Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ομιλίες ΚΑ΄–ΜΒ΄

Γρηγόριος Παλαμᾶς

Η Πεντηκοστή και η κάθοδος του Αγίου Πνεύματος

Θεολογική ανάλυση της καθόδου του Αγίου Πνεύματος, της φανέρωσης των πύρινων γλωσσών και της εκκλησιαστικής ενότητας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 4 από 22

ΕΙΣ ΤΗΝ ΚΑΤΑ ΤΗΝ ΠΕΝΤΗΚΟΣΤΗΝ ΤΕΛΕΣΘΕΙΣΑΝ ΕΙΣ ΤΗΝ ΚΑΤΑ ΤΗΝ ΠΕΝΤΗΚΟΣΤΗΝ ΤΕΛΕΣΘΕΙΣΑΝ ΦΑΝΕΡΩΣΙΝ ΚΑΙ ΔΙΑΝΟΜΗΝ ΤΟΥ ΘΕΙΟΥ ΠΝΕΥΜΑΤΟΣ Ἐν ᾖ καὶ περὶ μετανοίας Ἐθεασάμεθα πρὸ μικροῦ τοῖς μεγάλοις τῆς πίστεως ὀφθαλμοῖς ἀναληφθέντα Χριστόν, καὶ τῶν αὐτοψίᾳ κατηξιωμένων ἰδεῖν οὐχ ἧττον καὶ τῆς κατ’ ἐκείνους διὰ τοῦτο μακαριότητος οὐδὲν ἀπελείφθημεν· «μακάριοι γὰρ οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες», ὁ Κύριος εἶπεν· οὗτοι δέ εἰσιν οἱ δι’ ἀκοῆς πληροφορηθέντες καὶ διὰ πίστεως βλέποντες.

Ἐθεασάμεθα οὖν πρώην Χριστὸν ἀπὸ γῆς αἰρόμενον μετὰ σώματος, νῦν δὲ ὁρῶμεν διὰ τοῦ παρ’ αὐτοῦ τοῖς μαθηταῖς πεμφθέντος ἁγίου Πνεύματος, μέχρι τίνος ὁ Χριστὸς ἀναληφθεὶς ἔφθασε καὶ εἰς ποίαν ἀξίαν ἀνεβίβασε τὴν ἡμῶν ἣν ἀνέλαβε φύσιν· ἐκεῖσε γὰρ πάντως ἀνῆλθεν, ὅθεν τὸ Πνεῦμα παρ’ αὐτοῦ πεμφθὲν κατελήλυθε. Πόθεν δὲ τὸ Πνεῦμα κατῆλθε, δείκνυσιν ὁ διὰ τοῦ προφήτου λέγων Ἰωήλ, «ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα», καὶ πρὸς ὅν φησιν ὁ Δαβίδ, «ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς». Πρὸς τὸν ἀνωτάτω τοιγαροῦν ὁ Χριστὸς ἀναληφθεὶς ἀνελήλυθε Πατέρα καὶ πρὸς αὐτὸν ἔφθασε τὸν πατρικὸν κόλπον, ὅθεν καὶ τὸ Πνεῦμα· καὶ κοινωνὸς καὶ κατὰ τὸ ἀνθρώπινον τῆς κατ’ αὐτὸν ἀξίας ἀνεδείχθη τὸ ἐξ οὐρανοῦ παρὰ τοῦ Πατρὸς ἐρχόμενόν τε καὶ στελλόμενον Πνεῦμα καὶ αὐτὸς ἀρτίως ἀποστείλας. Ἀλλὰ μηδεὶς νομίσῃ τὸ Πνεῦμα τὸ ἅγιον τῆς ἀξίας ταύτης ἀμοιροῦν, παρὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἀποστελλόμενον ἀκούων· οὐ γὰρ τῶν ἀποστελλομένων ἁπλῶς, ἀλλὰ καὶ τῶν ἀποστελλόντων καὶ συνευδοκούντων ἐστί.

Δείκνυσι δὲ καὶ τοῦτο σαφῶς ὁ διὰ τοῦ προφήτου λέγων, «ἐγὼ ταῖς χερσί μου ἐθεμελίωσα τὴν γῆν, καὶ τὸν οὐρανὸν ἐξέτεινα, καὶ νῦν Κύριος ἀπέσταλκέ με καὶ τὸ Πνεῦμα αὐτοῦ», καὶ ὁ Χριστὸς διὰ τοῦ αὐτοῦ προφήτου πάλιν ἀλλαχοῦ, λέγων, «Πνεῦμα Κυρίου ἐπ’ ἐμέ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με». Τοιγαροῦν οὐκ ἀποστέλλεται μόνον τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ καὶ ἀποστέλλει τὸν παρὰ τοῦ Πατρὸς ἀποστελλόμενον Υἱόν, παρ’ οὗ δείκνυται Πατρί τε καὶ Υἱῷ συμφυὲς καὶ ὁμοσθενὲς καὶ συνεργὸν καὶ ὁμότιμον. Εὐδοκίᾳ τοίνυν τοῦ Πατρὸς καὶ συνεργείᾳ τοῦ ἁγίου Πνεύματος δι’ ἄφατον φιλανθρωπίας πέλαγος, κλίνας οὐρανοὺς καὶ καταβὰς ἄνωθεν ὁ τοῦ Θεοῦ μονογενὴς καὶ καθ’ ἡμᾶς ἐπὶ τῆς γῆς ὀφθεὶς καὶ συναναστραφεὶς ἡμῖν, καὶ ἔπραξε καὶ ἐδίδαξε θαυμαστὰ καὶ μεγάλα καὶ ὑψηλὰ καὶ ὄντως θεοπρεπῆ, καὶ τοῖς αὐτῷ πειθαρχοῦσιν θεουργὰ καὶ σωτήρια.

