Ἔργον
Γρηγόριος Παλαμᾶς – Ομιλίες ΚΑ΄–ΜΒ΄
Το δέκατο εωθινό Ευαγγέλιο και η θαυμαστή αλιεία στην Τιβεριάδα
Ερμηνεία της εμφανίσεως του αναστάντος Χριστού στη θάλασσα της Τιβεριάδος, της αλιείας των ιχθύων και του εσωτερικού πνευματικού πολέμου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Το δέκατο εωθινό Ευαγγέλιο και η θαυμαστή αλιεία στην Τιβεριάδα
Ερμηνεία της εμφανίσεως του αναστάντος Χριστού στη θάλασσα της Τιβεριάδος, της αλιείας των ιχθύων και του εσωτερικού πνευματικού πολέμου.
ΕΙΣ ΤΟ ΔΕΚΑΤΟΝ ΕΩΘΙΝΟΝ ΕΥΑΓΓΕΛΙΟΝ ἐν ᾗ καὶ περὶ τοῦ κατ’ αἴσθησίν τε καὶ νοῦν πρὸς τὸν ἀντικείμενον ἡμῖν πόλεμον Τὰ ἑωθινὰ τῶν θείων εὐαγγελίων οὐ πάντα εἰσὶν ἑωθινά· ἑωθινὰ λέγεται τὰ κατὰ τὴν ἕω, τουτέστι, τὸν τῆς ἡμέρας ὄρθρον τετελεσμένα.
Ἡ δὲ μετὰ τὴν ἀνάστασιν πρὸς τοὺς ἱεροὺς Ἀποστόλους εἰς παράστασιν ταύτης ἐπιφάνεια τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἣν τὰ ἑωθινὰ καταγγέλλει, οὐ κατὰ τὸν τῆς ἡμέρας ὄρθρον ἐτελέσθη μόνον, ἀλλὰ καὶ μέσης ἡμέρας καὶ πρὸς ἑσπέραν καὶ ἐπ’ αὐτῆς τῆς ἑσπέρας. Ἡνίκα γὰρ τῷ Λουκᾷ καὶ τῷ Κλεόπᾳ πορευομένοις εἰς Ἐμμαοὺς ἐγγίσας συνεπορεύετο, πρωΐα οὐκ ἦν· ὡς δὲ ἤγγισαν εἰς ἣν ἐπορεύοντο κώμην, «καὶ αὐτὸς προσεποιεῖτο πορρωτέρω πορεύεσθαι, παρεβιάσαντο, φησίν, ἐκεῖνοι λέγοντες· μεῖνον μεθ’ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶ καὶ κέκλικεν ἡ ἡμέρα». Ὡς δὲ καὶ μετὰ τὴν ὑπ’ αὐτοῦ κλάσιν καὶ διάδοσιν τοῦ ἄρτου γνωρισθεὶς αὐτοῖς, αὐτὸς ἄφαντος ἐγένετο ἀπ’ αὐτῶν, αὐτοὶ δὲ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ, ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ καὶ τοῖς ἄλλοις τῶν μαθητῶν ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ, ταῦτα αὐτῶν λαλούντων, καὶ αὐτὸς ὁ Ἰησοῦς ἔστη ἐν μέσῳ αὐτῶν, ἐλθούσης πάντως ἡμέρας μετὰ τὴν ἑσπέραν ἐκείνην. Ἄλλοτε δὲ πάλιν τῷ Πέτρῳ μετὰ τὸ ἄριστον ὡμίλει καὶ τῶν λογικῶν αὐτοῦ προβάτων ἡμῶν ποιμένα καθίστησιν· ὅτε γάρ, φησίν, ἠρίστησαν, λέγει τῷ Σίμωνι Πέτρῳ· «Σίμων Ἰωνᾶ, φιλεῖς με;». Τοῦ δὲ συνθεμένου, «βόσκε», φησί, «τὰ ἀρνία μου, ποίμαινε τὰ πρόβατά μου».
