Ἔργον
Γρηγόριος Παλαμᾶς – Ομιλίες ΚΑ΄–ΜΒ΄
Η Κοίμηση και μετάσταση της Θεοτόκου
Ιστορική και θεολογική αναδρομή στον βίο της Παναγίας, η ένδοξη μετάστασή της και ο ρόλος της ως χορηγού της θείας χάριτος.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η Κοίμηση και μετάσταση της Θεοτόκου
Ιστορική και θεολογική αναδρομή στον βίο της Παναγίας, η ένδοξη μετάστασή της και ο ρόλος της ως χορηγού της θείας χάριτος.
ΕΙΣ ΤΗΝ ΠΑΝΣΕΠΤΟΝ ΚΟΙΜΗΣΙΝ ΤΗΣ ΠΑΝΥΠΕΡΑΓΝΟΥ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ Τὴν ἐμὴν ὁμιλίαν σήμερον πρὸς τὴν ὑμετέραν ἀγάπην καὶ πόθος ποιεῖ καὶ χρέος· οὐ μόνον ὅτι ταῖς φιλοθέοις ὑμῶν ἀκοαῖς ἐνιέναι λόγον σωτήριον καὶ τρέφειν ἐντεῦθεν τὰς ὑμετέρας ψυχὰς καὶ βούλομαι διὰ τὴν πρὸς ὑμᾶς ἀγάπην καὶ ὀφείλεταί μοι κατὰ θεσμοὺς ἱερούς· ἀλλ’ ὅτι καὶ τῶν κεχρεωστημένων ἐμοὶ καὶ πεφιλημένων εἴπερ τι μετ’ εὐφημίας ἐπ’ Ἐκκλησίας ἐκδιηγεῖσθαι τὰ μεγαλεῖα τῆς ἀειπαρθένου καὶ Θεομήτορος. Ἀλλ’ ὁ μὲν πόθος, ἀνθ’ ἁπλοῦ διπλοῦς ὤν, ἐπαίρει καὶ παρακαλεῖ καὶ προτρέπεται, τὸ δὲ τοῦ χρέους ἀπαραίτητον καὶ βιάζεται, ὁ δὲ λόγος προσβαίνειν τοῖς ὑπὲρ λόγον οὐκ ἔχει, ὥσπερ οὐδ’ ὀφθαλμὸς ἡλίῳ προσορᾶν ἀτενῶς. Ἐπεὶ δ’ ὅμως λέγειν μὲν οὐκ ἔστι τὰ ὑπὲρ λόγον, ὑμνεῖν δ’ ἔξεστι φιλανθρωπίᾳ τῶν ὑμνουμένων, ἔνι καὶ τῶν ἀψαύστων μηδαμῶς ψαῦσαι καὶ τὴν διὰ λόγων ὀφειλὴν ἀποδοῦναι καὶ τὸν πρὸς τὴν Θεομήτορα πόθον διὰ τῶν πρὸς δύναμιν ὕμνων ἀφοσιώσασθαι.
Εἰ δὲ καὶ «τίμιος ὁ θάνατος τῶν ὁσίων καὶ μνήμη δικαίου μετ’ ἐγκωμίων», πόσῳ μᾶλλον τῆς τῶν ἁγίων ἁγίας καὶ δι’ ἧς πᾶς ἁγιασμὸς τοῖς ἁγίοις, τὴν τῆς ἀειπαρθένου καὶ θεομήτορος λέγω μνήμην, μετ’ εὐφημιῶν ἡμᾶς τῶν μεγίστων ποιεῖν προσῆκεν;
Ὥσπερ δὴ καὶ ποιοῦμεν ἑορτάζοντες καὶ τὴν σήμερον γενομένην ταύτης ἁγίαν κοίμησιν ἢ μεταβίωσιν, δι’ ἣν βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένη καὶ τοὺς ἀγγέλους καὶ τοὺς ἀρχαγγέλους καὶ τὰς ὑπὲρ τούτους ὑπερκοσμίους πάσας δυνάμεις ὑπεραναβέβηκεν ἀσυγκρίτως τῇ πρὸς τὸν ἐπὶ πάντων Θεὸν ἐγγύτητι, καὶ τοῖς ἐξ αἰῶνος γεγραμμένοις τε καὶ τετελεσμένοις ἐπ’ αὐτῇ θαυμασίοις.
