Ἔργον
Γρηγόριος Παλαμᾶς – Ομιλίες ΜΓ΄–ΞΓ΄
Ομιλία ΜΓ΄: Στο Ευαγγέλιο της Χαναναίας
Η ταπείνωση και η θερμή ικεσία της Χαναναίας, η φαινομενική σιωπή του Χριστού και η πνευματική διδαχή περί της εκούσιας υποδούλωσης στα πάθη και της θείας χάριτος.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ομιλία ΜΓ΄: Στο Ευαγγέλιο της Χαναναίας
Η ταπείνωση και η θερμή ικεσία της Χαναναίας, η φαινομενική σιωπή του Χριστού και η πνευματική διδαχή περί της εκούσιας υποδούλωσης στα πάθη και της θείας χάριτος.
ΕΙΣ ΤΟ ΤΗΣ ΕΠΤΑΚΑΙΔΕΚΑΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΜΑΤΘΑΙΟΥ ΕΥΑΓΓΕΛΙΟΝ, ΤΟ ΠΕΡΙ ΤΗΣ ΧΑΝΑΝΑΙΑΣ Ἐν ᾗ καὶ περὶ τῆς τοῦ ἀνθρώπου εὐτελείας καὶ τῆς ἐπαινετῆς ταπεινώσεως Ὅτι «Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν», Σολομῶν μὲν ὁ τοῦ Δαβὶδ ἐν σοφίᾳ προανεκήρυξεν, ἡ δὲ πρὸ αἰώνων Σοφία τοῦ ἀνωτάτω Πατρὸς ἐμπολιτευσαμένη τῷ βίῳ τούτῳ διὰ σαρκὸς ἐν αὐτοῖς τοῖς ἔργοις ὑπέδειξε. Τοῖς μὲν γὰρ Φαρισαίοις καὶ γραμματεῦσιν ἐπαιρομένοις κατὰ τῶν αὐτοῦ μαθητῶν καὶ κατὰ τῶν τοῦ Θεοῦ νόμων ὑπερηφανευομένοις ἀντιτασσόμενος ὁ Κύριος ἔλεγε, «διὰ τί παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν;», τῇ δὲ Χαναναίᾳ ταπεινῶς προσελθούσῃ καὶ δεηθείσῃ τὴν χάριν ἔδωκεν. Αὕτη μὲν γάρ, ὡς ἐθνική, κύων, μᾶλλον δὲ καὶ κυνῶν ἐσχάτη (κυνάριον γάρ), παρὰ τοῦ Κυρίου ἀκούσασα μετ’ ἐπιτεταμένης αὐτομεμψίας καὶ ταπεινώσεως «ναί», φησί, «Κύριε»· οἱ δὲ διδάσκαλοι τοῦ Ἰσραὴλ ὡς ἐν εὐλαβείας ὑποκρίσει τὸν Θεὸν ἀθετοῦντες ὑποκριταὶ παρὰ τοῦ Κυρίου ἀκούσαντες, ἐσκανδαλίσθησαν.
Ταῦτ’ ἄρα δικαίως ὁ Κύριος μὴ μόνον ἀντειπὼν αὐτοῖς, ἀλλὰ καὶ καταλιπὼν αὐτοὺς εἰς δεῖγμα τῆς ὕστερον ἐσομένης πρὸς τὸ πᾶν αὐτῶν γένος ἐγκαταλείψεως, κατὰ τὴν σήμερον ἀναγινωσκομένην τοῦ Εὐαγγελίου φωνὴν «ἀνεχώρησεν» εἰς ἐθνικὴν χώραν, «εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος· καὶ ἰδού», φησί, «γυνὴ Χαναναία ἐκ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα, ἐκραύγαζεν αὐτῷ λέγουσα, ἐλέησόν με, Κύριε, υἱὲ Δαβίδ, ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται».