Πῶς οὖν καὶ ταῦτα ἑωθινά τέ εἰσι καὶ οὕτω καλοῦνται μὴ κατὰ τὴν ἕω τελεσθέντα; Ὁ τῆς δικαιοσύνης ἥλιος Χριστὸς ἄναρχος ὑπάρχων καὶ προαιώνιος, ἄτρεπτός τε καὶ ἀναλλοίωτος, ὡς μὴ ἔχων παραλλαγὴν ἢ τροπῆς ἀποσκίασμα, καὶ ἀτελεύτητος ὑπάρχει καὶ ἄδυτος, φῶς ἀπαστράπτων ἀληθινόν τε καὶ ὑπερκόσμιον καὶ ἡμέρας ἀνεσπέρου ποιητικόν, ἐν ᾗ εἰσι σὺν τοῖς ἀγαθοῖς ἀγγέλοις καὶ τῶν δικαίων τὰ πνεύματα. Μετὰ δὲ τὴν συντέλειαν τοῦ αἰῶνος τούτου καὶ μετὰ τῶν οἰκείων σωμάτων οἱ δίκαιοι ἔσονται ὡς τοῦ φωτὸς κληρονόμοι καὶ υἱοὶ τῆς ὄντως ἡμέρας ὄντες. Αὕτη τοιγαροῦν ἡ ἡμέρα ἀνέσπερός τε οὖσα καὶ ἀδιάκοπος, οὐδ’ ὄρθρον ἔχει ἢ ἔσχε· καὶ γὰρ οὐδ’ ἀρχήν.
Ἡμᾶς δὲ κατέσχε νὺξ καὶ σκιὰ περιέσχε θανάτου, τῇ ἁμαρτίᾳ περιπεσόντας καὶ τὴν ὀπτικὴν δύναμιν ἀποβαλόντας, ἥτις ἐκ Θεοῦ κατὰ χάριν ἡμῖν ὑπῆρχε, δι’ ἧς τοῦ χορηγοῦ τῆς ἀληθινῆς ζωῆς ἀντελαμβανόμεθα φωτός. Νὺξ οὖν ἡμῶν καὶ ὁ θάνατος ἐπεχύθη τῇ φύσει, οὐ τοῦ ἀληθινοῦ φωτὸς τραπέντος, ἀλλ’ ἡμῶν ἐκτραπέντων καὶ ἀνάνευσιν οὐκέτ’ ἐχόντων παρ’ ἡμῶν αὐτῶν πρὸς τὸ ζωηφόρον ἐκεῖνο φῶς. Ἀλλ’ ἐλεήσας ἡμᾶς ἐπ’ ἐσχάτων αἰώνων ὁ τοῦ ἀϊδίου φωτὸς χορηγὸς καὶ τῆς ἀληθινῆς ζωῆς αἴτιος, οὐ μόνον μέχρις ἡμῶν ὑπὲρ ἡμῶν κατῆλθε, καθ’ ἡμᾶς γενόμενος ἄνθρωπος, ἀλλὰ καὶ σταυρὸν καὶ θάνατον ὑπέμεινε δι’ ἡμᾶς, καὶ διὰ τοῦ οἰκείου θανάτου τὰ τοῦ ᾅδου σκυλεύσας βασίλεια τριήμερος ἐξανέστη, δείξας πάλιν ἐν τῇ καθ’ ἡμᾶς φύσει τὸ φῶς τῆς ἀκηράτου καὶ ἀθανάτου ζωῆς, φῶς ἀναστάσεως ὑπάρξαν αὐτῇ.
Ἐπεὶ δὲ ἡ αὐτοῦ νῦν ἀνάστασις ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο, μέλλει δὲ κατὰ τὴν δευτέραν αὐτοῦ παρουσίαν τοὺς αὐτοῦ μαθητὰς τὸ φῶς τῆς ἀθανάτου ζωῆς περιλήψεσθαι, καὶ τηνικαῦτα πᾶσι τὴν ἀληθινὴν καὶ ἀδιάκοπον διαυγάσειν ἡμέραν.
