Ἔργον
Γρηγόριος Παλαμᾶς – Ομιλίες ΜΓ΄–ΞΓ΄
Ομιλία ΜΘ΄: Στον άγιο μεγαλομάρτυρα Δημήτριο τον Μυροβλύτη
Εγκωμιαστικός λόγος για την καθαρότητα, τον αποστολικό ζήλο και το δι' αίματος μαρτύριο του αγίου Δημητρίου, καθώς και η χάρη της πηγής των μύρων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ομιλία ΜΘ΄: Στον άγιο μεγαλομάρτυρα Δημήτριο τον Μυροβλύτη
Εγκωμιαστικός λόγος για την καθαρότητα, τον αποστολικό ζήλο και το δι' αίματος μαρτύριο του αγίου Δημητρίου, καθώς και η χάρη της πηγής των μύρων.
ΕΙΣ ΤΟΝ ΕΝ ΑΓΙΟΙΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΚΑΙ ΜΥΡΟΒΛΥΤΗΝ ΔΗΜΗΤΡΙΟΝ «Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεός, λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν», Δαβὶδ ἐκεῖνός φησιν ὁ τῶν ἀπ’ αἰῶνος ᾠδικῶν ἐνθεώτατος. Ἀρχαὶ δὲ χοροῦ μὲν Ἀποστόλων οἱ κορυφαῖοι, καταλόγου δὲ προφητῶν οἱ τῆς θεοπτίας ἐπώνυμοι, διδασκάλων δὲ ἱερῶν καὶ τῆς τῶν ὁσίων ὁμηγύρεως πάσης οἱ μεγάλοι κληθέντες κατὰ τὴν τοῦ κοινοῦ Σωτῆρος ἐπαγγελίαν, ὥσπερ καὶ τῶν Χριστοῦ μαρτύρων οἱ μεγαλομάρτυρες πάντως, οἷς ἐμπρέπει περιφανῶς ἀνέχων καὶ τῶν πλείστων ἐξόχως ὁ μάλιστα σήμερον παρ’ ἡμῶν ὑμνούμενος καὶ τιμώμενος, ὁ αὐτόχθων ἡμῖν καὶ ἡμεδαπὸς πολιοῦχος, τὸ μέγα τῆς οἰκουμένης θαῦμα, τὸ μέγα τῆς Ἐκκλησίας ὡράϊσμα, ὁ πολὺς τὰ πάντα καὶ θαυματουργὸς καὶ μυροβλύτης Δημήτριος. Ἀλλὰ γὰρ ἐν μάρτυσι μὲν οἷον ἐν ἄστρασι φωστήρ ἐστιν οὗτος μέγας, ἀϊδίου λόγον ζωῆς ἐπέχων καὶ θεαυγέσιν ἀκτῖσι διαφερόντως περιλαμπόμενος καὶ ὑπερλάμπων τοὺς πλείστους, προφητικῆς δὲ χάριτος οὐκ ηὐμοίρησεν; ἢ προφητικῇ δυνάμει κατηγλαϊσμένος, ἀποστολικῆς καὶ διδασκαλικῆς ἀπηξίωται διακονίας καὶ προεδρίας; ἢ ταύταις ἔργῳ διακεκοσμημένος, ὁσίων ἀσκήσεως ἀπελείφθη καὶ τῆς διὰ βίου κατὰ τούτους λαμπρότητος;
Οὔμενουν· ἀλλὰ τοῖς μὲν ἑπόμενος, τοῖς δὲ ἐξισούμενος, τῶν δὲ προϊστάμενος, ἔστι δ’ οὓς καὶ ὑπερβάλλων οὐδὲ κατὰ βραχύ, μόνος ἢ πάνυ μετ’ ὀλίγων τὰ πάντα τελεῖ, καὶ μόνος ἐν ἑαυτῷ τὰ πάντων συλλαβὼν ἔχει, ὡς ὁ λόγος προϊὼν σὺν Θεῷ παραστήσει, καὶ τὰς ὀφειλομένας ἅπασιν εὐφημίας μόνος ἅμα καρποῦσθαι δίκαιος.
Ἡμεῖς οὖν οἱ μηδὲ πρὸς ἕνα ἀρκοῦντες, οὐ λέγω χορὸν ἢ κατάλογον, ἀλλ’ οὐδὲ πρὸς ἕνα τοῦ καταλόγου, τί ἐροῦμεν, καὶ ταῦτα ἐν τοιούτῳ σχήματι λόγου, πρὸς τὸν τὰ πάντων ἁρμοσάμενον θείως εἰς ἑνὸς θειότητα βίου καὶ διὰ πάντων ὄντα πρὸς ἀξίαν ἀπρόσιτον;
Ὁ μέν τοι πόθος ἐπαίρει λέγειν πρὸς δύναμιν καὶ ὁ καιρὸς ἐπιζητεῖ τὸν καίριον λόγον καὶ τὸ χρέος βιαζόμενον οὐκ ἀνίησι μὴ σὺν λόγῳ θαυμάζειν τὸ ὑπὲρ λόγον ὑπάρχον μεγαλεῖον τοῦ μάρτυρος· καὶ γὰρ ἐφιλοτιμήσατο ταῖς ὑπὲρ λόγον ἐπαγγελμέναις παρὰ Θεοῦ ἀμοιβαῖς καὶ πολιτείαν ἐφ’ ὅσον ἡ φύσις ἐχώρει κατάλληλον, δηλονότι πάντα λόγον νικῶσαν, ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐνδείξασθαι.