Ταύτης γὰρ ἕνεκα θεῖαι προρρήσεις προφητικῶν θεολήπτων· θαυματουργίαι προδεικνῦσαι μέλλον τὸ μέγα θαῦμα τῆς οἰκουμένης, τὴν ἀειπάρθενον Θεομήτορα ταύτην· μεταβολαὶ γενῶν καὶ πραγμάτων, ὁδοποιοῦσαι τῷ τέλει τοῦ κατ’ αὐτὴν καινοῦ μυστηρίου· θεσμοὶ Πνεύματος ποικίλως προδιατυποῦντες τὴν ἐσομένην ἀλήθειαν· τέλος, μᾶλλον δὲ ἀρχὴ καὶ ρίζα τῶν ἐπέκεινα θαυμάτων, πραγμάτων, Θεοῦ πρὸς Ἰωακεὶμ καὶ τὴν Ἄνναν τοὺς τηνικαῦτα τὴν ἀρετὴν ἄκρους τελεσφόρος ἐπαγγελία, τεκεῖν ἐν βαθεῖ γήρᾳ τοὺς ἀγόνους ἐκ νέου, καὶ τεκεῖν τὴν τεξομένην ἀσπόρως τὸν ἐκ Θεοῦ Πατρὸς πρὸ αἰώνων γεγεννημένον ἀχρόνως· εὐχὴ πάλιν τῶν οὕτω παραδόξως γεννησαμένων τὴν τεξομένην παραδοξότερον ἀντιδώσειν τῷ δόντι τὴν δεδομένην, καθ’ ἣν ἀξιωτάτην εὐχὴν ἐξαισία μετοίκησις τῆς θεομήτορος ἐξ ἔτι βρέφους ἐκ τοῦ οἴκου τοῦ πατρὸς εἰς τὸν οἶκον τοῦ Θεοῦ καὶ διατριβὴ παράδοξος ἐπ’ ἐνιαυτῶν οὐκ ὀλίγας περιόδους ἐν αὐτοῖς τοῖς ἁγίοις τῶν ἁγίων, ἔνθα χορηγία τροφῆς ἀπορρήτου δι’ ἀγγέλων ἐπιστασίας· ἧς τροφῆς Ἀδὰμ οὐκ ἔφθασε γεύσασθαι, οὐ γὰρ ἂν ἐξέπιπτε τῆς ζωῆς, ὥσπερ οὐδ’ ἡ πάναγνος αὕτη, εἰ καὶ δι’ ἐκεῖνον καὶ ἵν’ ἐκείνου θυγάτηρ οὖσα δειχθῇ, πρὸς μικρὸν εἴξασα τῇ φύσει, καθάπερ καὶ ὁ ταύτης υἱός, ἀπὸ γῆς νῦν εἰς οὐρανὸν μεταβέβηκεν.
Ἀλλὰ γὰρ μετὰ τὴν ἀπόρρητον ἐκείνην τροφήν, μνηστείας οἰκονομία περὶ τὴν Παρθένον ταύτην μυστικωτάτη καὶ ἀσπασμὸς ξένος καὶ ὑπὲρ λόγον δι’ ἀρχαγγέλου καταπτάντος ἄνωθεν καὶ Θεοῦ μηνύματα καὶ προσρήματα, τῆς Εὔας καὶ Ἀδὰμ καταδίκης ἀντίστροφα καὶ θεραπευτικὰ τῆς ἐπ’ ἐκείνων ἀρᾶς, εἰς εὐλογίαν ταύτην μετάγοντα· ἐπεθύμησε γὰρ τοῦ μυστικοῦ κάλλους τῆς ἀειπαρθένου ταύτης ὁ τοῦ παντὸς βασιλεύς, ὡς ὁ Δαβὶδ προηγόρευσε, καὶ κλίνας τοὺς οὐρανοὺς κατέβη καὶ ταύτῃ ἐπεσκίασε, μᾶλλον δὲ ἐνῴκησεν ἡ ἐνυπόστατος τοῦ Ὑψίστου δύναμις· οὐ γὰρ διὰ γνόφου καὶ πυρὸς ὡς ἐπὶ τοῦ θεόπτου Μωϋσέως, οὐδ’ ὡς ἐπὶ τοῦ προφήτου Ἠλιοῦ διὰ λαίλαπος καὶ νεφέλης ἐπεδείξατο τὴν παρουσίαν, ἀλλ’ ἀμέσως χωρὶς παραπετάσματός τινος ἡ τοῦ Ὑψίστου δύναμις ἐπισκιάζει τῇ πανυπεράγνῳ καὶ παρθενικῇ γαστρί, μηδενὸς ὄντος μεταξύ, μήτ’ ἀέρος μήτ’ αἰθέρος μήτε τινὸς τῶν αἰσθητῶν ἢ τῶν ὑπὲρ ταῦτα· τοῦτο δὲ οὐκ ἐπισκίασις, ἀλλ’ ἕνωσις ἄντικρύς ἐστιν.
Ἐπεὶ δὲ ἀεὶ πέφυκε τὸ σκιάζον τὴν ἑαυτοῦ μορφὴν καὶ τὸν οἰκεῖον τύπον τῷ ἐπισκιαζομένῳ ἐμποιεῖν, οὐχ ἕνωσις μόνον, ἀλλὰ καὶ μόρφωσις γέγονεν ἐν τῇ γαστρί, καὶ τὸ ἐξ ἀμφοῖν μεμορφωμένον, τῆς τε τοῦ Ὑψίστου δυνάμεως καὶ τῆς παναγίας ἐκείνης καὶ παρθενικῆς γαστρός, Λόγος ἦν Θεοῦ σεσαρκωμένος.
