Ἔργον
Γρηγόριος Παλαμᾶς – Ομιλίες ΚΑ΄–ΜΒ΄
Το πρώτο εωθινό Ευαγγέλιο και η κλήση των εθνών
Η κλήση των εθνών, η εξουσία του αναστημένου Χριστού, το μυστήριο του βαπτίσματος και η σημασία των καλών έργων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Το πρώτο εωθινό Ευαγγέλιο και η κλήση των εθνών
Η κλήση των εθνών, η εξουσία του αναστημένου Χριστού, το μυστήριο του βαπτίσματος και η σημασία των καλών έργων.
ΕΙΣ ΤΟ ΠΡΩΤΟΝ ΕΩΘΙΝΟΝ ΕΝ ῌ ΚΑΙ ΟΤΙ ΟΥΚ ΑΡΚΕΙ ΤΟ ΘΕΙΟΝ ΒΑΠΤΙΣΜΑ ΣΩΣΑΙ ΤΟΝ ΑΝΘΡΩΠΟΝ ΕΙ ΜΗ ΚΑΙ ΤΗΝ ΤΗΡΗΣΙΝ ΕΧΕΙΝ ΣΠΕΥΔΕΙ ΤΩΝ ΘΕΙΩΝ ΕΝΤΟΛΩΝ Ὁ πρὸ τῶν ὄντων ὢν καὶ τὰ ὄντα ἐκ μὴ ὄντων ποιήσας δι’ ἀγαθότητα ἐν πᾶσίν ἐστιν, εἰ καὶ ὑπὲρ τὰ πάντα ἐστίν. Ἦν οὖν ἐν τῷ κόσμῳ καὶ πρὸ τοῦ παραγενέσθαι διὰ σαρκός, ἀλλ’ οὐκ ἐπέγνωσαν αὐτὸν ὁ κόσμος, ἐπεὶ οὐκ ἠθέλησαν· ὅσοι γὰρ ἠθέλησαν, καὶ ἐπέγνωσαν.
Διὸ οἱ μὲν ἐπιγνόντες καὶ προσελήφθησαν, οἱ δὲ μὴ ἐπιγνόντες, ἐγκατελείφθησαν, ὡς καὶ Παῦλός φησιν, ὁ καὶ θελήσας καὶ θεληθεὶς καὶ καταλαβεῖν σπεύδων, ἐφ’ ᾧ καὶ κατελήφθη ὑπὸ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, γράφων περὶ τῶν Ἑλλήνων· «ἐπεὶ οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν». Οἱ μὲν οὖν μὴ θελήσαντες, μηδὲ ἐπιγνότες, οὗτοι καὶ ὅσοι κατ’ αὐτούς· οἱ δὲ πρὸ τῆς θείας ἐνανθρωπήσεως αὐτὸν ἐπιγνόντες, τίνες; Πολλοί· καὶ σχεδὸν πρὸ πάντων καὶ ὑπὲρ πάντας ὁ Ἀβραάμ, ὁ Ἰσαάκ, ὁ Ἰακὼβ διὸ καὶ προσελήφθησαν δικαίως ὑπὸ Θεοῦ.
