Ἔργον
Γρηγόριος Παλαμᾶς – Ομιλίες ΜΓ΄–ΞΓ΄
Ομιλία ΜΗ΄: Στην Ε΄ Κυριακή του Λουκά
Η παραβολή του Πλουσίου και του Λαζάρου, το αγεφύρωτο χάσμα μετά θάνατον, η δικαιοσύνη της ανταπόδοσης και η αξία της ελεημοσύνης.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ομιλία ΜΗ΄: Στην Ε΄ Κυριακή του Λουκά
Η παραβολή του Πλουσίου και του Λαζάρου, το αγεφύρωτο χάσμα μετά θάνατον, η δικαιοσύνη της ανταπόδοσης και η αξία της ελεημοσύνης.
ΕΙΣ ΤΟ ΤΗΣ ΠΕΜΠΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΛΟΥΚΑ ΕΥΑΓΓΕΛΙΟΝ, ΤΟ ΛΕΓΟΝ, «ΑΝΘΡΩΠΟΣ ΤΙΣ ΗΝ ΠΛΟΥΣΙΟΣ, ΚΑΙ ΕΝΕΔΙΔΥΣΚΕΤΟ ΠΟΡΦΥΡΑΝ» Ἐν ᾗ περὶ πλουσίων τε καὶ πενήτων, καὶ τὶς ὁ σωζόμενος Τῶν κατὰ σῶμα χρειῶν τὰς μὲν ἐκ τῶν οἰκείων ἐπιτηδευμάτων ἕκαστος ἔχομεν, τὰς δὲ παρ’ ἀλλήλων λαμβάνομεν ἀντιδιδόντες ἀλλήλοις τὰ ἑαυτῶν· οὐ γὰρ ὁ αὐτός ἐστι καὶ γραμματικὸς καὶ γεωργὸς καὶ ράπτης καὶ ὑφάντης καὶ οἰκοδόμος καὶ σκυτοτόμος καὶ ἰατρὸς καὶ τῶν ἄλλων ἕκαστον. Ἐπεὶ οὖν πάντα μὲν ἕκαστος οὐκ ἔχει τὰ πρὸς τὴν χρείαν παρ’ ἑαυτοῦ, πάντων δὲ τῶν τοιούτων ἀναγκαίως ἕκαστος δεῖται, μέσον εὑρέθη τὸ νόμισμα, δι’ οὗ βιωφελῶς καὶ τὸ περιττεῦον ἐκκενοῦται καὶ τὸ ἐνδέον πληροῦται.
Ἐκδίδωσι γὰρ ὁ γεωργὸς τὰ περιττὰ τοῖς μὴ γεωργοῦσι καὶ λαβὼν τὴν τούτων ὠνὴν δι’ αὐτῆς ὠνεῖται τὸν οἶκον τυχὸν ἢ τὸ ὕφασμα· καὶ ὁ σκυτοτόμος πωλήσας τὰ ὑποδήματα καὶ τίμημα λαβὼν ἱκανόν, τοῦ λείποντος παραμυθεῖται τὴν ἔνδειαν· καὶ οὕτω τῇ πρὸς ἀλλήλους κοινωνίᾳ πάντων ἡμῶν ὁ βίος ἡμῶν συνίσταται, καὶ διὰ τοῦτο καὶ συνοικίαι καὶ πόλεις, καὶ κοινωνικὸν ζῶόν ἐστιν ὁ ἄνθρωπος.
Ἐπὶ δὲ τῶν πνευματικῶν καὶ τῶν κατ’ ἀρετὴν ἐπιτηδευμάτων οὐχ οὕτως ἔχει· οὐ γὰρ ὁ σώφρων μέν, οὐ δίκαιος δέ, δύναται δοῦναί τι τῷ δικαίῳ τῆς σωφροσύνης καὶ δικαιοσύνην ἐξ ἐκείνου κομίσασθαι· οὐδὲ ὁ ἀληθινὸς περὶ λόγους, μὴ ἀνεξίκακος δέ, τῆς ἀνεξικακίας τί ποτε κτήσαιτο παρ’ ἑτέρου διαμειβόμενος, ἢ τῷ μὴ κεκτημένῳ μεταδοίη τῆς ἀληθείας, αὐτὸς λέγω τῆς παρ’ αὐτοῦ λαληθείσης· οὐδ’ ἔστι μέσον ἐν τούτοις οἷόν τι νόμισμα τὰς παρ’ ἀλλήλων ἀντιδόσεις μετροῦν καὶ ὁμοτίμους ἀπεργαζόμενον. Διὰ τοῦτο δεῖ καὶ ἀναγκαῖόν ἐστιν, ἀδελφοί, ἕκαστον ἡμῶν πᾶσαν ἀρετὴν κατορθοῦν.