Οὕτως ἐσκήνωσεν ἀπορρήτως ἐν αὐτῇ καὶ ἐξ αὐτῆς προῆλθε σαρκοφόρος ὁ Λόγος τοῦ Θεοῦ, «καὶ ἐπὶ γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη», τὴν ἡμετέραν θεουργῶν φύσιν καὶ χαριζόμενος ἡμῖν κατὰ τὸν θεῖον ἀπόστολον, «εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι». Καὶ τοῦτό ἐστι τὸ ὑπερφυὲς ἐγκώμιον καὶ ἡ τῆς ἀειπαρθένου ταύτης ὑπερένδοξος δόξα, ἧς ἅπας ἡττᾶται καὶ νοῦς καὶ λόγος, κἂν εἴ τις ἀγγελικὸς εἴη. Τὰ δὲ μετὰ τὸν ἀπόρρητον τόκον τίς ἂν αὖθις ἐξείποι λόγος; Συμπράττουσα γὰρ καὶ συμπάσχουσα τῇ δι’ αὐτῆς ὑψοποιῷ κενώσει τοῦ Λόγου τοῦ Θεοῦ, καὶ συνεδοξάζετο καὶ συνανυψοῦτο δικαίως, ταῖς ὑπερφυέσι προσθήκαις ἀεὶ προστιθεῖσα τῶν μεγαλείων. Ἀλλὰ καὶ μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον τοῦ ἐξ αὐτῆς σαρκωθέντος, τοῖς ὑπὲρ νοῦν καὶ λόγον ὑπηργμένοις ταύτῃ παρ’ αὐτοῦ μεγαλείοις οἷον ἀντεφιλοτιμεῖτο τῷ καρτερικωτάτῳ καὶ πολυειδεῖ τῆς ἀσκήσεως καὶ ταῖς ὑπὲρ τοῦ κόσμου παντὸς εὐχαῖς ὁμοῦ καὶ σπουδαῖς καὶ ταῖς πρὸς τοὺς διαπτάντας τὰ πέρατα θεοκήρυκας ὑποθήκαις καὶ προτροπαῖς, ἁπάντων ἦν αὕτη μόνη στηριγμὸς ὁμοῦ καὶ παράκλησις, καὶ ἀκουομένη καὶ ὁρωμένη, καὶ συνεργαζομένη παντοίως τοῦ εὐαγγελίου τὸ κήρυγμα· καὶ οὕτω βίον ἐναγώνιον ἄκρως καὶ πολιτείαν, νοῦν καὶ λόγον ἐνδεικνυμένη.
Διὰ ταῦτα τοίνυν καὶ ὁ θάνατος αὐτῆς ζωηφόρος, εἰς οὐράνιον καὶ ἀθάνατον μεταβιβάζων ζωήν· καὶ ἡ τούτου μνήμη χαρμόσυνος ἑορτὴ καὶ παγκόσμιός ἐστι πανήγυρις, μὴ μόνον ἀνανεουμένη τὴν μνήμην τῶν τῆς θεομήτορος θαυμασίων, ἀλλὰ καὶ προστιθεῖσα τὴν κοινὴν καὶ καινὴν τῶν ἱερῶν Ἀποστόλων ἐκ παντὸς ἔθνους ἐπὶ τῇ πανιέρῳ κηδείᾳ ταύτης συνδρομήν, τοὺς ἐπὶ ταύτῃ τῶν θεολήπτων ἐκείνων θεοφάντορας ὕμνους, τὰς ἀγγελικὰς ἐπιστασίας καὶ περὶ αὐτὴν χοροστασίας καὶ λειτουργίας, προπεμπόντων, ἐφεπομένων, συμπραττόντων, ἀντιπραττόντων, ἀμυνόντων, ἀμυνομένων καὶ συνεργούντων μὲν καὶ συνᾳδόντων πάσῃ δυνάμει τοῖς διὰ πάντων σεμνύνουσι τὸ ζωαρχικὸν καὶ θεοδόχον ἐκεῖνο σῶμα, τὸ σωστικὸν φάρμακον τοῦ καθ’ ἡμᾶς γένους, τὸ πάσης τῆς κτίσεως σεμνολόγημα, πολεμούντων δὲ καὶ ἀντικειμένων χειρὶ κρυφίᾳ τοῖς ἐπεμβαίνουσι καὶ ἀντεπανισταμένοις Ἰουδαίοις θεομάχῳ χειρὶ καὶ γνώμῃ, αὐτοῦ τοῦ Κυρίου Σαβαὼθ καὶ υἱοῦ τῆς ἀειπαρθένου ταύτης ἀοράτως παρόντος καὶ τὴν ἐξόδιον ἀποδιδόντος τῇ Μητρὶ τιμήν, οὗ ταῖς χερσὶ καὶ τὸ θεοφόρον ἐναπέθετο πνεῦμα, δι’ οὗ μετ’ οὐ πολὺ καὶ τὸ σύζυγον ἐκείνῳ σῶμα εἰς ἀείζωον καὶ οὐράνιον μετατίθεται χῶρον, εἰκότως καὶ τῆς περὶ αὐτὴν ἀπαρχῆς μέχρι νῦν καταλλήλως.
Πολλοὶ γὰρ τῶν ἀπ’ αἰῶνος εὐμενείας θείας καὶ δόξης καὶ δυνάμεως ἔτυχον, ὡς καὶ τὸν Δαβὶδ λέγειν, «ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου ὁ Θεός, λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν· ἐξαριθμήσομαι αὐτοὺς καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται»· καὶ «πολλοὶ» κατὰ τὸν Σολομῶντα «πλοῦτον ἐκτήσαντο, καὶ πολλαὶ θυγατέρες ἐποίησαν δύναμιν· αὕτη δὲ ὑπέρκειται καὶ ὑπερῆρε πάντας τε καὶ πάσας», οὐδ’ ὅσον εἰπεῖν· μόνη γὰρ Θεοῦ καὶ παντὸς ἀνθρωπείου γένους στᾶσα μεταξύ, τὸν μὲν Θεὸν ἐποίησεν υἱὸν ἀνθρώπου, υἱοὺς δὲ Θεοῦ τοὺς ἀνθρώπους ἀπειργάσατο, τὴν γῆν οὐρανώσασα καὶ τὸ γένος θεώσασα, καὶ μόνη πασῶν αὕτη μήτηρ μὲν ἐκ φύσεως ὑπὲρ πᾶσαν φύσιν ἀναπέφηνε Θεοῦ, βασιλὶς δὲ παντὸς ἐγκοσμίου καὶ ὑπερκοσμίου κτίσματος ὑπῆρξε τῷ ἀφράστῳ τόκῳ· καὶ οὕτω τοὺς ὑφ’ ἑαυτὴν δι’ ἑαυτῆς ὑψώσασα καὶ τὸ ἐπὶ γῆς ὑπήκοον οὐράνιον ἀντ’ ἐπιγείου ἀποδείξασα, κρείττονος ἀξίας αὕτη καὶ δυνάμεως ὑπερτέρας μετασχοῦσα καὶ τῆς ἐκ τῶν οὐρανῶν διὰ θείου Πνεύματος χειροτονίας, ὑψηλῶν ὑψηλοτάτη καὶ μακαρίου γένους μακαριωτάτη βασιλὶς ἐφέστηκε.
