Ἔργον
Γρηγόριος Παλαμᾶς – Ομιλίες ΚΑ΄–ΜΒ΄
Το μυστήριο του σταυρού και η δόξα της Αναλήψεως
Θεολογική ανάπτυξη του αναλλοίωτου του Θεού, της πτώσης των αγγέλων και του ανθρώπου, και της αναγκαιότητας της νοερής προσευχής και της καθάρσεως.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Το μυστήριο του σταυρού και η δόξα της Αναλήψεως
Θεολογική ανάπτυξη του αναλλοίωτου του Θεού, της πτώσης των αγγέλων και του ανθρώπου, και της αναγκαιότητας της νοερής προσευχής και της καθάρσεως.
ΕΙΣ ΤΗΝ ΑΥΤΗΝ ΕΟΡΤΗΝ ἐν ᾗ καὶ περὶ παθῶν καὶ ἀρετῶν Βλέπετε τὴν κοινὴν ἡμῖν ἑορτὴν καὶ εὐφροσύνην ταύτην, ἣν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν τῇ ἀναστάσει καὶ ἀναλήψει αὐτοῦ τοῖς εἰς αὐτὸν πεπιστευκόσιν ἐχαρίσατο;
Διὰ θλίψεως ἀνέβλυσε. Βλέπετε τὴν ζωήν, μᾶλλον δὲ τὴν ἀθανασίαν ταύτην; Διὰ θανάτου ἡμῖν ἐπέφανε. Βλέπετε τὸ οὐράνιον ὕψος, εἰς ὃ ὑπερυψωθεὶς ἀνῆλθεν ὁ Χριστός, καὶ τὴν ὑπερδεδοξασμένην ἣν κατὰ σάρκα δεδόξασται δόξαν; Διὰ ταπεινώσεως καὶ ἀδοξίας αὐτῆς ἐπέτυχε. Καθάπερ καὶ ὁ ἀπόστολος περὶ αὐτοῦ φησίν, ὅτι «ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός».
Εἰ τοίνυν ὁ Θεὸς τὸν Χριστὸν αὐτοῦ, ὅτι ἐταπεινώθη, ὅτι ἠτιμάσθη, ὅτι ἐπειράσθη, ὅτι σταυρὸν καὶ θάνατον ἐπονείδιστον ὑπὲρ ἡμῶν ὑπέμεινε, διὰ τοῦτο ὑπερύψωσε, πῶς ἡμᾶς σώσει καὶ δοξάσει καὶ ἀνυψώσει μὴ τὴν ταπείνωσιν ἑλομένους, μὴ τὴν εἰς τοὺς ὁμοφύλους ἀγάπην ἐνδεικνυμένους, μὴ τὰς ἑαυτῶν ψυχὰς διὰ τῆς τῶν πειρασμῶν ὑπομονῆς κτησαμένους, μὴ διὰ τῆς εἰς ζωὴν αἰώνιον ἀπαγούσης στενῆς πύλης καὶ ὁδοῦ τῷ πρὸς αὐτὴν ποδηγήσαντι σωτηρίως ἑπομένους; Εἰς τοῦτο γὰρ ἐκλήθημεν, φησὶν ὁ κορυφαῖος τῶν ἀποστόλων Πέτρος, «ὅτι καὶ Χριστὸς ἔπαθεν ὑπὲρ ἡμῶν, ἡμῖν ὑπολιμπάνων ὑπογραμμόν, ἵνα ἐπακολουθήσωμεν τοῖς ἴχνεσιν αὐτοῦ».