Εἶτα καὶ παθὼν ἐθελουσίως ὑπὲρ τῆς ἡμῶν σωτηρίας, καὶ ταφεὶς καὶ ἀναστὰς τριήμερος, ἀνελήφθη εἰς τοὺς οὐρανοὺς καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Πατρὸς καὶ συνήργησεν ἐκεῖθεν τῇ πρὸς τοὺς οἰκείους μαθητὰς καθόδῳ τοῦ θείου Πνεύματος, συναποστείλας μετὰ τοῦ Πατρός, καθάπερ καὶ συνεπηγγείλατο, τὴν ἐξ ὕψους δύναμιν. Αὐτὸς δὲ καθήμενος ἐν ὑψηλοῖς ἐκεῖ, ὥσπερ βοᾷ πρὸς ἡμᾶς ἐκεῖθεν, εἴ τις ἐθέλει παραστῆναι τῇ δόξῃ ταύτῃ καὶ μέτοχος γενέσθαι τῆς τῶν οὐρανῶν βασιλείας καὶ υἱὸς κληθῆναι Θεοῦ καὶ ζωὴν εὑρεῖν ἀθάνατον καὶ δόξαν ἄρρητον καὶ τρυφὴν ἀκήρατον καὶ πλοῦτον ἀδαπάνητον, ἀκουέτω τῶν ἐμῶν προσταγμάτων καὶ μιμείσθω πρὸς δύναμιν τὴν ἐμὴν πολιτείαν καὶ πολιτευέσθω καθάπερ ἐπὶ τῆς γῆς ἐγὼ διὰ σαρκὸς ἐλθὼν καὶ ἐποίησα καὶ ἐδίδαξα, σωτηρίους θεὶς νόμους καὶ ὑπόδειγμα προθεὶς ἐμαυτόν. Τὴν γὰρ εὐαγγελικὴν διδασκαλίαν ἐπιστώσατο μὲν ὁ Σωτὴρ δι’ οἰκείων ἔργων τε καὶ θαυμάτων, ἐτελείωσε δὲ διὰ τῶν αὑτοῦ παθημάτων· παρέστησε δὲ αὐτῆς τὸ μεγαλωφελὲς καὶ σωτήριον διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως, διὰ τῆς εἰς οὐρανοὺς ἀναλήψεως, διὰ τῆς ἐκ τῶν οὐρανῶν πρὸς τοὺς οἰκείους μαθητὰς νῦν τελεσθείσης τοῦ θείου Πνεύματος ἐπελεύσεως ἣν ἑορτάζομεν σήμερον.

Μετὰ γὰρ τὴν ἐκ νεκρῶν ἀνάστασιν καὶ τὴν κατ’ αὐτὴν φανέρωσιν πρὸς τοὺς μαθητάς, εἶπεν ἀναλαμβανόμενος· «ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ Πατρός μου ἐφ’ ὑμᾶς, ὑμεῖς δὲ καθήσατε ἐν τῇ πόλει Ἰερουσαλήμ, ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους· λήψεσθε γὰρ δύναμιν, ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ’ ὑμᾶς· καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἰερουσαλήμ, καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς.» Συμπληρουμένης δὲ μετὰ τὴν ἀνάστασιν πεντηκοστῆς ἡμέρας, ἧς νῦν ἐφέστηκεν ἡ μνήμη, τῶν μαθητῶν ἁπάντων συνηγμένων ἐπὶ τὸ αὐτὸ καὶ ὁμοθυμαδὸν ὄντων ἐν τῷ ὑπερῴῳ, τῷ οἰκείῳ νῷ τούτων ἑκάστου συνηγμένου (ἦσαν γὰρ σχολάζοντες καὶ προσέχοντες τῇ δεήσει καὶ τοῖς ὕμνοις τοῖς πρὸς τὸν Θεόν), «ἐγένετο», φησὶν ὁ εὐαγγελιστὴς Λουκᾶς, «ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος, ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσε τὸν οἶκον οὗ ἦσαν καθήμενοι». Οὗτός ἐστιν ὁ ἦχος, περὶ οὗ προεῖπεν Ἄννα ἡ προφῆτις, ὅτε τὴν περὶ τὸν Σαμουὴλ ἐπαγγελίαν ἐδέξατο, ὅτι Κύριος ἀνέβη εἰς οὐρανοὺς καὶ ἐβρόντησεν· αὐτὸς δώσει ἰσχὺν καὶ ὑψώσει κέρας χριστῶν αὐτοῦ. Τοῦτον τὸν ἦχον καὶ ἡ τοῦ Ἠλιοῦ θεωρία προανεκήρυξεν· ἰδοὺ γάρ φησι φωνὴ αὔρας λεπτῆς, καὶ ἐν αὐτῇ Κύριος· ἡ γὰρ φωνὴ τῆς αὔρας ἦχός ἐστι πνοῆς. Τούτου τοῦ ἤχου καὶ τῆς πνοῆς εὕροις ἂν τὸ πρόγραμμα καὶ ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ.