Καὶ οὐχ οὗτοι μόνον, ἀλλὰ καὶ τὸ ἀπ’ αὐτῶν ἅπαν γένος, ὡς καὶ λαὸν Θεοῦ τούτους εἶναί τε καὶ ὀνομάζεσθαι, καὶ γένος—ὢ τῆς ἀφάτου μεγαλοδωρεᾶς!—ὕστερον τελέσαι Θεοῦ. Δεῆσαν γὰρ αὐτῷ διὰ σαρκὸς ἐπιφανῆναι τῷ κόσμῳ, οὐ μόνον παρ’ αὐτῶν ταύτην ἔλαβεν, ἀλλὰ καὶ πρὸς αὐτοὺς προηγουμένως ἦλθε, καθάπερ αὐτὸς ὁ Κύριος ἐν τοῖς εὐαγγελίοις φησίν· «οὐκ ἦλθον εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ»· ἰδὼν γὰρ ἐκπεσόντας τῆς πατρῴας ἐκείνης εὐσεβείας καὶ ἀρετῆς καὶ τὴν αὐτοῦ γνῶσιν ἀπωσαμένους, παριδεῖν οὐκ ἠνέσχετο διὰ τοὺς εὐσεβήσαντας αὐτῶν πατέρας, ἀλλὰ κλίνας οὐρανοὺς κατῆλθεν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ τούτοις συναναστρεφόμενος καὶ λέγων καὶ πράττων τὰ τοῦ Θεοῦ· καὶ οὐχ ἁπλῶς ταῦτα λέγων καὶ πράττων, ἀλλὰ καὶ ταῖς εἰς αὐτοὺς θεοπρεπέσιν εὐεργεσίαις ἐπιδαψιλευόμενος, καθαίρων τοὺς ἐν αὐτοῖς λεπρούς, φωτίζων τοὺς ἐν αὐτοῖς τυφλούς, σφίγγων τοὺς παραλύτους, ἀνορθῶν τοὺς συγκεκυφότας, τῶν δαιμονώντων ἀπελαύνων τοὺς δαίμονας καὶ πᾶσαν ἁπλῶς νόσον καὶ πᾶσαν μαλακίαν καὶ μανίαν ἰώμενος, καὶ νεκροὺς πρὸς ζωὴν ἐπανάγων μόνῳ προστάγματι.
Ὡς δὲ ἐκεῖνοι τοῦτον οὐ μόνον ἀπώσαντο, τὸν εἰς τὰ ἴδια ἐλθόντα εὐεργέτην οἱ ἴδιοι, ἀλλ’ ἵνα τὸ τελευταῖον εἴπω, καὶ θανάτῳ παρέδωκαν, καὶ θανάτῳ σταυρικῷ, βαβαὶ τῆς ἀπονοίας, ὡς ἀντίθεον τὸν ὑπὲρ αὐτῶν πρὸς αὐτοὺς διὰ σαρκὸς ἐπιφανέντα Θεόν, ἐγκατελείφθησαν καὶ αὐτοὶ δικαίως καὶ ἀπεβλήθησαν παρὰ τοῦ πρὸς αὐτοὺς εἰπόντος, «ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος». Καὶ ἡ τούτων ἀποβολὴ καταλλαγὴ κόσμου γέγονε, καὶ ἠλεήθημεν ἡμεῖς τῇ τούτων ἀπειθείᾳ, μᾶλλον δέ, («ὢ βάθους πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ!»), ἵνα πάλιν κατὰ τὸν ἀπόστολον εἴπω, «συνέκλεισεν ὁ Θεὸς τοὺς πάντας εἰς ἀπείθειαν, ἵνα τοὺς πάντας ἐλεήσῃ».
Εὐαγγελιζομένου γὰρ ἠκούσαμεν ἀρτίως τοῦ εὐαγγελιστοῦ Ματθαίου, ὅτι «οἱ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς, καὶ ἰδόντες αὐτὸν προσεκύνησαν αὐτῷ, οἱ δὲ ἐδίστασαν»· ἀλλὰ προσελθόντος τοῦ Κυρίου καὶ ὁμιλήσαντος αὐτοῖς, κἀκεῖνοι ἐβεβαιώθησαν. «Προσελθὼν» γάρ, φησίν, «αὐτοῖς ὁ Ἰησοῦς, ἐλάλησεν αὐτοῖς, λέγων· ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς· πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη». Τοῦτό ἐστι, δι’ ὃ πρὸ μικροῦ τὸ ἀποστολικὸν ἔλεγον ἐκεῖνο, ὅτι ἡ ἀποβολὴ τῶν Ἰουδαίων καταλλαγὴ κόσμου γέγονε, καὶ ἠλεήθημεν ἡμεῖς τῇ τούτων ἀπειθείᾳ. Ὁ γὰρ πρὸς τοὺς οἰκείους μαθητὰς λέγων πρότερον, «εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε, πορεύθητε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ», οὗτος νῦν, «πορευθέντες», φησί, «μαθητεύσατε πάντα τὰ ἔθνη». Καὶ γὰρ ἡμῶν ἀπειθησάντων πρότερον καὶ τὸν ἐν τῷ κόσμῳ ὄντα καὶ διὰ τῆς εὐκοσμίας τῶν ὄντων κηρυττόμενον Θεὸν μὴ ἐπιγνῶναι θελησάντων, τοῖς εὐπειθῶς ἐπιγνοῦσι δικαίως ὁ Κύριος δι’ ἑαυτοῦ τε καὶ τῶν προφητῶν αὑτοῦ διελέγετο. Νῦν δὲ κἀκείνων ἀπειθησάντων, οὐδὲν τῇ δικαιοκρισίᾳ τοῦ Θεοῦ προσίσταται πρὸς τὸ καὶ ἡμᾶς ἐλεηθῆναι, καὶ διὰ τῶν ἱερῶν Ἀποστόλων αὐτῷ μαθητευθῆναι.