Ἀλλὰ τίνος ἕνεκα διὰ τῶν τοιούτων παθημάτων καὶ ὁ τοῦ Θεοῦ ὥδευσε Χριστὸς καὶ ὁ Θεὸς αὐτὸν διὰ τοῦτο ὑπερύψωσε καὶ ἡμᾶς πρὸς τὴν κοινωνίαν καλεῖ τῶν παθημάτων τοῦ Υἱοῦ αὐτοῦ; Αὐτὸς ὁ Θεὸς μόνος ὁ αὐτός ἐστιν ἀεὶ πρὸ τῶν αἰώνων καὶ εἰς αἰῶνας καὶ ἔτι, ἀναλλοίωτος διαμένων, οὐκ ἀρχόμενος, οὐ παυόμενος, οὐ γινόμενος, οὐ φθειρόμενος, οὐκ αὐξόμενος, οὐ μειούμενος, οὐδενὶ τρόπῳ ἢ τόπῳ μεταβαλλόμενος, ἄναρχος, ἄκτιστος, ἄτρεπτος, ἀσύγχυτος, ἀπεριόριστος, αὐτὸς πάντα τρέπων ἐπὶ τὸ κρεῖττον ὡς βούλεται, αὐτὸς παραχωρῶν ἐπὶ τὸ χεῖρον τρέπεσθαι τὰ τοῦτο πάσχοντα· πᾶν δὲ τὸ ἔχον ἀρχήν, καὶ τροπὴν ὑφίσταται, τροπὴ γάρ τις ἡ ἀρχή ἐστι. Τρεπτῆς οὖν οὔσης πάσης τῆς κτίσεως, ὅση ὁρατὴ καὶ ὅση ἀόρατος, ὅση αἰσθητικὴ καὶ ὅση ἀναίσθητος, ὅση λογικὴ καὶ ὅση ἄλογος, ἡ λογικὴ μόνη φύσις τὸ αὐτεξούσιον ἔχουσα, ἐθελούσιον ἔχει τὴν ἐπὶ τὸ χεῖρον ἢ τὸ κρεῖττον τροπὴν οἴκοθεν καὶ παρ’ ἑαυτῆς, ἢ τῆς τοῦ Θεοῦ βουλήσεως ἀντεχομένη, παρ’ ἧς ἡ πρὸς τὸ κρεῖττον ἐς τὸ διηνεκὲς ταύτῃ γίνεται προκοπὴ καὶ τροπὴ καὶ πρόοδος, ἢ τῇ βουλήσει τοῦ Θεοῦ ἀντικειμένη καὶ τῇ παραχωρήσει τούτου δικαίως ὑποπίπτουσα καὶ ἐπὶ τὸ χεῖρον ἀθλίως ἐκπίπτουσα.
Δύο τοίνυν οὐσιῶν λογικῶν κτισθεισῶν ὑπὸ Θεοῦ, πρότερον μὲν τῶν ἀΰλων ἀγγέλων, ὕστερον δὲ τῶν ἐνύλων ἀνθρώπων, οὐδεμία τούτων διεφύλαξε τὴν πρὸς τὸν κτίστην καὶ φύσει δεσπότην ὑπακοήν, ἀλλ’ αὐτὴ ἡ τῶν ἀΰλων ἀγγέλων οὐράνιος ταξιαρχία, ἡ καὶ προτέρα κτισθεῖσα, προτέρα καὶ τὴν ἐκ Θεοῦ ἀποστασίαν ἐνόσησεν. Ὅσον οὖν τῶν ἀγγέλων ὑψηλότερον τῆς νόσου ταύτης διέμεινε, φῶς εἰσι καὶ φωτὸς ἀεὶ πληροῦνται καὶ ἀεὶ ἑαυτῶν γίνονται φωτοειδέστεροι, μακαρίως τῇ ἐμφύτῳ χρώμενοι τροπῇ καὶ χορεύοντες ἐν χαρᾷ περὶ τὸ πρῶτον φῶς, πρὸς αὐτὸ βλέποντες ἀεὶ κἀκεῖθεν ἀμέσως φωτιζόμενοι καὶ τὴν τοῦ φωτὸς πηγὴν ἄπαυστα ὑμνοῦντες καὶ πρὸς τοὺς ὑποβεβηκότας τῶν φωτιζομένων τὴν φωτοποιὸν χάριν διαπέμποντες ὡς διάκονοι φωτός.