Τῇ γὰρ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς, ἥτις ἐστὶν ἡ Πεντηκοστή, εἱστήκει ὁ Ἰησοῦς κατὰ τὸν θεολόγον καὶ εὐαγγελιστὴν Ἰωάννην καὶ ἔκραξε λέγων, «εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω». Τοῦτο δὲ ἔλεγε, φησί, περὶ τοῦ Πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν· ἀλλὰ καὶ μετὰ τὴν ἀνάστασιν ἐνεφύσησε τοῖς μαθηταῖς καὶ εἶπε, «λάβετε Πνεῦμα ἅγιον».

Ἡ οὖν κραυγὴ ἐκείνη τοῦτον προεσήμαινε τὸν ἦχον, καὶ τὸ ἐκφύσημα ταύτην τὴν πνοήν, ἥτις νῦν ἄνωθεν χυθεῖσα δαψιλὴς καὶ μέγα καὶ ἐξάκουστον οὐρανόθεν ἐξηχήσασα, πᾶσαν ἐκκαλεῖται τὴν ὑπ’ οὐρανὸν καὶ πᾶσι τοῖς πιστῶς προσιοῦσι τὴν χάριν ἐπαντλεῖ καὶ ἐνίησι. Βιαία δέ ἐστιν, ὡς πάντα νικῶσα καὶ ὑπερβαίνουσα μὲν τὰ τείχη τοῦ πονηροῦ, καθαιροῦσα δὲ τὰς πόλεις καὶ πᾶν ὀχύρωμα τοῦ ἐχθροῦ· καὶ ταπεινοῦσα μὲν τοὺς ὑπερηφάνους, ἀνυψοῦσα δὲ τοὺς ταπεινοὺς τῇ καρδίᾳ· καὶ συνδοῦσα μὲν τὰ κακῶς λελυμένα, διασπῶσα δὲ τοὺς τῶν ἁμαρτημάτων συνδέσμους καὶ διαλύουσα τὰ κρατούμενα. Ἐπλήρωσε δὲ τὸν οἶκον οὗ ἦσαν καθήμενοι, κολυμβήθραν αὐτὸν ἀπεργαζομένη πνευματικήν, καὶ πληροῦσα τὴν τοῦ Σωτῆρος ἐπαγγελίαν, ἣν καὶ αὐτὴν ἀναλαμβανόμενος πρὸς αὐτοὺς ἔλεγεν, «ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ, οὐ μετὰ πολλὰς ταύτας ἡμέρας». Ἀλλὰ καὶ τὴν κλῆσιν, ἣν αὐτοῖς ἐπέθηκεν, ἐπαληθεύουσαν ἔδειξε· διὰ γὰρ τοῦ ἐξ οὐρανοῦ τούτου ἤχου, ὄντως υἱοὶ βροντῆς γεγόνασιν οἱ Ἀπόστολοι· «καὶ ὤφθησαν αὐτοῖς», φησί, «διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός· ἐκάθισέ τε ἐφ’ ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος ἁγίου, καὶ ἐλάλουν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι».

Τὰ μὲν γὰρ διὰ τοῦ δεσποτικοῦ σώματος θαυματουργηθέντα καὶ Υἱὸν εἶναι μονογενῆ τοῦ Θεοῦ παραστήσαντα, κατ’ ἰδίαν ὑπόστασιν, τὸν ἐπ’ ἐσχάτων ἡμῖν συναφθέντα τῶν ἡμερῶν, πέρας ἔλαβεν· ἄρχεται δὲ τελεῖσθαι καὶ τὰ φανεροῦντα τὸ Πνεῦμα τὸ ἅγιον κατ’ ἰδίαν ὑπόστασιν ὑπάρχον, ἵν’ ἡμεῖς ἐπιγνῶμέν τε καὶ σκεφθῶμεν τὸ μέγα καὶ προσκυνητὸν τῆς ἁγίας Τριάδος μυστήριον.