Καὶ πάντα ἦν σχεδὸν ἐκ παιδὸς ὁμοῦ στήλη τις αὐθέδραστος καὶ ἀκαθαίρετος παντὸς καλοῦ, πάσης ἀρετῆς ἔμπνουν καὶ αὐτοκίνητον ἄγαλμα, θείων καὶ ἀνθρωπίνων χαρίτων ἑστία καὶ συστοιχία, βίβλος ζῶσά τε καὶ λαλοῦσα τὰ πρὸς δόξαν καὶ ὁδηγίαν τοῦ κρείττονος· εὔχαρί τε καὶ καινὸν κρᾶμα πάντων καλῶν, καὶ κοινὴ παντὸς ἀγαθοῦ καὶ κοινωφελεστάτη φιλοτιμία· καί, ἵν’ εἴπω τὰ τῆς Γραφῆς, καὶ φοῖνιξ ὡς ἐκεῖνος ἀνθῶν ἅτε δίκαιος, καὶ «ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ», καὶ δένδρον παρὰ τὰς διεξόδους τῶν ὑδάτων πεφυτευμένον τοῦ Πνεύματος· πλὴν ὅτι τὸ μέν, κατὰ τὸ ψαλμικόν, «δίδωσι τὸν καρπὸν ἐν καιρῷ αὐτοῦ», ὁ δὲ πάντα καιρὸν καιρὸν ἀνθηφορίας ὁμοῦ καὶ καρποφορίας καὶ εἶχε καὶ ἔχει· καὶ ὥσπερ τὸ ἐκείνου τοῦ δένδρου φύλλον οὐκ ἀπορρυήσεταί ποτε κατὰ τὸ γεγραμμένον, οὕτω τούτου μετὰ τῶν φύλλων καὶ τὸ ἄνθος καὶ ὁ καρπός, ἀνεκλείπτως τοῖς πιστῶς προσιοῦσι μεταδιδόμενα.
Καὶ πρὸς μὲν τὸ πάντα ἐνεγκεῖν ὁμοῦ καὶ κατὰ τὸ Σολομόντειον ἔπος ἐν ὀλίγῳ μακρὰ πληρῶσαι ἔτη, ράβδος ἡ τοῦ Ἀαρὼν ἐκείνη Δημήτριος, βλαστὸς εὖ μάλα τεθηλὼς εὐσεβείας, πολυέραστον ἄνθος, καρπὸς εὐκλεὴς καὶ θεοειδής, μᾶλλον δὲ Χριστοῦ τοῦ αἰωνίου ἀρχιερέως ράβδος καὶ σκῆπτρον θεῖον, εἰ δὲ βούλει, καὶ ὅρπηξ ἀειθαλὴς καὶ θεοειδὴς ὁ Δημήτριος, οὗ Χριστοῦ τύπος Ἀαρὼν ἦν. Καὶ ὁ μὲν Χριστοῦ τύπος, Δημητρίου δὲ τοῦ τὰ πάντα καλοῦ σκήπτρου Χριστοῦ τελοῦντος ράβδος ἐκείνη τύπος, ὁμοῦ τε βλαστήσασα καὶ ἀνθήσασα καὶ τοὺς καρποὺς προβαλομένη τε ἅμα καὶ τελεσφορήσασα θείως. Διαφέρει δὲ κἀκείνης, ὅσα καὶ τύπου πρεπόντως ἐπὶ τὸ κρεῖττον οὔ τι μικρὸν ὁ πᾶν ὅ, τι τῶν καλῶν κατόπιν ἑαυτοῦ ποιούμενος, τῷ γενναίῳ καὶ τῇ μεγαλοπρεπείᾳ τῶν ἠθῶν καὶ τῶν ἔργων καὶ τῶν θαυμάτων Δημήτριος. Πρὸς γὰρ τὸ ἀμειώτως τε καὶ ἀνεκλείπτως παρέχειν τοῖς προσιοῦσι τὴν τῶν χαρίτων, ὡς εἰπεῖν, σύρροιαν, φωτοφόρον ἔοικεν εἶναι δένδρον, ἀκτίνων δίκην τῶν καρπῶν ἀσχέτως μεταδιδοὺς καὶ παρέχων μὲν εἰς κόρον τοῖς προσιοῦσι τὰ κάλλιστα καὶ θειότατα, πλήρης δὲ ὢν αὐτὸς ἀεὶ τῶν τοιούτων, ὥσπερ τις παντοδαπῆς εὐεργεσίας ἥλιος ἢ πηγὴ χαρίτων ἀένναος ἢ θαυμάτων πέλαγος ἀνεξάντλητον ἢ ἄβυσσός τις ἀνεκδιήγητος ὁρατῶν τε καὶ ἀοράτων ἀγαθῶν.
Τοῖς μὲν οὖν ἔξωθεν τὸν οὕτω μέγαν ἀγάλλειν ἐπιχειρεῖν καὶ τὴν ἐνεγκοῦσαν τοῦτον ταυτηνὶ λέγειν, ὅτι κορυφή τις οἷον ἁπάσης Θετταλίας ἐστὶ καὶ τοῦ κράτους ἐξ αὐτῶν τῶν πραγμάτων φερωνύμως ἐπώνυμος, ἔτι τε τῶν προγόνων τὴν περιφάνειαν καὶ τῶν γεννητόρων τὴν εὔκλειαν, κἂν ἐκ περιουσίας αὐτῷ κἀντεῦθεν τὸ ἀξιάγαστον, περιττὸν ὅμως. Οὗτος γὰρ αὐτοῖς ἐστι μᾶλλον εἰς μέγα καύχημα. Δημητρίῳ δὲ κόσμος ἐκ τούτων πῶς, τῷ πᾶσαν τὴν οἰκουμένην πρὸς δὲ καὶ τὸν ἄνω κόσμον ἐπικοσμήσαντι; Τούτῳ δὲ κόσμος τίς; Ἡ ἀκαθαίρετος πίστις, ἡ ἀπειρόδωρος χάρις, ὁ θεῖος καὶ ἀναφαίρετος πλοῦτος τῶν θεοειδῶν ἀρετῶν, ὃς νῦν ἐστιν ἐντεθησαυρισμένος τοῖς οὐρανοῖς, προσθήκη τοῖς ἐκεῖ ταμείοις τῶν καλλίστων γενόμενος· μᾶλλον δὲ ἀπὸ τῆς εἰς οὐρανὸν φθάνει καὶ περιὼν ἔτι τῷ βίῳ καὶ γεγονὼς ἐξ ἀνθρώπων, προσθήκη μεγίστη τοῖς ἀϊδίοις καλοῖς ὑπάρχων Δημήτριος καὶ καλλονὴ παγκόσμιός τε ἅμα καὶ ὑπερκόσμιος.
