Ἔργον
Γρηγόριος Παλαμᾶς – Ομιλίες ΚΑ΄–ΜΒ΄
Εγκώμιο στον άγιο Ιωάννη τον Πρόδρομο
Εγκώμιο στον Τίμιο Πρόδρομο, εξιστόρηση του κηρύγματος και του μαρτυρίου του, και η σημασία του ως πρότυπο της μοναχικής πολιτείας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εγκώμιο στον άγιο Ιωάννη τον Πρόδρομο
Εγκώμιο στον Τίμιο Πρόδρομο, εξιστόρηση του κηρύγματος και του μαρτυρίου του, και η σημασία του ως πρότυπο της μοναχικής πολιτείας.
ΕΙΣ ΤΟΝ ΠΑΝΣΕΠΤΟΝ ΤΟΥ ΧΡΙΣΤΟΥ ΠΡΟΦΗΤΗΝ ΚΑΙ ΠΡΟΔΡΟΜΟΝ ΚΑΙ ΒΑΠΤΙΣΤΗΝ ΙΩΑΝΝΗΝ Εἰ τίμιος ὁ θάνατος τῶν ὁσίων καὶ μνήμη δικαίου μετ’ ἐγκωμίων, πόσῳ μᾶλλον ἡμᾶς ποιεῖσθαι τὴν μνήμην μετ’ ἐγκωμίων χρεὼν τῆς τῶν ὁσίων τε καὶ δικαίων κορυφαίας ἀκρότητος Ἰωάννου, τοῦ προσκιρτήσαντος καὶ προδραμόντος καὶ προκηρύξαντος τὸν δι’ ἡμᾶς σαρκωθέντα τοῦ Θεοῦ Λόγον, παρ’ οὗ πάλιν αὐτὸς ἀνεκηρύχθη καὶ μεμαρτύρηται τῶν ἐξ αἰῶνος προφητῶν καὶ ὁσίων καὶ δικαίων ὑπέρτερος;
Οὐ γὰρ ὅτι κρείττω τὰ κατ’ αὐτὸν ἀνθρωπίνου λόγου παντός, οὐδ’ ὅτι παρὰ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ τὴν μαρτυρίαν εἴληφε καὶ τὸ γέρας, καὶ γέρας οὐ δεῖται τοῦ παρ’ ἡμῶν, διὰ τοῦτο σιωπήσαντες ἀγέραστον καταλείψομεν λόγοις, τό γε εἰς ἡμᾶς ἧκον, τὴν τοῦ ἀνωτάτω Λόγου κατὰ τὸ γεγραμμένον φωνήν· ἀλλ’ ὅτι παρὰ Χριστοῦ τοῦ δεσπότου τῶν ὅλων τοιοῦτος ὢν ἀνηγόρευταί τε καὶ μεμαρτύρηται, πᾶσα γλῶσσα πιστῶν κινείσθω πρὸς ὕμνον, ὁπόση δύναμις· οὐχ ἵνα ἐκείνῳ τι προσθῶμεν εἰς δόξαν (πῶς γάρ;), ἀλλ’ ἵνα τὴν ὀφειλὴν ἡμεῖς ἀποτίσωμεν, ἕκαστός τε ἰδίᾳ καὶ κοινῇ πάντες τὰ κατ’ ἐκεῖνον θαυμάσια καὶ ὑμνοῦντες καὶ διηγούμενοι.
Ἅπας μὲν γὰρ ὁ βίος τοῦ ἐν γεννητοῖς γυναικῶν ὑπὲρ ἅπαντας θαῦμα θαυμάτων ἐστίν. Οὐχ ὁ βίος δὲ μόνον ἅπας τοῦ καὶ πρὸ τοῦ γεννηθῆναι προφήτου, καὶ περισσοτέρου τῶν προφητῶν Ἰωάννου, ἀλλὰ καὶ τὰ πολλῷ πρὸ τοῦ βίου καὶ τὰ μετὰ τὸν βίον, ὅσα πρὸς τοῦτον τείνει, πάντων θαυμάτων ἐστὶν ἐπέκεινα.
Θεῖαι μὲν γὰρ περὶ αὐτοῦ προρρήσεις προφητῶν θεολήπτων ἄγγελον αὐτὸν οὐκ ἄνθρωπον ἀναγράφουσι καὶ φωτὸς λυχνίαν καὶ θεοφεγγῆ τινα καὶ ἑωσφόρον ἀστέρα, ὡς προδραμόντα τοῦ ἡλίου τῆς δικαιοσύνης καὶ αὐτοῦ τοῦ Λόγου τοῦ Θεοῦ φωνήν· τί δὲ τῆς τοῦ Θεοῦ φωνῆς τῷ Θεῷ Λόγῳ πλησιαίτερον ἢ συγγενέστερον;
Τῆς δὲ τούτου συλλήψεως ἐγγιζούσης, οὐκ ἄνθρωπος, ἀλλ’ ἄγγελος οὐρανόθεν καταπτάς, Ζαχαρίου καὶ Ἐλισάβετ λύει τὴν στείρωσιν, τίκτειν ἐν βαθεῖ γήρᾳ παῖδα τοὺς ἀγόνους ἐκ νέου ἐπαγγειλάμενος, καὶ πολλῆς χαρᾶς πρόξενον ὡς πᾶσι σωτήριον ἔσεσθαι προκαταγγέλει τὴν τοῦ παιδὸς τούτου γέννησιν. «Ἔσται» γάρ, φησί, «μέγας ἐνώπιον Κυρίου καὶ πλησθήσεται Πνεύματος ἁγίου ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ, καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν· καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλιοῦ».
Παρθένος γὰρ καὶ οὗτος κατ’ ἐκεῖνον καὶ ἐρημοπολίτης μᾶλλον ἢ ἐκεῖνος, καὶ βασιλεῖς καὶ βασιλίδας ἐλέγχων παρανομοῦντας. Ὃ δὲ τοῦτον καὶ ὑπὲρ ἐκεῖνον μάλιστα ποιεῖ, ὅτι καὶ πρόδρομος ἔσται τοῦ Θεοῦ· «προελεύσεται» γάρ, φησί, «ἐνώπιον αὐτοῦ».
Ταῦτα νομίσας ὑπὲρ πίστιν ὁ Ζαχαρίας, πεδεῖται τὴν γλῶσσαν. Ἐπειδὴ γὰρ ἑκὼν οὐκ ἠβουλήθη κηρύττειν, σιωπῶν ἄκων βοᾷ τὴν ξένην τοῦ παιδὸς σύλληψιν μέχρις ἂν εἰς φῶς ἴδοι προελθοῦσαν τὴν τοῦ Λόγου φωνήν. Συλληφθεὶς δὲ μετὰ τοσούτων καὶ οὕτω μεγάλων τῶν ἐπαγγελιῶν, πρὶν ἢ τεχθῆναι προφήτης χρίεται, καὶ τῆς χάριτος—ὢ τοῦ θαύματος! —τῇ μητρὶ μεταδίδωσι· καὶ κατὰ τὸν Ἠσαΐαν, ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης ἐνδύεται, κατὰ δὲ τὸν Ἠλίαν, ἀνθ’ ἑαυτοῦ χρίει προφήτην, καὶ φθάνει καὶ ὑπερβαίνει τὴν ἀμφοτέρων τῶν προφητῶν τελειότητα ἔτι ἐν ἐμβρύοις ὤν, ὡς ἐνώπιον Κυρίου τοιαῦτα ἐπιδεικνύμενος. Ἐπεὶ γὰρ τὸ ἔμβρυον μετὰ τὴν τῶν μελῶν διάρθρωσιν κίνησιν μὲν ἔχει, φωνὴν δὲ οὔπω ἔχει, διὰ τὸ μήπω ἐνδιαιτᾶσθαι τῷ ἀέρι, ἐπέστη δὲ ἡ κυοφοροῦσα τηνικαῦτα τὸν Θεὸν παρθένος, καὶ ἐν γαστρὶ ὢν ὁ Ἰωάννης οὐκ ἀνεπαισθήτως ἔσχε τῆς θεϊκῆς παρουσίας καὶ οἰκονομίας, ἀλλ’ ἀνυμνεῖ ταύτην ἐκεῖθεν διὰ τῆς μητρικῆς γλώττης θεολογῶν· σκιρτᾷ καὶ αὐτὸς ἔνδον καὶ ἀγαλλιᾶται—ὢ τοῦ θαύματος! —ἐν Πνεύματι ἁγίῳ τὴν τελειότητα τοῦ μέλλοντος αἰῶνος ἐν μητρικῇ νηδύϊ δεξάμενος.