Οὐ γὰρ ἔστι τὸν μὴ κατορθώσαντά τινα τούτων παρ’ ἄλλου ταύτην λαβεῖν, οὐδὲ τὴν ἐπὶ τῇ στερήσει ταύτης καταδίκην καὶ ζημίαν διαφυγεῖν. Διό φησιν ὁ Δαβίδ, «ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος;», τουτέστιν οὐδείς.
Ἀλλ’, ὢ τῆς ἀνεικάστου φιλανθρωπίας τοῦ δεσπότου Χριστοῦ! Τοῦτο γάρ, ὃ μηδὲ παρὰ τῶν ὁμοτίμων καὶ ὄντως τιμίων τῆς ψυχῆς ἀρετῶν διαμειβόμενον ὑπάρχει λαβεῖν, εὔωνον ἄλλως ἐποίησε. Δύναται γάρ τις διὰ τῶν γηΐνων τούτων καὶ χαμαιζήλων χρειῶν τοῦ σώματος, τῶν βρωμάτων λέγω καὶ τῶν πομάτων, τῶν ἐνδυμάτων, τοῦ προσόντος ἑκάστῳ χρυσίου ἢ ἀργυρίου (γῆ γὰρ τὰ τοιαῦτα πάντα καὶ χοῦς καὶ τούτων οὐδὲν ἀτιμότερον)· δύναται γοῦν τις διὰ τῶν ἀτίμων τούτων κατὰ τὴν δεσποτικὴν ἐπαγγελίαν τε καὶ παραίνεσιν, εἰ τὰ περιττὰ παράσχοι τοῖς τὰς ἀρετὰς κεκτημένοις (πτωχοὶ γὰρ ὡς ἐπίπαν οὗτοι τῶν κατὰ σῶμα χρειῶν), διὰ τῆς μεταδόσεως ταύτης ἀναπληρῶσαι τὴν ἐπ’ ἀρεταῖς ἔλλειψιν καὶ τὴν ἐπὶ τῇ στερήσει τούτων εὐθύνην διαφυγεῖν. Καὶ τοῦτο δηλῶν Παῦλος ὁ μέγας πρὸς τοὺς Κορινθίους γράφων, κοινωνίαν πρὸς τοὺς ἁγίους τὴν μετάδοσιν ταύτην καλεῖ, καὶ προϊὼν ἐπάγει, «τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα, ἵνα καὶ τὸ ἐκείνων περίσσευμα γένηται εἰς τὸ ὑμῶν ὑστέρημα». Ὁ δὲ Κύριος, «ποιήσατε», φησίν, «ὑμῖν φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα, ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς», μαμωνᾶν ἀδικίας λέγων τὸ περιττεῦον τῆς χρείας καὶ μὴ πρὸς τοὺς δεομένους μεταδιδόμενον.
Δεῖ οὖν, ὡς ἔφην, ἕκαστον ὑμῶν, ἀδελφοί, πᾶσαν ἀρετὴν κατορθοῦν, ἂν δέ τινος λιπώμεθα τούτων, διὰ τῆς ἐκ τῶν ἐνόντων μεταδόσεως τὸ λεῖπον ἀναπληροῦν. Δεύτερος οὗτος τοῦ λόγου πλοῦς, καὶ μάλιστα τοῖς ἐν τῷ κόσμῳ στρεφομένοις ὑμῖν, δι’ οὗ τὴν σωτηρίαν ἐμπορευσόμεθα τῶν ὑμετέρων ψυχῶν. Ἂν δὲ καὶ τούτου καταμελήσωμεν, φόβος πολὺς μὴ τὸ πῦρ ἐκεῖνο τὸ ἄσβεστον καὶ ἡ αἰώνιος στέρησις ἡμᾶς διαδέξεται. Καὶ τοῦτο δεικνὺς ὁ Κύριος τὴν σήμερον ἐπ’ ἐκκλησίας ἀναγινωσκομένην προέθηκε παραβολήν· «ἄνθρωπός τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον, εὐφραινόμενος καθ’ ἡμέραν λαμπρῶς». Πᾶσα ἡ τοῦ πλουσίου σπουδὴ περὶ τὸν ἱματισμὸν καὶ τὸν καλλωπισμὸν καὶ τὴν πολυτέλειαν τῶν ἐνδυμάτων καὶ περὶ τραπέζας καὶ πότους καὶ τρυφάς. «Πτωχὸς δέ τις ἦν ὀνόματι Λάζαρος, ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἔλειχον τὰ ἕλκη αὐτοῦ».
