεικνύει.
Καὶ τοὺς μὲν εὐμεταδότους ἐκ δεξιῶν ἵστησιν, ὡς καὶ δεξιῶν ἐργάτας ἔργων· τοὺς δὲ μὴ τοιούτους ἐξ εὐωνύμων, οὓς ὡς ἀμεταδότους ὀνειδίσας καὶ ὡς εἰς αὐτὸν τὴν ἀσπλαγχνίαν ἐνδειξαμένους τῷ μὴ ἐπαρκέσαι τοῖς ἐνδεέσι, κατηραμένους εἶναί φησι καὶ εἰς τὸ πῦρ ἀποπέμπεται τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· τοὺς δὲ εὐμεταδότους παρρησίᾳ ἐγκωμιάσας καὶ ὡς εἰς αὐτὸν γενομένην τὴν πρὸς τοὺς ἐνδεεῖς εὐποιΐαν ἀναδεξάμενος, εὐλογημένους ἀπὸ τοῦ οἰκείου Πατρὸς εἶναι μαρτυρεῖ καὶ κληρονόμους ποιεῖ τῆς ἀπὸ καταβολῆς κόσμου ἡτοιμασμένης βασιλείας αὐτοῖς. Τοιαῦτα μέν φησιν ἐν εὐαγγελίοις ὁ Κύριος, πρὸς τὸ ἓν εἶδος τῆς ἐλεημοσύνης, ὅ ἐστιν ἡ πρὸς τοὺς ἐνδεεῖς μετάδοσις, ἡμᾶς ἐνάγων καὶ προτρεπόμενος.
Πρὸς δὲ τὸ ἕτερον αὐτῆς εἶδος, ὅπερ ἐστὶν ἡ πρὸς τοὺς ἐπταικότας ἡμᾶς ἀνεξικακία καὶ συμπάθεια, τί φησι; Μὴ ἀποδώσῃς κακὸν ἀντὶ κακοῦ· ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν. Μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε. Καί, «ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος· ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὁ Πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς ἀφήσει τὰ παραπτώματα ὑμῶν». Ὥσπερ δὲ ἐν ἐκείνῳ τῷ μέρει τῆς ἐλεημοσύνης παραινετικοῖς τε ἐχρήσατο λόγοις καὶ διὰ τῶν πραγμάτων αὐτῶν προετρέψατο, ποιμένα καὶ βασιλέα ἑαυτὸν προκαθίσας, οὕτω καὶ ἐπὶ τῆς ἀνεξικακίας καὶ εἰς τοὺς πταίοντας συμπαθείας, οὐ μόνον εἶπεν οἷα προϋπεδείξαμεν, ἀλλὰ καὶ παραβολὴν προσέθηκε καὶ προέθηκε, τὴν σήμερον ἀναγινωσκομένην ὑμῖν ἐν τῷ εὐαγγελίῳ, «ὡμοιώθη», λέγων, «ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὃς ἠθέλησε συνάραι λόγον μετὰ τῶν δούλων αὑτοῦ· ἀρξαμένου δὲ αὐτοῦ συναίρειν, προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων».
Ἐνταῦθα ὡς ἄνθρωπον βασιλέα τὸν ἑαυτοῦ Πατέρα φησίν, ὥσπερ ἐν τοῖς περὶ συντελείας λόγοις ἑαυτόν. Εἰ δὲ καὶ ἀνθρώπῳ φησὶν ὡμοιωθῆναι, ἀλλὰ παραβολικῶς. Οὗτος δὲ οὐ παραβολικῶς ὡμοιώθη, ἀλλ’ ὡς ἀληθῶς καθ’ ἡμᾶς ἐγένετο ἄνθρωπος· εἷς μὲν γὰρ ὁ θρόνος καὶ μία ἡ βασιλεία τοῦ Υἱοῦ καὶ τοῦ Πατρός· ἀλλ’ ἐπειδή περ εἶπεν ἐπ’ ἐκείνων τῶν ὑπὲρ τῆς εἰς τὸν πλησίον εὐποιΐας ρημάτων, ἐπείνασα καὶ ἐδίψησα καὶ τὰ ἑξῆς, καὶ ἀδελφοὺς ἐκάλεσε τοὺς ἐνδεεῖς, πρὸς δὲ καὶ ἕτερα ἅπερ ἐστὶ τῆς αὐτοῦ ἐνανθρωπήσεως ἴδια, διὰ τοῦτο ἑαυτὸν ἐκεῖ ὡς βασιλέα προκαθῆσθαί φησι. Κἀκεῖ μέν, ἐπειδὴ προβάτων καὶ ἐρίφων παραβολικῶς ἐμνήσθη, ὡς βασιλέα καὶ ποιμένα ἑαυτὸν προκαθίζει, ἐνταῦθα δέ, ἐπεὶ δούλων καὶ λογισμοῦ καὶ χρημάτων τῶν ὡς ἐκ βασιλικῶν θησαυρῶν ἐμνήσθη, ὡς βασιλέα προκαθῆσθαι τὸν ἑαυτοῦ Πατέρα φησί, συναίροντα λόγον καὶ τὰς ὀφειλὰς ἀπαιτοῦντα.