Διὰ τοῦτο ἡ τοῦ Κυρίου ἀνάστασις ἕω καὶ ὄρθρου λόγον ἐπέχει πρὸς τὴν ἡμέραν ἐκείνην· καὶ κατὰ τοῦτον τὸν λόγον ἑωθινὰ καὶ ὀρθρινά ἐστι πάντα τὰ τῆς ἀναστάσεως εὐαγγέλια. Διὸ καὶ κατὰ τὴν σήμερον ἡμέραν τά τε πρὸς ἑσπέραν καὶ τὰ κατ’ αὐτὴν τὴν ἡμέραν τελεσθέντα, ἑωθινά εἰσί τε καὶ ὀνομάζονται.
Τὸ δὲ σήμερον εἰς ἐπήκοον πάντων ἀναγνωσθὲν ἑωθινὸν εὐαγγέλιον, ἀμφοτέρωθέν ἐστιν ἑωθινόν· οὐ γὰρ μόνον περὶ τῆς ἀναστάσεως τοῦ Κυρίου καὶ τῆς μετ’ αὐτὴν ἐπιφανείας διαλαμβάνει, ἀλλὰ καὶ κατὰ τὴν ἕω τῆς αἰσθητῆς ἡμέρας φαίνεται τελεσθέν· «πρωΐας γάρ», φησίν, «ἤδη γενομένης, ἔστη ὁ Ἰησοῦς ἐπὶ τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταί, ὅτι Ἰησοῦς ἐστι». Καίτοι τὴν ἀρχήν φησιν, ὅτι ἐφανέρωσεν ἑαυτὸν ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὑτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν, ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος. Ἐφανέρωσε μὲν οὖν, ἀλλ’ αὐτοὶ τῷ πλοίῳ μετέωροι ὄντες ἐπὶ τῆς θαλάσσης καὶ τῆς γῆς ἀπέχοντες, καὶ γὰρ ἡλίευον, οὔπω ἐπέγνωσαν αὐτόν.
Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· «παιδία»· ὅσης μετριότητος, ὅσης διαθέσεως, ὅσης γλυκύτητος τὸ πρόσρημα τοῦτο γέμει! «Παιδία», οὖν φησι, «μή τι προσφάγιον ἔχετε;». Οὐκ ἀγνοῶν ἐρωτᾶ, ἀλλ’ οἰκονομικῶς ὁδοποιῶν τῷ θαύματι· ὡς γὰρ ἐκεῖνοι ἀπεκρίθησαν αὐτῷ, οὔ, λέγει αὐτοῖς ὁ Ἰησοῦς, «βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου, καὶ εὑρήσετε». Εἰπών, «εὑρήσετε», ἔδειξεν εἰδώς, ὅτι διὰ πάσης νυκτὸς καθιέντες τὰ δίκτυα, εὕρισκον οὐδέν.
Ὡς οὖν εἶδον αὐτὸν ἐκεῖνοι τὰ κατ’ αὐτοὺς εἰδότα καὶ μὴ παρόντα, εὐχερῶς ἐπείσθησαν τοῖς ὑπ’ αὐτοῦ λεγομένοις· ἔβαλον οὖν, ὑπακούσαντες. Ὡς δὲ μὴ μόνον εὗρον ἰχθύας, ὡς ἐκεῖνος εἶπεν, ἀλλὰ καὶ τοσούτους καὶ τηλικούτους, ὡς μηδ’ ἀνέλκειν ἔχειν τὸ δίκτυον ἐπὶ τὸ πλοῖον (οὐκέτι γάρ, φησίν, αὐτὸ ἑλκύσαι ἴσχυσαν ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων), ὁ πρὸς τὴν θείαν ἐπίγνωσιν τῶν ἄλλων ἑτοιμότατος Ἰωάννης, ὁ διαφερόντως ἠγαπημένος τῷ Κυρίῳ καὶ διδασκάλῳ, μεμνημένος δή που καὶ τῆς κατὰ τὴν λίμνην Γεννησαρὲτ τὴν ἀρχὴν θαυμαστῆς ἁλείας ἐκείνης, ἣν ἐπὶ τῷ ρήματι τοῦ Κυρίου χαλάσαντες τὰ δίκτυα, τοσοῦτον συνέκλεισαν ἰχθύων πλῆθος, ὡς καὶ τοῦτο θαυμαστὸν εἶναι, πῶς ὑπὸ τοσούτου πλήθους οὐκ ἐρράγη τὰ δίκτυα. «Φησὶν οὖν ὁ μαθητὴς ἐκεῖνος, ὃν ἠγάπα ὁ Ἰησοῦς, τῷ Πέτρῳ· ὁ Κύριος ἐστίν». Ὁ δὲ θερμότατος πάλιν καὶ πρὸς πρᾶξιν τῶν ἄλλων ἑτοιμότατος Πέτρος «ἀκούσας», φησίν, «ὅτι ὁ Κύριός ἐστι, τὸν ἐπενδύτην διεζώσατο, ἦν γὰρ γυμνός, καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν».