Νῦν καὶ τὸν οὐρανὸν ἔχουσα πρέπον οἰκητήριον, ὡς αὐτῇ προσῆκον βασίλειον, εἰς ὃν ἀπὸ γῆς μετανέστη σήμερον, καὶ ἐκ δεξιῶν παρέστη τοῦ παμβασιλέως ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη πεποικιλμένη, κατὰ τὸ εἰρημένον τῷ ψαλμῳδῷ προφήτῃ περὶ αὐτῆς. Ἱματισμὸν δὲ νοήσεις διάχρυσον τὸ θεαυγὲς ἐκείνης σῶμα, πεποικιλμένον ταῖς παντοδαπαῖς ἀρεταῖς· μόνη γὰρ αὕτη νῦν μετὰ τοῦ θεοδοξάστου σώματος σὺν τῷ Υἱῷ τὸν οὐράνιον ἔχει χῶρον· οὐ γὰρ εἶχε κατέχειν εἰς τέλος γῆ καὶ τάφος καὶ θάνατος ζωαρχικὸν σῶμα καὶ θεοδόχον, καὶ οὐρανοῦ καὶ τοῦ οὐρανοῦ τῶν οὐρανῶν φίλτερον ἐνδιαίτημα· εἰ γὰρ ψυχή, Θεοῦ χάριν ἔνοικον σχοῦσα, πρὸς οὐρανὸν ἀνέρχεται τῶν ἐνταῦθα λυθεῖσα, καθάπερ καὶ διὰ πολλῶν καταφανὲς γέγονε καὶ πιστεύομεν, πῶς ἂν τὸ μὴ μόνον ἐν ἑαυτῷ λαβὸν αὐτὸν τὸν προαιώνιον καὶ μονογενῆ τοῦ Θεοῦ Υἱόν, τὴν ἀέναον πηγὴν τῆς χάριτος, ἀλλὰ καὶ γεννητικὸν ἀναφανὲν αὐτοῦ σῶμα, οὐκ ἀπὸ γῆς πρὸς οὐρανὸν ἀνελήφθη; Ἡ ἔτι τριετὴς οὖσα καὶ μήπω τὸν ὑπερουράνιον ἔνοικον σχοῦσα, μηδὲ σαρκοφόρον προαγαγοῦσα, τὰ ἅγια τῶν ἁγίων οἰκοῦσα, μετὰ τὸ τηλικούτοις τε καὶ τοσούτοις ὑπερτελὴς καὶ κατὰ σῶμα γενέσθαι καὶ ὄντως ὑπερκοσμία, γῆ ἂν ἐγεγόνει διαφθορὰν ὑποστᾶσα; Καὶ πόθεν ἂν ἔχοι τοῦτο λόγον τοῖς μετὰ λόγου σκοποῦσι;
Διὰ τοῦτο τὸ γεννῆσαν εἰκότως σῶμα συνδοξάζεται τῷ γεννήματι δόξῃ θεοπρεπεῖ καὶ συνανίσταται, κατὰ τὸ προφητικὸν ᾆσμα, τῷ πρότερον ἀναστάντι τριημέρῳ Χριστῷ ἡ κιβωτὸς τοῦ ἁγιάσματος αὐτοῦ· καὶ παράστασις γίνεται τοῖς μαθηταῖς τῆς ἐκ νεκρῶν καὶ αὐτῆς ἀναστάσεως αἱ σινδόνες καὶ τὰ ἐντάφια, μόνα περιλειφθέντα τῷ τάφῳ καὶ μόνα κατ’ αὐτὸν εὑρεθέντα κατὰ ζήτησιν προσελθοῦσι, καθάπερ ἐπὶ τοῦ Υἱοῦ καὶ δεσπότου πρότερον.
Οὐκ ἦν δὲ χρεία καὶ ταύτην ἔτι πρὸς ὀλίγον, καθάπερ ὁ ταύτης Υἱὸς καὶ Θεός, ἐνδιατρίψαι τῇ γῇ· διὰ τοῦτο πρὸς τὸν ὑπερουράνιον εὐθὺς ἀνελήφθη χῶρον ἀπὸ τοῦ τάφου, παρ’ οὗ πάλιν μέχρι γῆς φανοτάτας τε καὶ θειοτάτας ἀπαστράπτει τὰς μαρμαρυγὰς καὶ τὰς χάριτας, πᾶσαν τὴν περίγειον λῆξιν ἐκεῖθεν διαφωτίζουσα καὶ παρὰ τῶν πιστῶν πάντων προσκυνουμένη καὶ θαυμαζομένη καὶ ὑμνουμένη.