Ὁρᾶτε τοῦ πλουσίου τὸ παντάπασιν ἀκοινώνητον πρὸς τὸν πτωχὸν Λάζαρον; Ὁ μὲν ὑπερεπίμπλατο καθ’ ἡμέραν πληθούσης αὐτῷ τῆς τραπέζης παντοδαπῶν ἐδεσμάτων καὶ καρυκευμάτων πολυτελῶν, ὁ δὲ Λάζαρος ἐπεθύμει χορτασθῆναι καὶ ἀπὸ τῶν εὐτελεστάτων ὡς μηδέποτε χορτασθείς· ὁ μὲν ἐλαμπρύνετο πορφύραν καὶ βύσσον περιβαλλόμενος καὶ τῇ εὐεξίᾳ τοῦ σώματος εἰς ὡραϊσμὸν καταχρώμενος, ὁ δὲ Λάζαρος καὶ τὰ περὶ αὐτὸν διερρωγότα ράκη πλήρη μολυσμοῦ καὶ δυσωδίας ἐκέκτητο, βρύων ἕλκεσι καὶ ἰχῶρσι περιρρεόμενος· ὁ μὲν ἐπὶ μετεώρου καθῆστο τῷ πλήθει τῶν ὑπηρετουμένων κυκλούμενος, ὁ δὲ Λάζαρος ἐρριμένος ἐπ’ ἐδάφους ἔκειτο πρὸς τὸν πυλῶνα μηδὲ τὸν ἀποσοβοῦντα τοὺς κύνας ἔχων.
Ἀλλὰ τίνος ἕνεκα τὸν μὲν πτωχὸν ἐξ ὀνόματος καλεῖ, τὸν δὲ πλούσιον ἀνωνύμως εἰσήγαγεν; Ἔστι μὲν εἰπεῖν, ὅτι τὸ μὲν ὄνομα τοῦ πτωχοῦ τούτου κατὰ τὴν εὐαγγελικὴν φωνὴν ἀναγραπτόν ἐστιν ἐν τοῖς οὐρανοῖς, τοῦ πλουσίου δὲ καὶ ἡ μνήμη μετὰ τοῦ ὀνόματος ἐκεῖθεν ἐξηλείφθη καὶ ἀπώλετο. Καὶ ὁ Ψαλμῳδὸς γὰρ περὶ τῶν τοιούτων φησίν· «οὐ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου». Ἐπεὶ δὲ καὶ τῶν πλουσίων ἕκαστος δύναται εἰς ἑαυτὸν νοῆσαι τὴν παραβολήν, καὶ λογισάμενος ἐκεῖνον ἑαυτὸν μετανοίας ἐντεῦθεν ἀφορμὴν λαβεῖν, ἀνωνύμως ὁ πλούσιος προήχθη, ὡς ἂν οὕτω πρὸς ἕκαστον τῶν πλουσίων ὁ λόγος ἀφορᾷ· τῶν δὲ πτωχῶν ἕκαστος ἑαυτὸν νομίσαι Λάζαρον οὐκ ἔχει, κἂν ᾖ κατ’ ἐκεῖνον· δεῖ γὰρ ἐν ταπεινώσει τὴν δεσποτικὴν ψῆφον ἀναμένειν· διὰ τοῦτο τοίνυν ὁ πτωχὸς ἐξ ὀνόματος ἐκλήθη. «Ἐγένετο δέ», φησίν, «ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον τοῦ Ἀβραάμ». Μετὰ τιμῆς ὑπερκοσμίου ὡς ἀθλητὴς ὁ πτωχὸς πρὸς τοὺς στεφάνους ἀπάγεται.