Ὁ δὲ ἀφηνιάσας καὶ ἀθετήσας τὴν πρὸς τὸν Θεὸν ὑποταγὴν Σατᾶν, τοῦ φωτὸς ἀποπεσὼν περιέπεσε τῷ σκότει καὶ ὑπὸ ζόφον αἰώνιον κατεδικάσθη, καὶ σκότους σκεῦος καὶ σκότους δημιουργὸς καὶ σκότους ἐγένετο πρόξενος καὶ διάκονος, πρῶτον μὲν ἑαυτῷ καὶ τοῖς συναποστατήσασιν ἀγγέλοις, ἔπειτα δέ, ὢ τῆς συμφορᾶς, καὶ ἡμῖν ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ, ἀποστήσασι Θεῷ καὶ πιστεύσασιν αὐτῷ. Ἀλλ’ οἱ μὲν τῆς πονηρίας πάντες ἄγγελοι οἷον αὐτοσκότος ὄντες, ὡς μὴ κατὰ μετοχὴν τοῦτο γεγονότες, ἀλλ’ ἀρχὴ καὶ πλήρωμα τῆς ἀπειθείας ὄντες καὶ πικρὰ ρίζα καὶ πηγὴ πάσης ἁμαρτίας, μάλιστα διὰ τὸ καὶ ἡμῖν πρόξενοι γενέσθαι ταύτης, ἀσύγγνωστον ἔχουσι τὴν ἁμαρτίαν καὶ ἀκρατῶς ἐπὶ τὸ σκοτοειδέστερον ἀεὶ χωροῦσι, προκόπτοντες καθ’ ἑαυτῶν καὶ ἀνεπιστρόφως ἔχοντες πρὸς τὸ πάσης λογικῆς φύσεως φωτιστικόν. Ἡμῖν δὲ ὡς μὴ αὐτοκινήτοις ἐπὶ τὸ κακὸν γεγενημένοις μετ’ ἐλέους ἡ παρὰ τοῦ Θεοῦ παιδεία ἐξ ἀρχῆς ἐπάγεται· εἰ γὰρ καὶ κατεδικάσθημεν θανάτῳ, ἀλλὰ μετὰ τὸ λαβεῖν μετανοίας προθεσμίαν τὸν πολυετῆ χρόνον, ὃν ὁ Ἀδὰμ μετὰ τὴν παρακοὴν ἐπέζησε καὶ ὃν ἕκαστος διαβιοῦμεν.
Ὅθεν καὶ σαφῶς δείκνυται, ὡς οὐκ ἀπεγνωσμένην ἔχομεν τὴν σωτηρίαν, οὐδὲ ἔστιν ὅλως ἐν ἡμῖν ἀπογνώσεως καιρός· πᾶσα γὰρ ἡμῖν ἡ ζωὴ μετανοίας ἐστὶ καιρός, μὴ θέλοντος τοῦ Θεοῦ τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, κατὰ τὸ γεγραμμένον, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν. Διὰ τί γὰρ οὐκ εὐθὺς τῇ παρακοῇ ἐπηκολούθησεν ὁ θάνατος ἢ καὶ ἡμεῖς ἁμαρτῶντες οὐκ ἀπαλλαττόμεθα τοῦ ζῆν, εἰμὴ ἐλπὶς ἦν ἐπιστροφῆς; Οὗ δὲ ἐλπὶς ἐπιστροφῆς, ἀπόγνωσις οὐκ ἔχει χώραν.
Ἀλλὰ καὶ ὁ τοῦ Ἀδὰμ Ἄβελ τὴν ἀρχὴν εὐθὺς μεμαρτύρηται ὑπὸ Θεοῦ ὡς εὐάρεστος καὶ εὐπρόσδεκτος αὐτῷ φανείς. Καὶ μετὰ μικρὸν τότε χρόνον τῆς ἡμῶν ἐκπτώσεως Ἐνὼς ἤλπισεν ἐπικαλεῖσθαι τὸν Κύριον. Ὁ δὲ Ἐνὼχ οὐκ εὐηρέστησε μόνον, ἀλλὰ καὶ μετετέθη ὑπὸ τοῦ Θεοῦ, σαφὴς γενόμενος τῆς περὶ ἡμᾶς τοὺς ἐπταικότας συμπαθείας ἀπόδειξις. Πάλιν φορὰ τῆς ἁμαρτίας καὶ πάλιν ἀποστροφὴ Θεοῦ κατὰ τοῦ γένους τοῦ ἡμετέρου καὶ παγκοσμίῳ δικαίως παρεδόθημεν κατακλυσμῷ καὶ πάλιν οὐκ ἄμικτος ἡ ὀργή, οὐδ’ ἀνίλεως ἡ καταδίκη, ἀλλ’ οἷόν τινα ρίζαν δευτέραν τοῦ ἡμετέρου γένους τὸν Νῶε δίκαιον εὑρὼν ἐν τῇ γενεᾷ αὐτοῦ, θαυμασίως ὁ Θεὸς ἐφύλαξεν, οἱονεὶ περιτεμὼν ἐν προνοίᾳ, κακῶς ὑλομανοῦσαν, ἀλλ’ οὐκ ἐκτεμών, οὐδὲ πρόρριζον ἀσυμπαθῶς ἀνασπάσας τὴν ἀνθρωπίνην φυλήν.
