Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ομιλίες ΜΓ΄–ΞΓ΄

Γρηγόριος Παλαμᾶς

Ομιλία Ν΄: Στην ΣΤ΄ Κυριακή του Λουκά

Η θεραπεία του δαιμονιζομένου και η εξουσία του Χριστού επί της λεγεώνας των δαιμόνων, με αλληγορική προέκταση του χοιρώδους βίου της αμαρτίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 8 από 21

ΕΙΣ ΤΟ ΤΗΣ ΕΚΤΗΣ ΚΥΡΙΑΚΗΣ ΕΥΑΓΓΕΛΙΟΝ ΤΟ ΛΕΓΟΝ «ΕΞΕΛΘΟΝΤΙ Τῼ ΙΗΣΟΥ ΕΙΣ ΤΗΝ ΓΗΝ ΥΠΗΝΤΗΣΕΝ ΑΥΤῼ ΑΝΗΡ ΤΙΣ ΕΚ ΤΗΣ ΠΟΛΕΩΣ ΟΣ ΕΙΧΕ ΔΑΙΜΟΝΙΑ ΕΚ ΧΡΟΝΩΝ ΙΚΑΝΩΝ» «Ὁ ὢν ἐκ τοῦ Θεοῦ τὰ ρήματα τοῦ Θεοῦ ἀκούει», φησὶν ὁ Κύριος, τουτέστι ταῖς ἐντολαῖς ὑπακούει τοῦ Θεοῦ, εἰς ἔργα τοὺς λόγους ἄγων καὶ κατὰ Χριστὸν ζῶν τε καὶ πολιτευόμενος καὶ τὸ θέλημα ποιῶν τοῦ οὐρανίου Πατρός, καὶ κληρονόμος μὲν γινόμενος Θεοῦ, συγκληρονόμος δὲ Χριστοῦ. Ὁ δὲ παρακούων τοῦ Θεοῦ καὶ ποιῶν τὴν ἁμαρτίαν καὶ ἀνεπιστρόφως αὐτῆς ἀντεχόμενος δοῦλός ἐστι τῆς ἁμαρτίας καὶ οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ἀλλ’ ἐκ τοῦ πονηροῦ, ἣν ἔλαβεν ἐκ Θεοῦ φύσιν μεταπλάττων τῇ κακῇ προαιρέσει καὶ τῷ πατρὶ τῆς ἀπωλείας ἐξομοιῶν. Διὸ καὶ πρὸς τοὺς Ἰουδαίους ἔλεγεν ὁ Κύριος, «ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστέ, καὶ τὰς ἐπιθυμίας αὐτοῦ θέλετε ποιεῖν».

Οἱ δὲ τοιοῦτοι καὶ τῶν φανερῶς δαιμονώντων εἰσὶν ἀθλιώτεροι, κἂν τὴν τῶν πολλῶν αἴσθησιν διαφεύγωσιν· οἱ μὲν γὰρ δαιμονῶντες τὰ σώματα κατακόπτουσιν ἑαυτῶν καὶ σωματικῶς ἔσθ’ ὅτε βλάπτουσι τοὺς ἐντυγχάνοντας, οἱ δὲ διὰ τῶν πονηρῶν ἐπιθυμιῶν τε καὶ πράξεων ἀφωμοιωμένοι τῷ ἀρχεκάκῳ ἐχθρῷ τὰς οἰκείας διαφθείρουσι ψυχὰς καὶ τὰς τῶν ἀπροσέκτως ἐντυγχανόντων αὐτοῖς· καὶ οἱ μὲν ἐν καιρῷ θανάτου μετὰ τοῦ σώματος συναποβάλλονται καὶ τὴν τῶν δαιμόνων ἐπήρειαν, οἱ δὲ ἀμετανοήτως ἁμαρτάνοντες ἀθάνατον ἔχουσι τὴν βλάβην καὶ ἀναπόβλητον· καὶ τὸν μὲν ὑπὸ δαίμονος καὶ κατὰ σῶμα φανερῶς ἐνοχλούμενον ἅπαντες ἐλεοῦμεν ἰδόντες, τὸν δὲ φονέα καὶ τὸν φιλάργυρον, τόν τε ὑπερήφανον καὶ ἀναίσχυντον καὶ ἀνυπότακτον καὶ πάντας τοὺς τοιούτους οὐ μόνον οὐκ ἐλεοῦμεν, ἀλλὰ καὶ μισοῦμεν. Ὁ μὲν γὰρ ἄκων περιπίπτει τῷ πάθει, ὁ δὲ φιλαμαρτήμων αὐθαίρετον ἐπισπᾶται τὸ κακόν, ἔστιν ὅτε καὶ ὕπουλον ἔχων τὸ τῆς νόσου λυμαντικὸν καὶ κακόηθες.