Τοῦτον ὁ Δαβὶδ προϊδὼν ἐμακάρισε καὶ ἀνύμνησε «μακάριος», λέγων, «ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη». Οὐδὲ γὰρ ἐν νῷ ποτε κατεδέξατό τι τῶν μὴ θεοσεβῶν, οὔτε πρὸς πρᾶξιν ὥδευσεν οὐ θεάρεστον, ἀλλὰ φυλάξας ἑαυτῷ τὴν ἐκ τοῦ κατὰ Χριστὸν βαπτίσματος θείαν χάριν ἀμίαντον, τῷ τοῦ Κυρίου νόμῳ συνᾷδον εἶχε τὸ θέλημα, Θεοῦ βίβλος οἷον καὶ θεοχάρακτός τις ὑπάρχων πυκτὶς καὶ πλὰξ ἢ πίναξ δακτύλῳ γεγραμμένη Θεοῦ καὶ προτεθειμένη τοῖς πᾶσιν εἰς κοινὸν ὄφελος. Κατὰ γὰρ τὸν Ἠσαΐαν, «πρὶν ἢ γνῶναι τὸ κακόν, ἐξελέξατο τὸ ἀγαθόν», καὶ ἐν αὐτῷ τῷ τῆς νεότητος ἄνθει τὴν τῆς παρθενίας ὥραν ἠσπάσατο. Καὶ ὅλος τῆς κτήσεως ταύτης ἦν, πάντα πράττων ὥστε παρθένος εἶναι καὶ τὸ σῶμα καὶ τὴν ψυχήν, καὶ δι’ αὐτοῦ τὸ πολίτευμα ἐν οὐρανοῖς ἔχειν, καὶ τοῖς ἀσωμάτοις ἐξ ἐφαμίλλου χωρεῖν μετὰ σώματος. Καὶ πρὸς τοῦτο συμμάχους τὰς ἄλλας πάσας ἀρετὰς εἶχε καὶ πρὸ τῶν ἄλλων τὴν τῆς σοφίας σπουδήν, ἵνα συνέσει καὶ καθαρότητι τελειωθεὶς ἐν ὀλίγῳ τὴν ἐπαινουμένην πολιὰν ἐν τῇ νεότητι φέρῃ· «πολιὰ γάρ ἐστι», κατὰ τὸν Σολομῶντα, «σύνεσις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος».
Ἦν οὖν νεανίας ἁπαλός, εὖ μάλα καλὸς ἰδεῖν, οὐ τὸν ἔξω καὶ ὑπ’ αἴσθησιν μόνον ἄνθρωπον, ἀλλὰ πολλῷ μᾶλλον τὸν ἔνδον καὶ μὴ ὁρώμενον, ὃν ἰδὼν ὁ βλέπων εἰς καρδίαν Θεὸς ἐπὶ τοσοῦτον ἥλω τοῦ νοεροῦ καὶ ἀθεάτου κάλλους, ὡς ἐνσκηνῶσαι εὐδοκῆσαι τούτῳ καὶ ἓν πνεῦμα μετ’ αὐτοῦ τελέσαι καὶ ἐξ ἐκείνου τὰ πάντα ἀπεργάσασθαι θεῖον. Εὗρε γὰρ τὸν μὲν Δαβὶδ ἄνδρα, Δημήτριον δὲ μηδ’ εἰς ἡλικίαν ἀνδρῶν παραγγείλαντά πω, νέον δὲ ἔτι κομιδῇ, κατὰ τὴν καρδίαν εὗρεν ἑαυτοῦ ἐργάτην ἀνεπαίσχυντον, πληρωτὴν τῶν ἐνταλμάτων αὐτοῦ· εὗρε σκεῦος ἐκλογῆς κατὰ Παῦλον, τοῦ βαστάσαι τὸ ὄνομα αὐτοῦ ἐνώπιον ἐθνῶν καὶ βασιλέων· εὗρεν «ἔσοπτρον ἀκηλίδωτον» δεκτικὸν καὶ δεικτικὸν τῆς ὑπερανῳκισμένης καὶ ἀπορρήτου καλλονῆς. Ἐγὼ καὶ τῆς φωνῆς ἐκείνης ἐπ’ αὐτὸν ἀκούω μυστικῶς ἐνεχθείσης, «ἰδοὺ ὁ παῖς μου, ὃν ᾑρέτισα, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ Πνεῦμά μου ἐπ’ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ»· καὶ τοὺς μὲν μετασκευάσει καὶ κατασκευάσει ἀξίους ἐξ ἀναξίων, ἵνα ᾖ αὐτὸς «ὡς στόμα ἐμόν», τοὺς δὲ ἐλέγξει καὶ καταισχυνεῖ καὶ ἀποδείξει κατηρτισμένους ὄντας εἰς ἀπώλειαν. Εἰ γὰρ καὶ περὶ Χριστοῦ ταῦτα γέγραπται, ἀλλὰ καὶ ὡς δι’ ἐκείνου τοῖς κατ’ ἐκεῖνον ἀκριβῶς βιοῦσι χαρισθησόμεθα.
Ἦν οὖν καὶ διδάσκαλος καὶ ἀπόστολος τοὐντεῦθεν Δημήτριος ὁ σοφὸς καὶ παρθένος καὶ ὅσιος καὶ ὡς εἰπεῖν πάγκαλός τε καὶ παναμώμητος, καὶ φύσει καὶ σπουδῇ καὶ χάριτι λαμπρυνόμενος. Καὶ Δημητρίῳ τότε κατὰ τὸ εἰρημένον περὶ τοῦ Αὐσίτου Ἰὼβ «οὐκ ἦν ὅμοιος ἐπὶ τῆς γῆς»· μᾶλλον δὲ τούτῳ τῷ πάντα θείῳ οὐδ’ αὐτὸς ἦν ὁ Ἰὼβ ὅμοιος, ᾧ ποτε, κατὰ τὸ γεγραμμένον, «ὅμοιος ἐν ἀνθρώποις οὐκ ἦν».
Ἄμεμπτος γάρ, δίκαιος, θεοσεβὴς καὶ ὁ Ἰὼβ πρότερον, ὡς καὶ Δημήτριος ἀναπέφηνεν ὕστερον. Τὸν δ’ ἐκ τῆς παρθενίας αἶνον ἐκεῖνος οὐκ εἶχε· παρθενίας, ἣ στεφανίτην ἐκ νέου καὶ τῆς φύσεως κρείττονα καὶ τοῖς περὶ Θεὸν ἀγγέλοις ἐφάμιλλον ἀνέδειξε τὸν Δημήτριον. Καὶ τὸ σῶμα μὲν ἐκεῖνος ἐπλήγη πληγῆ βαρείᾳ τῇ ἀντιθέτῳ προσπαλαίων κακίᾳ, οὗτος δὲ καὶ μέχρις αἵματος εἰς τέλος ἀντικατέστη πρὸς τὴν κακίαν ἀγωνιζόμενος.