Ὁ δὲ ἐπενδύτης σινδών τίς ἐστι καὶ ὀθόνιον, ᾧ Σῦροί τε καὶ Φοίνικες ἐπὶ τῶν ἐνδυμάτων χρῶνται, διὸ καὶ ἐπενδύτης λέγεται, ἔστι δ’ ὅτε καὶ γυμνοὺς περιελίττοντες ἑαυτούς, ὡς καὶ ὁ ἀκολουθήσας νεανίσκος συλληφθέντι τῷ Κυρίῳ ὑπὸ τῶν Ἰουδαίων περιβεβλημένος ἦν σινδόνα ἐπὶ γυμνοῦ, ἣν καὶ καταλιπὼν τοῖς κρατήσασι νεανίσκοις, ἀπέδρα γυμνός. Ὁ δὲ Πέτρος τὸν ἐπενδύτην τοῦτον οὐ περιεβάλλετο, γυμνὸς ὤν, ἀλλὰ συμπτύξας περιεζώσατο, ὡς ἂν ἔχῃ καὶ νήχεσθαι· διακοσίους γὰρ πήχεις τῆς γῆς ἀπεῖχε. Προφθάνει μὲν οὖν ὁ Πέτρος ἅπαντας θερμῶς οὕτως, οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον, σύροντες τὸ δίκτυον τῶν ἰχθύων καὶ οἷον τῷ παρασχόντι τούτῳ προσφέροντες, ἵν’ ἔχωσι κἂν τούτῳ λέγειν τὸ ἱερὸν ἐκεῖνο λόγιον· τὰ σὰ ἐκ τῶν σῶν. «Ὡς οὖν ἀπέβησαν», φησίν, «εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον». Ἀνθρακιὰν μὲν οὖν πυρὸς ἐνόμισάν τινες εἶναι ταύτην, ἐφ’ ἧς τὸ ὀψάριον ὠπτοῦτο, ἀλλὰ τὸ ἐπαγόμενον, ἕτεροί φασιν, οὐκ ἀφίησιν οὕτω τὴν ἀνθρακιὰν ἐκδέξασθαι· οὐ γὰρ δὴ ὁ ἄρτος ἐπέκειτο πυρί.
Ἔπειτα καὶ ἀνθρακιὰν οὐκ εἶπεν ‘ἡμμένην’, ἀλλὰ «κειμένην»· ὀνομάζεσθαι τοίνυν φασὶν οὕτω καὶ δέρμα τι, ᾧ ἀντὶ τραπέζης χρῶνται οἱ ὁδοιπόροι. Ὡς οὖν οἱ Ἀπόστολοι ἀποβάντες εἰς τὴν γῆν ἕτερον εἶδον θαῦμα τοῦτο τοῦ κατὰ τὴν θάλατταν μεῖζον, οὐκ ἐκ τοῦ βυθοῦ γάρ, ἀλλ’ ἐκ μὴ ὄντων ὁρῶσιν ἰχθὺν καὶ ἄρτον γεγενημένον τε καὶ προκείμενον ἕτοιμον, μετὰ τῆς τοῦ Κυρίου τερπνῆς θέας, καὶ τοῦ θαύματος ὅλοι γενόμενοι, κατημέλησαν τῆς ἁλείας. Διὰ τοῦτό φησι πρὸς αὐτοὺς ὁ Κύριος· «ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων, ὧν ἐπιάσατε νῦν», ἐπιστρέφων πρὸς τὴν ἐπιμέλειαν ἐκείνων αὐτούς, ὡς καὶ ἐξενεγκεῖν τὴν ἄγραν καὶ μέτρῳ περιλαβεῖν, ἵνα μὴ κατὰ φαντασίαν εἴποι τις εἶναι τὴν τῶν ἰχθύων πληθύν. «Ἀνέβη οὖν Σίμων Πέτρος», φησί, «καὶ εἵλκυσε τὸ δίκτυον μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν, καὶ τοσούτων ὄντων, οὐκ ἐσχίσθη τὸ δίκτυον». Ἡ ἀρραγὲς διαφυλάξασα τοῦ Χριστοῦ δύναμις, εἶχε δή που καὶ τοὺς ἕλκοντας ἐνδυναμῶσαι καὶ κούφην ποιήσασθαι τὴν ὁλκήν, οὐκ ἐποίησε δέ, ἵνα μᾶλλον αἴσθωνται τοῦ θαύματος οἱ Ἀπόστολοι· διὸ καὶ ὁ Πέτρος ἐπανελθὼν εἰς τὸ πλοῖον ὡς ἀδυνατοῦσι συνῄρατο.
Ὁ δὲ Κύριος ἑνὶ ἑκάστῳ θέλων γενέσθαι καταφανής, εἰπὼν αὐτοῖς, «δεῦτε ἀριστήσατε», χερσὶν οἰκείαις διαδίδωσιν αὐτοῖς τὸν εἰρημένον ἄρτον καὶ τὸ ὀψάριον, δείξας καὶ τοῦτο διὰ τῆς διακονίας ταύτης, ὅτι αὐτός ἐστιν ὁ καὶ τῆς μελλούσης καὶ διαιωνιζούσης ἀπολαύσεως χορηγός τε καὶ διανομεύς, ἥτις ἔσται μετὰ τὴν ἄγραν τῆς ἀποστολικῆς σαγήνης, τουτέστι, μετὰ τὸ συναγαγεῖν τούτους διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος εἰς τὴν ἀληθῆ θεοσέβειαν ἐκ παντὸς ἔθνους πάντας τοὺς ἀξίους. Ἐν οἷς τηνικαῦτα τρεῖς καὶ πεντήκοντα καὶ ἑκατὸν φανήσονται οἱ μεγάλοι, εἴτε κατὰ χιλιάδας, εἴτε κατὰ μυριάδας ἀριθμούμενοι, αὐτὸς οἶδεν ὁ καὶ τὰ θαύματα ἐργαζόμενος καὶ μυστηρίων γέμοντα ταῦτα ἀπεργαζόμενος.
Καὶ ὁ ἀκερδὴς γὰρ κόπος τῆς νυκτὸς πάσης τὸ ἄκαρπον ἐδείκνυ τῆς πρὸ τῆς αὐτοῦ ἐπιφανείας γεγονυίας διδασκαλίας. Καὶ ἡ κατὰ τὴν πρωΐαν ἐπὶ τὰ δεξιὰ τῶν δικτύων κάθεσις καὶ ἄγρα τὸ ἀνύσιμον ὑπεδήλου τῆς μετὰ τὴν αὐτοῦ παρουσίαν εὐαγγελικῆς διδασκαλίας· πρωΐας γὰρ ἤδη γενομένης, ὅτε αὐτὸς διὰ σαρκὸς ἐπέφανεν ἡμῖν ὁ τῆς δικαιοσύνης ἥλιος, ἐπιδέξιός τε καὶ ἐνεργὴς ἡ θεία γέγονε διδασκαλία, συλλαβοῦσα καὶ πρὸς Χριστὸν ἑλκύσασα τῶν σωζομένων τὰ πλήθη. Ὁ δὲ εὐαγγελιστὴς μετὰ τὴν διάδοσιν τοῦ ἄρτου καὶ τοῦ ἰχθύος, φησί, τοῦτο ἤδη τρίτον ἐφανερώθη ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν. Ἦλθε γὰρ πρὸς αὐτοὺς ἐν οἰκίᾳ συνηθροισμένους ἑσπέρας τὴν ἡμέραν καθ’ ἣν ἀνέστη· καὶ διαλιπὼν ἡμέρας ὀκτὼ πάλιν ἦλθεν, ἡνίκα καὶ ὁ Θωμᾶς τοῖς ἄλλοις συνῆν· καὶ τρίτον ἤδη τοῦτο πρὸς αὐτοὺς οὐκ ἦλθεν, ἀλλ’ ἐφανερώθη, δεικνὺς ὅτι παρῆν αὐτοῖς, καὶ μὴ αἰσθητῶς ὁρώμενος, παρεῖχε δὲ τούτοις αὐτὸν ὁρᾶν, ἡνίκα ἐβούλετο· τοιαύτη γὰρ τῶν ἀθανάτων σωμάτων ἡ δύναμις.