Ἐπεὶ δὲ τῶν ἀνθρώπων οἱ πλείους τὴν τοῦ διαβόλου καθ’ ἡμῶν μανίαν ἐκ τῶν κατὰ ψυχὴν ἐκείνου προσβολῶν καὶ τῆς εἰς ἁμαρτίαν συνεργίας συνορᾶν οὐκ ἔχουσι, παρεχώρησεν ὁ Θεὸς καὶ κατὰ σῶμα δαιμονοφορήτους γίνεσθαι, ἵνα πάντες ἀπὸ τούτων μάθωμεν ὅσον ἐστὶ δεινὸν τῆς διὰ τῶν πονηρῶν ἔργων ἑαυτῇ τοῦτον ἔνοικον ποιησαμένης ψυχῆς. Ὅτε δὲ δι’ ἀνείκαστον φιλανθρωπίας πέλαγος κλίνας οὐρανοὺς ἐπὶ τὴν γῆν κατῆλθεν ὁ τοῦ Θεοῦ μονογενής, ἵνα ἡμᾶς τῆς κατὰ ψυχὴν τοῦ διαβόλου τυραννίδος ἐλευθερώσῃ· καὶ τῶν φανερῶς κατὰ σῶμα δαιμονώντων ἀπήλαυνε τὰ δαιμόνια, διὰ τῆς φανερῶς ἐνεργουμένης ταύτης ἐλευθερίας τε καὶ ἰάσεως τὴν ἐν τῷ κρυπτῷ κατὰ ψυχὴν γινομένην ἐλευθερίαν καὶ ἴασιν παριστῶν καὶ πιστούμενος. Καὶ παραλυτικῷ γὰρ παρασχὼν τὴν τῆς ψυχῆς θεραπείαν, οὐ μόνον οὐκ εὐφημεῖτο παρὰ τῶν κατ’ αἴσθησιν ὁρώντων, ἀλλὰ καὶ ἐβλασφημεῖτο· διὸ καὶ τὴν τοῦ σώματος ἰάσατο παράλυσιν, ἵν’ εἰδῶσιν, ὡς αὐτὸς πρὸς τοὺς παρόντας ἔλεγεν, ὅτι «ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας».

Διὰ τοῦτο τοίνυν μάλιστα καὶ τῶν δαιμονώντων ἀπελαύνει τοὺς δαίμονας, ἵνα γνῶμεν ὅτι αὐτός ἐστιν ὁ καὶ τῶν ἡμετέρων ψυχῶν αὐτοὺς ἀπελαύνων καὶ τὴν αἰώνιον ἐλευθερίαν ἡμῖν χαριζόμενος. «Ἐξελθόντι γὰρ εἰς τὴν γῆν», κατὰ τὴν σήμερον ἀναγινωσκομένην τοῦ Εὐαγγελίου φωνήν, «ὑπήντησεν αὐτῷ ἀνήρ τις ἐκ τῆς πόλεως, ὃς εἶχε δαιμόνια ἐκ χρόνων ἱκανῶν, καὶ ἱμάτιον οὐκ ἐνεδιδύσκετο καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλ’ ἐν τοῖς μνήμασιν». Ἐξελθεῖν φησιν, ἀλλ’ οὐκ ἐλθεῖν ἐπὶ τὴν γῆν, ἵνα δείξῃ ὅτι διαπεράσας ἦλθεν, ἡνίκα μεταξὺ καὶ τὴν λαίλαπα τοῦ ἀνέμου κατέπαυσε καὶ τὴν θάλασσαν κατεστόρεσεν ἐπιτιμήσας. Ἐμβὰς γὰρ εἰς τὸ πλοῖον ἀπὸ τῆς Γαλιλαίας μετὰ τῶν οἰκείων μαθητῶν εἶπε πρὸς αὐτούς, ὡς ἀνωτέρω φησὶν ὁ Εὐαγγελιστής, «διέλθωμεν εἰς τὸ πέραν», ὅθεν δείκνυται καὶ προϊδὼν καὶ διὰ σπλάγχνα ἐλέους αὐτόκλητος ἐλθὼν βοηθὸς τῷ παρὰ τῶν δαιμόνων ἐλαυνομένῳ δεινῶς οὕτω καὶ πολυετῶς.