Δείξας δὲ ὁ Κύριος τὸν μὴ σωζόμενον πλούσιον, δείκνυσιν ἡμῖν εὐθὺς καὶ τὸν σωζόμενον πλούσιον· τοιοῦτος δέ ἐστιν ὁ Ἀβραάμ. Οὐ καλεῖ δὲ τοῦτον πλούσιον, ἐπειδὴ κρεῖττον εἶχε τοῦ πλούτου τὴν ἀρετήν· πατρὸς γὰρ ἀγάπην καὶ διάθεσιν ἐπεδείκνυτο πρὸς πάντας· διὸ καὶ ἀπὸ τοῦ κρείττονος ὧν εἶχε, δηλαδὴ τῆς ἀρετῆς, καλεῖται· τὸ γὰρ Ἀβραὰμ πατὴρ ἑρμηνεύεται πολλῶν. Ὁ δὲ πλούσιος ἐκεῖνος τοῦ γηΐνου καὶ παραρρέοντος πλούτου κρεῖττον εἶχεν οὐδέν· διὸ καὶ ἀπ’ ἐκείνου ἐκαλεῖτο. Οὐ μὴν διὰ τὸν πλοῦτον τῆς σωτηρίας ἀπέτυχεν, ἀλλὰ διὰ τὴν φιληδονίαν καὶ τὴν ἀσπλαγχνίαν καὶ τὴν μισοξενίαν· καὶ ὁ Ἀβραὰμ γὰρ πλούσιος ἦν, ἀλλὰ καὶ διὰ τὴν φιλοθεΐαν καὶ τὴν εὐσπλαγχνίαν καὶ τὴν φιλοξενίαν οὐ μόνον ἐσώθη, ἀλλὰ καὶ τόπος τῶν σωζομένων ἐγένετο. Διὸ καὶ ὁ Λάζαρος ἀποθανὼν ἀπηνέχθη παρὰ τῶν ἀγγέλων (οὗτοι γάρ εἰσι διάκονοι κατὰ Παῦλον «διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν»)· ἀπηνέχθη οὖν παρὰ τούτων εἰς τὸν κόλπον τοῦ Ἀβραάμ· κόλπος δέ ἐστι τοῦ Ἀβραὰμ ἡ χώρα τῶν ζώντων, ἡ κατοικία τῶν ἀϊδίως εὐφραινομένων, ἡ περιοχὴ τῶν αἰωνίων ἀγαθῶν. «Ἀπέθανε δέ», φησί, «καὶ ὁ πλούσιος, καὶ ἐτάφη».
Τάχα ὁ Λάζαρος οὐδὲ ταφῆς ἔτυχε θανών, μηδὲ τὸν κηδεύσαντα ἔχων· διόπερ ἐπ’ ἐκείνου μὲν οὐδαμῶς ἐμνημόνευσε ταφῆς, ἐνταῦθα δὲ πρόσκειται, ὅτι ἀποθανὼν ὁ πλούσιος «καὶ ἐτάφη»· ἅμα δὲ καὶ διὰ τὴν μέχρι τάφου τῶν πλουσίων φαντασίαν καὶ πολυτέλειαν. Ἀλλ’ ὁ τῶν τοιούτων πλουσίων τοιοῦτος τάφος θύρα τούτοις, φεῦ! τοῦ ᾅδου καὶ τῶν ἐν τοῖς καταχθονίοις βασάνων γίνεται· ἐτάφη γάρ, φησίν, ὁ πλούσιος, «καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὑτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ τὸν Ἀβραὰμ ἀπὸ μακρόθεν, καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ». Κάτω ποτὲ πρὸ τοῦ πυλῶνος ἐρριμένον, λιμοῦ τραυματίαν, καὶ τῇ κόνει τοῦ ἐδάφους ἐγκαλινδούμενον καὶ μηδὲ κινεῖσθαι δυνάμενον ὁ πλούσιος τὸν Λάζαρον ἔβλεπε, καὶ παρέβλεπε· νῦν κάτω κείμενος αὐτὸς καὶ βασανιζόμενος καὶ τὰς βασάνους φυγεῖν οὐ δυνάμενος, ἀναβλέψας ὁρᾷ τὸν Λάζαρον ἄνω ἐν σκηναῖς ἀνέσεως μετὰ πολλῆς ἀνέσεως διατρίβοντα καὶ τοῖς τοῦ Ἀβραὰμ κόλποις ἐνδιαιτώμενον, καὶ οὐκ ἀξιοῖ παρορᾶν, μᾶλλον δὲ καὶ ἀξιοῖ μὴ παροφθῆναι ὑπὸ τοῦ παροφθέντος παρ’ αὐτοῦ πρότερον· ἔνθα μὲν ἐλέου ἦν τόπος, οὐ ζητήσας τοῦτον οὐδὲ πραγματευσάμενος, ἔνθα δὲ ἀνίλεως ἡ δικαιοσύνη, μάτην ζητῶν τὸν ἔλεον· «φωνήσας» γάρ, φησίν, «εἶπε, πάτερ Ἀβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον, ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὑτοῦ ὕδατος, καὶ καταψύξῃ τὴν γλῶσσάν μου· ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ».