Καθάπερ γὰρ ὁ μέγας Παῦλος, τὸ μυστήριον προκαταγγέλλων τῆς αἰωνίου ζωῆς, «σπείρεται», φησί, «σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν», τουτέστι δυνάμει θείου Πνεύματος ὑπερφυεῖ, κατὰ τὸν μέλλοντα αἰῶνα διοικούμενόν τε καὶ κινούμενον, οὕτως ὁ Ἰωάννης ἐσπάρη μὲν καὶ συνέστη σῶμα ψυχικὸν ἐν μητρικῇ νηδύϊ, τῇ δὲ ἐν αὐτῇ παραδόξῳ χρίσει τοῦ θείου Πνεύματος ἀνεδείχθη σῶμα πνευματικὸν ἐν πνεύματι σκιρτῶν καὶ ἀγαλλιώμενος καὶ τὴν αὐτὸν κυοφοροῦσαν προφῆτιν ἀπεργαζόμενος· καὶ γὰρ φωνῇ μεγάλῃ διὰ τῆς ἐκείνης γλώττης εὐλόγει τὸν Θεὸν καὶ μητέρα τοῦ Κυρίου τὴν κυοφοροῦσαν ἀνεκήρυξε παρθένον καὶ καρπὸν τῆς αὐτῆς κοιλίας προσηγόρευσε τὸν ἐν αὐτῇ κυοφορούμενον, ἐγκύμονά τε ἅμα καὶ παρθένον ταύτην εἶναι παριστάς.
Οὕτω μὴ μόνον κατὰ τὸ γεγραμμένον, «πρὶν ἢ γνῶναι τὸ κακὸν ἐξελέξατο τὸ ἀγαθόν», ἀλλὰ καὶ πρὶν ἢ γνῶναι τὸν κόσμον, ἐν ἐμβρύοις ὤν, ὑπερκόσμιος ὁ Ἰωάννης ἦν. Γεννηθεὶς δὲ πάντας καὶ εὔφρανε καὶ ἐξέπληξε τοῖς περὶ αὑτὸν θαυμασίοις· «χεὶρ γὰρ Κυρίου ἦν», φησί, «μετ’ αὐτοῦ» τερατουργοῦσα πάλιν οἷα καὶ πρότερον. Τὸ γὰρ τοῦ πατρὸς αὐτοῦ στόμα, τὸ πεδηθὲν ὡς μὴ πιστεῦσαν τὴν ξένην τοῦ παιδὸς σύλληψιν, ἀνεῴχθη καὶ ἐνεπλήσθη Πνεύματος ἁγίου καὶ προεφήτευσε τά τε ἄλλα καὶ περὶ τοῦ οἰκείου τούτου παιδός, λέγων· «καὶ σὺ παιδίον προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ, τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ». Καθάπερ δὲ συλληφθεὶς ὁ θεῖος παῖς οὗτος, τὸ ἐκ μητρικῆς νηδύος ἔμψυχον τῆς χάριτος ὄργανον, κατ’ αὐτὴν ἐκινεῖτο θείῳ καὶ ἠγαλλιᾶτο Πνεύματι, οὕτω καὶ γεννηθεὶς ηὔξανε πάλιν καὶ ἐκραταιοῦτο Πνεύματι. Ἐπεὶ δὲ οὐκ ἦν ἄξιος αὐτοῦ ὁ κόσμος, ταῖς ἐρήμοις ἐξ ἁπαλῶν ὡς εἰπεῖν ὀνύχων ἐνδιῃτᾶτο τὸν ἀεὶ χρόνον, ἄσκευον, ἀπεριμέριμνον, ἀπραγμάτευτον βίον ἀνύων, λύπης ἄμοιρον, παθῶν ἀγενῶν ἀμέθεκτον, ἡδονῆς τῆς χαμαιζήλου καὶ προσύλου ταύτης καὶ περὶ σῶμα καὶ τὰς σωματικὰς αἰσθήσεις μόνας σαινούσης ἀνώτερον· Θεῷ μόνῳ ζῶν, Θεὸν μόνον ὁρῶν, Θεὸν τρυφὴν οἰκείαν ποιούμενος.
Ἔζη τοίνυν καθάπερ ἔν τινι τῆς γῆς ἐξῃρημένῳ χωρίῳ· «καὶ ἦν ἐν ταῖς ἐρήμοις, ἕως ἡμέρας», φησίν, «ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ».
Τίς δὲ ἡ τῆς ἀναδείξεως ἡμέρα ταύτης; Ἡνίκα ὁ τοῦ βαπτίσματος τοῦ Κυρίου ἐφειστήκει καιρός, περὶ οὗ καιροῦ γέγραπται, οὐκ ἔστιν ὁ συνιών, οὐκ ἔστιν ὁ «ἐκζητῶν τὸν Θεόν, πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν». Ὥσπερ οὖν ὁ Κύριος τηνικαῦτα, πάντων ἀσεβῶν ἡμῶν ὄντων, ἀφάτῳ φιλανθρωπίᾳ χρησάμενος, ὑπὲρ ἡμῶν ἐξ οὐρανοῦ κατῆλθεν, οὕτω καὶ ὁ Ἰωάννης τότε τῆς ἐρήμου ἐξῆλθεν ὑπὲρ ἡμῶν, ὑπηρετήσων τῷ ἐκείνου φιλανθρώπῳ βουλήματι· πρὸς γὰρ τὸν κολοφῶνα τῆς τότε τῶν ἀνθρώπων κακίας καὶ τὴν ἀνείκαστον τῆς τοῦ Θεοῦ φιλανθρωπίας συγκατάβασιν ἐκείνην, τοιούτου ἔδει καὶ τοῦ ὑπηρετησομένου, μηδεμίαν ὑπερβολὴν ἀρετῆς ἀπολείποντος· οὕτω γὰρ ἂν εἵλκυσε τοὺς ὁρῶντας, ὥσπερ οὖν εἵλκυσεν, ἐπιστρέψας πρὸς ἑαυτὸν μετὰ θαύματος, ὡς ἐξηλλαγμένος τις ὢν καὶ ὑπὲρ ἄνθρωπον πολιτείαν ἐπιδεικνύμενος. Ἦν δὲ καὶ κήρυγμα κηρύττων τῆς οἰκείας πολιτείας ἐπάξιον· βασιλείαν γὰρ οὐρανῶν ἐπηγγέλλετο καὶ πῦρ ἄσβεστον ἠπείλει καὶ τὸν βασιλέα τῶν οὐρανῶν ὑπεδείκνυ Χριστόν· «οὗ τὸ πτύον», φησίν, «ἐν τῇ χειρὶ αὑτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὑτοῦ καὶ τὸν μὲν σῖτον συνάξει εἰς τὴν ἀποθήκην αὑτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ».