Καὶ τάχα τοῦτό ἐστι τό, «ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς», ὡς τῆς θείας δικαιοκρισίας μὴ ἐφιείσης πρότερον ἐπίσης τοῖς πειθομένοις καὶ τοὺς ἀπειθεῖς ἡμᾶς ἐλεεῖσθαι, καὶ προσκαλεῖσθαι πρὸς τὰ οὐράνια.
Νῦν δὲ τῶν μὲν πρότερον, τῶν δὲ ὕστερον, ἀμφοτέρων δὲ καὶ πάντων συγκεκλεισμένων εἰς ἀπείθειαν, κατ’ οἰκείαν ἐξουσίαν δεδομένην παρὰ τῆς οἰκείας δικαιοκρισίας, οὓς ἠθέλησεν ὁ Θεὸς ἠλέησεν. Ἠθέλησε δὲ καὶ ἠλέησεν ἡμᾶς τοὺς ἐξ ἐθνῶν, μᾶλλον δὲ πάντας, ἐπεὶ καὶ πάντων ἐστὶ Θεός. Τὴν μὲν γὰρ τοῦ ἐλέους ἀρχὴν ἀφ’ ἡμῶν ἠθέλησε ποιήσασθαι νῦν, ἀλλ’ οὐκ ἀπὸ τῶν νῦν ἀπειθησάντων. Οὐκ ἀπεστράφη δὲ τελέως οὐδ’ ἐκείνους· ἀνέῳκται γὰρ κἀκείνοις δι’ ἡμῶν ἡ θύρα τῆς σωτηρίας, εἴπερ βούλοιντο, καὶ τοὺς ἐξ αὐτῶν τῇ καθ’ ἡμᾶς Ἐκκλησίᾳ προσιόντας προσδέχεται ἀσμένως. Οὐ γὰρ ἔπταισαν ἵνα πέσωσιν, ἀλλ’ ἵνα τῷ αὐτῶν παραπτώματι τοῖς πρότερον ἀπειθήσασιν ἡμῖν ἡ σωτηρία προσγένηται, εἰς τὸ παραζηλῶσαι αὐτοὺς καὶ πρὸς τὴν ὁμοίαν ἐφελκύσασθαι σωτηρίαν, εἴ γε μὴ τοὺς ὀφθαλμοὺς ἑκόντες μύουσι καὶ τὰ ὦτα βύουσιν, ἵνα μὴ ἰδόντες καὶ ἀκούσαντες καὶ πιστεύσαντες σωθῶσι. Καὶ παραπλήσιόν τι γέγονεν, ὥσπερ ἂν εἴ τις σκεῦος ἐν ἑαυτῷ πηγὴν ἐλαίου φέρον ἐπὶ θάτερα παρασκευάσει νεύειν· τὸ δέ, δαψιλὲς τὸ ρεῦμα ἀφιέν, οὐ τὸ πρὸς ὃ νεύει μόνον, ἀλλὰ καὶ τὸ ἕτερον πλημμυρῆσαν κατακλύσει μέρος· ἡ γὰρ ἐπὶ τοῦ προσκυνητοῦ σώματος ἄβυσσος τῶν θείων οἰκτιρμῶν ἐπὶ τὰ ἔθνη νεύσασα, οἷον τῶν Ἰουδαίων ὠθησάντων, οὐ τῶν ἐθνῶν μόνον τοὺς πιστεύσαντας, ἀλλὰ καὶ τοὺς ἐξ Ἰουδαίων συμπεριέλαβεν. «
Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς». Ἔστι καὶ κατὰ τὸ ἀνθρώπινον νοῆσαι τοῦτο· ἣν γὰρ ἐξουσίαν ὡς Θεὸς ἐξ ἀϊδίου εἶχε, καὶ τὴν δύναμιν καὶ τὴν δόξαν καὶ τὸ ὑπερουράνιον ὕψος καὶ τὸ ἀξίωμα, νῦν λαμβάνει ὡς ἄνθρωπος.