Καθάπερ γὰρ βουληθεὶς ὁ Θεὸς εἰκόνα στήσασθαι παντὸς καλοῦ καὶ τὴν ἑαυτοῦ περὶ ταῦτα καθαρῶς ἐνδείξασθαι καὶ ἀγγέλοις καὶ ἀνθρώποις, οὕτω ταύτην οὕτω παγκάλην ὄντως ἐξειργάσατο, πάντα συνελὼν οἷς πάντα διελὼν ἐκόσμησεν, ὁρατῶν τε καὶ ἀοράτων ἀγαθῶν κοινὸν ὑποστήσας κόσμον, μᾶλλον δὲ θείων καὶ ἀγγελικῶν καὶ ἀνθρωπίνων πάντων καλῶν κοινὸν αὐτὴν ὑποδείξας κρᾶμα καὶ καλλονὴν ὑπερτέραν ἀμφοτέρους ἐπικοσμοῦσαν τοὺς κόσμους, ἀπὸ γῆς μὲν ἠργμένην, μέχρι δὲ οὐρανοῦ φθάσασαν καὶ ὑπερβᾶσαν καὶ τοῦτον, τῇ παρὰ τοῦ τάφου νῦν πρὸς οὐρανὸν ἀναλήψει, καὶ τοῖς ἄνω τὰ κάτω συνάψασαν καὶ τὸ πᾶν περισχοῦσαν τοῖς περὶ αὐτὴν θαυμασίοις, ὡς καί, καθ’ ὃ βραχύ τις παρ’ ἀγγέλους ἠλαττωμένην τὴν ἀρχὴν εἴρηται, τὸ τοῦ θανάτου γεύσασθαι λέγω, τὴν πρὸς τὰ πάντα τῆς Θεομήτορος ἐπαύξειν ὑπεροχήν· ὅθεν καὶ δικαίως τὴν ἐπὶ τούτῳ πανήγυριν τὰ πάντα συγκροτεῖ καὶ συνεργάζεται σήμερον.
Ἔπρεπε δὲ ἄρα τὴν χωρήσασαν τὸν πληροῦντα τὰ πάντα, καὶ ὑπὲρ τὸ πᾶν ὄντα, τὰ πάντα καὶ ταύτην φθάσαι, καὶ ὑπὲρ τὰ πάντα γενέσθαι ταῖς καθ’ ἑαυτὴν ἀρεταῖς τῷ μεγέθει τοῦ ἀξιώματος. Καὶ τοίνυν ἃ πᾶσι τοῖς ἐκ τοῦ παντὸς αἰῶνος ἀρίστοις ἤρκεσε διαμερισαμένοις ἀρίστους γενέσθαι, καὶ ὅσα πάντες οἱ Θεῷ κεχαρισμένοι κατὰ μέρος ἔχουσιν ἄγγελοί τε καὶ ἄνθρωποι, πάντα συλλαβοῦσα, καὶ μόνη πάντα διατελοῦσα καὶ περιττεύουσα μηδ’ ὅσον εἰπεῖν, ἔχει καὶ τοῦτο νῦν ὑπὲρ πάντας, τὸ μετὰ θάνατον ἀπαθανατισθῆναι, καὶ μόνη μετὰ σώματος κατ’ οὐρανὸν σὺν τῷ Υἱῷ καὶ Θεῷ διαιτᾶσθαι, κἀντεῦθεν ἐκεῖθεν ὑπερεκχεῖν καὶ πρὸς τοὺς αὐτὴν τιμῶντας δαψιλεστάτην τὴν χάριν, αὐτὸ χαριζομένη τὸ πρὸς αὐτὴν ἔχειν ἀνατείνεσθαι, δίσκον οὖσαν τηλικούτων χαρίτων, καὶ προσεπιδαψιλευομένη τὰ κρείττω δι’ ἀγαθότητα καὶ μηδέποτε παυομένη τῆς ὑπὲρ ἡμῶν λυσιτελοῦς ταύτης φορᾶς καὶ δαψιλοῦς συντελείας. Πρὸς μὲν οὖν τὴν παντὸς ἀγαθοῦ τοιαύτην ἀπιδών τις συνδρομήν τε καὶ χορηγίαν, τοῦτο τὴν Παρθένον ἐρεῖ τελεῖν ἐν ἀρετῇ καὶ τοῖς κατ’ ἀρετὴν ζῶσιν, ὅπερ ἐν αἰσθητῷ φωτὶ καὶ τοῖς ὑπ’ αὐτὸ ζῶσιν ἥλιον.
Εἰ δὲ πρὸς τὸν ἀνατείλαντα τοῖς ἀνθρώποις ἐξαισίως ἀπὸ τῆς Παρθένου ταύτης ἥλιον, ὃς ἔχει πάντα καὶ ὑπερέχει φύσει τὰ χάριτι ταύτῃ προσπεφυκότα, εἰ πρὸς τοῦτον μετενέγκοι τὸ τῆς διανοίας ὄμμα, οὐρανὸς εὐθὺς ἡ Παρθένος ἀναφανήσεται, τοσούτῳ καὶ τῶν ὑπ’ οὐρανὸν καὶ τῶν ὑπὲρ τοῦτον κεχαριτωμένων θείως ἁβροτέραν κεκτημένη τὴν διὰ πάντων ἀγαθῶν εὐκληρίαν, ὁπόσον ἡλίου μὲν οὐρανός ἐστι μείζων, οὐρανοῦ δὲ λαμπρότερος ἥλιος.