Διὰ τί δὲ ἐκεῖ μὲν καθήσει, φησί, καὶ συναχθήσονται καὶ ἀφοριεῖ καὶ ἐρεῖ ὁ βασιλεύς, καὶ ἁπλῶς ἅπαντα μελλούσης σημασίας, ἐνταῦθα δὲ ὡμοιώθη καὶ ἠθέλησε συνάραι λόγον, καὶ ἤχθη ὁ ὀφειλέτης καὶ ἐκέλευσεν ὁ Κύριος, καὶ ἁπλῶς ἅπαντα τὰ ρήματα παρελθόντα προσημαίνοντα χρόνον ἐστίν; Ὅτι τὰ ἐκεῖ λεγόμενα πάντα τοῦ μέλλοντός ἐστιν αἰῶνος, τῆς δὲ νῦν ἡμῖν προτεθειμένης παραβολῆς τὸ πλέον ἐνταῦθα μάλιστα τελεῖται· τοῦ γὰρ ὀφειλέτου, φησί, τῶν μυρίων ταλάντων προσενεχθέντος καὶ μὴ ἔχοντος ἀποδοῦναι, «ἐκέλευσε μὲν ὁ Κύριος αὐτὸν πραθῆναι καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα αὐτοῦ καὶ πάντα ὅσα εἶχε, καὶ ἀποδοθῆναι»· ὡς δὲ ἐκεῖνος προσπεσὼν ᾔτει μακροθυμεῖν καὶ ἀποδώσειν ὑπισχνεῖτο, σπλαγχνισθεὶς ὁ Κύριος, αὐτόν τε ἀπέλυσε καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ· ὧν οὐδέν ἐστιν ἐπὶ τοῦ μέλλοντος αἰῶνος, οὐχ ὑπέρθεσις, οὐχ ὑπόσχεσις παρὰ τοῦ ὀφείλοντος, οὐ λύσις, οὐκ ἄφεσις οὐδενὶ τρόπῳ παρὰ τοῦ πάντα δόντος καὶ πάντων ἀπαιτοῦντος τότε τὸν λόγον.
Ἀλλὰ καὶ τὸ προσενεχθῆναι τὸν ὀφειλέτην τῶν μυρίων ταλάντων, ἀρξαμένου συναίρειν λόγον τοῦ βασιλέως, οὐκ ἔστι τοῦ μέλλοντος αἰῶνος· ἐκεῖ γὰρ πάντων τὸ τέλος ἐστίν, ἀπὸ τῶν ἐνταῦθα δὲ ἄρχεται. Καὶ τὰ ἑξῆς δὲ τῆς παραβολῆς τοῦ παρόντος ἐστὶν αἰῶνος. «Ἐξελθὼν» γάρ, φησίν, «ὁ δοῦλος ἐκεῖνος, εὗρεν ἕνα τῶν συνδούλων αὑτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια· καὶ κρατήσας αὐτὸν ἔπνιγε, λέγων· ἀπόδος μοι εἴ τι ὀφείλεις».