Ἐνήργει μὲν γὰρ καὶ πρότερον τὸν Πνεῦμα τὸ ἅγιον, τοῦτο γάρ ἐστι τὸ διὰ τῶν προφητῶν λαλῆσαν καὶ προκαταγγεῖλαν τὰ μέλλοντα, ἐνήργει καὶ διὰ τῶν μαθητῶν ἔπειτα, δαίμονας ἐλαῦνον καὶ νόσους ἰώμενον, ἐφανερώθη δὲ καὶ νῦν ἐν ἰδίᾳ ὑποστάσει τοῖς πᾶσι διὰ τῶν πυρίνων γλωσσῶν· καὶ τοῖς τοῦ Χριστοῦ μαθηταῖς ἐπικαθῆσαν δεσποτικῶς, καὶ οἷον ἐνθρονισθέν, ὄργανα τούτους πεποίηκε τῆς οἰκείας δυνάμεως.

Ἀλλὰ τίνος ἕνεκεν ὤφθη διὰ τοῦ σχήματος τῶν γλωσσῶν; Ἵνα τὴν πρὸς τὸν τοῦ Θεοῦ Λόγον ἐπιδείξηται συμφυΐαν· γλώσσης γὰρ πρὸς λόγον οὐδὲν συγγενέστερον. Ἅμα δὲ καὶ διὰ τὴν χάριν τῆς διδασκαλίας· γλώσσης γὰρ κεχαριτωμένης ὁ κατὰ Χριστὸν διδάσκαλος δεῖται. Διατί δὲ πυρίναις γλώσσαις; Οὐ μόνον διὰ τὸ τοῦ Πνεύματος πρὸς τὸν Πατέρα καὶ τὸν Υἱὸν ὁμοούσιον (πῦρ γὰρ ὁ Θεὸς ἡμῶν, καὶ πῦρ καταναλίσκον τὴν μοχθηρίαν), ἀλλὰ καὶ διὰ τὸ διττὸν τῆς ἐνεργείας τοῦ τῶν Ἀποστόλων κηρύγματος· εὐεργετεῖν γὰρ ἅμα καὶ κολάζειν δύναται· καὶ καθάπερ τὸ πῦρ καὶ φωτίζειν καὶ φλογίζειν πέφυκεν, οὕτω καὶ ὁ τῆς κατὰ Χριστὸν διδασκαλίας λόγος, τοὺς μὲν ὑπακούοντας φωτίζει, τοὺς δὲ ἀπειθοῦντας εἰς τέλος πυρὶ καὶ κολάσει παραδίδωσιν αἰωνίῳ. Γλῶσσαι δέ, οὐχὶ ‘πυρὸς’ εἶπεν, ἀλλ’ «ὡσεὶ πυρός», ἵνα μή τις αἰσθητὸν καὶ ὑλικὸν εἶναι λογίσηται τὸ πῦρ ἐκεῖνο, ἀλλ’ ὡς ἀπὸ παραδείγματος ἐν περινοίᾳ γενώμεθα τῆς ἐπιφανείας τοῦ Πνεύματος. Τίνος δὲ χάριν αἱ γλῶσσαι διαμεριζόμεναι ὤφθησαν αὐτοῖς;

Ἐπεὶ μόνῳ τῷ καὶ αὐτῷ ἄνωθεν ἐλθόντι Χριστῷ οὐκ ἐκ μέτρου δίδοται τὸ Πνεῦμα παρὰ τοῦ Πατρός· ὁλόκληρον γὰρ ἐκεῖνος καὶ κατὰ σάρκα τὴν θείαν δύναμιν εἶχε καὶ τὴν ἐνέργειαν, τῶν δ’ ἄλλων οὐδενὶ πᾶσα χωρητὴ καθέστηκεν ἡ τοῦ Πνεύματος χάρις, ἀλλ’ ἐκ μέρους ἕκαστος, ἄλλος ἄλλου τινὸς τυγχάνει τῶν χαρισμάτων· ἵνα μή τις φύσιν εἶναι τὴν παρὰ τοῦ Πνεύματος τοῖς ἁγίοις διδομένην χάριν νομίσῃ.

Τὸ δὲ ἐκάθισεν, οὐ τὴν δεσποτικὴν ἀξίαν ὑπεμφαίνει μόνον, ἀλλὰ καὶ τὸ ἑνιαῖον τοῦ θείου Πνεύματος. Ἐκάθισε δέ, φησίν, ἐφ’ ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος ἁγίου· καὶ μεριζόμενον γὰρ κατὰ τὰς διαφόρους αὐτοῦ δυνάμεις τε καὶ ἐνεργείας, δι’ ἑκάστης τῶν ἐνεργειῶν ὅλον πάρεστι καὶ ἐνεργεῖ τὸ Πνεῦμα τὸ ἅγιον, ἀμερίστως μεριζόμενον καὶ ὁλοσχερῶς μετεχόμενον, κατὰ τὴν εἰκόνα τῆς ἡλιακῆς ἀκτῖνος.