Οὐ λόγοις δὲ μόνον, ἀλλὰ καὶ δι’ ἔργων τοῖς πᾶσι τοῦτον ἐφανέρωσε, βαπτίσας αὐτὸν καὶ δακτύλῳ δείξας καὶ τοῖς οἰκείοις μαθηταῖς συστήσας καὶ διὰ πάντων μαρτυρήσας, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Πατρός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ τῶν αὐτῷ προσιόντων ψυχῶν νυμφίος, ὁ τὴν ἁμαρτίαν αἴρων τοῦ κόσμου καὶ τὸν μολυσμὸν ἐξαίρων καὶ τὸν ἁγιασμὸν ἀντεισφέρων καὶ χαριζόμενος. Ἑτοιμάσας δὲ οὕτω τὴν ὁδὸν αὐτοῦ κατὰ τὴν Ζαχαρίου πρόρρησιν, καὶ τὸ πᾶν τελέσας, δι’ ὃ καὶ ἀπεστάλη καὶ προέδραμε καὶ βαπτιστὴς ἐν Ἰορδάνῃ γέγονεν, ὑποχωρεῖ Χριστῷ τῆς πρὸς τοὺς συνειλεγμένους παρρησίας καὶ διδασκαλίας καὶ ἀναχωρεῖ τοῦ πλήθους, τῷ Κυρίῳ τούτους παραδούς.
Ἐπεὶ δὲ Ἡρώδης ὁ τοῦ βρεφοκτόνου ἐκείνου υἱός, τὴν μὲν ἀρχὴν τοῦ πατρὸς πᾶσαν οὐ διεδέξατο, τετράρχης γὰρ οὗτος ἦν, τῇ δὲ κακίᾳ τούτου καὶ προσετίθει, συζῶν ἀκολασίᾳ καὶ παράδειγμα τοῖς Ἰουδαίοις πάσης κακίας προκείμενος, οὐκ ἠνέσχετο ὁ Ἰωάννης σιγᾶν (πῶς γὰρ φωνὴ τῆς ἀληθείας ὤν;), ἀλλ’ ἤλεγχεν αὐτὸν περί τε τῶν ἄλλων ἁπάντων ὧν ἐποίει πονηρῶν, καὶ μάλιστα περὶ Ἡρωδιάδος τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ, ἣν ἁρπάσας ἐκεῖνος παρανόμως ἔγημε, λέγων πρὸς αὐτόν· «οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου». Ὁ δὲ τὸν ἔλεγχον, μᾶλλον δὲ τοὺς ἐλέγχους, μὴ φέρων, προσέθηκε καὶ τοῦτο τοῖς ἄλλοις πονηροῖς ἔργοις, καὶ κατέκλεισε τὸν Ἰωάννην ἐν τῇ φυλακῇ.
Φίλιππος δὲ οὗτος υἱὸς καὶ αὐτὸς ἦν Ἡρώδου, μοίρας ἑτέρας τετράρχης ὤν· τοῦ γὰρ πατρὸς αὐτῶν Ἡρώδου μετὰ τὴν ἀπηνῆ καὶ φρενοβλαβῆ βρεφοκτονίαν ἐκείνην συμφοραῖς καὶ νόσοις ἀνηκέστοις καὶ ἀνυποίστοις περιπεσόντος καὶ ἑαυτὸν ἀνελόντος ἐξ ὑπερβαλλούσης ἀνοίας καὶ περιωδυνίας, ἡνίκα καὶ πρὸς τὸν Ἰωσὴφ ὁ ἄγγελος ἐν Αἰγύπτῳ εἶπεν, «ἐγερθεὶς παράλαβε τὸν παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ πορεύου εἰς γῆν Ἰσραήλ· τεθνήκασι γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου»· τοῦ Ἡρώδου τοίνυν ἐκείνου κακῶς τὸ ζῆν ἀπορρήξαντος, ὁ τῶν ὅλων αὐτοκράτωρ τηνικαῦτα Καῖσαρ εἰς τέσσαρα διεῖλε τὴν ὑπ’ ἐκεῖνον ἀρχήν, καὶ τοῖς μὲν δυσὶν ἑτέρους ἐπέστησε, τῶν δ’ ἑτέρων δύο μερῶν τετράρχας κατέστησε τοὺς τοῦ Ἡρώδου υἱούς, Φίλιππόν τε καὶ τὸν Ἡρώδην τοῦτον. Διὸ καὶ ὁ εὐαγγελιστὴς Λουκᾶς τετραρχεῖν αὐτὸν λέγει τῆς Ἰουδαίας, Φίλιππον δὲ τὸν ἀδελφὸν αὐτοῦ τῆς Ἰτουραίας τε καὶ Τραχωνίτιδος χώρας, ἡνίκα τῷ Ἰορδάνῃ ἐπέστη ὁ Ἰωάννης κηρύσσων βάπτισμα μετανοίας.
Οὗτος οὖν ὁ νέος Ἡρώδης κρατήσας ἔδησε καὶ ἔθετο τὸν Ἰωάννην ἐν φυλακῇ, ὡς μὲν ὁ Ματθαῖος καὶ ὁ Μάρκος φησίν, ἐλεγχόμενος ὑπ’ αὐτοῦ διὰ τὴν Ἡρωδιάδα, ἣν σφετερισάμενος ἦν, γυναῖκα οὖσαν τοῦ ἀδελφοῦ αὐτοῦ. Ὁ δὲ Λουκᾶς οὐ διὰ τὴν Ἡρωδιάδα μόνον φησίν, ἀλλὰ «καὶ περὶ πάντων ὧν ἐποίησε πονηρῶν ὁ Ἡρώδης, προσέθηκε καὶ τοῦτο ἐπὶ πᾶσι, καὶ κατέκλεισε τὸν Ἰωάννην ἐν τῇ φυλακῇ». Πῶς οὖν οἱ ἄλλοι εὐαγγελισταὶ τοῦ περὶ τῆς Ἡρωδιάδος ἐλέγχου μόνον πεποίηνται μνήμην; Ἐπειδὴ τοῦ κατακεκλεῖσθαι τὸν Ἰωάννην καὶ ἄλλα πολλὰ τὰ αἴτια, μᾶλλον δὲ πάντα τοῦ φιλοπονήρου βασιλέως τὰ ἔργα, ἐφ’ οἷς ἅπασιν ἐλεγχόμενος, τὴν Ἰωάννου παρρησίαν οὐκ ἔφερε· τοῦ δὲ τὴν κεφαλὴν ἀποτμηθῆναι μόνη γέγονεν ἡ μοιχαλὶς αἰτία, ταῖς παρ’ αὑτῆς μηχαναῖς τε καὶ σπουδαῖς καταπραξαμένη καὶ εἰς τέλος ἀγαγοῦσα τὸ ἔργον. Αὕτη γάρ, ἐλέγχοντι καὶ ἀνθέλκοντι τῆς παρανόμου πράξεως τὸν Ἡρώδην, ἐνεῖχεν ἐγκοτοῦσα τῷ Ἰωάννῃ καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι· οὐ γὰρ ἦν ἄλλως κατασιγᾶσαι τὸν ὡς ἐδόκει κατ’ αὐτῆς ἔλεγχον.
Οὐχ ἁπλοῦν δέ τι τὸ κατ’ αὐτὴν μύσος ἦν, οὐδὲ διπλοῦν μόνον, ἀλλὰ καὶ πολλαπλοῦν· μοιχεία τε γὰρ ἦν, τὸ πάντων ἁμαρτημάτων αἴσχιστον, καὶ οὐ παρ’ ἑτέρου τινὸς ἐκτελουμένη, ἀλλὰ παρὰ τοῦ ἀδελφοῦ τοῦ τῆς μοιχευομένης ἀνδρὸς καὶ παιδοποιήσαντος μετ’ αὐτῆς ἐκείνου, ὡς καὶ τὴν παῖδα ζῆν ἔτι· ὃ καὶ ἀποθανόντος ἐκείνου, τὸν ἀδελφὸν οὐδὲ κατὰ τὸν Μωϋσέως νόμον συνεχώρει τὴν ἐκείνου γυναῖκα γῆμαι, ὁ δὲ καὶ ζῶντος τοῦ ἀδελφοῦ καὶ θυγατέρα ἔχοντος ἐπεβούλευσε τῇ κοίτῃ· οὐδὲ γοῦν κρυφίως, ὡς μεθ’ ὑποστολῆς τινος ἐργάζεσθαι τὴν ἀσέλγειαν, ἀλλὰ παρρησίᾳ καὶ ἀπηρυθριασμένως ἐξετέλει τὸ μύσος.