Ἐδόθη μοι τοίνυν ἐκ νεκρῶν ἀναστάντι, φησί, πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Οὐκέτι βασιλεύει τῆς σαρκὸς ὁ θάνατος· τὸ γὰρ θνητὸν αὐτῆς ὑπὸ τῆς ζωῆς ἐν ἐμοὶ κατεπόθη. Οὐκέτι τελευτὴ καὶ τελεία λῆξις ὁ θάνατος· ἡ γὰρ ἀθάνατος ζωὴ τοῦτον ἐν ἐμοὶ διεδέξατο, καὶ δι’ ἐμοῦ πάντες οἱ θανόντες εἰς ζωὴν αἰώνιον μεταβήσονται. Οὐκέτι καθέξει τὰ σώματα τῶν θανόντων ἐπὶ γῆς ὁ θάνατος· ἐγὼ γὰρ τὸ γηγενὲς ἐμὸν σῶμα τοῖς ἐν οὐρανοῖς ἐνθρονίσω καὶ σὺν αὐτῷ τῶν οὐρανῶν βασιλεύων ἐλεύσομαι πάλιν καὶ κρινῶ πᾶσαν τὴν γῆν ὡς τοῦ παντὸς βασιλεύς.
Καὶ τοὺς μὲν ἀξίους τῆς γῆς ἐν αὐτῇ καταλείψω, τοὺς δὲ δικαιωθέντας μετὰ τῶν οἰκείων σωμάτων εἰς οὐρανοὺς ἀναλήψομαι καὶ τὴν τῶν οὐρανῶν βασιλείαν αὐτοῖς χαρίσομαι. «Πορευθέντες νῦν», φησί, «μαθητεύσατε πάντα τὰ ἔθνη», βαπτίζοντες καὶ διδάσκοντες αὐτούς. Καὶ τοῦτο τῆς ἐξουσίας ἣν ἔλαβεν· οὐ γὰρ εἶπε διδάσκετε μόνον, ἀλλὰ καὶ μαθητεύσατε πάντα τὰ ἔθνη. Τὸ μὲν γὰρ διδάσκειν μόνον τῶν Ἀποστόλων ἦν τελούντων τὸ πρόσταγμα, τὸ δὲ καὶ μαθητὰς κτᾶσθαι καὶ βαπτίζειν, καὶ ταῦτα ἐκ παντὸς ἔθνους τε καὶ γένους κατὰ πλήθη συμφορουμένους, οὐκέτι τῶν διδασκόντων ἦν μόνον, ἀλλὰ καὶ τῶν ὑπακουόντων, μᾶλλον δὲ τῆς θείας χάριτος καὶ δυνάμεως τοῦ προστάξαντος· ὃ δηλῶν καὶ ὁ θεῖος Παῦλος ἔλεγεν, «ἐδόθη μοι χάρις εἰς ὑπακοὴν ἐν πᾶσι τοῖς ἔθνεσι». «Βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος». Ὁρᾶτε τὴν συμφυΐαν καὶ τὴν ὁμοτιμίαν τῶν τριῶν προσκυνητῶν προσώπων παρρησίᾳ κηρυττομένην;
Ἓν γὰρ ὄνομα τῶν τριῶν, εἷς ὁ ἐκ τούτων ἁγιασμός, μία ἡ πρὸς ταῦτα πίστις. Εἴρηται δὲ πολλάκις ἐν τῷ εὐαγγελίῳ περὶ τούτων, ἀλλὰ ἀμυδρότερον. Καὶ τοῦ Κυρίου δὲ βαπτιζομένου, τὸ μὲν τρισυπόστατον τρανῶς ἐδείχθη, τὸ δὲ συμφυὲς τούτων καὶ ὁμότιμον οὐχ οὕτω· νῦν δὲ πᾶσι κηρύττεσθαι καὶ τῇ καρδίᾳ τῶν πιστευόντων ἐξ ἀρχῆς ἐναποτίθεσθαι παραγγέλλει ὁ Κύριος, ὡς οὐκ ἐνὸν δίχα τοῦ δόγματος τούτου καὶ τῆς κατ’ αὐτὸ πίστεως ἀρχὴν ὅλως θεοσεβείας καταβαλέσθαι. Οὐ βαπτίζοντες δὲ μόνον, ἀλλὰ «καὶ διδάσκοντες τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν». Ὥστε οὐκ ἀρκεῖ τὸ βάπτισμα μόνον μαθητὴν ποιῆσαι τοῦ εὐαγγελίου τὸν ἄνθρωπον, ἀλλὰ δεῖ καὶ τῆς τῶν θείων ἐντολῶν τηρήσεως, καὶ τούτων πασῶν· διδάσκοντες γὰρ τηρεῖν αὐτούς, φησίν, οὐ τινά, ἀλλὰ πάντα ὅσα ἐνετειλάμην ὑμῖν. Καλῶς ἄρα Ἰάκωβος ὁ ἀδελφόθεος ἔγραψε, λέγων, «ὅστις ὅλον τὸν νόμον τηρήσει, πταίσει δὲ ἐν ἑνί, γέγονε πάντων ἔνοχος»· δι’ ἑκάστης γὰρ ἁμαρτίας ὁ περιπεσὼν καὶ μὴ διὰ τῆς μετανοίας ἀπὸ τοῦ βαράθρου τῆς ἁμαρτίας ἑαυτὸν ἀναλαβών, παραβάτης γίνεται τοῦ νόμου τῆς χάριτος. Οὕτως οὖν, φησί, λαλεῖτε καὶ οὕτω ποιεῖτε, ὡς ὑπὸ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι· ὁ γὰρ τοῦ Χριστοῦ νόμος, νόμος ἐλευθερίας ἐστίν· ἠλευθέρωσε γὰρ ἡμᾶς διὰ τοῦ θείου βαπτίσματος ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου.
Ἂν τοίνυν μὴ σπεύσωμεν ἕως τέλους ἑαυτοῖς φυλάξαι τὴν ἐλευθερίαν δι’ ἔργων τε καὶ λόγων ἀνεγκλήτων ἢ διαπεσοῦσαν ἐπανακαλέσασθαι διὰ τῆς μετανοίας, ὑπ’ αὐτοῦ τοῦ ἐλεθερώσαντος νόμου κατακριθησόμεθα, ὡς μὴ τηρήσαντες τὴν δεδομένην ἡμῖν ἐλευθερίαν. Διὸ Παῦλος ὁ θεῖος περὶ μὲν ἑαυτοῦ φησιν, «οὕτω τρέχω, ὡς οὐκ ἀδήλως, οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δέρων, ἀλλ’ ὑποπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι»· πρὸς ἡμᾶς δέ, πρὸς τὸν ὅμοιον διεγείρων ζῆλον, «οὐκ οἴδατε», φησίν, «ὅτι οἱ ἐν σταδίῳ τρέχοντες, πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον»; Οὐκ εἶπε δὲ τοῦτο, ὡς ἑνὸς κἀνταῦθα τὸ βραβεῖον τῆς σωτηρίας λαμβάνοντος, ἀλλ’ ὡς τῶν ἄγαν σπευδόντων ἐκεῖνο λαμβανόντων, κἂν εἷς ᾖ, κἂν εἶεν πλεῖστοι· ἀνέκλειπτον γάρ ἐστιν ἐκεῖνο τὸ βραβεῖον τῆς ἄνω κλήσεως καὶ ἀρκεῖ πρὸς πάντας ἀμειώτως μεταδιδόμενον.