Τίς σου τὸ θεαυγὲς κάλλος ὑπογράψει, Θεομῆτορ Παρθένε, λόγος; Οὐ γὰρ ἔστι τὰ σὰ λογισμοῖς καὶ λόγοις ὁρίζειν· πάντα γὰρ ὑπερβαίνει καὶ νοῦν καὶ λόγον. Ὑμνεῖν δ’ ὅμως ἔξεστι, σοῦ φιλανθρώπως προσιεμένης· σὺ γὰρ καὶ χαρίτων ἁπασῶν χωρίον καὶ πλήρωμα καλοκαγαθίας παντοίας καὶ πίναξ καὶ εἰκὼν ἔμψυχος ἀγαθοῦ παντὸς καὶ χρηστότητος πάσης, ὡς μόνη πάντων ἠξιωμένη συλλήβδην τῶν τοῦ Πνεύματος χαρισμάτων, μᾶλλον δὲ καὶ τὸν ἐν ᾧ τούτων ἁπάντων οἱ θησαυροὶ μόνη παραδόξως ἐν τοῖς σπλάγχνοις ἔνοικον σχοῦσα καὶ τούτου καταστᾶσα παράδοξος σκηνή, κἀντεῦθεν καὶ νῦν διὰ θανάτου πρὸς ἀθανασίαν χωρήσασα καὶ δικαίως ἀπὸ γῆς εἰς οὐρανὸν μεταστᾶσα, ὡς ἂν ἐν ὑπερουρανίοις σκηνώμασι σύσκηνος εἴης τούτῳ τὸν ἀεὶ χρόνον, ἐκεῖθεν περιέπουσα τὸν σὸν κλῆρον καὶ ταῖς ἀκοιμήτοις πρὸς αὐτὸν πρεσβείαις τοῦτον πρὸς πάντας ἱλεουμένη.
Τοσοῦτόν ἐστιν ἐγγυτέρα τῶν Θεῷ ἐγγιζόντων· οὕτω μειζόνων ἢ κατὰ πάντας ἡ Θεοτόκος ἠξίωται τῶν πρεσβείων· οὐ τοὺς ἀνθρώπους λέγω μόνον, ἀλλὰ καὶ αὐτὰς πάσας τὰς ἀγγελικὰς ἱεραρχίας. Περὶ μὲν γὰρ τῆς τούτων ἀνωτάτω ταξιαρχίας Ἠσαΐας γράφει, «καὶ τὰ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ»· περὶ δὲ αὐτῆς πάλιν ὁ Δαβίδ, «παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου». Ὁρᾶτε τὴν διαφορὰν τῆς στάσεως; Ἀπὸ ταύτης ἔχετε συνορᾶν καὶ τὴν διαφορὰν τῆς κατὰ τὴν ἀξίαν τάξεως· περὶ μὲν γὰρ τὸν Θεὸν τὰ Σεραφίμ, πλησίον δὲ παρ’ αὐτὸν ἐκεῖνον μόνη ἡ παμβασιλίς, ἢ καὶ παρ’ αὐτοῦ τοῦ Θεοῦ θαυμάζεταί τε καὶ ἐγκωμιάζεται, κηρύττοντος οἷον ταῖς περὶ αὐτὸν δυνάμεσιν αὐτήν, καὶ λέγοντος κατὰ τὸ εἰρημένον ἐν τοῖς τῶν Ἀσμάτων Ἄσμασι, «τί καλὴ ἡ πλησίον μου!». Φωτὸς φαιδροτέρα, παραδείσων θείων εὐανθεστέρα, κόσμου παντὸς ὁρατοῦ καὶ ἀοράτου κοσμιωτέρα.
Οὐ πλησίον δὲ μόνον, ἀλλὰ καὶ ἐκ δεξιῶν εἰκότως· ὅπου γὰρ ὁ Χριστὸς ἐν οὐρανοῖς ἐκάθισεν, ἐν δεξιᾷ δηλονότι τῆς μεγαλωσύνης, ἐκεῖ καὶ αὕτη νῦν ἀπὸ γῆς εἰς οὐρανοὺς ἀναβᾶσα ἕστηκεν· οὐ μόνον ὅτι ποθεῖ καὶ ἀντιποθεῖται πάντων μάλιστα, καὶ αὐτοῖς τοῖς φυσικοῖς θεσμοῖς, ἀλλ’ ὅτι καὶ θρόνος ἐστὶν ὡς ἀληθῶς αὐτοῦ· ὅπου δὲ κάθηται ὁ βασιλεύς, ἐκεῖ ὁ θρόνος ἵσταται.
Τοῦτον τὸν θρόνον καὶ ὁ Ἠσαΐας μεταξὺ ἐκείνου τοῦ χερουβικοῦ χοροῦ καὶ ἔβλεπε καὶ ἔλεγεν ὑψηλὸν καὶ ἐπηρμένον, τὸ τὰς οὐρανίους δυνάμεις ὑπεραναβεβηκὸς τῆς Θεομήτορος δηλῶν. Διὸ καὶ αὐτοὺς εἰσάγει τοὺς ἀγγέλους ἀπὸ ταύτης τὸν Θεὸν δοξάζοντας καὶ λέγοντας· «εὐλογημένη ἡ δόξα Κυρίου ἀπὸ τοῦ τόπου αὐτοῦ». Ἰακὼβ δὲ ὁ πατριάρχης δι’ αἰνιγμάτων τοῦτον θεασάμενος, «ὡς φοβερὸς ὁ τόπος οὗτος, εἶπεν· οὐκ ἔστι τοῦτο, ἀλλ’ ἢ οἶκος Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ». Δαβὶδ δὲ ἑτέρωθεν τῶν σεσωσμένων τὰ πλήθη συνάψας ἑαυτῷ, καὶ οἷόν τισι νευραῖς ἢ φθόγγοις διαφόροις, τοῖς ἐκ διαφόρου γένους εἰς μίαν πίστιν ὑπὸ τῆς ἀειπαρθένου ταύτης ἡρμοσμένοις κεχρημένος, τὸ παναρμόνιον πρὸς ὕμνον ταύτης ἀνακρούεται μέλος, «μνησθήσομαι τοῦ ὀνόματός σου, λέγων, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ· διὰ τοῦτο λαοὶ ἐξομολογήσονταί σοι εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος».