Ὄντως οὐ μόνον ἐξῆλθεν ἐκ τῶν ἐθνικῶν ὁρίων ἐκείνων ἡ Χαναναία, ἀλλὰ καὶ ὡς κρίνον ἱερὸν ἐκ κοιλάδων ἀνέδραμε, τὴν τοῦ θείου Πνεύματος εὐωδίαν ἀπὸ τοῦ οἰκείου στόματος διὰ τῶν λόγων ἐκπνέουσα· εἰ γὰρ «οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ», τίς ἀμφιγνοήσει θείῳ Πνεύματι κινεῖσθαι τὴν γλῶτταν τῆς Χαναναίας, ἣ Δαβὶδ υἱὸν καὶ Κύριον καλεῖ τὸν αὐτόν, καὶ τὸν παρ’ αὐτοῦ ἔλεον ἐπικαλεῖται ὡς κατὰ δαιμόνων τὸ κράτος ἔχοντος; Ἐπεὶ γὰρ ἡ πίστις κατὰ Παῦλον ἐξ ἀκοῆς, ἐξεπορεύετο δὲ «ἦχος περὶ τοῦ Χριστοῦ», κατὰ τὸν Λουκᾶν, «εἰς πάντα τόπον τῆς περιχώρου» ἐκείνης, εὔηχον εὑρὼν σκεῦος τὴν Χαναναίαν, δι’ αὐτῆς ἐπηχεῖ γεγωνότερον· ἀναπεισθεῖσα γὰρ καὶ πιστεύσασα καὶ προσδραμοῦσα θερμῶς ἐξάκουστος ἱκέτις ἅμα καὶ κήρυξ γίνεται, κραυγάζουσα πόρρωθεν, «ἐλέησόν με, Κύριε, υἱὲ Δαβίδ, ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται». Ἐκείνη μὲν γὰρ ἀνεπαισθήτως ἔχει τῆς συμφορᾶς, ἐγὼ δὲ τὰ σπλάγχνα πίμπραμαι τοῦ πάθους τὴν αἴσθησιν ἔχουσα καὶ σοῦ τὸν ἔλεον ἐπιβοῶμαι· ὃς υἱὸς μὲν εἶ Δαβὶδ ἐκ σπέρματος ὢν αὐτοῦ κατὰ τὸ ἀνθρώπινον, Κύριος δὲ πάντων ὡς Θεὸς προαιώνιος, καὶ σοῦ παραχωροῦντος ὁ δαίμων ἐλαύνει μου τὸ θυγάτριον· ἂν δὲ ἐλεήσας πρὸς ἡμᾶς ἐπιστρέψῃς, ὁ τῆς σῆς ὀργῆς ὑπηρέτης ἐκεῖνος εὐθὺς οἰχήσεται.
Ὁ δὲ Κύριος οὐκ ἀπεκρίθη αὐτῇ λόγον, ἔτι φανερωτέραν αὐτῆς τὴν πίστιν καὶ τὴν ἀρετὴν γενέσθαι βουλόμενος, ὡς ἂν καὶ δικαίως νεύων ἐπὶ τὰ ἔθνη φανῇ, οὐ μόνον ἀπιστούντων τῶν Ἰουδαίων, ἀλλὰ καὶ τῶν ἐθνῶν ἐφελκομένων διὰ τῆς πίστεως. Διὸ καὶ τῶν μαθητῶν εἰπόντων, «ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν», ὁ Κύριός φησι πρὸς αὐτούς, «οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ». Ἰδὼν γὰρ αὐτοὺς ἐκπεσόντας τῆς πατρῴας εὐσεβείας καὶ ἀρετῆς, τό γε εἰς αὐτὸν ἧκον παριδεῖν οὐκ ἠνέσχετο διὰ τοὺς εὐσεβήσαντας αὐτῶν πατέρας. Διὸ καὶ πρὸς αὐτοὺς προηγουμένως ἦλθε παρὰ τοῦ ἀνωτάτου Πατρὸς ἀποσταλείς. «Ἡ δὲ γυνὴ ἐλθοῦσα», φησί, «προσεκύνησεν αὐτῷ λέγουσα, Κύριε βοήθει μοι». Πόρρω μὲν οὖσα διὰ τῆς κραυγῆς ἐξιλεοῦτο ἑαυτῇ τὸν δεσπότην, ὡς δ’ ἤνυσεν οὐδὲν οὐδ’ ἐπέστρεψε πρὸς ἑαυτήν, ἐγγίσασα καὶ προσπίπτει καὶ τὴν παρ’ αὐτοῦ βοήθειαν ἐπικαλεῖται πάλιν. Ἀλλὰ καὶ οὕτω μεθ’ ὕβρεων ἀποπέμπεται. Καὶ οὐδ’ οὕτως ἀπηγόρευσεν ἡ γενναία καὶ τὴν ψυχὴν ὄντως ἀνδρεία, ἀλλὰ καὶ ἐξουδενωθεῖσα καὶ ζῶον ἀκούσασα οὐκ ἄλογον μόνον, ἀλλὰ καὶ μιαρὸν καὶ θηριῶδες, ὡς καὶ τὴν αὐτῆς φωνὴν ὑλακὴν εἶναι μᾶλλον ἢ λαλιὰν ἀξίαν ἀκουσθῆναι, συντίθεται μὲν καὶ αὕτη καὶ συνεξουθενεῖ ἑαυτήν, οὐκ ἀφίσταται δὲ τῆς πρὸς Χριστὸν δεήσεως.
Μάθωμεν ἀπὸ τῆς διδασκάλου ταύτης πῶς δεῖ προσκαρτερεῖν ταῖς προσευχαῖς, μεθ’ ὅσης τῆς ὑπομονῆς, μεθ’ ὅσης τῆς ταπεινώσεως, μεθ’ οἵας τῆς κατανύξεως. Μάθωμεν, κἂν ἀνάξιοι ὦμεν, κἂν ἀποπεμφθῶμεν ὡς ρερυπωμένοι ταῖς ἁμαρτίαις· μὴ ἀποπηδήσωμεν δέ, ἀλλὰ παραμείνωμεν ἐκ ψυχῆς αἰτοῦντες ἐν ταπεινώσει.
Ληψόμεθα παρὰ Θεοῦ τὰ αἰτήματα. Τοῦ γὰρ Κυρίου πρὸς αὐτὴν εἰπόντος, ἐθνικὸν εἶ σὺ γύναιον, μᾶλλον δὲ κυνάριον ἰταμὸν καὶ βδελυρὸν καὶ ἀκάθαρτον, οὐ καλὸν δὲ λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ δοῦναι τοῖς κυναρίοις, ναί, φησὶν ἡ γυνή, συνταπεινοῦσα ἑαυτὴν καὶ καθ’ ἑαυτῆς ὁμολογοῦσα τὴν οἰκείαν εὐτέλειαν καὶ ρυπαρίαν, καὶ τῆς μὲν τοῦ ἄρτου μεθέξεως καὶ μεταλήψεως, ὃς ἐκ τοῦ οὐρανοῦ καταβέβηκεν ἡμῖν, ἀναξίαν ἑαυτὴν εἶναι κρίνουσα, δι’ ἔλεον δὲ τῶν ἐκπιπτόντων ψιχίων ἀπὸ τῆς τραπέζης τῶν ἀπολαυόντων δεομένη τυχεῖν. «Καὶ γὰρ τὰ κυνάρια», φησίν, «ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν».
Καὶ τοῦτο σοφὸν ὡς ἀληθῶς τὸ ρῆμα τῆς γυναικὸς καὶ συνετὸν ἄγαν καὶ τῇ ταπεινώσει συγκεκραμένον· εἰ γὰρ καὶ τῶν ἐθνικῶν εἰμι, φησί, καὶ ἁμαρτωλὸς εἶναι ὁμολογῶ, ἀλλὰ προνοίας τυγχάνουσι καὶ τὰ ἔθνη παρὰ τοῦ Θεοῦ διὰ τὴν ἀνείκαστον αὐτοῦ φιλανθρωπίαν καὶ ἀγαθότητα, ὡς καὶ οἱ πρὸς αὐτὸν ἄλλως ἁμαρτόντες ἅπαντες.