Διὸ πάλιν ὁ αὐτὸς πᾶσιν ἐπάγει λέγων, «οὕτω τρέχετε, ἵνα καταλάβητε», ἀλλὰ καὶ τὸν τρόπον ὑποδεικνὺς τοῦ δρόμου, «πᾶς δὲ ὁ ἀγωνιζόμενος», φησί, «πάντα ἐγκρατεύεται», μηδεμιᾷ ποτε τῶν ἀπηγορευμένων ἡδονῶν ἔκδοτον εἰς τέλος ἑαυτὸν παρέχων. Εἶτα ὡς ἐνισταμένων τῶν βεβαπτισμένων καὶ λεγόντων διὰ μόνου τοῦ βαπτίσματος χωρὶς τῶν ἔργων εὐπροσδέκτους εἶναι τῷ Θεῷ, διὰ τῶν ἐκ παλαιοῦ τύπων αὐτὸς δείκνυσι καὶ ἀναπείθει εὐδοκεῖν ἐν μηδενὶ τὸν Θεόν, ἂν μὴ μετὰ τοῦ πίστιν ἔχει ἀσφαλῆ καὶ τῶν πονηρῶν ἀπέχηται καὶ παθῶν καὶ λόγων καὶ πράξεων· «οὐ θέλω» γάρ, φησίν, «ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον· ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστός· ἀλλ’ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ Θεός».
Ταῦτα δὲ πάντα τύποι τῶν καθ’ ἡμᾶς ἱερῶν μυστηρίων ἦσαν· ἡ θάλασσα, τοῦ κατὰ τὸ βάπτισμα ὕδατος· ἡ νεφέλη, τοῦ ἄνωθεν μυστικῶς τοῖς βαπτιζομένοις ἐπισκιάζοντος θείου Πνεύματος· τὸ βρῶμα καὶ τὸ πόμα, τοῦ Χριστοῦ σώματος καὶ αἵματος, ὧν ἡμεῖς καθ’ ἑκάστην ὡς εἰπεῖν μετέχομεν· διὰ τοῦτο γὰρ καὶ τὴν ἄψυχον καὶ ἀναίσθητον ὕλην, τὴν πέτραν ἐκείνην, πνευματικὴν ἐκάλεσεν ὁ Παῦλος· ὥσπερ γὰρ ψυχικὸν λέγεται σῶμα τὸ ὑπὸ ψυχῆς δυναμούμενόν τε καὶ κινούμενον, οὕτω καὶ πνευματικόν ἐστι σῶμα τὸ ὑπὸ τοῦ θείου Πνεύματος ὑπερφυῶς ἐνεργούμενον. Ἐπεὶ οὖν ἡ πέτρα ἐκείνη παραδόξως ἐνεργουμένη παρὰ τοῦ Πνεύματος, τὴν τοῦ ὕδατος πηγὴν συμμεταφερομένην εἶχεν ἐν ἑαυτῇ, καὶ παρ’ ἑαυτῆς ἀφθόνως ἀνεδίδου, πνευματικὴ δικαίως ἐκλήθη παρὰ τοῦ Παύλου καὶ εἰς τύπον προσελήφθη τοῦ Χριστοῦ σώματος· καὶ τοῦτο γὰρ ὑπὸ τοῦ ἐνοικοῦντος αὐτῷ πληρώματος τῆς θεότητος ἐνεργούμενον ἔχει τε καὶ παρέχει τοῖς πιστῶς προσιοῦσιν ἀφθόνως τὴν πηγὴν τῆς ἀϊδίου ζωῆς.
