Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ομιλίες ΚΑ΄–ΜΒ΄

Γρηγόριος Παλαμᾶς

Η Γέννηση της Θεοτόκου και η έναρξη της σωτηρίας

Η έναρξη της σωτηρίας διά της Γεννήσεως της Θεοτόκου, οι θεολογικοί συμβολισμοί της και νουθεσίες προς όλες τις τάξεις των πιστών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 22 από 22

ΕΙΣ ΤΗΝ ΣΩΤΗΡΙΟΝ ΓΕΝΝΗΣΙΝ ΤΗΣ ΠΑΝΥΠΕΡΑΓΝΟΥ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ Πᾶς μὲν καιρὸς ἐπιτήδειός ἐστι πρὸς τὸ καταβαλέσθαι σωτηρίου πολιτείας ἀρχήν. Καὶ τοῦτο δηλῶν Παῦλος ὁ μέγας ἔλεγεν, «ἰδοὺ καιρὸς εὐπρόσδεκτος· ἰδοὺ ἡμέρα σωτηρίας· ἀποθώμεθα τὰ ἔργα τοῦ σκότους καὶ ἐργαζώμεθα τὰ ἔργα τοῦ φωτός· ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν», οὐ μίαν τινὰ τῶν ὡρῶν ἢ τῶν ἡμερῶν καιρὸν εὐπρόσδεκτον εἶναι λέγων πρὸς σωτηρίαν, ἀλλὰ τὸν μετὰ τὴν ἐπιφάνειαν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ πάντα χρόνον. Ὡς γὰρ ἐπὶ γῆς ἀνατείλαντος τοῦ αἰσθητοῦ ἡλίου καιρὸς σωματικῆς ἐργασίας τοῖς ἀνθρώποις ἐστί, καθάπερ καὶ Δαβὶδ εἶπεν, «ἀνέτειλεν ὁ ἥλιος, καὶ ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας», οὕτω καὶ τοῦ ἡλίου τῆς δικαιοσύνης διὰ σαρκὸς ἐπιφανέντος ἡμῖν, ὁ μετὰ τὴν ἐπιφάνειαν αὐτοῦ καιρὸς ἅπας πρὸς ἐργασίαν πνευματικήν ἐστιν ἐπιτήδειος, ὃ καὶ ὁ αὐτὸς προφήτης ἀλλαχοῦ δηλῶν μετὰ τὸ εἰπεῖν περὶ τῆς δεσποτικῆς παρουσίας, «λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγεννήθη εἰς κεφαλὴν γωνίας», ἐπήνεγκεν, «αὕ, ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ».

Ἀλλ’ ἐπὶ μὲν τοῦ αἰσθητοῦ ἡλίου, ἅτε νυκτὶ διακοπτομένου, «ἐξελεύσεται», φησίν, «ἄνθρωπος ἐπὶ τὴν ἐργασίαν αὑτοῦ ἕως ἑσπέρας», ἀνέσπερος δὲ ὢν ὁ τῆς δικαιοσύνης ἥλιος καὶ κατὰ τὸ ἀποστολικὸν οὐκ ἔχων «παραλλαγὴν ἢ τροπῆς ἀποσκίασμα», ἀδιάκοπον παρέχεται τὴν εὐκαιρίαν τῆς πνευματικῆς ἐργασίας.

Εἰ δὲ δεῖ καὶ καιρὸν εἰπεῖν τῶν ἄλλων ἐπιτηδειότερον, καὶ ὥσπερ καιρὸς τοῦ σπεῖραι καὶ καιρὸς τοῦ θερίσαι, καιρός τε φυτείας καὶ καιρὸς τοῦ καρπώσασθαι καὶ παντὸς ἑτέρου καιρός, οὕτω καὶ πρὸς ἀγαθοεργίαν ἐπιζητεῖς ἀρχῆς ὥραν διαφερόντως ἁρμόζουσαν, αὕτη ἐστὶν ὁ τοῦ φθινοπώρου καιρός, καὶ τούτου μᾶλλον ὁ μὴν οὗτος· ὃς καὶ μηνῶν ἡμῖν ἐστι πρῶτος καὶ ἀρχὴ τοῦ ἐνιαυτοῦ, καθ’ ὃν καὶ ἀρχὴν ἔλαβε τὰ τῆς σωτηρίας τῆς ἡμετέρας, ὃ καὶ ἑορτάζομεν σήμερον. Τῆς γὰρ κατὰ χάριν ἡμῶν ἀνακλήσεώς τε καὶ ἀναπλάσεως πρώτην ταύτην ἄγομεν ἱερὰν ἑορτὴν καὶ πανήγυριν, καθ’ ἣν ἤρξατο γίνεσθαι τὰ πάντα καινὰ καὶ ἀντεισάγεσθαι τῶν προσκαίρων νομίμων τὰ μόνιμα, τοῦ τε γράμματος τὸ πνεῦμα καὶ τῶν σκιῶν ἡ ἀλήθεια.