Εἰς ἐλάχιστον πάνυ περιέκλεισε τὴν ἱκεσίαν, παρρησίαν οὐκ ἔχων αἰτῆσαί τι πλέον, ὡς αὐτοκατάκριτον ἔχων τὸ συνειδός. Ἐφώνησε δέ, ἐπειδὴ πολὺ τὸ μεταξὺ διάστημα· πατέρα δὲ τὸν Ἀβραὰμ προήχθη λέγων, ἵνα διδαχθῶμεν ὅτι τοῦ γένους ὑπῆρχε τῶν θεοσεβῶν καὶ μὴ νομίσωμεν ὡς δυσσεβῆ τηγανίζεσθαι τὸν πλούσιον ἐκεῖνον. Ὡς γὰρ ἀνελεήμων καὶ φιλήδονος περιεσχέθη τῇ ἀσβέστῳ τοῦ πυρὸς φλογί, καίτοι καθ’ αἷμα προσήκων τῷ Ἀβραάμ. «Ἐλέησέ με δέ», φησίν, «ὅτι ὀδυνῶμαι, καὶ πέμψον τὸν Λάζαρον», ὃν αὐτὸς οὐκ ἠλέησε πρὸ τοῦ πυλῶνος ὀδυνώμενον· διὸ οὐδὲ πρὸς αὐτὸν ἐποιήσατο τὴν ἱκεσίαν. Σταλαγμοῦ δὲ δεῖται καὶ μικρᾶς ρανίδος καταψυχούσης τὴν γλῶτταν, καὶ οὐ τυγχάνει.
Ὁρᾶτε μετὰ προσθήκης τῆς κολάσεως τὴν ἀντίδοσιν; Ὁ μὲν γὰρ πτωχός ποτε Λάζαρος ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς αὐτοῦ τραπέζης οὐκ ἠδύνατο χορτασθῆναι, νῦν δὲ οὗτος οὐ τοῦ κόρου μόνον ἐστέρηται καὶ τῶν εὐτελεστάτων, ἀλλ’ οὐδὲ ρανίδος ἀξιοῦται βραχείας. «Εἶπε» γάρ, φησί, «πρὸς αὐτὸν ὁ Ἀβραάμ, τέκνον, μνήσθητι ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὅδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι».
Ἐλεεῖ μὲν ὁ Ἀβραὰμ τὸν ἐν τῇ φλογὶ πλούσιον· διὸ καὶ τέκνον συμπαθῶς αὐτὸν καλεῖ. Ἐλεεῖ δὲ οὐ μᾶλλον, οἶμαι, τῆς κολάσεως ἢ τῆς ἔτι ἐνεργουμένης ἐν αὐτῷ κακίας. Οὔπω γὰρ εἰς συναίσθησιν ἦλθε τῶν ἁμαρτημάτων· οὔπω συνῆκε δικαίως τηγανιζόμενος.
Οὐκ ἐλέησόν με, λέγει, ὅτι ἐμαυτῷ τὸ πῦρ ἀνέκαυσα τοῦτο, ἐμαυτῷ τὰς ὀδύνας ἐθησαύρισα ταύτας· ἀντὶ τῶν αὐλῶν καὶ τῶν κρότων καὶ τῶν βδελυρῶν ᾀσμάτων τὰς βοὰς ἔχω καὶ τὰς οἰμωγὰς καὶ τοὺς τοῦ παφλάζοντος πυρὸς ἐπ’ ἐμὲ φρικωδεστάτους ψόφους, ἀντὶ τῶν ἡδέων ὀσμῶν τὸν τοῦ πυρὸς ἀτμόν, ἀντὶ τῶν περιττῶν βρωμάτων καὶ πομάτων καὶ τῆς περὶ ταῦτα τρυφῆς τὴν ὑπὸ τοῦ πυρὸς τούτου ξηραινομένην ἐσχάτως γλῶσσαν καὶ τὴν μέχρι σταγόνος ἔνδειαν, ἀντὶ τῶν πορνικῶν πυρώσεων ὅλον τὸ σῶμα καταφλέγει τὸ πῦρ. Οὐκ εἶπε ταῦτα, ἀλλὰ τὰς ὀδύνας ἀποκλαίεται μόνον. Τί οὖν ὁ Ἀβραὰμ πρὸς αὐτόν; Ἐλθέ ποτε εἰς ἑαυτόν· ὁμολόγησον, ὅτι δικαίως τῇ φλογὶ παρεδόθης, μνησθεὶς ὅτι ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου ἅπερ ἐνόμισας ἀγαθά σοι τυγχάνειν, ἃ προείλου κεκτῆσθαι τῶν κατ’ ἐξουσίαν σοι προτεθέντων, ἅπερ ἔσπευσας, ἔλαβες, δηλονότι τὰ πρόσκαιρα· ταῦτα γὰρ προετίμησε τῶν αἰωνίων. Ὁ δὲ Λάζαρος, φησίν, ἔσχε τὰ ἀντίθετα κακά, τουτέστι τὰς τοῦ σώματος κακώσεις· διὰ τοῦτο νῦν μὲν οὗτος αἰωνίως παρακαλεῖται, ὡς προσκαίρως τότε πάσχων κακῶς, σὺ δὲ ὀδυνᾶσαι διηνεκῶς, ὡς προσκαίρως εὐπαθῶν τότε καὶ καθηδυπαθῶν.