Τί οὖν ὁ τοῖς ἐξαγορεύουσι καθ’ ἑαυτῶν τὰς ἁμαρτίας αὐτῶν ἀφιεὶς καὶ τὴν ἀσέβειαν τῆς καρδίας αὐτῶν, καθάπερ ὁ ψαλμῳδὸς προφήτης φθάσας ἡμᾶς ἐδίδαξε; Προσδέχεται τὴν ἀπωσμένην, καθαίρει τὴν ρερυπωμένην, θεραπεύει καὶ ἁγιάζει μετὰ τῆς θυγατρὸς καὶ τὴν ἐκείνης ψυχήν, καὶ ταῦτα μετ’ ἐγκωμίων, λέγων πρὸς αὐτὴν «ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις».
Αὐτῇ παρέχει τὴν ἐξουσίαν, ὡς μηδὲ διάλειμμα γενέσθαι μεταξὺ τοῦ λόγου καὶ τῆς ἰάσεως· «Ἰάθη» γάρ, φησίν, «ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης». Ὁ δὲ Μάρκος φησὶν εἰπεῖν πρὸς αὐτὴν τὸν Κύριον, ὅτι «διὰ τὸν λόγον σου τοῦτον ἐξελήλυθε τὸ δαιμόνιον ἀπὸ τῆς θυγατρός σου»· τουτέστι, διὰ τὸ συνεξουδενῶσαι σεαυτὴν καὶ μέχρι τοσούτου ταπεινῶσαι καὶ σφοδρῶς ἀπωθουμένην μὴ ἀπογνῶναι μηδὲ τῷ λόγῳ τῆς οἰκονομίας κλαπῆναι, ἀλλὰ συνεῖναι τῆς ἐμῆς φιλανθρωπίας τὸ μέγεθος καὶ μέχρι τέλους παραμεῖναι μετ’ ἐλπίδος ἐν ταπεινώσει προσευχομένην· «τοῖς γὰρ ταπεινοῖς δίδωσι χάριν ὁ Θεός», καθάπερ τὴν ἀρχὴν ἔφθημεν εἰπόντες, καὶ «ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται», καὶ «ταπείνωσον», φησί, «σεαυτόν, καὶ ἔναντι Κυρίου εὑρήσεις χάριν», ἀλλὰ καὶ «πᾶς ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται».
Ἡ δὲ τοιαύτη προσεδρεία οὐκ ἄνευ μεγάλης πίστεως πάντως. Ἴδοι δ’ ἄν τις ἐξετάζων τῇ πρὸς Χριστὸν πίστει τὴν ταπείνωσιν ἀεὶ συνημμένην καὶ συναυξομένην· ἡνίκα γὰρ ὁ Πέτρος τὴν ἀρχὴν ἐπὶ τῷ λόγῳ τοῦ Κυρίου τὸ πολὺ πλῆθος τῶν ἰχθύων ἐν τοῖς οἰκείοις συνέκλεισε δικτύοις καὶ τελείως ἐπίστευσε, τότε πρὸς αὐτὸν ἔλεγεν, «ἔξελθε ἀπ’ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε». Τοῦ δὲ ἑκατοντάρχου πάλιν ἐν ταπεινώσει πρὸς Χριστὸν εἰπόντος, «Κύριε οὔκ εἰμι ἱκανός, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς», ὁ Κύριος περὶ αὐτοῦ τοῖς ἀκολουθοῦσιν εἶπεν, «ἀμὴν λέγω ὑμῖν, ὅτι οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον»· ὥστε τῶν πιστῶν ἐστι μόνον ἡ ταπείνωσις, καὶ τῶν τεταπεινωμένων ἡ πίστις.