Σήμερον γὰρ καινὸς κόσμος καὶ ξένος παράδεισος ἀναπέφηνεν, ἐν ᾧ καὶ ἐξ οὗ καινὸς Ἀδὰμ ἐγεγόνει τὸν παλαιὸν Ἀδὰμ ἀναπλάττων καὶ τὸν κόσμον ἀνακαινίζων ἅπαντα, ὃς οὐκ ἀπατᾶται, ἀλλ’ ἀπατᾷ τὸν ἀπατεῶνα καὶ τοῖς δι’ ἀπάτης δουλωθεῖσι τῇ ἁμαρτίᾳ τὴν ἐλευθερίαν χαρίζεται. Σήμερον παράδοξος βίβλος ἐπὶ γῆς ἡτοιμάσθη, οὐ τύπους λόγων, ἀλλ’ αὐτὸν τὸν ζῶντα λόγον ἀπορρήτως ἐνεγκεῖν δυναμένη· καὶ λόγον οὐκ ἐναέριον ἀλλ’ οὐράνιον, οὐκ ἐν τῷ φθείρεσθαι συνιστάμενον ἀλλὰ τοὺς ἐγγίζοντας αὐτῷ τῆς φθορᾶς ἀφαρπάζοντα, οὐκ ἀνθρωπίνῃ γλώττῃ κινουμένῃ γινόμενον ἀλλ’ ἐκ Θεοῦ Πατρὸς προαιωνίως γεννώμενον. Σήμερον ἔμψυχος καὶ ἀχειροποίητος ὤφθη τοῦ Θεοῦ σκηνὴ καὶ λογικὴ καὶ ἔμπνους κιβωτὸς τοῦ ὡς ἀληθῶς ἡμῖν «ἐξ οὐρανῶν καταπεμφθέντος ἄρτου τῆς ζωῆς».

Σήμερον, κατὰ τὸ ψαλμικόν, «ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε», τῆς ἄνωθεν ἀνθρωπίνης εὐγενείας ἀψευδὲς ἄγαλμα, «καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν», ἣ καὶ αὐτὸν τὸν ἄρχοντα τῆς ἀδικίας καὶ αὐτῆς τῆς τῶν ἀδίκων ἐξέβαλεν ἀρχῆς, ὡς ἀδίκως κατακριθεῖσα καὶ κατακρίνασα δικαίως, καὶ δήσασα τὸν ἰσχυρὸν ἐν κακίᾳ, καὶ τὰ τούτου σκεύη διαρπάσασα καὶ μετασκευάσασα καὶ δεκτικὰ δικαιοσύνης ἀποδείξασα θείας· καὶ οὕτω τοὺς μὲν τῆς ἁμαρτίας αἰχμαλώτους τῇ πρὸς αὐτὸν πίστει δικαιώσασα συνδιαιωνίζειν ἔλαβε μεθ’ ἑαυτῆς, τὸν δὲ ἄρχοντα τῆς ἁμαρτίας δεσμοῖς ἀφύκτοις περιβαλοῦσα πυρὶ παραδώσει αἰωνίῳ τε καὶ ἀφεγγεῖ.