Μετ’ ἐκεῖνον Ἀβραὰμ πιστὸς καὶ εὐάρεστος ἀναπέφηνε Θεῷ, παρ’ αὐτοῦ μαρτυρούμενος· καὶ ὁ τούτου Ἰσαάκ, καὶ ὁ τοῦ Ἰσαὰκ Ἰακώβ, καὶ οἱ ἐξ αὐτοῦ πατριάρχαι, ἐν οἷς ἐπαγγελία καὶ πρόρρησις ἐλέους κρείττονος καὶ φιλανθρωπίας κατὰ κράτος νικώσης τὰς ἡμῶν ἁμαρτίας, αὐτὸν τὸν ποιμένα τὸν μέγαν ἐξ ἁγίων οὐρανῶν εἰς ἀναζήτησιν κατελθεῖν τοῦ ἀπολωλότος προβάτου.
Καθεξῆς νομοθέται, κριταί, βασίλειον γένος, ἐξ οὗ τὸ κατὰ σάρκα Χριστὸς ἥξειν φανερῶς ἐπηγγέλλετο. Νῦν δὲ ἦλθε καὶ ἐπεφάνη Χριστός, αὐτὸς ὁ τὴν ἀρχὴν ἡμᾶς πλάσας τοῦ Θεοῦ προαιώνιος Λόγος, καθ’ ἡμᾶς δι’ ἡμᾶς γεγονώς, ἵνα καινουργήσῃ καὶ ἀναπλάσῃ παλαιωθέντας καὶ συντριβέντας ὑπὸ τῆς ἁμαρτίας. Ἐπεὶ γὰρ τὸ καθ’ ἡμᾶς σύντριμμα ἑκούσιον ἦν καὶ ἡμέτερον, καὶ τὴν καθ’ ἡμᾶς ἀνακαίνισιν ἡμῶν αὐτῶν σοφῶς καὶ φιλανθρώπως ποιεῖται ἐν ἀνθρώπῳ, ὃν ἐκ παρθένου γαστρὸς ὑπὲρ ἡμῶν ἀνέλαβε, τὸ τῆς σωτηρίας ἅπαν οἰκονομήσας μυστήριον, καὶ δυναμώσας μὲν ἡμᾶς πρὸς ἐπάνοδον τῇ οἰκείᾳ πρὸς ἡμᾶς ἑνώσει, ὁδοποιήσας δὲ ἡμῖν διὰ τῆς οἰκείας πολιτείας τὴν πρὸς οὐρανόν, φανερώσας δὲ τὴν ἐπανάγουσαν ὁδὸν τῇ πρὸς ἡμᾶς ἑαυτοῦ διδασκαλίᾳ.
Ἐπεὶ δὲ τὰ ἐναντία ἐστὶ τῶν ἐναντίων ἰάματα, ἐθανατώθημεν δὲ τῇ πονηρᾷ τοῦ πονηροῦ συμβουλῇ, διὰ τῆς ἀγαθῆς τοῦ ἀγαθοῦ συμβουλῆς αὖθις ζωοποιούμεθα· καὶ ἐπειδή περ ὁ τοῦ θανάτου σύμβουλος ἡδονὴν εἶχε καὶ δόξαν καὶ ἄνεσιν, τὰ θέλγοντα καὶ κατασπῶντα τῶν ἄνω τὸ ἡμέτερον γένος, διὰ τοῦτο ὁ τῆς ἀληθινῆς ζωῆς σύμβουλος, αὐτός τε ὁδεύει ποδηγῶν καὶ ἡμῖν στενὴν καὶ τεθλιμμένην ὑφηγεῖται τὴν πρὸς τὴν ἄνω φέρουσαν ζωήν. Σπουδάσατε, λέγων «εἰσελθεῖν διὰ τῆς στενῆς πύλης» καί, «στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, ἐπεὶ καὶ πλατεῖα καὶ εὐρύχωρος ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν»· ἣν ὁδὸν τῆς ἀπωλείας ἀλλαχοῦ σαφέστερον ἀπαγορεύων, οὐαί φησιν οἱ πλουτοῦντες, οὐαὶ οἱ ἐμπεπλησμένοι, οὐαὶ ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι, τοὺς φιλοδόξους καὶ φιληδόνους καὶ φιλαργύρους διὰ τούτων ταλανίζων· καὶ πάλιν, «μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς», καί, «ὁρᾶτε μήποτε βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς», καί, «πῶς δύνασθε ὑμεῖς πιστεῦσαι, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ μὴ ζητοῦντες»;
Καὶ ἀπὸ μὲν τῆς πρὸς θάνατον ἀγούσης διὰ τῶν τοιούτων ἀφαρπάζει λόγων, τὴν δὲ τῆς ζωῆς ὁδὸν ἀλλαχοῦ πάλιν ἐμφανίζει μακαρίζων· «μακάριοι οἱ πτωχοί, μακάριοι οἱ ἐλεήμονες, μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης», καί, «πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ», καί, «πᾶς ὃς ἀφῆκεν οἰκίαν ἢ ἀγροὺς ἤ τι ἄλλο τῶν γηΐνων ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει». Καὶ τὸν μὲν θυμὸν ἐπὶ τοσοῦτο συνέστειλεν, ὡς καὶ τὴν ὀργὴν ἴσην ἀποφήνασθαι φόνῳ, ὑπὸ τὴν αὐτὴν τούτῳ καταδίκην θέμενος, καὶ τὸν ἐξ ὀργῆς εἰς λοιδορίαν κατά τινος κεκινημένον ἔνοχον εἶναι τῆς γεέννης τοῦ πυρός. Τὴν δὲ πραότητα οὐκ ἐμακάρισε μόνον, ἀλλὰ καὶ βραβείων τῶν μεγίστων ἠξίωσε. Τὴν ἀκολασίαν δὲ ἐπὶ τοσοῦτον ἐκόλασεν, ὡς καὶ τὸ πρὸς ἀλλοτρίαν ἐμπαθὲς καὶ περίεργον βλέμμα μοιχείαν ἀποκαλέσαι. Τὸν δ’ ἁγνείας μεταποιούμενον, μετὰ τοῦ μακαρίσαι, καὶ θεόπτην ἔσεσθαι διατείνεται. Τί δέ, τὴν ἐπιορκίαν οὐκ ἐπὶ τοσοῦτον ἔδειξεν ἀπώμοτον, ὡς καὶ τὴν εὐορκίαν ἀπαγορεῦσαι καὶ πᾶν τὸ ἐκτὸς τοῦ ναὶ καὶ τοῦ οὔ, ἐκ τοῦ πονηροῦ ἀποφῄνασθαι, «ἔστω», λέγων, «ὁ λόγος ὑμῶν ναὶ ναί, οὐ οὔ, τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστι»; Τί δέ ἐστιν ὁ διπλασιασμὸς οὗτος;
Οἷον τὸ παρ’ ἡμῶν ναὶ ἢ οὐ λεγόμενον, τὴν ἀπὸ τῶν πραγμάτων ἐχέτω συμφωνίαν· οὕτω γὰρ ἔσται τὸ ναί, ναὶ καὶ τὸ οὔ, οὔ· εἰ δὲ μή, τὸ ναὶ ἔσται οὐ καὶ τὸ οὔ, ναί, ὃ σαφῶς ἐστι τοῦ Διαβόλου· ἐκεῖνος γὰρ ὅταν λαλῇ τὸ ψεῦδος ἐκ τῶν ἰδίων λαλεῖ καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν.