Ἕνα μὲν οὖν φησιν ὁ Λουκᾶς εἶναι τοῦτον, πολλὰ δὲ δαιμόνια ἔχοντα, ὁ δὲ Μάρκος ἕνα φησὶ καὶ αὐτός, ἀλλ’ «ἐν πνεύματι ἀκαθάρτῳ»· ὁ δὲ Ματθαῖος δύο φησὶν εἶναι τούτους συνόντας καὶ συνελαυνομένους ἀλλήλοις ὑπὸ πολλῶν δαιμονίων.

Τὴν δὲ αἰτίαν, δι’ ἣν οἱ μὲν τῶν Εὐαγγελιστῶν ἕνα λέγουσιν, οἱ δὲ πλείους αὐτούς τε τοὺς δαιμονῶντας καὶ τὰ δαιμόνια, καὶ ὁ Λουκᾶς καὶ ὁ Μάρκος ἐδήλωσε· τὸ γὰρ ἕν, ὅπερ ὠνόμασεν ὁ Μάρκος ἀκάθαρτον πνεῦμα, ἐν τοῖς ἑξῆς παρὰ τοῦ Κυρίου ἐταζόμενός φησι, «Λεγεὼν ὄνομά μοι, ὅτι πολλά ἐσμεν». Ἔστι γὰρ λεγεὼν ὁρμαθὸς καὶ σύστημα πολυάριθμον ἀγγέλων ἢ ἀνθρώπων συνισταμένων τε καὶ συμμεθισταμένων ἀλλήλοις, καὶ πρὸς ἓν ἔργον τε καὶ τέλος ὁρώντων καὶ φερομένων. Διὰ τοῦτο καὶ οἱ δαιμονιζόμενοι ἐκεῖνοι, ὡς ὑπὸ τοιούτου συστήματος ἐνεργούμενοί τε καὶ φερόμενοι, κἀν τοῖς μνήμασι κἀν τοῖς ὄρεσι συνῆσαν ἀδιασπάστως ἀλλήλοις καὶ συνηλαύνοντο, καὶ ποτὲ μὲν ἑνικῶς ποτὲ δὲ πληθυντικῶς καλοῦνται αὐτοί τε καὶ τὰ ἐλαύνοντα τούτους πονηρὰ πνεύματα.

Οὐχ ὑπήντησε δὲ μόνον τῷ Ἰησοῦ διὰ τοῦ ἀνθρώπου ἐκείνου ὁ τῶν πονηρῶν πνευμάτων λεγεών, ἀλλὰ «καὶ προσέπεσε καὶ φωνῇ μεγάλῃ ἀνεκραύγασε, τί ἐμοὶ καὶ σοί, Υἱὲ τοῦ Θεοῦ τοῦ Ὑψίστου; Δέομαί σου, μή με βασανίσῃς· παρήγγειλε» γάρ, φησίν, «ὁ Κύριος τῷ ἀκαθάρτῳ πνεύματι ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου». Δι’ εὐσπλαγχνίαν ἐπίτηδες εἰς τὸν αἰγιαλὸν ἐκεῖνον κατάρας ὁ Κύριος, ἔνθα ὁ δαιμονῶν διέτριβεν οὗτος, ἐπιτάττων μὲν ἦν τῷ λεγεῶνι τῶν δαιμόνων ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου, ὅπου δὲ ἀπέλθοι μὴ προσεπιτάττων. Διὰ τοῦτο τὸ παμμίαρον ἐκεῖνο σμῆνος τῶν πονηρῶν πνευμάτων ἀμηχανίᾳ περιληφθὲν καὶ φοβηθὲν μὴ παραδοθῇ νῦν ὑπὸ τοῦ Κυρίου τῇ μελλούσῃ καταδίκῃ, τῇ προητοιμασμένῃ τούτοις γεέννῃ τοῦ πυρός, ὑφ’ ἧς ἀκινησίᾳ παραδοθήσεται τελείᾳ πάσης αὐτοῖς ἐνεργείας καταργηθείσης, ἠναγκάσθη καὶ προσελθεῖν καὶ προσπεσεῖν καὶ ταπεινοτέροις καὶ ἀληθέσι ρήμασι χρήσασθαι πρὸς τὸν Κύριον, Υἱὸν εἶναι τοῦ Ὑψίστου τοῦτον μαρτυροῦντα, ἅμα καὶ πονηρῶς οἰόμενα τῇ μαρτυρίᾳ οἷόν τινι κολακείᾳ μεταπείσειν τὸν τῶν ὅλων Κύριον.