Οὕτω γοῦν κατὰ πᾶσαν πρόθεσιν προσκείμενος τῇ κακίᾳ κἀντεῦθεν τὸν ἔλεγχον μὴ φέρων, ἐν φυλακῇ τὸν Ἰωάννην κατέκλεισεν. Ἀλλὰ καὶ ἡ φυλακὴ αὕτη μείζων ἔλεγχος ἦν, καὶ ἀκουομένη καὶ ὁρωμένη καὶ διὰ πάντων φοιτῶσα διὰ τῆς φήμης. Διὰ τοῦτο καὶ ἡ Ἡρωδιὰς ἐνεῖχεν αὐτόν, δηλονότι τὴν κατὰ τοῦ Ἰωάννου μανίαν ἐν ἑαυτῇ ἔτρεφε, καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι, καὶ οὐκ ἠδύνατο· «ὁ γὰρ Ἡρώδης», φησίν, «ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον». Ἐφοβεῖτο μὲν ὁ Ἡρώδης τὸν Ἰωάννην διὰ τὸ τῆς ἀρετῆς ὑπερβάλλον, οὐκ ἐφοβεῖτο δὲ τὸν Θεόν, παρ’ οὗ τοῖς ἀνθρώποις ἡ ἀρετή· οὐδὲ αὐτὸν ἐφοβεῖτο τὸν Ἰωάννην ἅτε τοιοῦτον, καίτοι καὶ αὐτὸς τοῦτον εἰδὼς ἄνδρα δίκαιον καὶ ἅγιον, ἀλλ’ ἐφοβεῖτο τοῦτον διὰ τοὺς ὄχλους, ὅτι ὡς προφήτην αὐτὸν εἶχον, καθά φησιν ὁ Ματθαῖος· ὡς γὰρ ὁ αὐτὸς συγγράφεται, οὐχὶ ἡ Ἡρωδιὰς μόνον, ἀλλὰ καὶ αὐτὸς ὁ Ἡρώδης θέλων ἀποκτεῖναι τὸν Ἰωάννην, ἐφοβεῖτο τὸν ὄχλον.
Ὃ δέ φησιν ὁ Μάρκος περὶ Ἡρώδου, ὅτι ἡδέως ἤκουε τοῦ Ἰωάννου, τοιοῦτόν ἐστι· καθάπερ ἐπὶ τῶν ἰατρικῶν πομάτων αἰσθανόμεθα μὲν τῆς πικρίας, καταδεχόμεθα δὲ αὐτά, τὴν ἀπὸ τούτων ἐννοοῦντες ὠφέλειαν, οὕτως ἀντιστρόφως ἐπὶ τῶν πνευματικῶν διδαγμάτων, ἥδονται μὲν αὐτοῖς τοιούτοις φύσει γλυκέσιν οὖσι καὶ οἱ μὴ τούτοις πειθόμενοι, οὐ καταδέχονται δὲ αὐτά, τὴν ἀπὸ τούτων ἐννοοῦντες πρὸς τὰς οἰκείας πονηρὰς ὀρέξεις ἀντίθεσιν. Ἴσως δὲ καὶ ἡδέως μὲν ἀκούων ἦν αὐτοῦ πρότερον, ἐπεὶ καὶ συνετήρει, φησίν, αὐτόν, καὶ ἀκούων αὐτοῦ πολλὰ ἐποίει. Πεφυκότων δὲ τῶν κακῶν μισεῖν τοὺς ἐλέγχοντας, τοῦ μίσους προσγενομένου διὰ τὸν ἔλεγχον, πάντων ἀλογήσας ἐκείνων συνεφώνει τῇ μοιχευομένῃ κατὰ τὴν φόνιον γνώμην καὶ θέλων καὶ αὐτὸς ἀποκτεῖναι τὸν Ἰωάννην, καθά φησιν ὁ Ματθαῖος, ἐφοβεῖτο τὸν ὄχλον, οὐκ ἔνστασίν τινα δεδιὼς ἐκ τούτων, ἀλλὰ μόνην τὴν ἀπὸ τούτων κατάγνωσιν, ἐπειδή περ ὡς προφήτην αὐτὸν εἶχον· ᾔδει γὰρ ὡς οὐδένα τῶν ἁπάντων λέληθε τὸ περιὸν τῆς ἀρετῆς καὶ χάριτος Ἰωάννου, καὶ τῆς παρὰ τῶν πολλῶν δόξης ὑπάρχων ἥττων ἐφοβεῖτο τὴν παρὰ τούτων κατηγορίαν, καὶ τὸν παρ’ αὐτῶν θηρώμενος ἔπαινον ἔστιν ἐφ’ ὧν ἔτι τὴν πρὸς τὸν Ἰωάννην προσεποιεῖτο πειθὼ καὶ εὐλάβειαν.
Ἀλλ’ ἡ Ἡρωδιὰς σοφὴ οὖσα τοῦ κακοποιῆσαι καὶ τοῦτον δὴ τὸν φόβον ἔλυσεν αὐτῷ καὶ πρὸς τὸν φόνον, ὡς ἐνόμισε, μᾶλλον δὲ ὡς ἠπάτησεν, ἀνεγκλήτως ἐπῆρεν· ἐγκοτοῦσα γὰρ καὶ φονῶσα καιρὸν ἐζήτει τὴν ἀπὸ τῶν πολλῶν συσκιάσαι μέμψιν, καὶ προαγαγεῖν εἰς ἔργον τὴν κατὰ τοῦ βαπτιστοῦ καὶ προφήτου μανίαν.
Γενομένης οὖν, φησίν, ἡμέρας εὐκαίρου, πρὸς τὴν φονικὴν δηλονότι μηχανήν, τελουμένων τῶν γενεθλίων Ἡρώδου, καὶ παντὸς μὲν τοῦ ὄχλου συνειλεγμένου, πάντων δὲ τῶν ἐν τέλει προκαθημένων, εἰσῆλθε μεταξὺ πάντων, ἀφεθεῖσα παρ’ αὐτῆς ἐπίτηδες ἡ ταύτης θυγάτηρ, καὶ ὑπὸ τοὺς ἁπάντων ὀφθαλμοὺς ὠρχήσατο τὸ κοράσιον καὶ ἤρεσε τοῖς τε ἄλλοις καὶ τῷ Ἡρώδῃ. Πῶς γὰρ οὐκ ἔμελλεν, αὐτῆς τε οὖσα καὶ ὑπ’ αὐτῆς προαχθεῖσα καὶ ἀναιδῶς ὀρχήσασθαι καὶ τῷ Ἡρώδῃ ἀρέσκειν;
Ἐπὶ τοσοῦτον δὲ τοῦ φιλοπαίγμονος ἐκράτησε βασιλέως ἡ ἀναιδὴς ὄρχησις, ὥστε καὶ εἰπεῖν τῷ κορασίῳ· «αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοι· καὶ ὤμοσεν αὐτῇ, ὅτι ὃ ἐὰν αἰτήσῃς, δώσω σοι, ἕως ἡμίσους τῆς βασιλείας μου».