Ἀλλὰ πρὸς ὃ νῦν ἡμῖν ὁ λόγος. Εἰπὼν ὁ θεῖος Παῦλος, ὅτι πρὸ ἡμῶν ἐκεῖνοι πάντων μετέσχον τῶν ἐν τύπῳ μυστηρίων, ἐπήγαγεν, «ἀλλ’ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ Θεός· κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ καὶ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν»· τοῦτο λέγων ἄντικρυς, ὅτι καθάπερ ἐκείνους, πρὸς τὰς πονηρὰς ἐπιθυμίας ἐκκλίναντας, οὐδὲν ὠφέλησαν οἱ δοθέντες τύποι τῶν μυστηρίων, οὐδὲ ἐξεῖλον τὸ τῆς θείας ἐγκαταλείψεως, διὸ καί, καταφθαρέντες ἐκτός, εἰς τὴν γῆν τῆς ἐπαγγελίας οὐκ ἀπεσώθησαν· οὕτω καὶ ἡμᾶς, εἴπερ ἐν ἁμαρτίαις ζῆν προαιρούμεθα, τὸ θεῖον βάπτισμα καὶ τὰ ἑπόμενα τούτῳ θεῖα μυστήρια τῆς αἰωνίου καταδίκης οὐ ρύσεται, ἀλλ’ ἐκπεσούμεθα τῆς οὐρανίου κληρονομίας, ὡς ἐκεῖνοι τῆς γῆς τῆς ἐπαγγελίας, ἀμετανοήτως πολιτευόμενοι καὶ ταῖς θείαις ἐντολαῖς μὴ πειθόμενοι.
Διόπερ ἐπάγει πάλιν αὐτὸς πρὸς ἡμᾶς λέγων· μὴ ἀπειθεῖς ὦμεν, ἀδελφοί, μηδὲ σκληρύνωμεν τὰς καρδίας ἡμῶν, ὡς ἐκεῖνοι κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ. «Τίσι γὰρ προσώχθισε, φησίν; Οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ; Τίσι δὲ ὤμοσε μὴ εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, εἰμὴ τοῖς ἀπειθήσασι; Καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν». «Μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσον ἐν μιᾷ ἡμέρᾳ εἰκοσιτρεῖς χιλιάδες· μηδὲ πειράζωμεν τὸν Χριστόν, ἀπιστοῦντες ταῖς αὐτοῦ πρὸς ἡμᾶς ἐπαγγελίας καὶ ἀπειθοῦντες ταῖς ἐντολαῖς καὶ τοῖς προστάγμασιν αὐτοῦ, καθὼς καί τινες ἐκείνων ἐπείρασαν, καὶ ἀπώλοντο ὑπὸ τῶν ὄφεων· μηδὲ γογγύζωμεν, καθώς τινες αὐτῶν ἐγόγγυσαν καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ».
Ἔστι γὰρ καὶ ἐφ’ ἡμῶν ὁρᾶν τάς τε πονηρὰς ταύτας πράξεις καὶ τὰ πάνδεινα ταῦτα πάθη, καὶ συνορᾶν ὅτι διὰ τὰς ἁμαρτίας ἡμῶν πάσχομεν κακῶς καὶ τῶν αὐτῶν ἐκείνοις πειρώμεθα δεινῶν. Τίς γὰρ οὐκ οἶδε τὸ πῦρ τῆς πλεονεξίας ἐφ’ ἡμῶν καιόμενον καὶ εἰς ὕψος αἱρόμενον καὶ πανταχοῦ σχεδὸν φθάνον, ἐπὶ τοὺς πανδήμους φόρους, ἐπὶ τὰς κοινὰς ἀγοράς, ἐπὶ τὰς γεωργίας, ἐπὶ τὰς συναλλαγάς, ἐπὶ τὰς ἐμπορίας; Ἤδη δὲ καὶ τῶν ἱερῶν ἐχώρησεν εἴσω