Πάρεστιν οὖν καὶ ἡμῶν ἑκάστῳ, ἀδελφοί, κἂν μὴ ὁρᾶται παρ’ ἡμῶν· διὸ καὶ πρὸς τοὺς Ἀποστόλους εἶπεν ἀναλαμβανόμενος, «ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος». Οὐκοῦν ὡς παρόντα τοῦτον ἑκάστης ἡμέρας αἰδώμεθα καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιῶμεν. Εἰ δὲ καὶ τοῖς τοῦ σώματος ὀφθαλμοῖς οὐκ ἔχομεν αὐτὸν ἀρτίως ὁρᾶν, ἀλλὰ τοῖς τῆς διανοίας ὄμμασιν ἔχομεν αὐτὸν διηνεκῶς ὁρᾶν, εἰ νήφομεν, καὶ οὐχ ὁρᾶν μόνον, ἀλλὰ καὶ μεγάλα ἐντεῦθεν καρποῦσθαι τὰ ἀγαθά. Αὕτη γὰρ ἡ θέα πάσης ἁμαρτίας ἐστὶν ἀναίρεσις, πονηροῦ παντὸς καθαίρεσις, παντὸς κακοῦ ἐστιν ἀλλοτρίωσις.
Αὕτη ἡ θέα πάσης ἀρετῆς ὑπάρχει ποιητική, καθαρότητος καὶ ἀπαθείας γεννητική, ζωῆς αἰωνίου καὶ βασιλείας ἀπεράντου παρεκτική. Ταύτης τῆς τερπνῆς θέας ἐπιμελούμενοι, καὶ ὡς εἰς παρόντα τὸν Χριστὸν νοερῶς ἀτενίζοντες, ἐρεῖ καὶ ἡμῶν ἕκαστος, ὡς ὁ Δαβίδ· «ἐὰν παρατάξηται ἐπ’ ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία μου· ἐὰν ἐπαναστῇ ἐπ’ ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω».