Σήμερον ἡ προφητευομένη ράβδος ἐκ τῆς ρίζης ἐβλάστησεν Ἰεσσαί, ἐξ ἧς «ἄνθος ἀνέβη» μαρασμὸν οὐχ ὑποδεχόμενον, ἀλλὰ καὶ τὴν φύσιν ἡμῶν ἀπανθήσασαν καὶ διὰ τοῦτο τοῦ ἀμαράντου χωρίου τῆς τρυφῆς ἐκπεσοῦσαν ἀνακαλούμενον καὶ πρὸς τὸ εὐθαλὲς ἐπανάγον, καὶ τὸ ἀειθαλὲς αὐτῇ χαριζόμενον καὶ ἀνάγον πρὸς οὐρανὸν καὶ εἰσάγον εἰς τὸν παράδεισον· ράβδος, δι’ ἧς ὁ μέγας ποιμὴν πρὸς αἰωνίους νομὰς τὸ λογικὸν μετήγαγε ποίμνιον· ράβδος, ᾗ ἐπιστηριχθεῖσα ἡμῶν ἡ φύσις, τὴν παλαιότητα καὶ τὸ ἀδρανὲς ἀποθεμένη γῆρας, ρᾳδίως βαδίζει πρὸς οὐρανόν, τὴν γῆν ἀφεῖσα κάτω τοῖς κάτω φερομένοις ὡς ἀστηρίκτοις.

Ἀλλὰ τίς ὁ καινὸς κόσμος, ὁ ξένος παράδεισος, ἡ παράδοξος βίβλος, ἡ ἔμπνους τοῦ Θεοῦ σκηνὴ καὶ κιβωτός, ἡ ἐκ γῆς ἀλήθεια, ἡ τοῦ Ἰεσσαὶ ράβδος ἡ πολυΰμνητος; Ἡ πρὸ τόκου καὶ μετὰ τόκον ἀειπάρθενος κόρη, ἧς τὴν ἐκ στείρας γέννησιν ἑορτάζομεν σήμερον. Ἰωακεὶμ γὰρ καὶ Ἄννα συζῶντες ἀλλήλοις καὶ ἐνώπιον ὄντες τοῦ Θεοῦ ἄμεμπτοι, μεμπτοὶ τοῖς Ἰσραηλίταις κατὰ νόμον ἐδόκουν ἄπαιδες συμβιοῦντες. Ἐπεὶ γὰρ ἐλπὶς ἀθανασίας οὔπω παρῆν, διὰ τοῦτο ἡ διαδοχὴ τοῦ γένους ἐδόκει ἀναγκαιότατον· νῦν δέ, τῆς σήμερον γεννηθείσης παρθένου ταύτης διὰ τοῦ ἐν παρθενίᾳ τόκου τὴν ἀϊδιότητα χαρισαμένης ἡμῖν, οὐκέθ’ ἡμῖν ἀναγκαία ἡ ἐκ παιδοποιΐας διαδοχή· ἀλλὰ τοῖς Ἰσραηλίταις τηνικαῦτα καὶ ἀρετῆς κρείττων ἡ πολυτεκνία ἐδόκει, καὶ ἡ ἀτεκνία τοσοῦτον κακόν, ὡς καὶ τοὺς δικαίους τούτους μὴ διὰ τὴν ἀρετὴν ἐπαινεῖσθαι μᾶλλον ἢ διὰ τὴν ἀτεκνίαν ὑβρίζεσθαι.

Περίλυποι οὖν ἐπὶ τοῖς ὀνείδεσι γεγονότες οἱ δίκαιοι καὶ Ἀβραὰμ καὶ Σάρρας καὶ τῶν ἄλλων ἐπιμνησθέντες, ὅσοι πεῖραν τῆς ἐπ’ ἀπαιδίᾳ λύπης εἰλήφασιν, εἶτα καὶ τὸ πρὸς θεραπείαν τῆς τοιαύτης λύπης εὑρημένον ἐνίοις φάρμακον ἐπὶ νοῦν λαβόντες, εἰς τὴν πρὸς Θεὸν ἱκετηρίαν καὶ αὐτοὶ καταφυγεῖν διέγνωσαν. Καὶ ὁ μὲν σώφρων Ἰωακεὶμ πρὸς τὴν ἔρημον ἀπαίρει καὶ ταύτην οἰκεῖ καὶ νηστείαν ἀσκεῖ, τὴν προσευχὴν τοῦ πατὴρ γενέσθαι πρὸς Θεὸν ἀναπέμπων· καὶ οὐκ ἀνῆκε δεόμενος, οὐδ’ ἐπανῆκεν ἐκεῖθεν, πρὶν ἢ τὴν πληροφορίαν δέξασθαι τοῦ αἰτήματος. Ἡ δὲ ὁμόφρων Ἄννα τῷ πλησίον περικλείεται παραδείσῳ καὶ μετ’ ὀδυνωμένης καρδίας βοᾷ πρὸς Κύριον, «ἐπάκουσόν μου ὁ Θεὸς τῶν πατέρων μου, καὶ εὐλόγησόν με, ὡς εὐλόγησας τὴν μήτραν Σάρρας». Καὶ ἐπήκουσε Κύριος καὶ εὐλόγησεν αὐτοὺς καὶ ἐπηγγείλατο δώσειν· καὶ τὴν ἐπαγγελίαν εἰς τέλος ἤγαγε νῦν, καὶ δέδωκε παῖδα τούτοις τῶν πώποτε θαυμασίων θαυμασιωτάτην, αὐτὴν τὴν τοῦ κτίστου τῶν ὅλων γεννήτριαν, τὴν τὸ ἀνθρώπινον γένος θεώσασαν καὶ τὴν γῆν οὐρανώσασαν, καὶ υἱὸν μὲν ἀνθρώπου τὸν Θεόν, υἱοὺς δὲ τοῦ Θεοῦ τοὺς ἀνθρώπους ποιήσασαν, ὡς ἐν ἑαυτῇ συλλαβοῦσαν ἀσπόρως καὶ σαρκοφόρον ἀπορρήτως προαγαγοῦσαν τὸν ἐκ μὴ ὄντων τὰ ὄντα παραγαγόντα καὶ πρὸς τὸ εὖ εἶναι μετασκευάζοντα καὶ πρὸς τὸ μὴ ὂν οὐκ ἐῶντα διαπεσεῖν.