Ἀλλ’ οὐδὲ τὴν περὶ λόγους παιδείαν ὁ Ἰὼβ μεμαρτύρηται, ἣν εἶχεν οὗτος μετὰ τῆς τοῦ πνεύματος χάριτος κερασθεῖσαν καὶ ὅπλον καὶ ἀμυντήριον ἀνυπόστατον καὶ οἰκοδομικὸν ἐργαλεῖον καὶ γεωργικὴν σκαπάνην καὶ ἄροτρον, εἰ δὲ βούλει, καὶ δόνακα γραφικὸν καὶ ἁλιευτικὴν σαγήνην καὶ εἴ τι τοιοῦτον ἕτερον, νῦν μὲν τὸν ἀμπελῶνα Κυρίου καλλιεργῶν καὶ τὰ οὐράνια καταβαλλόμενος εἰς γῆν σπέρματα, ἢ τὰ ρήματα γράφων τῆς αἰωνίου ζωῆς, «οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ’ ἐν πλαξὶ καρδίας σαρκίναις», ταῖς γε ἀξίαις τῆς τοιαύτης καταγραφῆς· ἢ τῇ σαγήνῃ τοῦ λόγου περιλαμβάνων Θεσσαλονίκην, Ἀττικήν, Ἀχαΐαν, μᾶλλον δὲ ὅσην νῦν περιβάλλει καὶ ὅσην φθάνει διὰ τῶν μύρων καὶ τῶν θαυμάτων καὶ τῆς ἐν πᾶσιν ἀφθονίας τῆς χάριτος. Ἦν γὰρ καὶ τότε τῇ οἰκουμένῃ θαῦμα ἐν λόγοις θείοις Δημήτριος, εὐωδία Χριστοῦ κατὰ Παῦλον ὤν τε τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις, καὶ τοῖς μὲν ὀσμὴ θανάτου εἰς θάνατον, τοῖς δὲ ζωῆς εἰς ζωήν. Ταύτης τῆς εὐωδίας ἀμοιβὴν μὲν ἀποχρῶσαν οὐκ ἔχω λέγειν τὰ παρὰ Θεοῦ δεδομένα μύρα καὶ θαύματα τῇ σορῷ τοῦ Μεγαλομάρτυρος· τί γὰρ τὰ παρόντα, κἂν ᾖ μεγάλα καὶ θαυμαστά, πρὸς τὰ ἐν οὐρανοῖς παρὰ Θεοῦ καὶ διδόμενα τούτῳ καὶ ἀποκείμενα;
Καὶ τῇ ὑπερβολῇ τῆς δόξης, κατὰ Παῦλον εἰπεῖν, οὐ δεδόξασται τὸ δεδοξασμένον· δεῖγμα δὲ ταῦτα πάντως τοῖς πᾶσι περιφανέστατον, ὅπως ἐκεῖνος ἔτι τῷ βίῳ περιὼν ὑπῆρχε Χριστοῦ εὐωδία καὶ ὀσμὴ ζωῆς τοῖς ὑπακούειν προαιρουμένοις.
Νῦν μὲν οὖν οὕτω γεωργῶν ψυχὰς ἀνθρώπων ἢ ζωγρῶν τούτους κατὰ τὴν τοῦ Χριστοῦ πρὸς Πέτρον ἐπαγγελίαν τὸν λόγον ὄργανον εἶχε πρὸς καλλιεργίαν καὶ θήραν σωτήριον. Νῦν δὲ οἰκοδομῶν τῷ Θεῷ ναὸν ἐκ λίθων ζώντων καὶ ὄντως τιμίων, ὡς ἐργαλεῖον εἶχε τὸν λόγον κατάλληλον. Ὅτε δὲ πρὸς τοὺς ἀντικειμένους τῷ Χριστῷ συνεκρότει τὸν πόλεμον, καὶ μάλιστα τοὺς διὰ τῶν ἀοράτων ἐνεργουμένους ὁρατοὺς τῷ Θεῷ πολεμίους, πάντα ἦν ὁ λόγος αὐτῷ θείῳ Πνεύματι καὶ χορηγούμενος καὶ κινούμενος καὶ τονούμενος, ρυθμιζόμενός τε καὶ μετασκευαζόμενος πρὸς τὸ χρήσιμον· καὶ οὕτω, κατὰ τὸ γεγραμμένον, περὶ τοῦ πρωταγωνιστοῦ τῶν μαρτύρων, οὐδεὶς εἶχεν ἀντιστῆναι τῇ τοῦ Δημητρίου «σοφίᾳ, καὶ τῷ πνεύματι, ᾧ ἐλάλει».
Ἐγὼ καὶ τὴν στρατιωτικὴν στολὴν καὶ τὸν ἐν τῇ χειρὶ δακτύλιον καὶ τὸν ὑπατικὸν ὡρατίωνα, ὃν ὁ μάρτυς ἀνεδεῖτο παρὰ τοῦ τηνικαῦτα βασιλέως τὸ σχῆμα λαβών, σύμβολα τελέσαι λογίζομαι τῆς παρὰ τοῦ ὄντως βασιλέως μυστικῶς δεδομένης διδασκαλικῆς ἀξίας καὶ προεδρίας τῷ μάρτυρι· διὸ καὶ ἡ τοῦ Θεοῦ θεία χάρις οὐκ ὀλίγα δι’ αὐτῶν τεθαυματούργηκεν ὕστερον. Ἔδει δὲ πάντως τὸν ἐξ ἀρχῆς ἀπατεῶνα σοφῶς ἠπατῆσθαι, ἵνα μὴ πρὸ καιροῦ τὸν θάνατον συσκευάσῃ τῷ μάρτυρι, καὶ ὁ τῆς αἰωνίου ἀποθήκης καρπὸς μήπω πεφθεὶς εἰς τέλος ἐκτρυγηθῇ καὶ πεσὼν διὰ τοῦ σώματος εἰς τὴν γῆν οὐκ ἐνέγκῃ καρπὸν πολὺν διὰ τὴν ἀκαιρίαν τοῦ πτώματος.