Ὁ δὲ Κύριος ἠνέσχετο τῆς ἐκ τούτων μαρτυρίας εἰς καταρτισμὸν τῶν ἐν τῷ πλοίῳ. Ἐκεῖνοι γὰρ ἰδόντες τὰ ἐν τῇ θαλάσσῃ τούτου τηνικαῦτα θαύματα, πρὸς ἀλλήλους διαποροῦντες ἔλεγον, «τίς ἐστιν οὗτος, ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ;».

Νῦν δὲ τίς ἐστιν οὗτος ἔμαθον, ὅτι ὁ «Υἱὸς τοῦ Θεοῦ τοῦ Ὑψίστου». Συνεργὸς γάρ ἐστι καὶ ὁ διάβολος ἀεὶ τῇ τοῦ Θεοῦ βουλῇ, ἀλλ’ αὐτὸς οὐ τοῦτο βουλόμενος, οὐδὲ πρὸς τοῦτο βλέπων, διὸ καί τις τῶν θεοφόρων φησίν, ὅτι «συνεργεῖ τὸ κακὸν τῷ ἀγαθῷ προαιρέσει οὐ καλῇ». Ὁ δὲ Κύριος τὸν οὕτω φρίττοντα τοῦτον δαίμονα δεῖξαι θέλων τοῖς παροῦσιν οὐχ ἕνα ὄντα, ἀλλὰ πλῆθος πολύ, ἠρώτησεν αὐτόν, «τί σοι ὄνομα; Ὁ δὲ εἶπε, Λεγεὼν ὄνομά μοι, ὅτι δαιμόνια πολλά ἐσμεν». Τὸ γὰρ τοῦ λεγεῶνος τάγμα εἰσὶν οἳ φασίν, ὡς ἐν ἓξ χιλιάσι συμπληροῦται. «Καὶ παρεκάλουν αὐτόν», φησίν, «ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν». Ὁρᾷς ὅτι ὁ φόβος ἐστί, καθάπερ ἀνωτέρω εἴπομεν, ὁ τούτους ἀναγκάσας καὶ προσελθεῖν καὶ προσπεσεῖν καὶ σχήμασι καὶ ρήμασιν ἀληθέσι καὶ ταπεινοτέροις χρήσασθαι; Ὅρα δὲ καὶ τὴν παντοκρατορικὴν ἐξουσίαν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ τῆς ἀβύσσου γὰρ αὐτὸν Κύριον ἄκων ἐμαρτύρησεν ὁ δαίμων. Τίς δέ ἐστιν ὁ ἐπιβλέπων ἀβύσσους;