Ἀλλὰ τίνος ἕνεκεν ἐκ στειρωτικῶν λαγόνων αὕτη προῆλθεν; Ἵνα λύσῃ τὴν λύπην καὶ τὰ ὀνείδη μετασκευάσῃ τῶν γεννησάντων, καὶ προεικονίσῃ τὴν δι’ αὐτῆς ἐσομένην λύσιν τῆς λύπης καὶ τῆς ἀρᾶς τῶν προπατόρων τοῦ γένους. Πῶς δ’ ἂν καὶ ἡ φύσις ἐτόλμησε κοινοποιῆσαι τὴν μήτραν, ἐν ᾗ διέμεινε καὶ ἐξ ἧς προῆλθεν ἡ μόνη τὰ ἅγια τῶν ἁγίων οἰκήσασα καὶ μόνη κατοικητήριον γενομένη τοῦ τὴν φύσιν ποιήσαντος; Ὡς γὰρ πρὸ αὐτῆς τε καὶ μετ’ αὐτὴν παρθένος μήτηρ καὶ Θεοῦ μήτηρ οὐκ ἀναπέφηνε, καὶ ὡς πρὸ αὐτῆς τε καὶ μετ’ αὐτὴν οὐδεὶς ᾤκησεν ἐν τοῖς τῶν ἁγίων ἁγίοις, οὕτως εἰκότως οὐδ’ ἐν τοῖς μητρῴοις ἐκείνοις σπλάγχνοις πρότερον ἢ ὕστερον ἕτερον ὤφθη κυηθὲν ἔμβρυον.

Ἐπεὶ δὲ καὶ παρθένον ἔδει τοῦ Θεοῦ μητέρα γενέσθαι, καὶ ταύτην ἐκ δαβιτικοῦ γένους καὶ κατὰ καιρὸν ὑπὲρ τῆς σωτηρίας τῆς ἡμετέρας, ἐπλησίασε δὲ ὁ καιρὸς καὶ τὴν παρθένον ἔδει προητοιμάσθαι, οὐχ εὑρέθησαν δὲ τότε τῶν ἀτέκνων ἐκείνων κρείττους τὴν ἀρετὴν οὐδὲ τῶν εἰς Δαβὶδ ἀναφερόντων τὴν τοῦ ἤθους καὶ τὴν τοῦ γένους εὐγένειαν· διὰ τοῦτο προετιμήθησαν τῶν πολυπαίδων οἱ ἄπαιδες, ὡς ἂν ἐκ πολυαρέτων ἡ πανάρετος παῖς κυηθῇ καὶ ἐκ διαφερόντως σωφρόνων ἡ πάναγνος, καὶ λάβῃ καρπὸν ἡ σωφροσύνη συνελθοῦσα προσευχῇ καὶ ἀσκήσει τὸ γενέσθαι παρθενίας γεννήτρια, καὶ παρθενίας σαρκὶ προαγαγούσης ἀφθόρως τὸν πρὸ αἰώνων ἐκ παρθένου Πατρὸς γεγεννημένον θεότητι. Ὢ προσευχῆς ἐκείνης πτερῶν! Ὢ παρρησίας, ἣν εὗρε πρὸς Κύριον! Ὢ καρδιῶν ἐκείνων ἐπὶ τοσοῦτον ἀσπίλων, ὡς τοιαύτην προσευχὴν ἀναπέμψαι πρὸ τοσοῦτον φθάσασαν καὶ τοσοῦτον ἀνύσασαν! Ἔδει δὲ καὶ προοδοποιηθῆναι τὸ μέγα θαῦμα τῷ θαύματι, καὶ τὴν φύσιν κατὰ μικρὸν ὑπείκειν τῇ χάριτι.

Ἀλλ’ ὑμεῖς, ὦ θέατρον ἱερόν, οἱ τῶν ἐμῶν λόγων ἀκροαταί, τὸ ἐμὸν λογικὸν ἐν Χριστῷ καὶ ποίμνιον καὶ γεώργιον, γενέθλιον δῶρον τῇ μητρὶ τοῦ Θεοῦ τὴν τῶν ἀρετῶν ἐργασίαν καὶ τὴν κατ’ αὐτὰς ἐπίδοσιν προσενέγκατε· ἄνδρες τε καὶ γυναῖκες, πρεσβύτεροι μετὰ νεωτέρων, πλούσιοι καὶ πένητες, ἄρχοντες καὶ ἀρχόμενοι, καὶ ἁπλῶς ἅπαν γένος καὶ ἡλικία πᾶσα καὶ ἀξία καὶ τέχνη καὶ ἐπιστήμη. Μηδεὶς ὑμῶν ἔστω κατὰ ψυχὴν ἄγονός τε καὶ ἄκαρπος, μηδεὶς πνευματικοῦ σπέρματος ἀνέραστός τε καὶ ἀνεπίδεκτος· ἀλλὰ καὶ προσδεχέσθω προθύμως τὸ οὐράνιον σπέρμα, τὸν σωτήριον λόγον, καὶ παρ’ ἑαυτοῦ συντελείτω πρὸς ἔργον καὶ καρπὸν οὐράνιον καὶ θεάρεστον· μηδεὶς ἀγαθοεργίας ἀρχὴν ἀτελεσφόρητον καταβαλέσθω, μηδεὶς γλώσσῃ μόνῃ τὴν πρὸς Χριστὸν πίστιν ἐπιδεικνύτω. «Οὐ πᾶς γὰρ ὁ λέγων μοι», φησί, «Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ’ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς», καὶ «ὁ βαλὼν τὴν χεῖρα αὑτοῦ ἐπ’ ἄροτρον καὶ στραφεὶς εἰς τὰ ὀπίσω, οὐκ ἔστιν εὔθετος εἰς τὴν βασιλείαν τῶν οὐρανῶν».

Αἱ παρθένοι καὶ τὸν μονήρη βίον ἐπαγγειλάμεναι, καὶ ὅσαι παρὰ τῆς συζυγίας καλῶς ποιοῦσαι πρὸς τὴν παρθενικὴν συμβίωσιν ἐπανήλθετε, καὶ ἁπλῶς ὅσαι μετανοίας πόθῳ συνοικεῖν ταύτην εἵλεσθε, ζῆτε τὰ πάντα κατὰ Θεὸν διὰ τὴν ἀρτίως ὑπὲρ ἡμῶν γεννηθεῖσαν παρθένον καὶ τὸν ἐκ παρθένου Πατρὸς πρὸ αἰώνων γεγεννημένον ἐν παρθενίᾳ χρονικῶς κατὰ σάρκα γεννήσασαν, αὐτῇ καὶ τῷ ἐξ αὐτῆς σαρκωθέντι μόνῳ ζῶσαι Θεῷ, πρὸς αὐτὸν μόνον ὁρῶσαι, αὐτὸν μόνον τρυφὴν οἰκείαν ποιούμεναι, τῇ ἐλπίδι χαίρουσαι, τῇ θλίψει ὑπομένουσαι, ταῖς προεστηκυίαις ὑπείκουσαι, διακονοῦσαι ἀλλήλαις, τὴν πρὸς ἀλλήλας εἰρήνην σπεύδουσαι, προσοχῇ καὶ προσευχῇ καὶ κατανύξει ψυχῆς, ψαλμοῖς τε καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς διηνεκῶς προσανέχουσαι, ἁγναὶ καὶ παρθένοι καὶ σῶμα καὶ ψυχὴν οὖσαι καὶ τὰς αἰσθήσεις πάσας καὶ τὴν διάνοιαν, καὶ διὰ πάντων ἐπιδεικνύμεναι πνευματικὸν καὶ παρθενικὸν καὶ φρόνημα καὶ πολίτευμα.