Ἀλλ’ ἡνίκα τῶν συμβόλων ἐκείνων τὴν ἔκβασιν ὁ αὐτόχρημα φθόνος εἶδεν, οὐκέτι φέρειν οἷός τε ὤν, ἐκμαίνει κατὰ τοῦ ἀντιπάλου τῆς πλάνης τοὺς ὑπηρέτας τῆς πλάνης, καὶ τῷ βασιλεῖ τῆς ἀπάτης (Μαξιμιανὸς οὗτος ἦν) κρατήσαντες προσάγουσι τὸν τῆς ἀπάτης διώκτην, καὶ οὕτω πρὸς τὸ τοῦ μαρτυρίου στάδιον ἀποδύεται Δημήτριος ὁ χαρίτων ἀρρήτων ἐκ παιδὸς ἔμπλεως καὶ τὰ πάντα σοφὸς καὶ δίκαιος καὶ ὅσιος καὶ ἀπόστολος καὶ παρθένος καὶ πάναγνος, οὐ πολὺ δὲ εἰπεῖν, ὅτι καὶ ἠγαπημένος τῷ Χριστῷ μαθητὴς ἢ παῖς ἢ φίλος ἄκρος καὶ οἰκειότατος, μᾶλλον δὲ πάνθ’ ὁμοῦ, ὡς διὰ πάντων ἐλθὼν τῶν Θεῷ φίλων καὶ λογισμῶν καὶ λόγων καὶ πράξεων.
Ποθεῖτε πάντες, εὖ οἶδα, καὶ τὸν τρόπον τῆς κατασχέσεως ὅπῃ τε καὶ ὅπως ὑπὸ τῶν δημίων ἥλω ζητούμενος. Στοά τίς ἐστιν ὑπόγειος ἐν τῷ ναῷ τῆς Ἀειπαρθένου καὶ Θεομήτορος, οὗ Καταφυγὴ τὸ ἐπώνυμον. Ὅθεν ἔθος ἐστὶ παλαιὸν τῆς τοῦ μεγαλομάρτυρος πανηγύρεως τὴν ἀρχὴν δι’ ἔτους ποιεῖσθαι κἀκεῖθεν διὰ τῆς λεωφόρου μεθ’ ὕμνων τῶν πρὸς αὐτὸν ἀνιόντας ἐνθάδε ταύτην ἀνύειν καὶ εἰς τέλος ἄγειν τὴν ἑορτήν. Τῆς οὖν ἀσεβείας ἐπικρατούσης, ἐπεὶ τὰ τῆς εὐσεβείας παρρησίας χώραν οὐκ εἶχεν, ἐμφιλοχωρῶν ὁ μάρτυς τοῖς ὑπογείοις ἐκείνοις, μετεδίδου τοῖς προσιοῦσι τῆς οὐρανίου διδασκαλίας καὶ τοῖς ἀπὸ τῆς ἀσεβείας, οἱονεί τινος πολυκυμάντου κλύδωνος, ἐπ’ αὐτὸν καταφεύγουσι τὸν ὄντως εὔδιον λιμένα τῆς εὐσεβείας μετ’ ἀδείας τὰ Χριστιανῶν ὑπετίθετο καὶ ἐτέλει· καὶ οὕτω καταφυγὴ μὲν ὁ θειότατος ὑπῆρχε τηνικαῦτα μάρτυς πάντων τῶν εὐσεβῶν αἱρουμένων, Καταφυγὴ δὲ καὶ ὁ τόπος ἐντεῦθεν ἐκλήθη.
Τοῦτο μαθόντες οἱ παρὰ Μαξιμιανοῦ τοῦ Ἑρκουλίου καταστάντες ρινηλατεῖν τοὺς συνηγόρους τῆς εὐσεβείας, διδάσκοντι τῷ μάρτυρι τὸν λαὸν ἐπιστάντες ἐκεῖ καὶ πολὺ πλέον μανέντες, ἅτε τὸ συνειλεγμένον πλῆθος ἰδόντες ὡς Θεοῦ φωναῖς τοῖς τοῦ Δημητρίου λόγοις προσέχοντας, κατ’ αὐτοῦ χωροῦσιν ὡς προεστηκότος, τὸ πλῆθος διασκεδάσαντες· κρατήσαντες δὲ διὰ τῆς λεωφόρου ἄγουσι ταύτης, καὶ τῷ Μαξιμιανῷ παριστᾶσιν ἐνταῦθά ποι διατρίβοντι καὶ ταῖς τοῦ Λυαίου ἀνθρωποκτονίαις μεθ’ ἡδονῆς ὅτι πλείστης προσέχοντι. Ὁ δὲ δυσαποσπάστως ἔχων τῆς τέρψεως, ἐνταῦθα κατάκλειστον γενέσθαι προστάττει τὸν ἅγιον, οὗ καὶ τὸ μαρτύριον ἤνυσε. Ταῦθ’ ἡμεῖς εἰκονίζοντες κατ’ ἔτος εἰκότως, ἐκεῖ μὲν τῆς πανηγύρεως ποιούμεθα τὴν ἀρχήν, ὧδε δὲ τὴν τελείωσιν. Ἐπεὶ καὶ ὁ μάρτυς οὕτως εἶχεν ἑλκόμενος εἰς σφαγὴν τηνικαῦτα διὰ Χριστόν, ὡς εἰς ἑορτὴν καὶ θυμηδίαν τὴν μεγίστην καλούμενος.
Ἡ μὲν οὖν τοῦ ἀρχεκάκου διαβόλου σπουδὴ τὸ τάχος ἐξ ἀνθρώπων τηνικαῦτα γενέσθαι Δημήτριον· οὐ γὰρ ἔφερε τοῦτον ἐπὶ γῆς ἔτ’ εἶναι καὶ ὁρᾶσθαι καὶ προσλαλεῖν ἀνθρώποις καὶ ὅλως ἀκούεσθαι· ὁ δὲ Θεὸς ἐβούλετο καὶ προφήτην ὄντα παραστῆσαι τὸν μετὰ μικρὸν ἐσόμενον πρὸς τοῖς ἄλλοις πᾶσι καὶ οἰκεῖον μεγαλομάρτυρα, καὶ μὴ μόνον ἔνοικον ἔχοντα τὴν μαρτυρικὴν χάριν, ἀλλὰ καὶ τοῖς ἄλλοις παρέχειν ἔχοντα ἐκ τῆς πρὸς αὐτὸν ἄκρας ὑπερφυοῦς συναφείας, οἷά τινα πηγὴν ὑπερφυᾶ γεγονότα τῆς χάριτος. Καὶ τί δεῖ λέγειν τοῦ καιροῦ μακρὰ λέγειν μὴ συγχωροῦντος; Ἴστε τὴν ἀναβολὴν τοῦ τυράννου καὶ τὴν κάθειρξιν· Δημητρίου, καὶ τὸν Νέστορα ἐπὶ τούτοις, καὶ τὴν πρὸς αὐτὸν τοῦ μεγαλομάρτυρος προφητείαν, καὶ κατ’ αὐτὸν ἐκείνου κατὰ Λυαίου νίκην καὶ τὸ μαρτύριον.