Ταπεινωθῶμεν οὖν ἑκόντες, ἀδελφοί, παρ’ ἑαυτῶν, ἵνα καὶ τὴν ἡμετέραν πρὸς Χριστὸν πίστιν ἐπιδειξώμεθα καὶ παρ’ αὐτοῦ ὑψωθῶμεν· μᾶλλον δὲ ἐπιγνῶμεν τὴν ἡμῶν αὐτῶν ἔμφυτον ταπείνωσιν καὶ τὴν ἐκ τῶν δαιμόνων ἔσθ’ ὅτε παραφορὰν τῶν ἐν ἡμῖν τικτομένων λογισμῶν, ἵνα κραυγάσωμεν ὡς ἡ Χαναναία πρὸς τὸν Χριστὸν καὶ προσέλθωμεν καὶ προσπέσωμεν καὶ παραμείνωμεν ἐν ταπεινώσει δεόμενοι καὶ τῆς παρ’ αὐτοῦ διδομένης τοῖς ταπεινοφρονοῦσι χάριτος ἐπιτύχωμεν, καὶ πρὸς ὕψος ἀναδράμωμεν θεῖον.
Τίς γὰρ ἡμῶν ἡ ἀρχὴ τῆς ἑκάστου γενέσεως; Οὐ παραπλησία τῇ τῶν ἀλόγων ζώων; Μᾶλλον δὲ καὶ χείρων ἐστίν· ἐκείνη γὰρ οὐκ ἐξ ἁμαρτίας ἔσχε τὴν πάροδον, εἰς δὲ τὸ ἡμέτερον γένος ἡ τῆς ἐντολῆς παρακοὴ τὸν γάμον εἰσήνεγκε· διὸ καὶ τὴν ἀπὸ τοῦ θείου βαπτίσματος λαμβάνομεν ἀναγέννησιν τὸ ἀπὸ τῆς γενέσεως κάλυμμα περιτέμνουσαν. Εἰ γὰρ καὶ ὁ γάμος ἀνεύθυνος τοῦ Θεοῦ συγχωρήσαντος, ἀλλ’ ἡ φύσις ἔτι φέρει τῶν ὑπευθύνων γεγονότων τὰ σύμβολα· διὸ καί τις τῶν παρ’ ἡμῖν ἱερῶν θεολόγων «νυκτερινήν φησι καὶ δούλην καὶ ἐμπαθῆ» τὴν καθ’ ἡμᾶς ταύτην γένεσιν, ὁ δὲ Δαβὶδ πρὸ αὐτοῦ, «ἐν ἀνομίαις», φησί, «συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου».
Ἡ μὲν οὖν γένεσις ἡμῶν τοιαύτη. Τί δὲ ἡ γέννησις; οὐ πολλῷ χείρων τῆς τῶν ἀλόγων ζώων γεννήσεως; «ἐν λύπαις τέξῃ τέκνα» πρὸς τὴν Εὔαν εἶπεν ὁ Θεός, οὐ μόνον, οἶμαι, διὰ τὰς ἐν τῷ τίκτειν τῶν μητέρων ὠδῖνας, ἀλλὰ καὶ διὰ τὰς τῶν τικτομένων λύπας, τάς τε κατὰ τὸν ἑξῆς βίον ἅπαντα καὶ τὰς ἐξ ἀρχῆς εὐθύς, ἀφ’ ὧν οἱ συνεχεῖς κλαυθμηρισμοὶ τῶν βρεφῶν, οὐδενὶ τῶν ἄλλων ζώων συμβαίνοντες· μόνοις γὰρ ἡμῖν εὐθὺς ἐκ μήτρας ραγεῖσαι ταλαίπωρος ἡ ζωὴ καὶ πολυστένακτος, καὶ θρήνων, ὡς ἔοικε, πολλῶν ἀξία. Τί δὲ τῶν ἄλλων ζώων, ὡς ἡμεῖς, αὐτίκα μετὰ τὴν γέννησιν ταινίαις σφίγγεται καὶ σπαργάνοις εἱλεῖται καὶ κοίλῳ κλινιδίῳ καθάπερ ἐνταφιάζεται καὶ πρὸς θηλὴν ἑτεροκίνητον ἄγεται καὶ ἀπάγεται, μὴ κινεῖσθαι δυνάμενον οἴκοθεν; Οὐκ ἄρνες καὶ νεβροὶ καὶ μόσχοι παραυτὰ γεννηθέντες ἐλευθέρως βαίνουσι καὶ περισκιρτῶσι τὴν γειναμένην, καὶ προσιόντες αὐτοκινήτως ἐμφοροῦνται τοῦ γάλακτος; Ἀλλὰ καὶ ἀπογαλακτισθέντες ἡμεῖς τῶν μὲν δεσμῶν καὶ τῆς ἀκινησίας λυόμεθα, τοῦ δὲ ἀνοηταίνειν οὔπω παυόμεθα· μόλις δέ ποτε τοῦ βυθοῦ τῆς ἀλογίας ἀνανηξάμενοι διὰ πολλῶν ἐτῶν τῆς φρονούσης ἡλικίας ἁπτόμεθα. Τί οὖν; τότε κρείττους.