Οὕτω γὰρ κατὰ τὸ ψαλμικὸν ἀκολουθοῦσαι ὀπίσω τῆς θεομήτορος καὶ πλησίον αὐτῆς ἀπενεχθήσεσθε καὶ εἰσελεύσεσθε εἰς τὸν ἀχειροποίητον ναὸν τοῦ βασιλέως τῶν οὐρανῶν, εἰς τὴν παστάδα τῆς ἀφθαρσίας τὴν ὑπερκόσμιον καὶ ἀΐδιον.

Οἱ ἐν συζυγίᾳ μὴ πάντας ἑαυτοὺς ἐκδῶτε τῷ κόσμῳ τούτῳ· καὶ δι’ ὑμᾶς γὰρ ὁ νεοπαγὴς οὗτος καὶ ὑπερκόσμιος ὄντως κόσμος, τὴν θεομήτορα λέγω, καρπὸς συζυγίας ἀνεφάνη σήμερον. Οἱ τοῦ γήρως γεραλέον ἐπιδείκνυσθε φρόνημα, καὶ μὴ νεανιεύεσθε καθ’ ἑαυτῶν λογισμοῖς καὶ λόγοις καὶ πράξεσι, σαρκικῶς φρονοῦντες καὶ κατὰ σάρκα πολιτευόμενοι. Οἱ νέοι τοὺς τοιούτους ζηλοῦτε γέροντας καὶ τούτους σέβετε καὶ τούτοις πείθεσθε, καὶ μὴ ἀγνοεῖτε τί γῆρας τίμιον καὶ πῶς νεότης σεμνοῦ γήρως οὐκ ἀπολείπεται. Εἰ δ’ ἀγνοεῖτε, Σολομῶντα τὸν σοφὸν ἐρωτήσατε· ἀκούσεσθε γὰρ ὅτι, «πολιά ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος». Ὅσοι τι κέκτησθε περισσὸν τῶν γηΐνων τούτων καὶ παραρρεόντων καὶ ἀστατούντων καὶ συχνὰ μεταρρεόντων ἀφ’ ἑτέρων εἰς ἄλλους, τῇ μεταδόσει τούτων ζωὴν ἑαυτοῖς πραγματεύσασθε τὴν αἰώνιον· «οὐδενὶ γὰρ ἄλλως ἐκ τοῦ περιττοῦ ἡ ζωὴ αὐτῷ ἐστιν ἐκ τῶν ὑπαρχόντων αὐτῷ». Ὅσοι τῶν ἀναγκαίων ἐστὲ ἐνδεεῖς, ἐν τῇ ὑπομονῇ καὶ τῇ πρὸς Θεὸν εὐχαριστίᾳ πλουτεῖτε, ἵνα τοῖς ὑπ’ ἐκείνου μακαριζομένοις πτωχοῖς ἐναρίθμιοι γένησθε καὶ τὴν τῶν οὐρανῶν βασιλείαν κληρονομήσητε. Οἱ ἄρχοντες «κρίμα δίκαιον κρίνατε», καὶ μὴ χρῆσθε τῇ δυνάμει κατὰ τῶν ὑπὸ χεῖρα, καὶ γὰρ οὐ δίκαιον, ἀλλὰ πατρικὴν ἐπιδείκνυσθε πρὸς τούτους διάθεσιν, ἐννοοῦντες τὸ πρὸς αὐτοὺς ὁμογενὲς καὶ ὁμόδουλον.

Μηδ’ ἀναξιοπαθεῖτε πρὸς τὴν τῆς Ἐκκλησίας ὑποταγήν τε καὶ διδαχήν· αὗται γὰρ τῶν καλῶς ἐθελόντων εἰσὶ βεβαίωσις. Οἱ ἀρχόμενοι μόνον τοῖς ἄρχουσιν ὀφείλετε πείθεσθαι, ὅσα μὴ τὴν ἐπηγγελμένην ἡμῖν ἐλπίδα τῆς βασιλείας τῶν οὐρανῶν ἀφαιρεῖται.