Καὶ προσπίπτοντα καὶ παρακαλοῦντα καὶ ὑπισχνούμενον οὐδὲ μετρίως ἠλέησεν, ἀλλ’ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακήν, ἕως οὗ ἀποδῶ πᾶν τὸ ὀφειλόμενον. Ποία τοίνυν ἔξοδος, ἐπιστάντος ἐκείνου τοῦ καιροῦ; Τίς ὀφειλὴ τότε πρὸς ὁμοδούλους; Τίς ἀπαίτησις; Τίς ἐπίθεσις; Ἀλλὰ καὶ «πεσών», φησίν, «ὁ σύνδουλος αὐτοῦ πρὸς τοὺς πόδας αὐτοῦ, παρεκάλει, λέγων, «μακροθύμησον ἐπ’ ἐμοὶ καὶ πάντα σοι ἀποδώσω· ὁ δὲ οὐχ ὑπήκουσεν, ἀλλ’ ἔβαλεν αὐτὸν εἰς φυλακήν, ἕως οὗ ἀποδῶ πᾶν τὸ ὀφειλόμενον»».
Ἐπὶ δὲ τοῦ μέλλοντος αἰῶνος βίαν παρ’ ἀλλήλων πάσχειν ἡμᾶς οὐκ ἔστιν, οὐδὲ προσκυνεῖν ἀλλήλοις καὶ ἱκετεύειν· εἷς γάρ ἐστιν, ᾧ τότε πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων. Ἀλλ’ ἕνεκα τῆς τοσαύτης πρὸς τὸν σύνδουλον ἀσπλαγχνίας λυποῦνται μέν, φησίν, οἱ ἄλλοι σύνδουλοι σφόδρα, διασαφοῦσι δὲ τῷ Κυρίῳ ἅπαντα τὰ γενόμενα· ὁ δὲ ὀργισθεὶς καὶ τὸν ἀσυμπαθῆ δοῦλον ἐλέγξας, παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς, ἕως οὗ ἀποδῶ πᾶν τὸ ὀφειλόμενον.
Τοῦτο ἴδοι τις ἂν καὶ κατὰ τὸν παρόντα τελούμενον αἰῶνα, μάλιστα δὲ τοῦ μέλλοντός ἐστιν· ἐκεῖ γὰρ καὶ ὁ ἔλεγχος περιφανὴς καὶ ἡ ἀπόφασις ἀνηλεὴς καὶ ἡ βάσανος ἀτελεύτητος, «ἕως οὗ», φησίν, «ἀποδῷ πᾶν τὸ ὀφειλόμενον». Τὸ δέ, τῶν ἀδυνάτων ἐστὶν εὑρεθῆναι παρ’ ἡμῶν ἀπόδοσιν ἐξισουμένην ταῖς πρὸς τὸν Θεὸν ὀφειλαῖς· ὥστε τὸ ἕως οὗ ἀποδῷ τὸ πᾶν τὴν αἰώνιον παρίστησι βάσανον. Ἀλλὰ πῶς ἐκεῖνα πάντα τὰ τῆς παραβολῆς ἐνταῦθα τελεῖται, τὸ βῆμα τὸ βασιλικόν, ὁ τῶν ὀφειλόντων ἔλεγχος, ἡ μετὰ τοὺς ἐλέγχους ἀπαίτησις καὶ κατάκρισις καὶ μετὰ τὴν κατάκρισιν ἄφεσις καὶ αὖθις κατάκρασις, καὶ ὅσα τῶν ἑξῆς; Ἕστηκεν ὁ τοῦ Θεοῦ ναὸς οὗτος καθάπερ οὐρανὸς ἄλλος ἔνδον τοῦ ἱεροῦ καταπετάσματος, ὥσπερ ἐν ὑπερουρανίοις σκηναῖς, τὸν θρόνον ἔχων τὸν δεσποτικόν, ἐφ’ οὗ καθήμενος ὁ τοῦ παντὸς βασιλεὺς συναίρει λόγον ἀοράτως μετὰ τῶν δούλων αὑτοῦ, τῶν περιεστώτων πάντων ἡμῶν ἐνταῦθα καὶ προσευχομένων.