Ἀλλὰ τὰ μὲν λεγόμενα καὶ πραττόμενα παρ’ ἡμῶν οὕτω συνέστειλέ τε καὶ περιέστειλεν εἰς ἀλήθειαν καὶ δικαιοσύνην καὶ ἁγνείαν καὶ ἀοργησίαν περικλείσας ἡμῶν τὸν βίον. Τί δὲ πρὸς τοὺς καθ’ ἡμῶν ὀργιζομένους καὶ λόγῳ καὶ ἔργῳ ἀντιπίπτοντας καὶ ἐπεμβαίνοντας, πῶς διακεῖσθαι νουθετεῖ; Νίκα, φησίν, ἐν τῷ ἀγαθῷ τὸ κακὸν καὶ δίδου τόπον τῇ ὀργῇ καὶ μὴ ἀντιστῇς τῷ πονηρῷ, μηδὲ ἀποδώσῃς κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδορίας, ἀλλ’ ἀγαπᾶτε τοὺς ἐχθρούς, εὐλογεῖτε τοὺς καταρωμένους, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων. Τί δὲ τὸ τοῦ βιαίου τούτου βίου τέλος καὶ τῶν ἀγώνων τὸ ἔπαθλον; «Ὅπως γένησθε», φησίν, «υἱοὶ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς», καὶ κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ, καὶ ζωὴν ἀθάνατον σχοίητε καὶ βασιλείαν ἄρρητον, ἀσάλευτον, ἀδιάδοχον παραλάβητε, εἰς αἰῶνας ἀπείρους τῷ Θεῷ συζῶντες καὶ συμβασιλεύοντες.
Ἴδετε τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν τίς ἐστι; Καὶ διατί παρ’ ἡμῶν ἀπαιτεῖται καὶ πρὸς ποίαν δόξαν καὶ χαρὰν καὶ κέρδος φέρει τὸν δι’ αὐτῆς ἰέναι προαιρούμενον; Ἆρα εἴ τίς σε πολυετῆ ποιήσειν ὑπισχνεῖτο, ἐὰν μόνον ὑπακούσῃς αὐτῷ, οὐκ ἂν προθύμως ὑπῆλθες τὴν ὑπακοήν, εἰ μή τι τῶν ἀδυνάτων ἀπαιτῶν ἦν; Εἰ δὲ καὶ ὑγείαν καὶ δόξαν καὶ ἡδονὴν προσυπισχνεῖτο, τῷ πολυετεῖ βίῳ συμπαρεκτεινομένην, τί οὐκ ἂν προϋπέστης ὑπὲρ τούτου; Εἰ δὲ καὶ βασιλείαν προσετίθει, καὶ βασιλείαν ἀπόλεμόν τε καὶ ἀνεπηρέαστον μετὰ μακροῦ τε καὶ ἀνόσου βίου, ἆρ’ οὐκ ἂν ἀνεπτερώθης καὶ κοῦφον πᾶν ᾠήθης βαρὺ τὸ πρὸς ἐκείνην φέρον, ταῖς ἐλπίσι τρεφόμενος καὶ ὡς παρούσης ἀπολαύων τῆς ἐλπιζομένης, εἴπερ ἀληθῆ λέγοντα ᾠήθης;
Εἶτα πολυχρονίου μὲν ζωῆς ἐπιθυμοῦμεν, τῆς αἰωνίου δὲ ζωῆς οὐ ποιησόμεθα λόγον; Καὶ βασιλείαν μὲν εἰ καὶ μακράν, ἀλλ’ ὅμως ἔχουσαν τέλος, καὶ δόξαν καὶ χαρὰν εἰ καὶ μεγάλην, ἀλλ’ ὅμως ἀπανθοῦσαν, καὶ πλοῦτον τῷ βίῳ τούτῳ συγκαταλυόμενον, οὕτω ποθήσομεν, καὶ ὑπὲρ τούτου πονήσομεν, τὰ δὲ μετὰ τῆς ὑπερβολῆς καὶ ἀκήρατα ὄντα καὶ ἀτελεύτητα οὐκ ἐκζητήσομεν, οὐδὲ μικρὰν ὑπομενοῦμεν βίαν ὑπὲρ τῆς αὐτῶν κληρονομίας; Καί τοι βασιλείαν ἀπόλεμον ὑπεθέμεθα, ἥτις οὐκ ἂν γένοιτο ἐπὶ τῆς γῆς, καὶ βίον ἄλυπον, ὃν οὐκ ἂν εὕροις, εἰμὴ ἐν τοῖς οὐρανοῖς. Ὥστε εἰ ταῦτα ποθεῖ τις, πρὸς τὸν οὐρανὸν τρεχέτω καί, εἴτε ρᾳδία εἴτε δύσκολος ἡ πρὸς αὐτὸν ἄγουσα, δι’ ἐκείνης ὁδευέτω, τῇ ἐλπίδι χαίρων καὶ τῇ θλίψει ὑπομένων.