Ἆρα τῶν ἀλόγων, ὡς ἀναδύντες τῆς σκοτοδινίας ἐκείνης καὶ φωτὶ λόγου περιλαμφθέντες καὶ νουνεχεῖς ἤδη γεγονότες ἡμεῖς; Οὔμενον. Τοσοῦτο γὰρ χείρους ἢ πρότερον, ὅσον ἐκεῖνα μὲν εἱρμῷ γενέσεως καὶ νόμῳ διεξαγόμενα φύσεως πάσχομεν μᾶλλον ἢ πράττομεν· διὸ καὶ μέμψις ἐπ’ ἐκείνοις ἡμῖν οὐ κεῖται, οὐδ’ ἀπειλαὶ φρικώδεις κόλασιν ἐπανατεινόμεναι τὴν αἰώνιον. Ἀνενεγκόντες δέ ποτε τῶν ἐκεῖθεν ἰλίγγων καὶ λογισμοῦ γεγονότες κύριοι, ἑκόντες ὑποβρυχίους ἑαυτοὺς ποιοῦμεν τῷ κατακρίτῳ βυθῷ τῶν ἀπηγορευμένων παθῶν, κάτω κάρα φερόμενοι πρὸς τέλματα καὶ ἰλὺν βυθοῦ καὶ βορβόρου χῦμα δεινόν, τὸν καθ’ ἡμᾶς τοῦτον λέγω πολυαμάρτητον βίον, ἔνθα κέντροις σκορπίων καὶ ὄφεων τιτρωσκόμενοι καὶ ὀδοῦσι θηρῶν διασπώμενοι τοσοῦτον ἀνοηταίνομεν, ὡς καὶ ἐφήδεσθαι ταῖς πληγαῖς καὶ ἐπεντρυφᾶν τοῖς σπαράγμασιν.
Ἐπέρχεται ἡμῖν δίκην ἀσπίδος ἡ τῶν σωμάτων ἐπιθυμία, καὶ οὐ φεύγομεν ᾗ ποδῶν ἔχομεν πρὸς ἡμᾶς αὐτοὺς συστελλόμενοι καὶ δι’ ἐγκρατείας καὶ τῆς ἀδιαλείπτου πρὸς Θεὸν ἐν ταπεινώσει δεήσεως ἀποσοβοῦμεν αὐτήν, ἀλλ’ ἀναπετῶμεν αὐτῇ τοὺς κόλπους τῆς διανοίας καὶ εἰσοικιζόμεθα χαίροντες, φεῦ!, τὸν θάνατον ἡμῶν τὸν αἰώνιον. Ἐπιτίθεται ἡμῖν ὁ θυμός, ὡς λέων ἀνήμερος, καὶ οὐκ ἀποτρέχομεν καὶ φρουρὰν ζητοῦμεν τὸ τοσοῦτον κακὸν ἀνείργουσαν, ἥτις ἐστὶν ἡ μακροθυμία καὶ ἡ ταπείνωσις· ἀλλ’ ἐπιτρέχομεν μᾶλλον καὶ προθύμως ἐνστερνιζόμεθα καὶ ποιοῦμεν ἡμῖν αὐτοῖς ἔνοικον τὸν ἡμῶν ὀλοθρευτὴν ὡς ἐκδικητὴν καὶ προστάτην οἱ τάλανες.