Πολλοὶ δέ εἰσιν, ὧν εἷς εἰμι καὶ αὐτός, οἵτινες ἐλέγχονται παρὰ τῶν εἰς ἐπήκοον ᾀδομένων τε καὶ ἀναγινωσκομένων ἐνταῦθα ρημάτων θείως, ὡς μὴ κατὰ Θεὸν χρώμενοι τοῖς τοιούτοις μυρίοις οὖσι, τουτέστι πλείστοις, ὧν ἕκαστον τάλαντόν ἐστιν, ὡς βαρεῖαν καὶ πολυάριθμον ἔχον τὴν καταδίκην· οὕτω γὰρ καὶ ὁ Κάϊν ἓν ἡμαρτηκέναι δοκῶν, τὴν ἀδελφοκτονίαν, ἑπτὰ εἶχε τὰ ἐκδικούμενα, τουτέστι πολλά, κατὰ τὸ γεγραμμένον. Οὐκ ἐλεγχόμεθα δὲ μόνον ὀφείλειν, ἀλλὰ καὶ τὰς ἀποκειμένας τοῖς ὑπευθύνοις ἐκ τῶν θείων λογίων μανθάνομεν κολάσεις· μαθόντες δέ, μέχρις ἂν παραμένωμεν ἐν τῷ ναῷ, μετανοοῦμεν, προσπίπτομεν, ἱκετεύομεν, ὑπισχνούμεθα βιώσειν εἰς τὸ ἑξῆς θεαρέστως, ἀλλὰ καὶ τυγχάνομεν τῆς ἀφέσεως, παραμένοντες ἄχρι τέλους ἐνταῦθα καὶ θερμῶς ἱκετεύοντες. «Ἐπιστράφητε» γάρ, φησί, «πρός με καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος, καὶ τῶν ἀνομιῶν ὑμῶν οὐ μὴ μνησθῶ ἔτι».
Εἶτα τοῦ ναοῦ ἐξερχόμενοι, καὶ τοῖς εἰς ἡμᾶς ἐπταικόσιν ἐντυγχάνοντες, προσπίπτουσιν ἔστιν ὅτε καὶ δεομένοις, βαρεῖς αὐτοῖς ἐσμὲν καὶ ἀνηλεεῖς καὶ ἀμείλικτοι, καὶ ταῦτα μηδὲ δηναρίου λόγον ἐχόντων τῶν πρὸς ἡμᾶς ἐκείνων πταισμάτων πρὸς τὰ ἡμέτερα πρὸς τὸν Θεὸν ταλαντιαῖα, μᾶλλον δὲ καὶ πολυτάλαντα ὄντα. Διὰ τοῦτο ὁ συμπαθήσας ἡμῖν μετανοήσασι Κύριος καὶ τὰ τοσαῦτα ἀφείς, ἰδὼν τὸ πρὸς τοὺς ὁμοφύλους ἀσυμπαθὲς ἡμῶν καὶ ἀνένδοτον, ὀργίζεται καθ’ ἡμῶν δικαίως καὶ παραδίδωσιν ἡμᾶς ταῖς ἀνυποίστοις βασάνοις, τοῖς τε ἐνταῦθα πειρασμοῖς καὶ ταῖς μελλούσαις ἀτελευτήτοις κολάσεσι, κατ’ αὐτὸν ἐνταῦθα τὸν τῆς αὐτοαληθείας λόγον. «Οὕτω» γάρ, φησί, «καὶ ὁ Πατήρ μου ὁ ἐπουράνιος ποιήσει ὑμῖν, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὑτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν». Τὸ δ’ ἔτι δεινότερον, ὅτι καὶ τοὺς ὄντως τοῦ Θεοῦ δούλους, δηλονότι τοὺς ἁγίους ἀγγέλους τε καὶ ἀνθρώπους, οὓς ἐλπίζομεν ἱκετεύοντες ἐντεῦθεν πρεσβευτὰς ἕξειν ἐκεῖ καὶ μεσίτας πρὸς Θεόν, καθ’ ἡμῶν φεῦ, εὑρήσομεν τὸν Θεὸν παροξύνοντας, ἐὰν μὴ ἐνταῦθα τοῖς εἰς ἡμᾶς πταίσασι συμπαθεῖς φανῶμεν· αὐτοὶ γάρ εἰσιν, ὡς ἀνωτέρω μεμαθήκαμεν, οἱ τῷ Κυρίῳ μετὰ σφοδρᾶς λύπης προσαγγέλλοντες τὸ σκληρὸν καὶ ἀνένδοτον τῆς ἡμετέρας γνώμης.