Ἔστι γὰρ ἡμῖν ἔξωθεν, ἀδελφοί, πόλεμος, διὰ τῶν αἰσθήσεων πρὸς ἁμαρτίαν ἐφελκόμενος τοὺς μὴ γενναίως ἀνθισταμένους, ἀλλ’ οὐκ ἀεὶ καθ’ ἡμῶν ὁ πόλεμος οὗτος ἐγείρεται· οὐδὲ γὰρ ἀδιαλείπτως αἱ ἡμῶν αἰσθήσεις ἐνεργοῦσιν. Ἔστι δ’ ὅτε, καὶ τῶν αἰσθήσεων ἐνεργουσῶν, ἀτέλεστος ἔμεινεν ἡ ἁμαρτία διὰ τὴν τῶν ὑλῶν ἀπορίαν, ἢ καιρῶν τε καὶ τόπων οὐκ ἐπιτηδείων· ὧν ἄνευ οὐ κλέπτης, οὐ λῃστής, οὐ πόρνος, οὐ μοιχός, οὐχ ἅρπαξ, οὐ πλεονέκτης εἰς τέλος ἄγει τὴν ἀνομίαν. Ἔστι δὲ ἕτερος πόλεμος ἐν ἡμῖν αὐτοῖς νοητός, ὁ διὰ τῶν λογισμῶν, πολλῷ τοῦ αἰσθητοῦ χαλεπώτερος· ἀεὶ γάρ ἐστιν ἐνεργὴς καὶ ὑλῶν οὐ δεῖται πρὸς ἐκπλήρωσιν τοῦ κακοῦ, οὐδὲ καιρῶν οὐδὲ τόπων. Καὶ ὁ μέν, ὁ αἰσθητὸς ἐκεῖνος λέγω πρὸς ἁμαρτίαν πόλεμος ἀπὸ τῶν πραγμάτων ἔχει τὴν ἀρχήν, καὶ τῶν ἐκεῖθεν ἀκουσμάτων ἢ θεαμάτων καὶ τῶν ἄλλων τῶν παραπλησίων· ὁ δὲ νοητὸς καὶ ἐν ἡμῖν αὐτοῖς ἀπ’ αὐτῶν ἀμέσως κινεῖται τῶν πνευμάτων τῆς πονηρίας, καὶ τῶν ἐκ τούτων προσβολῶν τε καὶ παρορμήσεων. Καὶ κατ’ ἐκεῖνον μὲν τὸν αἰσθητὸν πόλεμον, ἔσθ’ ὅτε τις νικήσας, οὐκ ἐκ τούτου καὶ κατὰ τὸν νοητὸν ἀήττητος ὤφθη. Ὁ δὲ κατὰ τὸν ἐντὸς νικήσας πόλεμον, κατὰ κράτος τὸν ἔξω τρέπεται· καὶ τοῦτό ἐστιν ὅ φησιν ὁ ἀπόστολος· «πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε».
Πρὸς μὲν οὖν τὸν ἔξω καὶ ἐν ταῖς αἰσθήσεσι πόλεμον ὁ παλαιὸς μᾶλλον ὥπλιζε νόμος τὸ ἀνθρώπινον γένος, τὰ τέλη τῶν ἁμαρτημάτων ἐκτρέπεσθαι παραγγέλλων· πρὸς δὲ τὸν ἔνδον καὶ ἐν ἡμῖν αὐτοῖς πόλεμον ἡμᾶς ἀνίστησιν ὁ νόμος τῆς χάριτος, ἡ τοῦ εὐαγγελίου διδασκαλία, τὴν ἐν καρδίᾳ ὀργήν, τὴν ἐν καρδίᾳ μοιχείαν, τὴν ἐν καρδίᾳ τῆς τοῦ διαβόλου προσβολῆς κινουμένην ἐπιθυμίαν ἀπαγορεύουσα, καὶ πρὸς ἀντιπαράταξιν ταύτης ἡμᾶς ὁπλίζουσά τε καὶ διεγείρουσα, καθάπερ καὶ ὁ ἀπόστολος Ἐφεσίοις γράφων, φησίν· «ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ, πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδίας τοῦ διαβόλου· οὐ γάρ ἐστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις»· τούτων γὰρ ἐκπεσόντα χαλεπὸν ἡγεῖται καὶ μανικῶς καθ’ ἡμῶν κινεῖται τὸ πολίτευμα ἐχόντων ἐν οὐρανοῖς διὰ τῆς κατὰ νοῦν πρὸς τὸν Θεὸν ἀνατάσεως.