Πῶς δὲ οὐκ εἶπεν ‘ἔλαβες’, ἀλλ’ «ἀπέλαβες»; Δεικνὺς ὅτι, ὁ ἐν τῷ βίῳ τούτῳ ἡδοναῖς τε καὶ τρυφαῖς προσκείμενος καὶ δαψιλῶς τῶν ἀναλωμάτων εὐπορῶν καὶ τῇ εὐπορίᾳ καταχρώμενος κἄν τι τῶν ἄλλων κατορθώσῃ, μισθὸν οὐ λήψεται· ἀντὶ γὰρ μισθοῦ τὴν νῦν εὐπορίαν ἔχει καὶ τὴν εὐπάθειαν, ὥσπερ ὁ πτωχείᾳ καὶ ἀσθενείᾳ κατατρυχόμενος καὶ γενναίως φέρων ὡς ἀντίδοσιν ἔχει τῶν πλημμελημάτων τὴν τῆς σαρκὸς κακοπάθειαν.
Ἀλλ’ «ἐπὶ πᾶσι τούτοις», φησί, «μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἐντεῦθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν». Ὁρᾶτε ὅτι καὶ αὐτὸς ὁ Ἀβραὰμ οὐ δύναται, κἂν ἐθέλῃ, βοηθῆσαι τοῖς ἐκεῖ κατακρίτοις; Ἀδιάβατον γὰρ εἶναί φησι παντὶ τὸ μεταξὺ χάσμα, ὡς καὶ τοὺς ἐθέλοντας διαβῆναι μὴ δύνασθαι· «μηδὲ οἱ ἐκεῖθεν», φησί, «πρὸς ἡμᾶς διαπερῶσιν». Ἔοικεν ἐνδοτέρω τῆς φλογὸς εἶναι τοὺς ἄλλους τῶν κολαζομένων, οὓς ὁ Ἀβραὰμ ἐκεῖθεν εἶναί φησιν, ἀλλὰ καὶ σφοδροτέρου πειρᾶσθαι τοῦ κολαστικοῦ πυρός, ὡς μηδὲ δύνασθαι λαλεῖν ὅλως. Οὗτοι δ’ ἂν εἶεν οἱ μετὰ τοῦ ἀμεταδότου τρόπου καὶ δι’ ἁρπαγῆς πλουτοῦντες ἐν τῷ νῦν αἰῶνι, καθ’ ὃ νῦν ὁ πλούσιος οὗτος οὐκ ᾐτιάθη· οὐ γὰρ ὡς ἅρπαξ καὶ ἄδικος, ἀλλ’ ὡς ἄσπλαγχνος καὶ φιλήδονος κατακρίνεται μόνον.
Πρὸς ὃν φησὶν ὁ Ἀβραάμ, ὡς, ἐπεὶ τὸν ἀπολαυστικὸν καὶ ἄνετον καὶ διαρρέοντα βίον τοῦ ἐγκρατοῦς προετίμησας, ὀδύνη καὶ θλῖψις καὶ στενοχωρία νῦν σε περιέσχε δικαίως· ἐπεὶ δὲ καὶ πρὸς τοὺς πτωχοὺς οὐδεμίαν κοινωνίαν εἶχες διὰ τῆς μεταδόσεως, οὐδὲ ἐκτήσω φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, οὐδὲ τὸ σὸν περίσσευμα ἔδωκας εἰς τὸ ἐκείνων ὑστέρημα, ἀλλὰ καθάπαξ πρὸς τοὺς ἁγίους ἀκοινώνητος ἔμεινας, διεστηκὼς αὐτῶν, ὡς πρὸς τὴν ἀρετὴν ἡ κακία διέστηκε· διὰ τοῦτο νῦν μεταξὺ ἡμῶν τῶν κατ’ ἀρετὴν ἐζηκότων καὶ ὑμῶν τῶν ἐν κακίᾳ βεβιωκότων μέγα καὶ ἀδιάβατον ἐστήρικται χάσμα, ὡς μηδέποτε πρὸς ἀλλήλους διαβῆναι δύνασθαι. Παρίστησι δὲ διὰ τούτων τὸ ἀτελεύτητον καὶ ἀμετάθετον καὶ τῆς τῶν ἁμαρτωλῶν κολάσεως καὶ τῆς τῶν δικαίων ἀνέσεως.