Ὁρᾶτε πᾶσαν τὴν κτίσιν ἐξομολογουμένην τῇ Μητροπαρθένῳ ταύτῃ, καὶ οὐκ ἐν πεπερασμένοις ἔτεσιν, ἀλλ’ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος; Συνορᾶν οὖν ἐστιν ἐντεῦθεν, ὡς οὐδ’ ἐκείνη λήξει διὰ τοῦ παντὸς αἰῶνος εὖ ποιοῦσα πᾶσαν κτίσιν, οὐ τὴν καθ’ ἡμᾶς λέγω μόνον, ἀλλὰ καὶ αὐτὰς τὰς ἀΰλους καὶ ὑπερφυεῖς ταξιαρχίας. Ὅτι γὰρ σὺν ἡμῖν καὶ αὗται δι’ αὐτῆς μόνης μετέχουσί τε καὶ ψαύουσι Θεοῦ, τῆς ἀψαύστου φύσεως ἐκείνης, Ἠσαΐας τηλαυγῶς ἐδήλωσεν. Οὐ γὰρ ἀμέσως ἑώρακε τὸν Σεραφὶμ ἐκ τοῦ θυσιαστηρίου τὸν ἄνθρακα λαβόντα, ἀλλὰ διὰ τῆς λαβίδος ἔλαβε, δι’ ἧς καὶ τῶν προφητικῶν ἥψατο χειλέων τὴν κάθαρσιν διδούς· τοῦτο δὲ ἦν τὸ τῆς λαβίδος ἐκείνῳ τῷ μεγάλῳ θεάματι ταυτόν, ὃ Μωϋσῆς ἑώρακε, βάτον ἐκ πυρὸς ἡμμένην καὶ μὴ καταφλεγομένην. Τίς δὲ οὐκ οἶδεν, ὡς ἡ Παρθενομήτωρ ἐκείνη τε ἡ βάτος καὶ αὕτη ἡ λαβίς ἐστιν, ἡ τὸ θεῖον πῦρ ἀπυρπολήτως συλλαβοῦσα, κἂν τούτῳ διακονήσαντος ἀρχαγγέλου τῇ συλλήψει καὶ τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου δι’ αὐτῆς συνάψαντος τῷ ἀνθρωπείῳ γένει καὶ διὰ τῆς ἀρρήτου συναφείας ἡμᾶς περικαθάραντος; Οὐκοῦν αὕτη μόνη μεθόριόν ἐστι κτιστῆς καὶ ἀκτίστου φύσεως, καὶ οὐδεὶς ἂν ἔλθοι πρὸς Θεόν, εἰμὴ δι’ αὐτῆς ὡς ἀληθῶς καταυγασθείη τῆς θεαυγοῦς ὡς ἀληθῶς λυχνίας· «ὁ Θεὸς γὰρ ἐν μέσῳ αὐτῆς, καὶ οὐ σαλευθήσεται», φησίν.
Εἰ δὲ καὶ κατὰ τὸ μέτρον τῆς πρὸς Θεὸν ἀγάπης αἱ ἀντιδόσεις καὶ ὁ ἀγαπῶν τὸν υἱὸν ἀγαπᾶται παρ’ αὐτοῦ καὶ τοῦ αὐτοῦ Πατρὸς καὶ καταγώγιον τῶν ἀμφοτέρων γίνεται, μυστικῶς ἐνοικούντων καὶ ἐμπεριπατούντων τούτῳ κατὰ τὴν δεσποτικὴν ἐπαγγελίαν, τίς ἂν ἀγαπώῃ τοῦτον μᾶλλον τῆς μητρός, ἣ μὴ ὅτι μονογενῆ τοῦτον, ἀλλὰ καὶ μόνη γεγέννηκεν ἀσυνδυάστως, ὡς εἶναι ταύτῃ τὸ φίλτρον διπλάσιον, μὴ συμμεριζομένου τοῦ κοινωνήσαντος;
Τίς δ’ ἂν ἀγαπηθείη τῆς μητρὸς μᾶλλον ὑπὸ τοῦ μονογενοῦς, καὶ ταῦτα προελθόντος ἐκ μόνης ἀρρήτως ἐπ’ ἐσχάτων τῶν αἰώνων, ὥσπερ καὶ πρὸ αἰώνων ἐκ μόνου τοῦ Πατρός; Πῶς δ’ ἂν οὐ πολυπλασιασθείη πρὸς τῇ πρεπούσῃ διαθέσει καὶ τὰ τῆς ὀφειλομένης ἐκ νόμων πρὸς αὐτὴν τιμῆς παρὰ τοῦ πληρῶσαι τὸν νόμον κατελθόντος;
Ὥσπερ οὖν δι’ αὐτῆς μόνης πρὸς ἡμᾶς ἐπιδημήσας ἐπὶ γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη, πᾶσιν ὢν ἀθέατος πρὸ ταύτης, οὕτω καὶ εἰς τὸν ἑξῆς ἄληκτον αἰῶνα πᾶσα φωτοφανείας θείας πρόοδος καὶ πᾶσα μυστηρίων θείων ἀποκάλυψις καὶ πᾶσα πνευματικῶν ἰδέα χαρισμάτων ἅπασιν ἀχώρητος χωρὶς αὐτῆς. Αὕτη δὲ πρώτη δεχομένη τὸ διὰ πάντων ἧκον πλήρωμα τοῦ τὰ σύμπαντα πληροῦντος, καθίστησι τοῖς πᾶσι χωρητόν, νέμουσα πρὸς δύναμιν ἑκάστῳ κατὰ τὴν ἀναλογίαν καὶ τὸ μέτρον τῆς ἑκάστου καθαρότητος, ὥστε ταύτην εἶναι καὶ ταμεῖον καὶ πρύτανιν τοῦ πλούτου τῆς θεότητος.