Διὸ πάσῃ σπουδῇ, παρακαλῶ, μέθης ἀποσχώμεθα καὶ τρυφῆς, ρημάτων τε καὶ ἀκουσμάτων καὶ θεαμάτων αἰσχρῶν· ταῦτα γὰρ ἡμῖν ἐπανιστάντα τὴν σάρκα, πρὸς πάλην ἡμᾶς ἐκκαλεῖται, ἥτις οὐκ ἔστιν ἡμῶν, οὐδὲ ἀφίησιν ἡμᾶς τὸν ἔνδον καὶ ἡμέτερον πόλεμον βλέπειν καὶ διαφέρειν καλῶς. Διὸ καὶ νικᾶσθαι καὶ πίπτειν ἡμᾶς ἀνάγκη, καὶ ὑπὸ τῆς ἁμαρτίας ὡς ἐπίπαν ἢ τὸ πλεῖστον αἰχμαλωτίζεσθαι, ἀορασίαν μὲν πρὸς τοὺς ἐντὸς πολεμίους περικειμένους, ὑφ’ ἡμῶν δὲ αὐτῶν πρὸς τοῖς ἔξωθεν πολεμίοις προδιδομένους. Ἀλλ’ ἡμεῖς τῶν μὴ καλῶν μηδὲ ἐνδεδομένων ἡδονῶν τῆς σαρκὸς ἀπεχόμενοι, πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας τοῦ δεινοῦ σκότους ἀντιπαραταττόμεθα, πρὸς τοὺς ὑποβάλλοντας ἡμῖν ἔνδον τοὺς ἐμπαθεῖς λογισμούς, τὰς ἐπιθυμίας τὰς πονηράς, οἵτινές εἰσι πάντως οἱ δαίμονες, οἳ καὶ ἄρχοντές εἰσι τῆς κακίας τοῦ σκότους, ὡς πρῶτοι τοῦτο ποθήσαντες, καὶ κοσμοκράτορές εἰσιν, ἀλλ’ ἐκείνων πρὸς οὓς οὐδαμῶς ἔχει χώραν ὁ τοῦ ἀληθινοῦ δεσπότου λόγος· «ὑμεῖς ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου», καὶ διὰ τῆς οἰκείας χάριτος ἀναγεννήσας ᾠκειωσάμην.
Πρὸς ἐκείνους οὖν καὶ ἐξουσίαι εἰσὶ τὰ πνεύματα τῆς πονηρίας, ὡς ἑκόντας ὑποπεσόντας αὐτοῖς. Ἡμεῖς δέ, ἐὰν μόνον νήφωμεν καὶ τὸ ὄμμα τῆς διανοίας ἀνατείνωμεν πρὸς τὸν λυτρωσάμενον ἡμᾶς ἀπὸ τῆς πικρᾶς δουλείας τοῦ διαβόλου δεσπότην καὶ ὡς ἀεὶ παρόντι τούτῳ προσέχωμεν, «οὐ φοβηθησόμεθα, κατὰ τὸν ψαλμῳδόν, ἀπὸ βέλους πετωμένου ἡμέρας, ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ», ἀλλὰ προσχωρεῖν ἡμᾶς ἐπιχειρήσαντα πεσοῦνται, πρὸς ἡμᾶς δὲ οὐκ ἐγγιοῦσιν, οὐδὲ παρασαλεύσουσι τῆς κατ’ ἀρετὴν ἕδρας καὶ ἀσφαλείας, ὡς καὶ ὁ αὐτὸν ᾀσματογράφος περὶ ἑαυτοῦ φησι· «προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ». Ἐὰν οὖν καὶ ἡμεῖς ὡς ἐνώπιον ἡμῶν διὰ παντὸς προωρώμεθα τοῦτον, νῦν μὲν ὑμνοῦντες, νῦν δὲ ἱκετεύοντες, ἄλλοτε δὲ εὐχαριστοῦντες πρὸς δύναμιν, ἀντιλήψεται καὶ ἑκάστου τῆς δεξιᾶς, καὶ ὁδηγήσει ἡμᾶς ἐν τῇ βουλῇ καὶ τῇ δυνάμει αὐτοῦ καὶ ρύσεται ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους καὶ ἀποκαταστήσει εἰς τὴν βασιλείαν αὐτοῦ, χαριζόμενος ἡμῖν ζωὴν ἀκήρατον καὶ αἰώνιον.
Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν εἰς δόξαν αὐτοῦ καὶ τοῦ ἀνάρχου αὐτοῦ Πατρὸς καὶ τοῦ συναϊδίου καὶ ζωοποιοῦ Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.