Ἐξέρχεται πρὸς τὴν μητέρα καὶ διδάσκαλον τῶν ἀσέμνων ἁλμάτων ἐκείνων καὶ λυγισμάτων τὸ ἀναιδὲς κόριον, ἀπαγγέλλει τὸν ὅρκον, ζητεῖ διδαχθῆναι τὸ αἴτημα, διδάσκεται πάραυτα καὶ προθυμότατα πείθεται, καὶ πρὸς τὸν βασιλέα μετὰ σπουδῆς ἐπανέρχεται καὶ τὴν αἴτησιν ἀνερυθριάστως προβάλλεται, θέλω λέγουσα, ἵνα μοι δῷς ἐξ αὐτῆς, ὅτι τάχιστα, κατ’ αὐτὴν δηλονότι τὴν ὥραν, ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.
Ταῦτα μὲν οὖν τὸ κοράσιον ἀπηρυθριασμένως ᾐτεῖτο· ἡ δὲ μοιχαλὶς ἔλυεν ὡς ᾤετο τῷ βασιλεῖ διὰ τούτων τὴν ἐπὶ τῷ φόνῳ τοῦ βαπτιστοῦ καὶ προφήτου κατηγορίαν, διὰ τὴν πρὸς τὸν ὅρκον εὐλάβειαν δόξεις λέγουσα τὸν φόνον ἐργάσασθαι, καὶ οὐ διὰ τὸ πρὸς τὸν δίκαιον μῖσος. «Ὁ δὲ βασιλεὺς περίλυπος γενόμενος», φησί, «διά τε τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους οὐκ ἠθέλησεν αὐτὴν ἀθετῆσαι»· διὸ καὶ πέμψας ἀπεκεφάλισε τὸν Ἰωάννην ἐν τῇ φυλακῇ, καὶ ἠνέχθη ἡ κεφαλή, καὶ ἐδόθη τῷ κορασίῳ.
Βαβαὶ πόσων κακῶν αἴτιον ἡ δοξομανία! Οὐκ ἠδύνατο φονεῦσαι διὰ τὸν ὄχλον, ἐφόνευσεν αὖθις διὰ τοὺς συνανακειμένους· περίλυπος ἐγένετο δι’ οὐδὲν ἄλλο ἢ διὰ τὸ δόξαι τῆς παρὰ τῶν πολλῶν ἐστερεῖσθαι δόξης· στενὰ γὰρ ἐγένετο πάντοθεν τῷ βασιλεῖ τὰ πράγματα, ἂν μὲν φονεύσῃ τὸν δίκαιον, ἡ ἐπὶ τῷ φόνῳ μέμψις προσδόκιμος, ἂν μὴ φονεύσῃ, δόξει ἐπίορκος. Ὁ ὅρκος, διὰ φιλοτιμίαν, ὁ ἐπὶ τῇ παραβάσει οὐ ὅρκου φόβος, διὰ φιλοδοξίαν, ὁ ἐπὶ τῇ τοῦ ὅρκου φυλακῇ φόνος, διὰ τὴν δόξαν· αὐτὸ τὸ συμπόσιον κενοδοξία συνεκρότησεν ἅπαν. Καλῶς ἄρα ἐν τοῖς εὐαγγελίοις φησὶν ὁ Κύριος· «πῶς δύνασθε πιστεύειν εἰς ἐμὲ δόξαν παρὰ ἀλλήλων λαμβάνοντες καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ μὴ ζητοῦντες;». Ταύτην τὴν ἐξ ἀνθρώπων δόξαν καὶ Ἰουδαῖοι ζητοῦντες τὴν πρὸς αὐτὸν ἠθέτησαν πίστιν καὶ τὸ καθ’ ἑαυτοὺς πάντων τῶν προφητῶν τὴν κεφαλὴν ἐξέκοψαν, τὸ πλήρωμα τῶν προφητῶν, ἀνελόντες Χριστόν. Τοιαῦτα τὰ ἔργα τοῦ ὑπὸ μοιχαλίδων καὶ ὀρχηστρίδων γυναίων βασιλευομένου βασιλέως· τοιαῦτα οἷς θέλγεται καὶ ἀρέσκεται καὶ δι’ ἃ τὴν βασιλείαν ἀπεμπολεῖ καὶ προδίδωσι, καὶ εἰς τοῦτο πράξεως ἄγεται.
Τοιοῦτόν τι πάσχει καὶ ὁ ἡμέτερος νοῦς, ἀδελφοί· βασιλεὺς γὰρ καὶ αὐτοκράτωρ τῶν παθῶν ὑπὸ Θεοῦ δεδημιουργημένος, ὅταν αὐτὸς ὑπὸ τούτων θελχθῇ, εἰς ἀτόπους δουλείας καὶ πράξεις ἐκτόπους ἐξάγεται. Καὶ οὕτω τῶν τῇ ἁμαρτίᾳ καὶ τοῖς πάθεσι δεδουλωμένων ἕκαστος, ὑπὸ τοῦ οἰκείου συνειδότος ἐλέγχοντος ἀχθόμενοί τε καὶ δυσχεραίνοντες πρῶτον μὲν οἱονεὶ κατακλείουσιν αὐτό, καθάπερ ὁ Ἡρώδης τὸν Ἰωάννην, αὐτοῦ ἀκούειν μὴ θέλοντες· πρὸς δὲ καὶ τοὺς εἰς ἀθέτησιν τῆς ἁμαρτίας καὶ προτροπὴν πάσης καλοκαγαθίας γεγραμμένους λόγους, μηδὲ τούτων ἀκούειν ἀποδεχόμενοι. Ὅταν δὲ τελέως κρατηθῶσιν ὑπὸ τῆς παρανόμως συνοικούσης αὐτοῖς Ἡρωδιάδος, τῆς φιλαμαρτήμονος γνώμης, τότε καὶ τὸν ἔμφυτον αὐτοῖς τῆς χάριτος λόγον, τὴν ἑαυτῶν φημι συνείδησιν ἀναιροῦσι, τελέως καταργοῦντες αὐτήν, ἀπιστοῦσί τε καὶ ἀντιλέγουσι τῇ θεοπνεύστῳ Γραφῇ, ἀσυνείδητοι παντάπασι καὶ ἀντικείμενοι τῷ λόγῳ τοῦ Θεοῦ γινόμενοι, καθάπερ ὁ Ἡρώδης τῷ Ἰωάννῃ.
Ἀλλὰ καὶ οἱ πρὸς τὴν ἀλήθειαν τῆς εὐσεβείας ἀντιλέγοντες, τὰ παραπλήσια πάσχουσι, μᾶλλον δὲ καὶ ποιοῦσιν. Ἐλεγχόμενοι γὰρ ὑπὸ τῶν προφητικῶν καὶ ἀποστολικῶν καὶ πατερικῶν λόγων παρ’ ἡμῶν προτεινομένων, πρῶτον μὲν ὥσπερ κατακλείουσιν αὐτοὺς ἐν τοῖς βιβλίοις, λέγοντες, ἄφετε αὐτοὺς ἐκεῖ κεῖσθαι, καὶ μηδεὶς αὐτοῖς χρῄσθω, μηδὲ προτεινέτω τούτους, μηδὲ γοῦν τοῦ Κυρίου λέγοντος ἀκούοντες, «ἐρευνᾶτε τὰς Γραφάς, καὶ ἐν αὐταῖς εὑρήσετε ζωὴν τὴν αἰώνιον». Εἶτα ὑπὸ τῆς Ἡρωδιάδος, τῆς καθ’ ἑαυτοὺς δυσσεβοῦς δόξης, ἐπὶ τὸ χεῖρον προαγόμενοι, καὶ προτιθέασιν αὐτοὺς ἐπὶ πίνακος οἱονεὶ κατεσφαγμένους, διὰ τῶν οἰκείων συγγραμμάτων τούτους ἀναιροῦντες, εἰς ἐπίχαρμα καὶ βλάβην τῶν αὐτοῖς συναινούντων.