Ἐλάλουν δὲ ἑτέραις γλώσσαις, τουτέστι διαλέκτοις, πρὸς τοὺς ἐκ παντὸς ἔθνους συνελθόντας, καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι· ὄργανα γὰρ ἐγένοντο τοῦ θείου Πνεύματος, ἐνεργοῦντά τε καὶ κινούμενα κατὰ θέλησιν ἐκείνου καὶ δύναμιν.

Ὄργανον δὲ ἅπαν ἔξωθεν προσλαμβανόμενον, οὐ τῆς οὐσίας, ἀλλὰ τῆς ἐνεργείας τοῦ ἐνεργοῦντος δι’ αὐτοῦ μετέχον, οὕτως ὄργανον ἐκείνου τελεῖ, ὡς καὶ ὁ θείῳ Πνεύματι φθεγγόμενός φησι Δαβίδ· «ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου».

Ὁ οὖν γραφικὸς κάλαμος ὄργανόν ἐστι γραφέως, τῆς ἐνεργείας πάντως ἀλλ’ οὐ τῆς οὐσίας μετέχων τοῦ γράφοντος, κακεῖνα χαράττων, ἅπερ ὁ γραφεὺς ἐθέλει καὶ δύναται. Ἀλλὰ πῶς ἐπαγγελία τοῦ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον; Ἐπειδὴ διὰ τῶν αὐτοῦ προφητῶν προεπηγγείλατο τοῦτο, διὰ μὲν τοῦ Ἰεζεκιὴλ λέγων, «δώσω ὑμῖν καρδίαν καινὴν καὶ Πνεῦμα καινόν, καὶ τὸ Πνεῦμά μου δώσω ἐν ὑμῖν», διὰ δὲ τοῦ Ἰωήλ, «καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα». Τοῦτο καὶ ὁ Μωϋσῆς ἐπιποθῶν, προανεφώνησε λέγων, «τίς δώσει πάντα τὸν λαὸν Κυρίου προφήτας, ὅταν δῷ Κύριος τὸ Πνεῦμα αὐτοῦ ἐπ’ αὐτούς;». Ἐπεὶ δὲ μία ἐστὶν ἡ εὐδοκία καὶ ἡ ἐπαγγελία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, διὰ τοῦτο τοῖς εἰς αὐτὸν πιστεύουσιν εἰπών, «ὁ πιὼν ἐκ τοῦ ὕδατος, ὃ ἐγὼ δώσω αὐτῷ, γενήσεται πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον», καί, «ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ Γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ρεύσουσιν ὕδατος ζῶντος»· ὃ ἑρμηνεύων ὁ εὐαγγελιστής, «τοῦτο δέ», φησίν, «ἔλεγε περὶ τοῦ Πνεύματος ὃ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν».

Ἀλλὰ καὶ ἐπὶ τὸ σωτήριον ἐρχόμενος πάθος πρὸς τοὺς οἰκείους μαθητὰς ἔλεγεν, «ἐὰν ἀγαπᾶτέ με τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε· καὶ ἐγὼ ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ’ ὑμῶν εἰς τὸν αἰῶνα, τὸ Πνεῦμα τῆς ἀληθείας»· καὶ πάλιν, «ταῦτα λελάληκα ὑμῖν, παρ’ ὑμῖν μένων· ὁ δὲ Παράκλητος, τὸ Πνεῦμα τὸ ἅγιον, ὃ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα»· καὶ πάλιν, «ὅταν ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ καὶ ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν».

Νῦν οὖν ἐπληρώθη ἡ ἐπαγγελία, καὶ κατῆλθε τὸ Πνεῦμα τὸ ἅγιον, παρὰ Πατρός τε καὶ Υἱοῦ πεμφθέν τε καὶ δοθέν, καὶ τοὺς ἁγίους μαθητὰς περιλάμψαν, καὶ ὅλως λαμπάδας ἀνάψαν θείως, μᾶλλον δὲ φωστῆρας ἀναδεῖξαν ὑπερκοσμίους καὶ παγκοσμίους, αἰωνίου ζωῆς ἐπέχοντας λόγον, δι’ αὐτῶν τὴν οἰκουμένην πᾶσαν ἐφώτισε. Καθάπερ δὲ εἴ τις ἀπὸ τῆς φωτοφόρου λαμπάδος ἑτέραν ἀνάψει καὶ ἀπ’ ἐκείνην ἄλλην καὶ ἐφεξῆς τῇ διαδοχῇ παρακατέχων, ἀεὶ παραμένον ἔχει τὸ φῶς· οὕτω καὶ διὰ τῆς τῶν ἀποστόλων χειροτονίας ἐπὶ τοὺς αὐτῶν διαδόχους καὶ ἀπὸ τούτων ἐφ’ ἑτέρους πάλιν καὶ ἐφεξῆς, ἡ τοῦ θείου Πνεύματος διαδιδομένη χάρις διὰ πάσης διήκει γενεᾶς καὶ φωτίζει πάντας τοὺς πειθομένους τοῖς πνευματικοῖς ποιμέσι καὶ διδασκάλοις.