Κοινῇ πάντες τὸ ἐρασμιώτατόν τε καὶ οἰκειότατον τῇ νῦν ἑορταζομένῃ παρθένῳ, τὸν ἁγιασμὸν ὑμῶν καὶ τὴν ἁγνείαν τοῦ σώματος δι’ ἐγκρατείας καὶ προσευχῆς ἀρτίως δωροφορήσατε. Ὁρᾶτε πάντες, ὡς σωφροσύνη καὶ νηστεία καὶ προσευχὴ μετὰ κατανύξεως συνελθοῦσαι σκεύους θείου γεννήτορας Ἰωακεὶμ καὶ Ἄνναν ἀνέδειξαν, σκεύους ἐπὶ τοσοῦτον ἐκλεκτοῦ, ὡς μὴ τὸ θεῖον ὄνομα βαστάσαι μόνον κατὰ τὸν ὕστερον φανέντα Παῦλον, ἀλλὰ καὶ αὐτὸν ἐκεῖνον, οὗ καὶ «τὸ ὄνομά ἐστι θαυμαστόν».

Ἂν οὖν καὶ ἡμεῖς πρὸς ταῖς ἄλλαις ἀρεταῖς προσκαρτερῶμεν καὶ ταῖς εὐχαῖς, τῷ τοῦ Θεοῦ ναῷ μετὰ συνέσεως προσεδρεύοντες, ἐντεθησαυρισμένην ἑαυτοῖς εὑρήσομεν τὴν καθαρότητα τῆς καρδίας χωροῦσαν καὶ ἐμφανίζουσαν ἡμῖν τὸν Θεόν.

Ταύτην γὰρ καὶ τὴν κατ’ αὐτὴν ἐκ ψυχῆς πρὸς Θεὸν διάθεσιν ἐγγάστριον πνεῦμα σωτήριον καὶ ὁ Ἠσαΐας φησὶ λέγων πρὸς αὐτόν· «διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας σου, ὃ ἐκυήσαμεν ἐπὶ τῆς γῆς». Ὁρᾶτε πῶς αἱ στεῖραι ψυχαὶ καὶ ἄγονοι καλλίτεκνοι γίνονται; Ἀλλὰ τοῖς εἰρημένοις ὁ προφήτης ἐπιφέρει λέγων, «οὐ πεσούμεθα, ἀλλὰ πεσοῦνται οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς», τουτέστιν οἱ τοῖς γηίνοις ἐγκαλινδούμενοι φρονήμασί τε καὶ πάθεσιν.

Εἰ τοίνυν καὶ ἡμεῖς ἐθέλομεν, ἀδελφοί, μὴ τὴν γῆν, ἀλλὰ τὸν οὐρανὸν οἰκεῖν, μηδὲ πίπτειν εἰς γῆν καὶ τὴν χαμαὶ σύρουσαν ἁμαρτίαν, ἀλλ’ εἰς ὕψος θεῖον διηνεκῶς ἐπεκτείνεσθαι, φοβηθῶμεν τὸν Θεόν, ἀποστῶμεν τῶν κακῶν, ἐπιστραφῶμεν διὰ τῶν ἀγαθῶν ἔργων πρὸς αὐτόν, σπεύσωμεν δι’ ἐγκρατείας καὶ προσευχῆς τὰς ἐν ἡμῖν πονηρὰς προσλήψεις ἀπαλεῖψαι, καὶ τοὺς ἔνδον λογισμοὺς ἐπὶ τὸ κρεῖττον μετασκευάσαι καὶ τὸ πνεῦμα τῆς οἰκείας σωτηρίας κατὰ τὸν προφήτην ὠδινῆσαι καὶ τεκεῖν, βοηθὸν δι’ ἐπικλήσεως ἔχοντες τὴν διὰ προσευχῆς καὶ πολιτείας θεαρέστου τοῖς γονεῦσι κεχαρισμένην σήμερον· ἣ καὶ τὴν τῶν τεκόντων μετεποίησε λύπην καὶ τὴν προγονικὴν ἔλυσεν ἀρὰν καὶ τὰς τῆς προμήτορος ὠδῖνας ἔπαυσεν, ἀνωδύνως ἐν παρθενίᾳ τεκοῦσα Χριστόν. ᾯ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.