Ἀλλ’ ὁ πλούσιος οὐδ’ οὕτω συνῆκεν ἀσύνετος ὤν, οὐδ’ ἔστη τῆς κακίας οὐδὲ κατέγνω ἑαυτοῦ· ἀλλ’ ἔτι δικαιοῦν ἐπιχειρεῖ ἑαυτόν, καὶ ὡς μηδενὸς αὐτῷ προδιαμαρτυραμένου περὶ τοῦ τόπου τούτου τῆς βασάνου, «ἐρωτῶ οὖν σε», φησίν, «ἵνα πέμψῃς τὸν Λάζαρον εἰς τὸν οἶκον τοῦ πατρός μου (ἔχω γὰρ πέντε ἀδελφοὺς) ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου». Δείκνυσι γάρ, ὡς, εἰ καὶ αὐτὸς εἶχε τὸν προδιαμαρτυράμενον, οὐκ ἂν ἔπραττεν ἐκεῖνα, δι’ ἃ εἰς τὴν γέενναν κατεδικάσθη. Τοῦ Ἀβραὰμ δὲ εἰπόντος, «ἔχουσι Μωσέα καὶ τοὺς προφήτας, ἀκουσάτωσαν αὐτῶν» (ὁ μὲν γὰρ Μωϋσῆς ὡς ἐκ προσώπου τοῦ Θεοῦ ἐν τῇ ᾠδῇ φησι, «πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου, καυθήσεται ἕως ᾅδου κατωτάτου»· Ἠσαΐας δὲ τοῖς ἄλλοις προφήταις συνῳδὰ «ἐκκαυθήσονται», φησίν, «οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων»)· ταῦτα τοῦ Ἀβραὰμ εἰπόντος, ἐκεῖνος πάλιν ἐνιστάμενός, φησιν· «οὐχί, πάτερ Ἀβραάμ, ἀλλ’ ἐάν τις ἐκ νεκρῶν πορευθῇ πρὸς αὐτούς, μετανοήσουσι». Τί οὖν πρὸς τοῦτο πάλιν ὁ Ἀβραάμ; «
εἰ Μωυσέως», φησί, «καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδέ, ἐάν τις ἐκ νεκρῶν ἀναστῇ, πεισθήσονται», τοῦτο λέγων πρὸς αὐτὸν ἄντικρυς, ὡς, ἐπεὶ τῶν μωσαϊκῶν καὶ προφητικῶν λόγων μήπω ἀποβιοὺς οὐδένα λόγον ἐποιοῦ, κἂν εἰ νεκρὸν εἶδες ἀναστάντα, τῆς σπατάλης καὶ τῆς ἀσπλαγχνίας οὐκ ἂν ἀπέστης ἐκείνῳ πεισθείς. Διὰ τοῦτο νῦν ἐν μέσῳ περιληφθεὶς τῷ τῆς γεέννης πυρὶ δικαίως, ἀνηλεεῖς καὶ ἀπαύστους ἔχεις τὰς περιωδυνίας.
Ὁ μὲν οὖν πλούσιος ἐκεῖνος, ἀδελφοί, Μωσέα καὶ τοὺς προφήτας ἔχων, ὧν οὐδεὶς ἐκ τῶν νεκρῶν ἀνέστη, ἐδόκει τινὰ πρόφασιν ἔχειν, ἡμεῖς δὲ μετ’ ἐκείνων καὶ τοῦ δι’ ἡμᾶς ἐκ νεκρῶν ἀναστάντος ἀκούομεν λέγοντος, «μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ», «τῷ αἰτοῦντί σε δίδου, καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ἀποστραφῇς», καὶ «ἰδοὺ τὰ ἐνόντα δότε ἐλεημοσύνην, καὶ πάντα καθαρὰ ὑμῖν ἐστιν»· ἐὰν δέ τις ἐσθίῃ καὶ πίνῃ μετὰ μεθυόντων, πρὸς δὲ τοὺς πτωχοὺς σκληρὸς καὶ ἀμετάδοτος ᾖ, «ἐλεύσεται», φησίν, «ὁ Κύριος ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει».