Ἀλλ’ ὡς εἶδεν ὁ ἀρχέκακος ὄφις παρατεινομένην τὴν ἀναβολὴν τοῦ τυράννου, αὐτὸς δὲ οὐκ ἔφερεν ἔτι ζῶντα βλέπειν ἐπὶ γῆς τὸν καὶ πρὸ τῆς τελειώσεως τοῦ μαρτυρίου μέγαν Δημήτριον· σκορπίον ὑποδὺς προσβάλλει τῷ μάρτυρι, οὐχ ὡς ἀπατήσων ἢ θέλξων, καθάπερ ποτὲ διὰ τοῦ ὄφεως τῆς πρώτης ἐκείνης ξυνωρίδος τῶν προπατόρων τὴν μὲν ἐξηπάτησε, τὸν δὲ δι’ ἐκείνης ἔθελξεν· ᾔδει γὰρ διὰ πείρας ἀνεξαπάτητον ὄντα Δημήτριον καὶ γενναῖον ἐπιεικῶς καὶ γεγυμνασμένον πρὸς διάκρισιν τοῦ βελτίονος· οὐχ ὡς ἀπατήσων οὖν διὰ σκορπίου προσβάλλει, ἀλλ’ ὡς πλήξων καιρίως καὶ θανατώσων ὡς τάχιστα καὶ ἀπαλλάξων ἑαυτὸν ἀντιπάλλου τοσούτου τὴν ἀρετὴν καὶ τὴν δύναμιν. Ἀλλὰ φθάνει τὸ τάχος ἐκείνου καὶ τὴν σπουδὴν ἡ ἐνοικοῦσα τῷ Δημητρίῳ χάρις αὕτη καὶ δύναμις ἐπικλήσει γὰρ καὶ σφραγῖδι θείᾳ διὰ τῆς οἰκείας χειρὸς ὁ μάρτυς χρησάμενος νεκροῖ τὸ τῆς νεκρώσεως ὄργανον, καὶ καταισχύνει τὸν ὑποδύντα καταργήσας αὐτοῦ τὴν ἐνέργειαν· καὶ δείκνυσιν ἐντεῦθεν, ὡς, εἰ μὴ αὐτὸς ἑκὼν ὑπῆλθε τὸ πάθος, οὐδ’ ἂν ὅλως ἔπαθε, παρὰ τῆς τοῦ Χριστοῦ χάριτος καὶ δυνάμεως φρουρούμενός τε καὶ δυναμούμενος· θέλων δὲ παραδίδοται καὶ περικλείεται καὶ χερσὶ κρατεῖται δημίων καὶ ὑπὸ τῶν κακούργων πάσχει τὰ τῶν κακούργων, τὸν ὑπὲρ ἡμῶν παθόντα μιμούμενος.
Διὰ τοῦτο καὶ τοῖς λογχοφόροις ἐπιστᾶσι φονῶσιν, ὑπὸ τοῦ τυράννου πεμφθεῖσιν, ἀναπεπταμέναις ἀγκάλαις ὡς καιρίως πληχθησομέναις δέχεται τὴν τελευταίαν πληγήν, μᾶλλον δὲ τὰς πληγὰς διὰ πάντων ἰούσας τῶν τε σπλάγχνων καὶ τῶν ὀστῶν καὶ σαρκῶν, ὡς ἑκατέραν τῶν πλευρῶν τὴν μὲν ἔξωθεν δέξασθαι τὰς ἐκ τῶν αἰχμῶν διατρήσεις, τὴν δὲ ἔνδοθεν· καὶ οὕτω διπλασιάζει, μᾶλλον δὲ πολλαπλασιάζει τὸ τῆς σωτηρίου πάθος πλευρᾶς, τὰ ὑστερήματα κατὰ Παῦλον ἀναπληρῶν τοῦ Χριστοῦ, καὶ οὕτως ἐρᾷ τῆς σφαγῆς, καὶ οὕτως ἐρᾷ τοῦ τὸ ἴδιον αἷμα χεῖν ὑπὲρ τῆς δόξης Χριστοῦ πάνυ πολλάκις καὶ διηνεκῶς, εἴπερ ἦν, ὡς καὶ παρὰ τοῦ γινώσκοντος τὸ περιὸν αὐτῷ καὶ ὑπερβάλλον τοῦ ἔρωτος πηγὴν λαβεῖν ἐν τῷ σώματι μύρων· ἵνα τοῦ αἵματος ἐπιλιπόντος αὕτη καὶ εἰς τὸν ἑξῆς πάντα χρόνον ἀντὶ αἵματος ἐκ τοῦ σώματος χέηται εἰς δόξαν Χριστοῦ, ὃν οὗτος καὶ διὰ ζωῆς καὶ διὰ θανάτου καὶ μετὰ θάνατον οὐκ ἐδόξασε μόνον, ἀλλὰ καὶ δοξάζει διηνεκῶς, παρ’ οὗ καὶ ἐν γῇ καὶ ἐν οὐρανῷ καὶ ἀντεδοξάσθη καὶ δοξάζεται καὶ δοξασθήσεται θείως.