Οὕτως Ἡρώδης μέν ἐστι πάσης κακίας τε καὶ δυσσεβείας πρόγραμμα, ὁ δὲ Ἰωάννης πάσης ἀρετῆς καὶ εὐσεβείας στήλη· Ἡρώδης μὲν γάρ ἐστι τὸ πλήρωμα τῆς κακίας, τὸ κράτος τῆς δυσσεβείας, τὸ ὄργανον τῆς παρανομίας, ὁ σάρκινος ὄντως, ὡς κατὰ σάρκα ζῶν τε καὶ φρονῶν· Ἰωάννης δὲ ἡ τῶν ἀπ’ αἰῶνος θεοφόρων ἀκρότης, τὸ περιφανὲς καταγώγιον τῶν χαρισμάτων τοῦ Πνεύματος, ὁ τῆς θείας χάριτος φερωνύμως ἐπώνυμος, τὸ πάσης εὐσεβείας καὶ ἀρετῆς ἐνδιαίτημα. Δύο τοίνυν εἰκόνες πρόκεινται σήμερον, καθ’ ὑπερβολὴν πρὸς ἀλλήλας ἀνθεστηκυῖαι καὶ ἀντικείμεναι, ὧν ἡ μὲν ὀλίγα τε καὶ πρὸς ὀλίγον τοὺς κατ’ αὐτὴν ζῆν προαιρουμένους εὐφραίνειν δοκοῦσα καὶ τιμᾶν ἀτιμίᾳ καὶ θλίψει παραδίδωσιν ἀλήκτῳ καὶ ἀφορήτῳ· ἡ δὲ πρὸς ὀλίγον πονεῖν διδοῦσα τοὺς πρὸς αὐτὴν βλέποντας, εἶτα χαρίζεται τούτοις δόξαν καὶ ἀπόλαυσιν θείαν καὶ ἀπόρρητον καὶ ἀληθινὴν καὶ αἰώνιον. Εἰ μὲν οὖν κατὰ σάρκα ζῶμεν, κατὰ μίμησιν τοῦ δερματίνου Ἡρώδου μέλλομεν ἀποθνῄσκειν, καθά φησιν ὁ ἀπόστολος. Εἰ δὲ θείῳ Πνεύματι κατὰ ζῆλον τοῦ Ἰωάννου ταῖς πονηραῖς τοῦ σώματος ὀρέξεσί τε καὶ πράξεσιν ἀντικείμεθα, ζησόμεθα εἰς αἰῶνας.
Τῆς μὲν γὰρ κατὰ Πνεῦμα ζωῆς τὸ τέλος κέκρυπται νῦν ἐν τῷ Χριστῷ πρὸς τὸν Θεὸν καὶ οὔπω πᾶσι φανερόν ἐστιν, ὅταν δὲ φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα, κληρονόμοι Θεοῦ, συγκληρονόμοι Χριστοῦ, τῶν αἰωνίων ἐκείνων καὶ ἀκηράτων ἀγαθῶν ἐπιτυχόντες, ἃ μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσεν, ἀλλ’ οὐδὲ ἐπὶ καρδίαν ἀναβέβηκεν ἀνθρώπου, ὡς ὑπὲρ ἀκοὴν ὄντα καὶ ὀφθαλμὸν καὶ διάνοιαν. Τοῖς δὲ κατὰ σάρκα ζῶσιν, οὐ θνητὰ καὶ πρόσκαιρα μόνον, ἀλλὰ καὶ οὕτω σμικρὰ καὶ εὐτελῆ τὰ τερπνά, ὡς κερατίοις τισὶ καὶ χοιρώδει παρεικάζεσθαι βρώσει.
Εἰ μὲν οὖν καὶ ταῦτα ἦσαν αἰώνια, πάλιν ἐκεῖνα τούτων προτιμᾶν ἔδει, ὡς ἀσυγκρίτως παντάπασιν ὑπερέχοντα· εἰ δὲ κατ’ ἐκεῖνα μεγάλα τινὰ καὶ θαυμαστὰ καὶ ταῦτα ἦν, ὅτι ταῦτα πρόσκαιρα, ἐκεῖνα δὲ αἰώνια, πάλιν ἐκεῖνα προτιμητέα ὡς διαμένοντα· ἐπεὶ δὲ ἐκεῖνα μὲν καὶ ἄληκτα καὶ ἀσύγκριτα, ταῦτα δὲ καὶ ἀχρεῖα καὶ πρόσκαιρα, προτιμήσωμεν, ἀδελφοί, τὰ μόνιμα καὶ ἀπόρρητα καὶ οὐράνια, τῶν κάτω συρομένων καὶ φθειρομένων· παραδράμωμεν δικαίως τὰ παρατρέχοντα, κἂν πρὸς ὀλίγον σαίνοντα κλέπτῃ τὴν αἴσθησιν· ἀντιποιησώμεθα τῶν μελλόντων ὡς μενόντων καὶ μηδέποτε λυομένων· φεύγωμεν τὴν πρὸς Ἡρώδην ὁμοίωσιν· σπεύδωμεν ὅση δύναμις, πρὸς τὴν τοῦ Προδρόμου τῆς χάριτος μίμησιν, καὶ μάλιστα πάντων ἡμεῖς, οἷς ὁ βίος μονήρης· ὧν ἡ πολιτεία τῶν κοσμικῶν ἐθῶν τε καὶ πραγμάτων διώρισται, καὶ ἐγγίζει πως τῷ ἐρημικῷ καὶ μεμονομένῳ βίῳ τοῦ προφήτου καὶ βαπτιστοῦ, ὅς, καὶ τοῦτο προειδὼς ὡς προφήτης, ὅτι τὸ μοναδικὸν ἔσται τάγμα τὸ τοῦτον μετρίως γοῦν μιμεῖσθαί ποτε δυνησόμενον, οὐχ ὑπὲρ εὐσεβείας, ἀλλ’ ὑπὲρ ἀρετῆς ἀγωνιζόμενος ἀπετμήθη τὴν κεφαλήν, ἵνα καὶ ἡμεῖς ἕτοιμοι ὦμεν μέχρι θανάτου πρὸς τὴν ἁμαρτίαν ἀντικαθίστασθαι, εἰδότες ὅτι μαρτυρίου στέφανον λήψεται ὁ τὰ πάθη δι’ ἀρετῆς τροπωσάμενος.
Ὅσῳ γὰρ ἔλαττόν ἐστι κακὸν ἡ ἁμαρτία συγκρινομένη πρὸς τὴν ἀσέβειαν, τοσοῦτον ἐκ τοῦ ἀκολούθου μεῖζον ἀγαθὸν ἂν εἴη τὸ προκινδυνεῦσαι τῆς ἀρετῆς· πῶς γὰρ ἂν οὐχὶ καὶ ὑπὲρ τοῦ μείζονος ἐκείνου, δηλονότι τῆς εὐσεβείας, εἴπερ ἐδέησεν, ἔθηκε τὴν ψυχὴν ὁ ὑπὲρ τοῦ ἐλάττονος ταύτην προδούς;
Διὸ καὶ ὁ ἐν γεννητοῖς γυναικῶν μείζων, ὁ τῆς μετανοίας κήρυξ, ὁ πρόδρομος καὶ βαπτιστὴς τοῦ Σωτῆρος, ὑπὲρ ἀρετῆς ἀγωνιζόμενος ἀπετμήθη τὴν κεφαλήν· ὃς οὐ τοῦ Χριστοῦ μόνον πρόδρομος ἦν, ἀλλὰ καὶ τῆς αὐτοῦ Ἐκκλησίας καὶ τῆς καθ’ ἡμᾶς, ἀδελφοί, μάλιστα πολιτείας. Ἐκεῖνος ἐκ στείρας ἐτέχθη, τῆς Ἐλισάβετ, καὶ ἡμεῖς ἐκ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, περὶ ἧς γέγραπται· «εὐφράνθητι στείρα ἡ οὐ τίκτουσα, ρῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα». Ἐκεῖνον μετὰ τὴν γέννησιν ὁ βρεφοκτόνος Ἡρώδης φονῶν ἐδίωκε, διὰ τὴν πρὸς Χριστὸν ἀπέχθειαν κἀκείνῳ μαχόμενος, ἀλλ’ εὗρε καταφυγὴν τὴν ἔρημον καὶ φιλτέραν ἔκρινε τοῦ κόσμου, καὶ ταύτην ᾤκησεν. Ἐπιτίθεται καὶ ἡμῖν μετὰ τὴν πνευματικὴν γέννησιν ὁ νοητὸς Ἡρώδης, διώκων καὶ αὐτὸς ἀρτίως δι’ ἡμᾶς τὸν Χριστόν.