Ἴστε πάντες, ὑπὲρ ὧν εἰς πόνους καὶ θανάτους ἑαυτοὺς παραδιδόασιν ἄνθρωποι. Οὐ μικροῦ σιτηρεσίου ὁ στρατιώτης πρὸς κινδύνους ἀνηκέστους καὶ σφαγὰς παρασκευάζεται; Οὐ μικρᾶς προσθήκης ὁ ἔμπορος καταποντισμοῦ περιφρονεῖ καὶ πνευμάτων καὶ ἀγρίων ἀνθρώπων, ἐπὶ γῆς καὶ θαλάττης ἐπηρείας ἐπιφερόντων; Οὐ μικρᾶς μάζης πολλάκις δοῦλοι γίνονται πολλοὶ δεσποτῶν ἀπανθρώπων; Ἡμεῖς δὲ οὐ δουλεύσομεν τῷ φύσει φιλανθρώπῳ δεσπότῃ, οὐ προκινδυνεύσομεν τῆς ζωῆς, οὐκ ἐκφορήσομεν τὰ περιττὰ τῶν κτημάτων, ἵνα κτησώμεθα τὸν οὐράνιον πλοῦτον; Οὐχ ὑπομενοῦμεν τὴν ἐξ ἀνθρώπων ἀδοξίαν, καὶ ταῦθ’ ὡς τὰ πολλὰ φαύλων, ἵνα θείας ἐπιτύχωμεν δόξης, τὴν θνητὴν ἀντιδιδόντες τῆς ἀθανάτου; Οὐ πεινάσομεν μετρίως, οὐδὲ διψήσομεν, ἵνα φάγωμεν τὸν ἐξ οὐρανοῦ καταβάντα τῆς ζωῆς ἄρτον καὶ πίωμεν τοῦ ὄντως ὕδατος ζῶντος, ὧν ὁ καταξιωθεὶς φαγεῖν τε καὶ πιεῖν οὐ μὴ πεινάσῃ, οὐδ’ οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα; Οὐ καθάρομεν τὸν τῆς ψυχῆς ὀφθαλμόν, ἀπεχόμενοι παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἵν’ ἴδωμεν τὸν πρὸ ἡλίου φωστῆρα, μᾶλλον δὲ γενώμεθα τέκνα τοῦ φωστῆρος ἐκείνου καὶ φωστῆρες ἄλλοι κατὰ μέθεξιν, ζωῆς ἐπέχοντες λόγον;
Μή, παρακαλῶ, ἀδελφοί, μὴ προκρίνωμεν τοῦ φωτὸς τὸ σκότος, τοῦ Θεοῦ τὸν διάβολον, τῆς ἐνθέου καὶ ἀϊδίου θυμηδίας τὴν θανάτου καὶ γεέννης διάκονον ἡδονήν, τῆς πλουτοποιοῦ ἀγάπης τὴν πλουσίαν τῆς φθορᾶς κτῆσιν, τὴν ὕλην τῆς τηγανιζούσης αἰωνίως τοὺς κακῶς κτησαμένους φλογός, καθάπερ διὰ τῆς τοῦ πλουσίου παραβολῆς ἐφανέρωσεν ἡμῖν ὁ Κύριος· ἀλλὰ ζήσωμεν καθάπερ αὐτὸς ἔζησε καὶ ὡς αὐτὸς ὑπέδειξε καὶ ἐδίδαξε καθ’ ἡμᾶς γενόμενος, καὶ ἄραντες τὸν σταυρὸν ἀκολουθήσωμεν αὐτῷ, σταυρώσαντες τὴν σάρκα σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις, ἵνα καὶ συνδοξασθῶμεν αὐτῷ καὶ συναναστῶμεν, καὶ μετὰ τὴν ἀνάστασιν ἀναληφθῶμεν πρὸς αὐτόν, ὡς καὶ αὐτὸς ἀνελήφθη σήμερον πρὸς τὸν Πατέρα. Στὰς γὰρ ἐν μέσῳ τῶν μαθητῶν, ὡς ὁ Λουκᾶς φησι, μᾶλλον δὲ φανείς, καθάπερ ὁ Μάρκος γράφει (καὶ γὰρ οὐ τότε ἐφίστατο, ἡνίκα ἐφαίνετο, ἀλλ’ ἀεὶ μὲν συμπαρῆν αὐτοῖς, ἐδείκνυτο δὲ φανερῶν ἑαυτόν, ἡνίκα ἐβούλετο)· στὰς οὖν σήμερον ἐν μέσῳ τῶν μαθητῶν αὑτοῦ τὴν παραγγελίαν αὐτοῖς ἔδωκε τοῦ κηρύγματος καὶ τὴν ἐπαγγελίαν ἐχαρίσατο τοῦ Πνεύματος καὶ τοῦ συνεῖναι αὐτοῖς μέχρι τῆς συντελείας. Καὶ μετὰ τοὺς λόγους τούτους ἀνατείνας τὰς χεῖρας εὐλόγησεν αὐτοὺς καὶ ὁρώντων ἀνυψώθη, δείξας ὅτι καὶ οἱ ὑπακούσοντες αὐτῷ μετὰ τὸ ἀναστῆναι πρὸς Θεὸν ἀνυψωθήσονται.
Διαστὰς οὖν αὐτῶν τῷ σώματι (τῇ γὰρ θεότητι συνῆν αὐτοῖς) κατὰ τὴν πρὸς αὐτοὺς ἐπαγγελίαν, ὑπερυψωθεὶς ἐκάθισεν ἐν δεξιᾷ τοῦ Πατρὸς μετὰ τοῦ ἡμετέρου φυράματος. Ὡς οὖν ἐκεῖνος ἐβίω καὶ ἀπεβίω καὶ ἀνέστη καὶ ἀνελήφθη, οὕτω καὶ ἡμεῖς ζῶμεν καὶ ἀποθνῄσκομεν καὶ ἀναστησόμεθα πάντες· τῆς δὲ ἀναλήψεως οὐ πάντες τευξόμεθα, ἀλλ’ ὅσοις τὸ ζῆν Χριστός ἐστι καὶ τὸ δι’ αὐτὸν ἀποθανεῖν κέρδος, ὅσοι πρὸ τοῦ θανάτου τὴν ἁμαρτίαν διὰ μετανοίας καὶ τῆς εὐαγγελικῆς πολιτείας ἐσταύρωσαν· οὗτοι γὰρ μόνοι μετὰ τὴν κοινὴν ἀνάστασιν ἀναληφθήσονται ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα· καὶ γὰρ καὶ αὐτὸν ἀναλαμβανόμενον νεφέλη ὑπέλαβεν, ὡς ὁ Λουκᾶς ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων ἱστόρησεν. Ἀλλ’ ὡς οἱ μαθηταὶ μετὰ τὸ ἀναληφθῆναι μὴ ὁρῶντες αἰσθητῶς, ἀλλὰ τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς, ὅμως προσκυνήσαντες αὐτόν, ἐπὶ τὴν εἰρήνην καταπαύσωμεν, ἐν ἡμῖν τε αὐτοῖς καὶ μετ’ ἀλλήλων εἰρηνεύοντες (Ἰερουσαλὴμ γὰρ εἰρήνη ἑρμηνεύεται) καὶ ἐν τῷ καθ’ ἡμᾶς αὐτοὺς ὑπερώῳ, τῷ νῷ, γενόμενοι καὶ τούτῳ παραμένοντες καὶ προσευχόμενοι, καθαίρωμεν ἑαυτοὺς τῶν ἐμπαθῶν καὶ χαμαιζήλων λογισμῶν.
Οὕτω γὰρ καὶ τῆς ἐπιδημίας τευξόμεθα τοῦ Παρακλήτου καὶ ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνήσωμεν Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.