Ἐπέρχεται δέ μοι νῦν λέγειν περὶ αὐτοῦ, ὅπερ ὁ θεῖος Παῦλός φησι περὶ τοῦ Χριστοῦ· συνίστησι γὰρ τὴν εἰς ἡμᾶς ἀγάπην καὶ ὁ μέγας Δημήτριος, ὅτι ἔτι ἀσεβῶν ἡμῶν ὄντων, οὗτος «κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανε», κατὰ χάριν μέντοι τοῦ δεσπότου καὶ μίμησιν· καὶ πᾶσα ἡ πόλις αὕτη κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου αὐτοῦ. Ποῦ γὰρ τὸ πλήρωμα ἐκεῖνο τῆς ἀσεβείας, ἐν ᾧ καὶ πολλοὺς εἶναι τῶν ἡμετέρων προγόνων οὐκ ἀπεικός; Ποῦ ὁ ἐπ’ εὐσεβείᾳ φόβος καὶ αἱ διὰ τοῦτον ποθειναὶ καταδύσεις; Ποῦ οἱ τὴν τῶν θηρίων παρελάσαντες ἀγριότητα τῇ κατὰ τῶν εὐσεβούντων μανίᾳ; Πάντα λέλυται τὰ δεινά, πάντα προσεγένετο τὰ χρηστά, Δημητρίου τῆς εὐσεβείας προκινδυνεύσαντος.
Καὶ ναοὶ μὲν εὐμεγέθεις καὶ περικαλλεῖς καὶ μόνῃ τῇ θέᾳ πάντας πρὸς ἑαυτοὺς ἐπιστρέφοντες ἐπὶ τῶν καταδύσεων ἐκείνων ἑστήκασι, βασιλεῖς δὲ τῇ εὐσεβείᾳ μᾶλλον ἢ τῇ βασιλείᾳ κοσμούμενοι συμπαριστᾶσιν ἡμῖν καὶ συνεπικροτοῦσιν εὐφημοῦντες τὰς ἀριστείας τοῦ μάρτυρος· πᾶσα δὲ ἡ πόλις παρρησιαζόμεθα τὴν εὐσέβειαν ἐπὶ τῷ μαρτυρίῳ τοῦ μεγάλου Δημητρίου καυχώμενοι· καὶ γὰρ ἐξέχεε τὴν ἑαυτοῦ ἀγάπην οὐκ ἐπὶ τὰς καρδίας ἡμῶν μόνον, ἀλλὰ καὶ ἐπὶ τὰ σώματα διὰ τῶν μύρων, ὧν εἰς ἡμῶν εὐρωστίαν ἀνίησιν ἐκ τοῦ σώματος· ὧν ἄρα ἡ εὐδία πανταχόθεν τῆς πόλεως ἀπήλασε τὴν ἀσέβειαν, καὶ πόλιν ἀνέδειξε ταύτην Θεοῦ, ἢ παράδεισον ἄλλον, εἰ μή τι καὶ πλέον, ἀρδομένην καὶ γανυμένην ποταμῷ μύρων ἀλλ’ οὐχ ὑδάτων· καὶ μύρων, ἐν οἷς καὶ ἐξ ὧν ἐστι πάντως διὰ τοῦ Πνεύματος ἡ χάρις τῶν ἰαμάτων, τὰ ἐνεργήματα τῶν δυνάμεων· ὡς ἔχειν ἡμᾶς λέγειν πρὸς τὸν μέγαν Δημήτριον, ὃ περὶ τῆς ἐν ἀφθαρσίᾳ νυμφευθείσης τῷ Θεῷ ψυχῆς, ἐν τοῖς τῶν ᾈσμάτων ᾄσμασιν ἀναγέγραπται, «ὡς ὀσμὴ ἱματίων σου ὑπὲρ πάντα τὰ ἀρώματα».
Ἱμάτιον δὲ τῆς μαρτυρικῆς ψυχῆς νοήσεις τὸ σῶμα, οὗ καὶ «αἱ σιαγόνες», κατ’ ἐκεῖνο πάλιν εἰπεῖν τὸ ᾎσμα «ὡς φιάλαι μύρων», καὶ οἱ δάκτυλοι «ὡς κρίνα στάζοντα εὐωδίαν»· πολλῷ μᾶλλον ἡ λογχευθεῖσα πλευρά, ἥτις οἷον ἀναστομωθεῖσα ταῖς λόγχαις οὐκέτι ὡς φιάλη κατέχει παρ’ ἑαυτῇ τὰ μύρα, οὐδὲ ὡς κρίνα σταλαγμοὺς εὐώδεις ἀφίησιν, ἀλλὰ πηγὴν ἀναδίδωσιν ἀένναον καὶ ἀνέκλειπτον· ὡς εἶναι μὴ κατὰ τὸ ψαλμικὸν ἡμᾶς λέγειν, ὅτι «ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων», ἀλλ’ ὅτι ἡ τοῦ Θεοῦ κρήνη, αὕτη δέ ἐστι τὸ μαρτυρικὸν σῶμα, πεπλήρωται μύρων καὶ θαυμάτων καὶ ἰαμάτων, καὶ τὸ τούτων ἔτι θαυμασιώτερον, ὅτι καὶ κατὰ κρουνοὺς ρέουσα τὸ πλῆρες οὐκ ἀποτίθεται. Καί, ὡς ἔοικεν, ἐκείνους εἶπε τοὺς λόγους πρὸς Θεὸν ἐκ τοῦ σώματος ἀνιοῦσα ἡ μαρτυρικὴ καὶ θεία ψυχή, οὓς καὶ ἡ τῷ Θεῷ νυμφευθεῖσά φησιν ἐν ἐκείνοις τοῖς ᾌσμασι. Τίνας τούτους; «Ἐξεγείρου βορρᾶ καὶ ἔρχου νότε· διάπνευσον κῆπόν μου, καὶ ρευσάτωσαν ἀρώματά μου».