Ταύτην οὖν τὴν χάριν καὶ τὴν δωρεὰν τοῦ Θεοῦ καὶ τὸν διὰ τοῦ εὐαγγελίου φωτισμὸν τοῦ θείου Πνεύματος ἔρχεται κομίσων τῇ πόλει τῶν κατὰ καιροὺς ἀρχιερέων ἕκαστος. Οἱ δέ τινα τούτων ἀπωθούμενοι, τὸ εἰς αὐτοὺς ἧκον, διακόπτουσι τοῦ Θεοῦ τὴν χάριν καὶ διασπῶσι τὴν θείαν διαδοχὴν καὶ διϊστῶσιν ἑαυτοὺς τοῦ Θεοῦ καὶ στάσεσιν ἀλιτηριώδεσι καὶ συμφοραῖς παντοδαπαῖς παραδίδονται· ὃ καὶ ὑμεῖς ἐπέγνωτε πρὸ μικροῦ πάντως διὰ τῆς πείρας. Ἀλλὰ νῦν ἐπιστρέψαντες ἐπὶ τὸν παρὰ Θεοῦ ποιμένα τῶν ὑμετέρων ψυχῶν, εἴ γέ μοι πείθεσθε συμβουλεύοντι τὰ σωτήρια, καλῶς ὄντως πανηγυρίσατε τὴν ἐπέτειον μνήμην τῆς ἐπιδημίας τοῦ θείου Πνεύματος, ὃ κατῆλθεν ὑπὲρ τῆς ἡμετέρας σωτηρίας δι’ ἀνείκαστον φιλανθρωπίαν, ὑπὲρ ἧς καὶ δι’ ἣν καὶ ὁ τοῦ Θεοῦ μονογενὴς Υἱὸς κλίνας οὐρανοὺς κατῆλθε καὶ σάρκα παρ’ ἡμῶν ἔλαβεν.

Ἐπειδὴ γὰρ αὐτὸς πρὸς οὐρανοὺς μετὰ σώματος ἀνῆλθεν, εἰ μὴ τὸ Πνεῦμα τὸ ἅγιον ἔπεμψεν, ἵνα συνῇ καὶ ἐνισχύῃ τοὺς αὑτοῦ μαθητὰς καὶ τοὺς ἀπ’ ἐκείνων κατὰ γενεὰς διαδόχους καὶ διδασκάλους τοῦ εὐαγγελίου τῆς χάριτος, οὐκ ἂν ἐκηρύχθη πᾶσι τοῖς ἔθνεσιν, οὐδ’ ἂν μέχρις ἡμῶν ἔφθασε καταβαῖνον τὸ κήρυγμα τῆς ἀληθείας. Διὰ τοῦτο ὁ φιλανθρωπότατος δεσπότης, μετόχους καὶ πατέρας καὶ ὑπηρέτας φωτός τε καὶ ζωῆς ἀϊδίου νῦν ἀνέδειξε τοὺς αὑτοῦ μαθητάς, εἰς ζωὴν αἰώνιον ἀναγεννῶντας καὶ τέκνα φωτὸς καὶ πατέρας φωτισμοῦ τοὺς ἀξίους ἐργαζομένους· ἵν’ οὕτω μεθ’ ἡμῶν αὐτὸς ᾖ μέχρι τῆς συντελείας τοῦ αἰῶνος, καθάπερ ἐπηγγείλατο διὰ τοῦ Πνεύματος· εἷς γάρ ἐστιν αὐτὸς μετὰ Πατρὸς καὶ Πνεύματος οὐχ ὑποστάσει, ἀλλὰ θεότητι, καὶ εἷς ἐν τρισὶ Θεός, ἐν μιᾷ τρισυποστάτῳ καὶ παντοδυνάμῳ θεότητι· τὸ γὰρ Πνεῦμα τὸ ἅγιον ἦν ἀεὶ καὶ συνῆν τῷ Υἱῷ ἐν τῷ Πατρί. Πῶς γὰρ ἂν ἦν Πατὴρ καὶ νοῦς ἄναρχος χωρὶς Υἱοῦ καὶ Λόγου συνανάρχου; Πῶς δ’ ἂν ἦν Λόγος ἀΐδιος χωρὶς συναϊδίου Πνεύματος;

Ἦν οὖν ἀεὶ καὶ ἔστι καὶ ἔσται τὸ Πνεῦμα τὸ ἅγιον, συνδημιουργοῦν τῷ Πατρὶ καὶ τῷ Υἱῷ κατὰ καιρὸν τὰ δημιουργηθέντα καὶ συνανακαινίζον τὰ παραφθαρέντα καὶ συνέχον τὰ διαμένοντα· πανταχοῦ παρὸν καὶ τὰ πάντα πληροῦν, καὶ τὰ πάντα διέπον καὶ ἐφορῶν· «ποῦ γάρ», φησί «πρὸς τὸν Θεὸν ὁ ψαλμῳδός, πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;».