Σπεύδει κατασπᾶν ἡ φιλαργυρία πρὸς βάραθρον, καὶ οὐ κουφίζομεν ἑαυτοὺς ὀλιγοδείᾳ καὶ ὀλιγοκτησίᾳ, πτέρυξιν οἷον οὐρανοδρόμοις, ἀλλὰ συνδοῦμεν τοῖς κάτω βρίθουσι βάρεσιν ἐκείνης, ἐπιθυμίᾳ ἢ καὶ περιβολῇ χρημάτων ἢ κτημάτων πολυταλάντων ὁπόση δύναμις, καὶ κατακρημνιζόμενοι καὶ συνωθούμενοι πρὸς βυθὸν ἀπύθμαντον στέργομεν.
Ἐλάβομεν νοῦν καθηγεμόνα καὶ αὐτοκράτορα, καὶ δοῦλον αὐτὸν ἡμεῖς τῶν ἀλόγων παθῶν ἀπεδείξαμεν. Ἐτιμήθημεν λόγῳ παρὰ πάντα τὰ ζῶα, καὶ ὑπηρέτην αὐτὸν ἡμεῖς τῶν τοιούτων παθῶν ἀποδείξαντες ἀτιμότεροι καὶ τῶν ἀλόγων ζώων γεγόναμεν.
Ἐλάβομεν σῶμα, χειρῶν Θεοῦ πλάσμα, ὥστε γενέσθαι δύνασθαι τοῦτο καὶ πνευματικὸν τῇ πρὸς τὸν Θεὸν ἡμῶν ἀνανεύσει, καὶ ἡμεῖς τῇ πρὸς τὰ γήϊνα κατανεύσει σάρκα καὶ τὸ ἡμέτερον ἀπειργασάμεθα πνεῦμα, καὶ τῶν ἀψύχων σωμάτων κατέστημεν εὐτελέστεροι, αὐτοκατάκριτοί τε καὶ μόνοι κατάκριτοι· ἐκεῖνα μὲν γὰρ τοιαῦτα μένει, οἷα καὶ γέγονεν, ἡμεῖς δὲ ἠχρειώσαμεν ἑαυτοὺς ἐφ’ ᾧ γεγόναμεν ἀθετήσαντες, καὶ τὴν τιμὴν εἰς ἀτιμίαν μετεσκευάσαμεν.
Τίς σωφρονιστής, συνασελγαίνων τοῖς ὑπ’ αὐτὸν καὶ συνεκπονῶν καὶ συνεκπορίζων τοῖς ὀφείλουσιν ὑπ’ αὐτοῦ σωφρονίζεσθαι πρὸς ἀσέλγειαν, οὐ μυσαρὸς καὶ κατάπτυστος μᾶλλον τῶν μὴ σωφρονίζειν ἑτέρους λαχόντων, κἂν ἀσελγαίνωσι; Τίς σοφιστής, τοῖς διδασκομένοις ὑπ’ αὐτοῦ συναφραίνων καὶ τὴν ἄνοιαν συναύξων αὐτῶν, οὐ τῶν ἀσόφων ἀνοητότερος; Τίς ἀρχιτεκτονεῖν εὖ εἰδώς, εἶτα συναθύρων παισὶ καὶ κατὰ ψαμμάθων ἃς ἐκεῖνοί φασιν οἰκίας οἰκοδομῶν, οὐ τῶν ἀτέχνων μακρῷ καταγελαστότερος;
Οὕτως ἄνθρωπος καὶ τῶν ἀλόγων ἀλογώτερος ὢν καὶ τῶν ἀτίμων ἀτιμότερος πάντων καὶ ἀθλιώτερος, ἅτε σώματι δουλωθεὶς καὶ πρὸς τὸ χεῖρον ὑπὸ τούτων μετενεχθεὶς ἃ δουλοῦν ἔδει πάθη καὶ πρὸς τὸ κρεῖττον μετασκευάζειν, εἶτα ἐπαίρεται καὶ μέγα φρονεῖ, ἂν ἐπὶ τοῖς ἀχρειοῦσι τούτοις τὴν αὐτοῦ φύσιν πλέον ἔχῃ τῶν ἄλλων, καθηδυπαθεῖν ἢ πλεονεκτεῖν ἢ περιφρονεῖν ἢ κατακρατεῖν καὶ ἄρχειν ἑτέρων δυνάμενος, ὅθεν τρυφὴ καὶ πλοῦτος καὶ δόξα ματαία καὶ ἀρχὴ περιγίνεται τῶν περὶ ταῦτα σπουδαζόντων τισίν.