Πάντως ὁ καθήμενος ἐν ὑψηλοῖς καὶ τὰ πάντα περιέχων τε καὶ περιέπων. Ὅρα δὲ καὶ τῶν δαιμόνων τὸ στῖφος μηδαμοῦ δυνάμενον εἶναι μηδὲ παρ’ αὐτοῦ συγχωρούμενον ἢ παραχωρούμενον· διὸ καὶ προσταττόμενον μὲν παρὰ τοῦ Κυρίου ἀπελθεῖν, μὴ κελευόμενον δὲ ποῖ ἀπέλθοι, βίᾳ συνείχετο μεγάλῃ καὶ τοὺς ἐν τῷ ὄρει βοσκομένους χοίρους πρὸς καταφυγὴν εὗρεν, ἵνα δι’ αὐτῶν ἐκφύγῃ. Ἀλλ’ οὐδὲ κατ’ ἐκείνων οἴκοθεν εἶχε τὴν ἐξουσίαν, πολλῷ δὲ μᾶλλον ἢ κατ’ ἀνθρώπων ἢ ἄλλου τινὸς τῶν ὄντων. «Ἦν» γάρ, φησίν, «ἐκεῖ ἀγέλη χοίρων πολλῶν βοσκομένη ἐν τῷ ὄρει. Καὶ παρεκάλεσαν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους ἀπελθεῖν· καὶ ἐπέτρεψεν αὐτοῖς. Ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθεν εἰς τοὺς χοίρους· καὶ ὥρμησεν ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη». Τὰ μὲν οὖν δαιμόνια φυγῆς τε πρόφασιν ζητοῦντα καὶ κακοποιὸν ἔχοντα προαίρεσιν τὴν κατὰ τῶν χοίρων ᾔτησαν ἐπιτροπήν, ἐπεὶ τῶν ἀνθρώπων παρὰ τοῦ Σωτῆρος ἀπηλαύνοντο, καὶ συνεῖδον ὡς οὐκ ἐξ ἑνὸς ἢ δύο, ἀλλὰ παντὸς διὰ τοῦ ἑνὸς ἀπελαύνονται ἀνθρώπου. Ὁ δὲ Κύριος ἐπέτρεψεν αὐτοῖς, ἵνα γνῶμεν ἡμεῖς, ἐξ ὧν ἔπαθον οἱ χοῖροι, ὡς οὐδὲ τοῦ ἀνθρώπου ἂν ἐφείσαντο μὴ τελείως ἀπωλείᾳ παραδοῦναι τοῦτον, εἰ μὴ παρὰ τῆς ἐκείνου δυνάμεως καὶ πρότερον ἀοράτως ἀνεχαιτίζοντο. «

Ἰδόντες δέ», φησίν, «οἱ βόσκοντες, ἔφυγον· καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγροὺς τὸ γεγονός». Λάβετέ μοι νῦν ἐπὶ νοῦν τὸν ἐν τῷ εὐαγγελίῳ σεσωσμένον τῇ φυγῇ τῶν χοίρων ἄσωτον υἱόν, ἵνα ἐπιγνῶτε, τίνες τε ἦσαν οὗτοι οἱ τοὺς χοίρους βόσκοντες, μᾶλλον δὲ τίνες τούτοις ἐοίκασι. Πᾶν μὲν γὰρ πονηρὸν πάθος διὰ τὴν ἀκαθαρσίαν ὁ χοιρώδης βίος αἰνίττεται, χοῖροι δέ εἰσι μάλιστα οἱ περιφέροντες τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα, προΐστανται δὲ τούτων οἷά τινες νομεῖς οἱ καθ’ ἡδυπάθειαν αὐτῶν ὑπερέχοντες καὶ πρόνοιαν τῆς σαρκὸς καὶ τῆς διαίτης εἰς ἐκπλήρωσιν τῆς ἐπιθυμίας ποιούμενοι.

Ἡμῖν δὲ οὐ δίδωσιν ὁ καιρὸς οὐδὲ ὁ τοῦ πλήθους, ὡς ὁρᾶτε, θόρυβος, τοῖς ἑξῆς ἐπεξελθεῖν πρὸς ἀκρίβειαν, τίς τε ἡ τῆς ψυχῆς ἐξ ἁμαρτίας προσγινομένη γύμνωσις, ἣν ὁ δαιμονῶν ἐκεῖνος ὑπεσήμαινε, καὶ ἡ ἐν τοῖς ὄρεσι διαγωγὴ (καὶ γὰρ «ἱμάτιον», φησίν, «οὐκ ἐνεδιδύσκετο καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλ’ ἐν τοῖς μνήμασι»), τίνες τε αἱ ἁλύσεις καὶ αἱ πέδαι καὶ τὰ δεσμά, ἃ διαρρήσων ἐκεῖνος ἠλαύνετο.