Οὐ πανταχοῦ δὲ μόνον, ἀλλὰ καὶ ὑπὲρ τὸν πᾶν, οὐδ’ ἐν παντὶ αἰῶνί τε καὶ χρόνῳ, ἀλλὰ καὶ πρὸ παντὸς αἰῶνός τε καὶ χρόνου· καὶ οὐ μέχρι μόνον συντελείας αἰῶνος μεθ’ ἡμῶν ἔσται κατὰ τὴν ἐπαγγελίαν, ἀλλὰ πολλῷ μᾶλλον τοῖς ἀξίοις συμπαραμενεῖ κατὰ τὸν μέλλοντα αἰῶνα τὸν Πνεῦμα τὸ ἅγιον, ἀπαθανατίζον τούτων καὶ πληροῦν ἀϊδίου δόξης καὶ τὰ σώματα, ὃ καὶ ὁ Κύριος δηλῶν ἔλεγε τοῖς μαθηταῖς, «ἐγὼ ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ’ ὑμῶν εἰς τὸν αἰῶνα»· σπείρεται γάρ, φησὶν ὁ ἀπόστολος, τουτέστιν ἐνθάπτεται καὶ κατορύττεται τῇ γῇ θανὸν σῶμα ψυχικόν, ταὐτὸ δ’ εἰπεῖν φυσικόν, καὶ ψυχῇ καὶ σώματι κτιστόν, τὸ συνεστάναι καὶ κινεῖσθαι σχόν· ἐγείρεται, τουτέστιν ἀναζῇ σῶμα πνευματικόν, ταὐτὸ δ’ εἰπεῖν ὑπερφυές, ὡς ὑπὸ τοῦ θείου Πνεύματος συνεστὼς καὶ διοικούμενον καὶ τῇ δυνάμει τοῦ Πνεύματος ἀθανασίαν καὶ δόξαν καὶ ἀφθαρσίαν ἠμφιεσμένον. «Ἐγένετο γάρ φησιν, ὁ πρῶτος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν, ὁ δὲ ἔσχατος Ἀδὰμ εἰς Πνεῦμα ζωοποιοῦν· καὶ ὁ μὲν πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δὲ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ· οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, οἷος ὁ ἐπουράνιος τοιοῦτοι καὶ οἱ ἐπουράνιοι».

Τίνες οὗτοι; Οἱ ἑδραῖοι καὶ ἀμετακίνητοι τῇ πίστει, καὶ περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ Κυρίου πάντοτε καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου διὰ τῆς πρὸς αὐτὸν εὐπειθείας φορέσαντες· «ὁ γὰρ ἀπειθῶν τῷ Υἱῷ», διὰ τοῦ αὐτοῦ πάλιν εὐαγγελιστοῦ Ἰωάννης φησὶν ὁ τοῦ Κυρίου Πρόδρομος, «οὐκ ὄψεται τὴν ζωήν, ἀλλ’ ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ’ αὐτόν»· ὀργὴν δὲ Θεοῦ τίς ὑπομενεῖ;

Φοβερόν, ἀδελφοί, τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος· εἰ γὰρ χεῖρας πολεμίων δεδοίκαμεν, καὶ ταῦτα τοῦ Κυρίου λέγοντος, «μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα», τίς νοῦν ἔχων οὐ φοβηθήσεται Θεοῦ χεῖρας, ἐν ὀργῇ κατὰ τῶν ἀπειθούντων ἐπαιρομένας; Ὀργὴ γὰρ Θεοῦ ἀποκαλυφθήσεται ἐπὶ πᾶσαν ψυχήν, τῶν ἐν ἀσελγείαις καὶ ἀδικίαις ἀνεπιστρόφως πορευομένων καὶ τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων.