Διὰ τοῦτο φεύγομεν καὶ ἡμεῖς τὸν κόσμον καὶ καταφυγὴν εὑρίσκομεν τὰ ἀφιερωμένα ταῦτα τῷ Θεῷ τῆς ἀρετῆς φροντιστήρια, καὶ οὕτω διαδιδράσκομεν τοὺς ἀνηλεεῖς δορυφόρους καὶ μαχαιροφόρους ἐκείνου, τὰ τῶν παθῶν ὑπεκκαύματα, δι’ ὧν τὸν πνευματικὸν ἐπιφέρει θάνατον, τοῦ Θεοῦ χωρίζων τὸν ἄνθρωπον.
Οὗτός ἐστιν ὁ θάνατος ὁ διὰ τῶν ἐν ἡμῖν θυρίδων, ἤτοι τῶν αἰσθήσεων, ἐφ’ ἡμᾶς ἀναβαίνων· δι’ αὐτῶν γὰρ ἐπῆλθε καὶ τὴν ἀρχὴν καὶ κατέσπασεν ἄνωθεν τὸ γένος ἡμῶν, τῆς ἀθανασίας ἐκβαλὼν τοὺς προπάτορας. Ἤκουσεν Εὔα τῆς κακοβούλου τοῦ πονηροῦ συμβουλῆς· εἶδεν, ἔπαθεν, ἔφαγεν, ἀπέθανεν, ἔθελξε τὸν ἄνδρα, κοινωνὸν ἔλαβε καὶ τοῦ γεύματος καὶ τοῦ πτώματος. Ἐκεῖνοι πρὸς μίαν πεῖραν οὐκ ἴσχυσαν ἀντισχεῖν, ἑνὶ λόγῳ σὺν δόλῳ πάραυτα τὰ ὦτα ὑπέκλιναν, μιᾶς ὡραίας θέας ἡττήθησαν, καίτοι μήπω ἐμπαθεῖς ὄντες, ἀλλ’ ἀπαθεῖς, ἐν καθαρῷ παθῶν χωρίῳ περιπολοῦντες· ἡμεῖς ἆρα δυνηθῶμεν, ἐν κόσμῳ τρεφόμενοι διὰ βίου, πρὸς τὰς πολυμόρφους τῶν παθῶν θέας, πρὸς τὰς πολυρρήμονας καὶ οὐχ ἧττον ἀσχήμονας ἀκοάς τε καὶ ὁμιλίας, μὴ παθεῖν κακῶς, μηδὲ τρωθῆναι καὶ πονήρως διατεθῆναι τὸν ἔσω ἄνθρωπον; Οὐκ ἔστι τοῦτο οὐκ ἔστι.
Διὰ ταῦτα τὸν τῆς χάριτος πρόδρομον οἱ πατέρες μιμούμενοι, τῷ κόσμῳ ἀποταξάμενοι καὶ τὴν συναυλίαν φυγόντες τῶν αὐτῷ προσκειμένων, οἱ μὲν τὴν ἔρημον ᾤκησαν καὶ πολλοὺς τῶν ἔπειτα γεγονότων πρὸς ταύτην εἵλκυσαν· οἱ δὲ περιτειχίσμασιν ἱεροῖς ἐνασκήσαντες καὶ συνοδίας πνευματικὰς ἐν αὐτοῖς συνεστήσαντο, αἷς ἡμεῖς ἄλλοτε ἄλλος κατὰ ζῆλον ἐκείνων ἐναρμοζόμενοι, τοῖς ἱεροῖς τούτοις ἐμβιοῦμεν σηκοῖς. Οὐ κατοικεῖν δὲ μόνον ἐν αὐτοῖς δεῖ, ἀλλὰ καὶ κατὰ τοὺς πατέρας ἐκείνους ζῆν· οὐδὲ γὰρ τῶν ἐπὶ γῆς ἄλλων τούτων τοῦ Θεοῦ παραδείσων τὸ γνωστὸν καλοῦ καὶ πονηροῦ ξύλον ἄπεστιν, οὐδ’ ὁ πονηρὸς ὑφηγητής· ἔστι δὲ ἡμᾶς παιδευθέντας τοῖς ἐκ παλαιοῦ παραδείγμασι, τῷ μόνῳ σοφῷ τε καὶ ἀγαθῷ συμβούλῳ προσέχειν καὶ τοῖς αὐτῷ πρότερον καὶ νῦν πειθαρχοῦσι κατ’ ἴχνος ἕπεσθαι, τὴν ἀναστροφὴν ἀποστολικῶς εἰπεῖν μιμουμένους τούτων ὧν τὴν ἔκβασιν εἴδομεν. Εἰσὶ δὲ καὶ θηρία καὶ κτήνη κατά τε τὴν ἔρημον καὶ τὰ ἱερὰ ταῦτα σεμνεῖα· καὶ πολὺ τὸ δέος, μὴ παρασυμβληθῶμεν τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὁμοιωθῶμεν αὐτοῖς, ἂν μὴ πρὸς δύναμιν ἕκαστος τὸν Ἰωάννου βίον μιμώμεθα.
Τί οὖν; Ἐκεῖνος τὴν κεφαλὴν ἀεὶ ἀπερικάλυπτον εἶχεν, ἀδιαλείπτου προσευχῆς τοῦτο δεῖγμα, καὶ τῆς πρὸς Θεὸν παρρησίας· ἀκατακάλυπτον γὰρ δεῖ τὸν ἄνδρα προσεύχεσθαι κατὰ τὴν τοῦ ἀποστόλου φωνήν, ὡς ἂν ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζώμεθα. Ἐγκαλυπτέσθωσαν οὖν οἱ τῷ κόσμῳ συνδεδεμένοι διὰ τὰς περιστοιχιζούσας, μᾶλλον δὲ συμπεφυκυίας, βλάβας καὶ τὰ παρὰ πόδας συνεχῆ σκῶλα, μὴ τοῦτο δυνάμενοι διηνεκῶς καθ’ ἡμᾶς. Ἡμεῖς δὲ οἱ καλῶς τοῦ κόσμου ἀναχωρήσαντες, ἀναχωρῶμεν αὐτοῦ καὶ τῇ διανοίᾳ, ψαλμοῖς καὶ ᾠδαῖς καὶ προσευχαῖς πνευματικαῖς τῷ Χριστῷ συνδήσαντες τὸν νοῦν τὸν ἡμέτερον, καὶ σκήνωμα ποιήσωμεν ἑαυτοὺς τοῦ σωτηρίου ὀνόματος, αὐτοῦ μνημονεύοντες, δι’ ὃν τοῦ κόσμου ἐξήλθομεν. Ὁ γὰρ δι’ αὐτὸν τοῦ κόσμου ἀναχωρήσας καὶ τῶν ἐν βίῳ τὴν πρὸς αὐτὸν ἕνωσιν ποθεῖ πάντως· ἡ δὲ διὰ τῆς αὐτοῦ διηνεκοῦς προσγίνεται μνήμης καθαιρούσης τὸν νοῦν.