Καὶ οὕτω τὸν μὲν ἀπὸ τῆς ἐπιπνοίας τοῦ νοητοῦ βορέου τρύχοντα τηνικαῦτα τὴν πόλιν χειμῶνα τῆς ἀσεβείας ἀπήλασε καὶ διέλυσεν, ἐπανήγαγε δὲ ἡμῖν τὴν νοητὴν ἀλέαν τῆς εὐσεβείας, ἣν ἡ εὔπνοια δίδωσιν ἐκείνου τοῦ νότου, ὃς κατὰ πρύμναν καθάπερ εἰσβάλλει τοῖς ἀναπλεῖν αἱρουμένοις πρὸς τὴν ἀνατολὴν τοῦ τῆς δικαιοσύνης ἡλίου. Καὶ τῷ κήπῳ τῶν ἀρετῶν καὶ τῶν χαρίτων, οὗτος δέ ἐστι τὸ σῶμα τὸ μαρτυρικόν, πηγάζειν ἔδωκε τὰ μύρα καὶ τὰ ἰάματα, τοσούτους ἀναδείξασα τοὺς κρουνούς, ὁπόσαι γεγόνασιν αἱ παρὰ τῶν λογχευσάντων διατρήσεις τοῦ σώματος· τὰ γὰρ στόματα τῶν λύκων, ὧν ἐν μέσῳ κατὰ τὸ Εὐαγγέλιον τὸν οἰκεῖον μαθητὴν Δημήτριον ὁ Κύριος ἔπεμψε, τοῖς δήγμασι πηγὰς ἀνεστόμωσε, τῷ μὲν τοῦ Χριστοῦ ποιμνίῳ θυμηδίαν ἐμποιούσας μεγίστην καὶ πολλὰς συμφερούσας εὐεργεσίας, πολλοὺς δὲ καὶ τῶν λύκων καὶ κατὰ μικρὸν πάντας μετασκευαζούσας εἰς ἄρνας. Καὶ οὕτως αἱ πύλαι τοῦ ᾅδου (αἵτινές εἰσι τὰ τῶν τυράννων ἐκείνων στόματα τὰς θανατηφόρους ἀποφάσεις ἐξάγοντα) τῆς τοῦ Χριστοῦ Ἐκκλησίας καίτοι προκειμένης εἰς δήξεις οὐ μόνον οὐ κατισχύουσιν, ἀλλὰ καὶ πρὸς τῇ οὐρανίῳ καὶ ἀϊδίῳ δόξῃ καὶ τὴν ἐπὶ γῆς δόξαν προξενοῦσι τοῖς πάσχουσι.
Βούλεσθε κἀκεῖνο μαθεῖν, τί βούλεται τὸ σήμερον ἀνεγνωσμένον ἐν τῷ τοῦ Κυρίου Εὐαγγελίῳ πρὸς τοὺς ὑπ’ αὐτοῦ πεμπομένους ἐν μέσῳ τῶν λύκων παράγγελμα, «γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί»; Φυλακτικός ἐστιν ὁ ὄφις ἑαυτοῦ, ἀλλὰ καὶ λυμαντικὸς ἑτέρων, ἀμυντικὴν καὶ κακοποιὸν ἔχων ὁρμὴν καὶ δύναμιν, ἡ δὲ περιστερὰ ἄκακός ἐστι καὶ ἀφύλακτος.
Παραγγέλλει οὖν τοῖς οἰκείοις ὁ Κύριος μήτε κακοποιοὺς εἶναι κατὰ τοὺς ὄφεις, μήτε ἀφυλάκτους κατὰ τὰς περιστεράς· ἀλλὰ τὸ φυλακτικὸν τῷ νουνεχῶς ἀκάκῳ συνετῶς συνάψαντας, ἐνστατικοὺς μὲν εἶναι πρὸς φυλακὴν τῆς οἰκείας καὶ εὐσεβείας καὶ ἀρετῆς, ἀκάκως δὲ πρὸς τοὺς ἐπηρεάζοντας ἔχειν ἐπὶ τοσοῦτον, ὡς καὶ ὑπερεύχεσθαι τούτων· οὕτω γὰρ καὶ αὐτοῖς τοῖς ὑπὸ τοῦ νοητοῦ θανατωθεῖσιν ὄφεως ἴαμα γενήσεται πρὸς ζωήν, καθάπερ γὰρ τὴν σάρκα τοῦ ὄφεως οἱ τῶν ἰατρῶν παῖδες ἀπολαβόντες καὶ τοῦ ἰώδους ἀποκαθάραντες καί τισιν ἐδέσμασι μίξαντες, διὰ ταύτης τοὺς ὀφιοδήκτους ἰῶνται· οὕτω καὶ ὁ τὸ τοῦ ὄφεως φρόνιμον καὶ φυλακτικὸν ἐν καιρῷ πειρασμῶν τῇ τῆς περιστερᾶς ἀκακίᾳ κεράσας οὐχ ἑαυτὸν μόνον ἀνώτερον τῆς ἐκ τοῦ ὄφεως βλάβης πεποίηκε, δηλονότι τῆς ἐκ τοῦ διαβόλου ἀπάτης, ἀλλὰ καὶ τοὺς ὀφιοδήκτους, τουτέστι τοὺς πεπλανημένους, ἰᾶται, καταργῶν τὴν κακίαν τοῦ ὄφεως, ἥτις ἐστὶν ἡ ἁμαρτία καὶ ἡ ἀσέβεια.
Καὶ ὁ μάρτυς ἐγγύς, ὁ μέγας οὗτος μάρτυς Δημήτριος. Τὸν γὰρ δρόμον τελέσας καὶ τὴν πίστιν τηρήσας καὶ πρὸς φυλακὴν τῆς εὐσεβείας ἐνστὰς μέχρις αἵματος, τοσοῦτον ἀπέσχεν ἀμύνασθαι τοὺς ἐπηρεάζοντας, ὅτι καὶ ὑπὲρ αὐτῶν εὐξάμενος πρὸς τὸν Κύριον τῶν μὲν ἔστησε τὴν κακίαν τῶν δὲ μετεποίησεν, ὡς μηδὲ λείψανον εἶναι τῇ πόλει ταύτῃ τῆς δυσσεβείας ἐκείνης, ἀλλὰ συνίστασθαι καὶ διαμένειν τὴν πόλιν, ἐν ᾗ καὶ ἐξ ἧς ὁ θεῖος μάρτυς ὑπέστη τὸν βίαιον θάνατον, ταῖς αὐτοῦ πολυτρόποις κηδεμονίαις καὶ πολυειδέσιν εὐεργεσίαις καὶ πρὸς τὸν Θεὸν ἀδιαλείπτοις πρεσβείαις.
Ὃ καὶ ἡμεῖς ἐνδεικνύμενοι μᾶλλον ἢ ἀμειβόμενοι (τίς γὰρ ἡμῖν ἰσχὺς πρὸς ἀντίδοσιν;) πολυπλασιάζομεν αὐτῷ τὴν πανήγυριν, αἰτοῦντες ἀξιωθῆναι διὰ τῆς αὐτοῦ πρὸς Θεὸν ἱκεσίας καὶ τῆς ἀϊδίου τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς πανηγύρεως, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει δόξα, κράτος, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.