Φύγωμεν οὖν τὴν ὀργὴν καὶ σπεύσωμεν ἐπιτυχεῖν τῆς χρηστότητος καὶ συμπαθείας τοῦ παναγίου Πνεύματος διὰ τῆς μετανοίας. Ὁ μῖσος ἔχων πρός τινα καταλλαγήτω καὶ πρὸς τὴν ἀγάπην ἐπανίτω, ἵνα μὴ τὸ μῖσος καὶ ἡ πρὸς τὸν πλησίον μάχη καταμαρτυρήσωσιν αὐτοῦ ὡς μὴ τὸν Θεὸν ἀγαπῶντος· εἰ γὰρ τὸν ἀδελφόν σου, ὃν ἑώρακας, οὐκ ἀγαπᾶς, τὸν Θεόν, ὃν οὐχ ἑώρακας, πῶς ἀγαπήσεις; Ἀγάπην δὲ ἔχοντες πρὸς ἀλλήλους, τὴν ἀγάπην ἔχομεν τὴν ἀληθῆ, τὴν ἀνυπόκριτον, καὶ δι’ ἔργων ταύτην ἐπιδεικνύμεθα, μηδὲν λέγειν τε καὶ πράττειν, μᾶλλον δὲ μηδὲ ἀκούειν ὑπομένοντες ὕβριν ἢ βλάβην φέρον τοῖς ἡμετέροις ἀδελφοῖς, ὡς καὶ ὁ ἠγαπημένος τῷ Χριστῷ θεολόγος ἐδίδαξεν ἡμᾶς, «ἀδελφοί», λέγων, «μὴ ἀγαπᾶτε λόγῳ καὶ γλώσσῃ, ἀλλ’ ἔργῳ καὶ ἀληθείᾳ».

Ὁ πορνείᾳ ἢ μοιχείᾳ ἢ παραπλησίᾳ τινὶ τοῦ σώματος ἀκαθαρσίᾳ περιπεσών, ἀποσχέσθω τοῦ μυσαροῦ τούτου βορβόρου καὶ καθαρισάτω ἑαυτὸν δι’ ἐξομολογήσεως, διὰ δακρύων, διὰ νηστείας καὶ τῶν παραπλησίων· πόρνους γὰρ καὶ μοιχοὺς τοὺς μὴ μετανοήσαντας κρινεῖ ὁ Θεὸς καὶ κατακρινεῖ, καὶ ἀποπέμψεται καὶ παραδώσει τῇ γεέννῃ καὶ τῷ ἀσβέστῳ πυρί, καὶ ταῖς ἄλλαις κολάσεσι ταῖς διαιωνιζούσαις, λέγων· ἀρθήτω ὁ βέβηλος καὶ ἐναγής, οὐ μὴ ἴδοι καὶ ἀπολαύσῃ τῆς δόξης τοῦ Κυρίου.

Ὁ κλέπτων ἢ καὶ φανερῶς ἁρπάζων καὶ πλεονεκτῶν, μηκέτι κλεπτέτω, μηδὲ πλεονεκτήτω, μηδὲ ἁρπαζέτω τὰ ἀλλότρια, ἀλλὰ καὶ ἀπὸ τῶν οἰκείων μεταδιδότω τοῖς μὴ ἔχουσι. Καὶ ἵνα συνελὼν εἴπω, εἰ θέλετε ζωήν, ἡμέρας ἰδεῖν ἀγαθάς, καὶ ρυσθῆναι τῶν τε ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν, τῶν τε νῦν ἐπικειμένων βαρβάρων καὶ τῶν ἀποκειμένων τῷ ἀρχεκάκῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ κολαστηρίων ἐκείνων, ἐκκλίνατε ἀπὸ παντὸς κακοῦ, καὶ ποιεῖτε τὰ ἀγαθά· «μὴ πλανᾶσθε» γάρ, πρὸς Κορινθίους φησὶν ὁ ἀπόστολος· «οὔτε πόρνοι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται οὔτε πλεονέκται οὔτε μέθυσοι οὐ λοίδοροι οὐχ ἅρπαγες βασιλείαν Θεοῦ κληρονομήσουσιν». Ὁ οὖν κληρονομίαν μὴ ἔχων μετὰ Θεοῦ, οὐδὲ τοῦ Θεοῦ ἐστιν, οὐδὲ Πατέρα ἔχει τὸν Θεόν.

Ἀλλ’ ἡμεῖς ἀποστῶμεν, ἀδελφοί, παρακαλῶ τῶν τῷ Θεῷ μεμισημένων ἔργων τε καὶ λόγων, ἵνα μετὰ παρρησίας ἐπικαλώμεθα Πατέρα τὸν Θεόν. Ἐπιστρέψωμεν πρὸς αὐτὸν ἐν ἀληθείᾳ, ἵνα καὶ οὗτος ἐπιστρέψῃ πρὸς ἡμᾶς καὶ καθαρίσῃ ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας καὶ ἀξίους ποιήσῃ τῆς αὐτοῦ θείας χάριτος.

Οὕτω γὰρ καὶ νῦν καὶ εἰς τοὺς αἰῶνας ἑορτάσομεν καὶ πανηγυρίσομεν ἐνθέως καὶ πνευματικῶς τὴν τῆς θείας ἐπαγγελίας τελείωσιν· τὴν τοῦ παναγίου Πνεύματος εἰς ἀνθρώπους ἔλευσιν καὶ ἀνάπαυσιν· τὴν τῆς μακαρίας ἐλπίδος ἔκβασιν καὶ συμπλήρωσιν ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν.

Ὅτι αὐτῷ πρέπει δόξα τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.