δόμων, καὶ τῶν ἑορτασίμων κατετόλμησεν ἡμερῶν, ἀνεόρτους ἡμῖν καὶ τὰς ἑορτὰς ποιοῦν τῇ κατεσπουδασμένῃ καὶ κατεψευσμένῃ τῶν πλείστων περὶ τὸ κέρδος μανίᾳ καὶ ματαιότητι. Τί διαφέρουσι τοῦ ψιθυρίσαντός ποτε τὴν Εὔαν ὄφεως καὶ τῶν ἐν τῇ ἐρήμῳ δακνόντων ὄφεων ἐκείνων, οἳ ψιθυρισμοῖς καὶ δόλοις τὰς ἐν ἡμῖν ἐμφυλίους κινοῦντες στάσεις;
Πόσοι τῶν ἡμετέρων τῆς σωφροσύνης καταμελοῦσι τοῖς κατὰ νόμον οὐκ ἀρκούμενοι γάμοις, ἀλλὰ πόρναις καὶ παρανόμοις ἐπιτρέχοντες κοίταις; Διὰ ταῦτα καὶ τὰ τοιαῦτα πολλοὶ τῶν ἡμετέρων, οἱ μὲν μαχαίρας ἔργον, οἱ δὲ λεηλασίας γεγόνασιν· οἱ δὲ μέλλουσιν, ἂν μὴ μετανοήσωσι· κἂν γὰρ ἐνταῦθά τις διαφύγῃ τὴν μέλλουσαν ἐκείνην ὀργήν, μετὰ θάνατον τοὺς ἀμετανοήτως ζήσαντας ἀναπόδραστον οὖσαν οὐ διαφεύξεται· «διὰ ταῦτα γὰρ ἔρχεται», φησίν, «ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας», ἡ παροῦσά τε καὶ ἡ μέλλουσα. Ἐπιστρέψωμεν οὖν, ἀδελφοί, ἀπὸ τῶν πονηριῶν ἡμῶν ἕκαστος· μὴ ποιῶμεν κακά, καὶ οὐ μὴ καταλάβῃ ἡμᾶς κακά· ἀλλὰ μάθωμεν καλὸν ποιεῖν. Καὶ τὰς μὲν κακίας δι’ ἐξομολογήσεως καὶ τῆς προσηκούσης μετανοίας ἀποβαλώμεθα· τῶν δὲ ἀρετῶν ἂν μὴ τελέως ἀντέχεσθαι δυνώμεθα, τῇ πρὸς τὸν Θεὸν ταπεινώσει καὶ τῇ πρὸς τοὺς πένητας ἀφ’ ὧν εὐποροῦμεν μεταδόσει καὶ τῇ πρὸς τοὺς πταίοντας ἀνεξικάκῳ προαιρέσει, τὴν ἄνωθεν συγγνώμην ἐπισπασώμεθα καὶ τὴν ἡμετέραν ἐν ἔργοις ἀγαθοῖς ἔλλειψιν διὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἀναπληρώσωμεν, ἵνα μεθ’ ἡμῶν ἀδιαλείπτως μένῃ κατὰ τὴν ἐπαγγελίαν ὁ Κύριος· παραγγείλας γὰρ τοῖς μαθηταῖς βαπτίζειν καὶ διδάσκειν, ἐπιφέρει· «καὶ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος».
Οἱ μὲν οὖν αὐτήκοοι γεγονότες, ὑπηρετήσαντες τῇ τοῦ Θεοῦ βουλῇ ἐπὶ τῆς γενεᾶς ἐκείνης, ἀπανέστησαν τῶν ὧδε· καὶ ἡμῖν οὐκοῦν ἐστιν ἡ ἐπαγγελία, τοῖς κατὰ γενεὰς μέχρι συντελείας τοῦ αἰῶνος εἰς αὐτὸν πιστεύουσι καὶ δι’ ἔργων τὴν πίστιν ἐπιδεικνυμένοις· ὡς ἂν ἀπὸ τῶν ἐνταῦθα μεθ’ ἡμῶν τὸν Κύριον ἔχοντες, ἐν αὐτῷ καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, εἰς δόξαν αὐτοῦ καὶ τοῦ ἀνάρχου Πατρὸς αὐτοῦ καὶ τοῦ συναϊδίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.