Ἀλλὰ φύγωμεν καὶ ἡμεῖς, οἱ μοναχοὶ μάλιστα, τὴν μετὰ τῶν ἐν ἀγροῖς χοίρων ἀναστροφὴν καὶ συμβίωσιν. «Ὁμιλίαι γὰρ κακαί», κατὰ τὸ Σολομώντειον ἔπος, «φθείρουσι ἤθη χρηστά», καὶ ὡς τὰ πολλὰ τοῖς συνοῦσιν ἕκαστος ὅμοιος ἢ ἔστιν ἢ γίνεται. Τί τὸ ὄφελος, ἅπαξ τὸν κόσμον φυγεῖν καὶ καταφυγὴν εὑρεῖν τὰ ἀφιερωμένα τῷ Θεῷ φροντιστήρια, καθ’ ἡμέραν δὲ τούτων ἐξιέναι καὶ τῷ κόσμῳ πάλιν συμφύρεσθαι; Πῶς, εἰπέ μοι, ταῖς ἀγοραῖς ἐμφιλοχωρῶν διαφεύξῃ τὰ τῶν παθῶν ὑπεκκαύματα, δι’ ὧν ὁ τῆς ψυχῆς ἐπάγεται θάνατος τοῦ Θεοῦ χωρίζων τὸν ἄνθρωπον; Οὗτός ἐστιν ὁ θάνατος ὁ διὰ τῶν ἐν ἡμῖν θυρίδων, ἤτοι τῶν αἰσθήσεων, πρὸς ἡμᾶς ἀναβαίνων, δι’ ὧν καὶ οἱ προπάτορες ἐκεῖνοι τῆς ἀθανασίας ἐξέπεσον.

Φύγωμεν ἅπαντες οἱ μὲν τὴν τῶν κακῶν προεδρίαν, κἂν δοκῶμεν πολλῶν γένει καὶ δόξῃ καὶ τῇ τοῦ σώματος ρώμῃ καὶ τῇ τοῦ βίου περιουσίᾳ προέχειν, οἱ δὲ τὴν πρὸς τοὺς χοίρους ὁμοίωσιν, τὴν λίμνην τοῦ ἀσβέστου πυρὸς ἐπὶ νοῦν λαβόντες ἐκείνην τὴν μέλλουσαν, εἰς ἣν ἐμπεσοῦνται, φεῦ!, οἱ ταῖς προσβολαῖς τῶν δαιμόνων ἀνεπιστρόφως ὑπηρετούμενοι, καὶ τὸ βάραθρον ἰδόντες, εἰς ὃ καταφέρονται τελευτῶντες οἱ μέχρι τέλους κατὰ τὸν βίον ἐοικότες τοῖς χοίροις, καὶ φυγόντες ἀνεπιστρόφως τὸν ὄντως δυσώδη βίον τῆς ἁμαρτίας, τῇ πηγῇ τῶν μύρων, ἣν ἡμῖν ὁ Θεὸς ἐχαρίσατο διὰ τῆς λάρνακος ἐκ τῆς σοροῦ προχεομένην, ὡς ὁρᾶτε, τοῦ ἡμεδαποῦ Χριστομάρτυρος, οὕτω καλῶς καὶ δικαίως προσέλθωμεν· καὶ τῇ χρήσει τούτων ἁγιασθέντες τε καὶ ρωσθέντες, κηρύττωμεν καὶ ἡμεῖς κἀν τοῖς ἀγροῖς κἀν τοῖς πόλεσιν, ὅπου περ ἂν ὦμεν, τὴν τοῦ θείου τούτου μύρου θειοτάτην δύναμιν καὶ ἐνέργειαν· οὐ διὰ γλώττης λέγω καὶ λόγων (τίς γὰρ οὐκ ἤκουσεν ἀκοὴ τῶν ἐντεῦθεν τεραστίων τὴν σύρροιαν;), ἀλλὰ διὰ τῆς ἐπὶ τὸ κρεῖττον τοῦ βίου μεταβολῆς, ἵνα πάντες ἡμᾶς ὁρῶντες εἴπωσιν, «αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου», ἐν ᾗ ὁ μέγας Δημήτριος ἐζωγράφηται, καὶ δι’ ἧς τοὺς ἐγγίζοντας μετασκευάζει πρὸς τὸ θειότερον, ὡς ἔχῃ κἀν τῷ οὐρανῷ συμπολίτας τοὺς ἐπὶ τῆς γῆς εὐμοιρήσαντας τῆς μετ’ αὐτοῦ συνοικίας.

Ὃ γένοιτο ταῖς ἐκείνου πρεσβείαις, καὶ τύχοιμεν ἅπαντες τῶν ἐπηγγελμένων οὐρανίων μονῶν καὶ τῆς μετὰ τῶν ἁγίων ἐν αὐταῖς συναυλίας χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει δόξα εἰς τοὺς αἰώνας.

Ἀμήν.