Καλῶς δὲ ἄρα καὶ τὴν ἀρχὴν ἐλέγομεν, τὸν ἑαυτοῦ Πατέρα εἶναι, ὃν ὡς βασιλέα καὶ κριτὴν ἐνταῦθα διὰ τῆς παραβολῆς ὁ Κύριός φησιν· οὐ γὰρ εἶπεν ἐνταῦθα, ‘τὸν ἀμείλικτον ἐγὼ παραδώσω τοῖς βασανισταῖς’, ἀλλ’ ὁ Πατήρ μου ὁ ἐπουράνιος.
Φοβηθῶμεν οὖν, ἀδελφοί, τὸν τηνικαῦτα τῶν ἁγίων καθ’ ἡμῶν ζῆλον· φρίξωμεν τὴν θείαν ἀπόφασιν· αἰδεσθῶμεν τὴν πρὸ ταύτης εἰς ἡμᾶς τοῦ Θεοῦ μακροθυμίαν· ἀναλογισώμεθα τὸ μέγεθος τῆς ἡμετέρας πρὸς τὸν Θεὸν ὀφειλῆς ὅσον, καὶ ταῦτα πρὸς τὰ ὀφειλόμενα παρ’ ἑτέρων ἡμῖν συγκρινόμενον. «Ποσάκις», ὁ Πέτρος ἐρωτῶν ἔλεγε πρὸς τὸν Κύριον, «ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ;». «Ἕως ἑπτάκις;». Καὶ ἤκουσεν· «οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ’ ἕως ἑβδομηκοντάκις ἑπτά», καίτοι τοσαυτάκις πρὸς ἡμᾶς πταῖσαι τὸν ἀδελφὸν τῶν ἀδυνάτων ἐστὶ σχεδόν. Ἡμῶν δὲ ἑκάστου τὰ πρὸς Θεὸν πταίσματα καὶ τοῦτον ὑπερβαίνει τὸν ἀριθμόν· κἂν ἑνὸς ἐξετάσῃς μέγεθος, πρὸς ὅν ἐστι τὸ πταῖσμα ἐνθυμηθείς, ἀσύγκριτον εὑρήσεις πρὸς τὰ ἐκεῖνα πάντα, κἂν ἑβδομηκοντάκις ἑπτὰ τυγχάνῃ.
Τοσαῦτα καὶ τηλικαῦτα τοίνυν ὀφείλων τῷ Θεῷ τάλαντα καὶ μακροθυμίαν μόνον αἰτήσας, σὺ δὲ καὶ τελείαν ἄφεσιν παρ’ αὐτοῦ λαβὼν τοῦ ὀφλήματος, εἶτα πρὸς μικρὰν ἀργυρίων ὀφειλὴν (ταῦτα γὰρ τὰ δηνάρια) παρὰ τοῦ ὀφείλοντος συνδούλου μακροθυμίαν αἰτούμενος, οὐ παρέξεις προθύμως; Οὐκοῦν ἀπαιτηθήσῃ τὰ πάντα δικαίως· πῶς γὰρ οὐ δίκαιον καὶ τὴν ἀφαίρεσιν ὑποστῆναι πᾶσαν καὶ τῆς ἀγνωμοσύνης προσυποστῆναι τὴν καταδίκην;
Διὰ τοῦτό φησί τις τῶν προφητῶν· «καθὼς πεποίηκας οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου». Ἀλλὰ μὴ τὸν ἔλεγχον, μὴ τὴν ὀργήν, μὴ τὴν δίκην ἀναμείνωμεν, ἀδελφοί, ἀλλ’ ἐνδυσώμεθα, καθάπερ ὁ ἀπόστολός φησι, σπλάγχνα οἰκτιρμῶν, καὶ λόγοις καὶ λογισμοῖς καὶ πράξεσι τὴν συμπάθειαν ἐνδεικνύμενοι γενώμεθα εἰς ἀλλήλους, καθὼς πάλιν ὁ αὐτὸς διδάσκει, χρηστοί, εὔσπλαγχνοι, χαριζόμενοι ἀλλήλοις εἴ τις πρός τινα ἔχει μομφήν, ὡς καὶ ὁ Χριστὸς ἐχαρίσατο ἡμῖν· οὕτω γὰρ καὶ ἡ ἀπὸ τοῦ Χριστοῦ χάρις αὕτη βεβαίως ἡμῖν προσέσται, μᾶλλον δὲ καὶ ἀντὶ ἀρραβῶνος ἔσται πρὸς τὰς μελλούσας ἀρρήτους ἐπαγγελίας.