Ἀλλ’ εἰσιν οἳ τὸ ἱερὸν ἀξίωμα διετήρησαν ἢ περιτραπὲν ἐπανήγαγον, καὶ τὸ τῆς ἀλόγου ψυχῆς παθητικὸν ὑποζεύξαντες τῶν ἐν αὐτῇ δυνάμεων ἑκάστῃ τὸ πρέπον ἔνειμαν, καὶ τῶν ἐντεῦθεν ὁρμῶν τὰς μὲν ἐσόφισαν, τὰς δὲ ἐσωφρόνισαν, τὰς δὲ ἐξημέρωσαν· ἀλλ’ οὐκ ἄνευ τῆς παρὰ τοῦ Θεοῦ πάντως βοηθείας καὶ χάριτος· αὕτη δὲ τοῖς ταπεινόφροσι δίδοται, καθάπερ πολλάκις δέδεικται καὶ παρὰ τῆς θαυμαστῆς Χαναναίας σήμερον ἐδιδάχθημεν· ὥστε μόνοι τῶν ἀλόγων ζώων τιμιώτεροι καὶ ἄνθρωποι ὄντως, οἱ ταπεινοί, οἱ δὲ μὴ τοιοῦτοι, οὐκ ἄνθρωποι, ἢ καὶ τῶν ἀλόγων χείρους τὴν γνώμην, κἂν ὦσι τὴν φύσιν ἄνθρωποι. Διὰ τοῦτο καὶ ὁ Σολομῶν πάντα τὰ τοῦ βίου διεξελθὼν καὶ ὡς ἐξουδενωμένα παραλιπών, ἐπάγει, «τὸν Θεὸν φοβοῦ», ταυτὸ δ’ εἰπεῖν, ἐνώπιον αὐτοῦ τεταπεινωμένος ἴσθι «καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε, ὅτι τοῦτο πᾶς ἄνθρωπος».
Οὐκοῦν, ἀδελφοί, ὅταν τις ὑπό τινος τῶν αὐτῷ φυσικῶς προσόντων ἢ τῶν ἔξωθεν προσγεγονότων ἐρεθίζηται πρὸς ἀλαζονείαν καὶ οἴησιν, τοῦτο ἐπὶ νοῦν λαμβανέτω, ὡς καὶ τὴν πρὸς Θεὸν πίστιν ἀμβλύνει καὶ τῆς παρ’ αὐτοῦ χάριτος ἐκπίπτει καὶ τὸ ἄνθρωπος εἶναι σχεδὸν ἀπόλλυσι καὶ τῶν ἀτίμων ἀτιμότερος καὶ τῶν ἀλόγων ἀλογώτερος γίνεται, καὶ διορθούσθω ταχέως ἑαυτὸν ἐπιστρέφων διὰ τῆς μετανοίας πρὸς τὴν ταπείνωσιν· ὡς ἂν ἐπὶ τοῦ μέλλοντος αἰῶνος μετὰ τῶν ἠλεημένων ὑπὸ Θεοῦ εὑρεθῇ, καὶ ὡς πιστὸς καὶ φρόνιμος ἐπαινεθῇ καὶ δοξασθῇ παρὰ τοῦ δι’ ἡμᾶς ἑαυτὸν ταπεινώσαντος Υἱοῦ τοῦ Θεοῦ δόξαν τὴν ἀληθῆ καὶ ἀναλλοίωτον καὶ ἀΐδιον.
Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ δόξα πρέπει σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.