Ἐπεὶ γὰρ καὶ τοῦτο νόμιμον αἰώνιον ἐν οὐρανοῖς, διὰ τῶν μειζόνων τοὺς ἐλάττονας μετέχειν τοῦ ἐπέκεινα τοῦ ὄντος ἱδρυμένου, μείζων δ’ ἀσυγκρίτως ἁπάντων ἡ Παρθενομήτωρ, δι’ αὐτῆς μεθέξουσιν ὅσοι δὴ μεθέξουσι Θεοῦ, καὶ αὐτὴν εἴσονται τοῦ ἀχωρήτου χώραν ὅσοι δὴ γινώσκουσι Θεόν, καὶ αὐτὴν ὑμνήσουσι μετὰ Θεὸν ὅσοι τὸν Θεὸν ὑμνοῦσιν. Αὕτη καὶ τῶν πρὸ αὐτῆς αἰτία καὶ τῶν μετ’ αὐτὴν προστάτις καὶ τῶν αἰωνίων πρόξενος. Αὕτη τῶν προφητῶν ὑπόθεσις, τῶν Ἀποστόλων ἀρχή, τῶν μαρτύρων ἑδραίωμα, τῶν διδασκάλων κρηπίς. Αὕτη τῶν ἐπὶ γῆς ἡ δόξα, τῶν κατ’ οὐρανὸν ἡ τερπνότης, τὸ πάσης τῆς κτίσεως ἐγκαλλώπισμα. Αὕτη καταρχὴ καὶ πηγὴ καὶ ρίζα τῶν ἀπορρήτων ἀγαθῶν. Αὕτη παντὸς ἁγίου κορυφὴ καὶ τελείωσις.
Ὦ Παρθένε θεία καὶ νῦν οὐρανία, πῶς σου τὸ πᾶν ἐξείπω; Πῶς σὲ δοξάσω τὸν τῆς δόξης θησαυρόν; Σοῦ καὶ μνήμη μόνον ἡγίασε τὸν χρώμενον· πρὸς σὲ καὶ νεῦσις μόνον διαυγέστερον ἐποίησε τὸν νοῦν πρὸς ὕψος εὐθὺς ἀναλαβοῦσα θεῖον· διὰ σοῦ τρανοῦται τὸ τῆς διανοίας ὄμμα· διὰ σοῦ καταλάμπεται τὸ πνεῦμα θείου Πνεύματος ἐπιδημίᾳ· ταμιοῦχος γὰρ ἐγένου καὶ περιοχὴ χαρίτων· οὐχ ἵνα παρὰ σεαυτῇ κατάσχῃς, ἀλλ’ ἵνα τὰ σύμπαντα πληρώσῃς χάριτος. Ὁ γὰρ τῶν ἀκενώτων θησαυρῶν ταμίας τῆς διανομῆς ἕνεκεν ἐπιτροπεύει· τί γὰρ δὴ καὶ κατάκλειστον ποιήσειε τὸν ὄλβον μὴ μειούμενον;
Μετάδος οὖν πλουσίως παντὶ τῷ σῷ λαῷ, τῷ σῷ κλήρῳ τούτῳ, τοῦ σοῦ ἐλέους καὶ τῶν σῶν χαρίτων, ὦ Δέσποινα. Δὸς λύσιν τῶν κατεχόντων δεινῶν. Ὁρᾷς ὅσοις καὶ ὁποίοις κατατρυχόμεθα, καὶ ἰδίοις καὶ ἀλλοτρίοις, καὶ τοῖς ἔξωθεν καὶ τοῖς ἔνδοθεν. Πάντα τῇ σῇ δυνάμει μετασκεύασον ἐπὶ τὸ κρεῖττον, τοὺς μὲν ἐντὸς καὶ ὁμοφύλους πρὸς ἀλλήλους ἐξημεροῦσα, τοὺς δὲ θηρῶν ἀγρίων δίκην ἔξωθεν ἐπεμβαίνοντας ἀπελαύνουσα.
Ἀντιμέτρησον τοῖς ἡμετέροις πάθεσι τὴν σὴν ἐπικουρίαν καὶ ἰατρείαν, νέμουσα καὶ ψυχαῖς καὶ σώμασι δαψιλῆ τὴν χάριν, καὶ πρὸς ἅπαντα διαρκῆ· κἂν μὴ χωρῶμεν, χωρητικωτέρους ἔργασαι, καὶ οὕτως ἐπιμέτρησον ἵνα τῇ σῇ χάριτι σωζόμενοί τε καὶ δυναμούμενοι, δοξάζωμεν τὸν ἐκ σοῦ δι’ ἡμᾶς σαρκωθέντα προαιώνιον Λόγον σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρί, καὶ τῷ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας.
Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.