Μηδεμιᾶς οὖν προφάσεως ὑπολειφθείσης ὑμῖν, ἐπεὶ «μηδενὶ ἐκ τοῦ περιττοῦ ἐστιν ἡ ζωὴ αὐτοῦ ἐκ τῶν ὑπαρχόντων αὐτῷ», ὁ μὲν ἔχων τι περιττὸν τοῖς μὴ ἔχουσι μεταδιδότω, διὰ τούτου τῷ κλήρῳ τοῦ τῶν σωζομένων πατρὸς Ἀβραὰμ εἰσποιούμενος, οἱ δὲ ἐνδεεῖς τὴν τοῦ Λαζάρου καρτερίαν μιμείσθωσαν, ἐν τῇ ὑπομονῇ αὐτῶν τὰς ψυχὰς αὐτῶν κτώμενοι καὶ ἐν ταπεινώσει τοὺς κόλπους τοῦ Ἀβραὰμ ἐκείνους ἑαυτοῖς μνώμενοι, παρ’ ὧν «ἀπέδρα μὲν πᾶσα ὀδύνη καὶ λύπη καὶ στεναγμός», χαρὰ δὲ καὶ τρυφὴ καὶ θυμηδία τούτοις ἐμφιλοχωρεῖ ἔνθεός τε καὶ ἀκατάληκτος. Διὰ τοῦτο γὰρ ἡμῖν ὁ Χριστὸς τὰ ἐκεῖ διὰ τῆς παραβολῆς ἐφανέρωσε ταύτης, ἵνα μετανοίᾳ βελτιωθέντας τῶν αἰωνίων ἡμᾶς ἐκείνων καταξιώσῃ τερπνῶν τῶν ἀποκειμένων ἀπαλλάξας βασάνων. Ἐὰν δὲ μὴ βελτίους ἡμᾶς αὐτοὺς ποιήσωμεν διὰ τῆς μετανοίας, πολὺ τὸ δέος μὴ καὶ τὰς καθ’ ἡμῶν αὐξήσωμεν βασάνους· «ὁ γὰρ γνούς», φησί, «τὸ θέλημα τοῦ Κυρίου αὑτοῦ καὶ μὴ ποιήσας, δαρήσεται πολλάς».
Ταῦτα καὶ τὰ τοιαῦτα πρὸς ἡμᾶς εἰπὼν καὶ διαμαρτυράμενος ἡμῖν ὁ δι’ ἡμᾶς καὶ παθὼν καὶ ταφεὶς καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, εἰς οὐρανοὺς ἀνῆλθεν. Ἀνέδειξε δὲ τῆς αὐτοῦ παρουσίας καὶ τῆς ἀληθείας τῶν ὑπ’ αὐτοῦ κατηγγελμένων μαρτύρων στῖφος οὐκ εὐαρίθμητον, οἷς ἐμπρέπει περιφανῶς εἴπερ τις καὶ τῶν πλείστων ἐξόχως ὁ νῦν ἑορτῆς ὑπόθεσις τῇ καθ’ ἡμᾶς ἐκκλησίᾳ προκεῖνος, ὁ τὰ πάντα μέγας Δημήτριος, ὃς οὐ λόγοις μόνον ἀνεκήρυξε τὴν μαρτυρίαν, ἀλλὰ καὶ πρὸς τοὺς ἀπειθοῦντας μέχρις αἵματος ἐνστάς, τὸ μὲν σῶμα στήλην ἀκαθαίρετον ἀνέδειξεν ὑπογράφουσαν καὶ τιθεῖσαν ὑπ’ ὄψιν δι’ ἑαυτῆς τὰ τοῦ Σωτῆρος πάθη, τῇ δὲ διὰ τοῦ οἰκείου τούτου σώματος πηγῇ τῶν μύρων καὶ τῶν τεραστίων ἀνακηρύττει καὶ τὴν ἀνάστασιν τοῦ σταυρωθέντος καὶ τὴν τοῦ ἀναστάντος δύναμιν. Πῶς γὰρ ἂν αὐτὸς τοιαύτης ἠξιώθη δόξης ἐκείνου τὸ πάθος μιμησάμενος καὶ θανὼν ὑπὲρ ἐκείνου, εἰ μὴ ἐκεῖνος ὁ ἀναστὰς κατὰ τὸ ψαλμικὸν «ὡς Κύριος ἐβασίλευσε» καὶ ὡς μονογενὴς παρὰ Πατρὸς «εὐπρέπειαν ἐνεδύσατο καὶ περιεζώσατο τὴν παντοδύναμον δύναμιν»;
Ἔχοντες οὖν πρὸ ὀφθαλμῶν ἡμῶν τὸν μάρτυρα τῆς ἀληθείας, ὑπακούωμεν τῇ αὐτοαληθείᾳ θεαρέστως ζῶντες καὶ οὕτω προσέλθωμεν ἑορτάζοντες καὶ ψυχῇ καὶ σώματι τὸν ἄριστον ἐν ἀριστεῦσι θείοις Δημήτριον· ὡς ἂν ὑπ’ αὐτοῦ ρωσθέντες καὶ ψυχὴν καὶ σῶμα καὶ τὸν νοῦν καὶ τὴν αἴσθησιν, καὶ φρονήσωμεν καὶ ποθήσωμεν καὶ δι’ ἔργων εἰς τέλος ἐπιζητήσωμεν τὴν ἐν οὐρανοῖς ἀποκειμένην τοῖς θεοφιλῶς ἐνταῦθα βεβιωκόσι μακαριότητα.
Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπία τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει δόξα, κράτος, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ ζωοποιῷ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.