Καθάρωμεν οὖν τὸ τῆς διανοίας ὄμμα ἔργοις καὶ λόγοις καὶ λογισμοῖς πρὸς τὸν Θεὸν ἀνατείνοντες· οὐ γὰρ ἔχομέν τι τῶν κατασπώντων, ἂν μόνον ἐθέλωμεν κατὰ τὸ ἐφικτὸν πρὸς τὸν Ἰωάννου βίον ὁρᾶν. Ἐκεῖνος ἄστεγος περιῆγεν, ἡμεῖς ἀρκεσθῶμεν τῇ μικρᾷ στέγῃ, στέρξωμεν τῷ παρὰ τοῦ προεστῶτος ἕκαστος δεδομένῳ οἰκίσκῳ, τὸν διὰ βίου ἀνέστιον ἐνθυμούμενοι· ἐκεῖνος ἠρκεῖτο τοῖς ἀκροδρύοις καὶ τῷ μελεάγρῳ, βοτάνη δέ ἐστιν αὕτη αὐτομάτως ἐν ἐρήμῳ φυομένη, ἧς ταῖς ρίζαις καὶ οἱ μετὰ τοῦτον ἐρημοπολῖται πατέρες πρὸς τροφὴν ἐχρήσαντο· ἀκρόδρυα δέ φασι τὰς ὀπώρας. Ὀπώραις οὖν ἐκεῖνος καὶ ρίζαις βοτανῶν διέζη ἢ μέλιτι ὀρείῳ, μονοχίτων τε ἦν καὶ ζώνην δερματίνην εἶχε περὶ τὴν ὀσφύν, ὁμοῦ μὲν δι’ αἰνιγμάτων δεικνὺς τὴν νέκρωσιν τῶν παθῶν ἐν τῷ σώματι περιφέρων, ὁμοῦ δὲ καὶ τὸ τῆς ἀκτημοσύνης ἀγαθὸν αὐτός τε ἔχων καὶ ἡμᾶς δι’ ἔργων διδάσκων. Πόσων ἡμεῖς εὐποροῦμεν τῶν πρὸς τροφὴν καὶ ἀμφίασιν ἐπιτηδείων, δοχεῖά τε ἔχοντες καὶ ἀποθήκας σίτου τε καὶ οἴνου πλήρεις, ἀρτοποιεῖά τε καὶ ἀρτοκοπεῖα καὶ ἁπλῶς πάντα τὰ ἐπιτήδεια;
Εὐχαριστῶμεν οὖν τῷ τούτων χορηγῷ Θεῷ καὶ τῷ αὐτοῦ προδρόμῳ, δι’ ὃν ἀπόνως ταῦτα συγκομίζεται, καθάπερ ἀπὸ πηγῆς ἡμῖν ἐπιρρέοντα· καὶ εἰς δόξαν αὐτοῦ ταῦτα προσφερώμεθα, δι’ ἔργων τὴν εὐχαριστίαν ἀποδιδόντες αὐτῷ. Ἂν γὰρ τοῖς κοινοῖς τούτοις τοῖς κατὰ τὴν μονὴν ἀρκώμεθα, οὐ πάνυ μακράν ἐσμεν τῆς Ἰωάννου ἀκτημοσύνης τε καὶ ἐγκρατείας. Εἰ γὰρ καὶ κατὰ πάντα ἀπαράμιλλος ἐκεῖνος, ἀλλ’ ὡς ἐκεῖνος ἐτρέφετο ὑπὸ Θεοῦ, οὕτω καὶ ἡμεῖς ἀπὸ τῶν τοῦ Θεοῦ ταμείων.
Ἂν δὲ κτήματα καὶ ταμεῖα ἔχωμεν οἰκεῖα, τοῦτό ἐστι τὸ δεινὸν τὸ καὶ μακρὰν ἡμᾶς ποιοῦν τῆς τῶν ἁγίων κοινωνίας· ὁ γὰρ ἀναχωρήσας τοῦ κόσμου καὶ ἰδιόκτητα ἔχων ἢ ἐκεῖθεν ἐνεγκὼν ἢ κτησάμενος ἐνταῦθα, τὸν κόσμον συμπεριφέρει μεθ’ ἑαυτοῦ καὶ οὐδέποτε ἀναχωρεῖ τοῦ κόσμου, κἂν ἐν αὐτῷ τῷ Ἁγίῳ Ὄρει ᾖ, κἂν ταῖς εἰκονιζούσαις τὸν οὐράνιον χῶρον ταύταις ἐνοικῇ μοναῖς, τὸ καθ’ ἑαυτὸν κοινοῖ τὸν τόπον καὶ οὐκ ἀφίησιν εἶναι τοῦτον τοῦ κόσμου κρείττω. Ὁ δὴ τοιοῦτος κατακριθήσεται πάντως, ὡς τὸ ἱερὸν τοῦ Θεοῦ κοινὸν ἡγησάμενος. Ἀλλὰ καὶ ὁ τοῦ Κυρίου βαπτιστὴς καὶ πρόδρομος Ἰωάννης ἐξῆλθε τῆς ἠρεμίας καὶ ἐρημίας ἐκείνης; Ἀλλ’ ὑπ’ αὐτοῦ πεμφθείς, τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ καὶ εἰς ἔλεγχον τῶν ἀπειθούντων, δι’ ὃν ὑπ’ αὐτῶν καὶ τὴν κεφαλὴν ἀφῄρηται σήμερον.
Οὐ γὰρ ἐχρῆν ὑποστῆναι τοῦτον φυσικὸν θάνατον· καταδίκη γάρ ἐστιν οὗτος τῆς τοῦ Ἀδὰμ παραβάσεως, ἧς οὐκ ὀφειλέτης ὁ τῆς ἐντολῆς ὑπηρέτης, ὁ ἐξ αὐτῆς τῆς μητρικῆς νηδύος τῷ Θεῷ ὑπήκοος· ὑπὲρ ἀρετῆς δὲ καὶ εὐσεβείας τοῖς ἁγίοις τιθέναι τὴν ψυχὴν ὀφείλεται, κατὰ τὴν τοῦ Κυρίου ἐντολήν· καὶ διὰ τοῦτο τούτοις κατάλληλος μᾶλλον ὁ βίαιος ὑπὲρ τοῦ καλοῦ θάνατος· διὸ καὶ ὁ Κύριος οὕτω τοῦ θανάτου ἐγεύσατο. Ἔδει δὲ καὶ τὸν θάνατον Ἰωάννου πρόδρομον εἶναι τοῦ θανάτου Χριστοῦ, ὡς ἂν κατὰ τὴν πατρικὴν αὐτῷ προφητείαν προπορευθῇ τοῦ προσώπου Κυρίου τοῦ δοῦναι γνῶσιν σωτηρίας καὶ τοῖς ἐν σκότει τοῦ ᾅδου καθημένοις, ἵνα προσδράμωσι κἀκεῖνοι καὶ τῆς ἐν Χριστῷ μακαρίας καὶ ἀθανάτου ζωῆς ἐπιτύχωσιν.
Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, πρεσβείαις τοῦ ἐκ μητρικῆς νηδύος ἐπιτυχόντος αὐτῆς, καὶ τοῖς ἐν γῇ καὶ τοῖς ὑπὸ γῆν ταύτην ἀνακηρύξαντος καὶ ποδηγήσαντος καὶ ποδηγοῦντος ἔργῳ καὶ λόγῳ καὶ ταῖς πρὸς Θεὸν ἱκεσίαις πρὸς αὐτὴν ἅπαντας, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν· ᾧ μόνῳ πρέπει δόξα αἰώνιος. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.