Τοσούτων ἡμῖν ἀγαθῶν πρόξενος ὁ πταίσας ἡμᾶς, εἴπερ ἐθέλομεν, γίνεται, ὡς ἐγὼ μυριοφόρον ὁλκάδα τοῦτον ὁρῶ, τῶν μυρίων ἡμῶν ταλάντων ἔχοντα ρᾳδίως τὴν ὀφειλὴν ἀποδιδόναι καὶ πρὸς τὴν τῶν μελλόντων εὐπορίαν ἐνεχυράσασθαι, καὶ τοιοῦτον κατὰ νοῦν ἐν τοῖς κατὰ ψυχὴν ὁρῶ, οἷον καὶ τοῖς ὀφθαλμοῖς ἐν τοῖς σωματικοῖς ἑώραται πρὸ μικροῦ κατὰ τὴν πόλιν ταύτην. Ἐπῆλθον οἱ βάρβαροι, περιεκάθησαν τὴν πόλιν, ἀπέκλεισαν ἡμᾶς τῶν ἐκ τῆς γῆς πρὸς τὸ ζῆν ἀφορμῶν, ἐπήρτησαν ἡμῖν τὸν ἔσχατον κίνδυνον, ὡς ἀπορίᾳ τῶν ἀναγκαίων αἱρήσοντες· ἀλλ’ ἀναφανεῖσα καὶ εἰς τοὺς ἡμετέρους καταχθεῖσα λιμένας σίτου χιλιομέδιμνος ὁλκάς, ἄπρακτον μὲν ποιεῖ τὴν τῶν βαρβάρων ἐπήρειαν, εὔωνα δὲ τὰ ἀναγκαῖα καθίστησιν, ἐναποτίθεται δὲ ἡμῖν καὶ εἰς τὸ ἑξῆς τὰς πρὸς τὸ ζῆν ἀφορμάς.
Οὕτως ἀοράτως ἐπέρχεται παντὶ τῷ χριστωνύμῳ τῶν ἀνθρώπων γένει ὁ νοητὸς καὶ βαρβάρων πάντων ἀγριώτερος πολέμιος, ἀποκλείει τὴν ψυχὴν τῶν πανταχόθεν πρὸς σωτηρίαν ἀφορμῶν, λιμῷ περιβάλλει τῶν ἀρετῶν, καὶ ὡς μηδὲν πράξασαν ἀγαθὸν εἰς ἀπόγνωσιν συνωθεῖ, ὡς διὰ ταύτης αἱρήσων αὐτὴν καὶ καταστρεψόμενος· ἀλλ’ ἀναφανείς, προνοίᾳ πάντως τοῦ θέλοντος τὴν τῶν ἁμαρτωλῶν σωτηρίαν, ὁ χρῄζων, ὡς εἰς ἡμᾶς πταίσας, τῆς παρ’ ἡμῶν συμπαθείας, καὶ παρ’ ἡμῶν ταύτην εὑρόμενος, ἄπρακτον ποιεῖ πᾶσαν τὴν καθ’ ἡμῶν τοῦ διαβόλου κακίαν, ἐξευμενίζεται τὸ θεῖον ἡμῖν, συμπαθείας ἡμῖν ἀφορμὰς δαψιλεῖς παρέχει καὶ σωτηρίας, καὶ τὴν αἰώνιον ζωὴν ἡμῖν προμνηστεύεται.
Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ πρέπει πᾶσα δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.