Ἔργον
Γρηγόριος Παλαμᾶς – Ομιλίες ΜΓ΄–ΞΓ΄
Ομιλία ΝΑ΄: Περί προσευχής και διακρίσεως των θείων δωρεών
Η αναγκαιότητα της αδιάλειπτης προσευχής, η αποφυγή της αμέλειας στον εκκλησιασμό και οι ολέθριες συνέπειες της απομάκρυνσης από τον Θεό.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ομιλία ΝΑ΄: Περί προσευχής και διακρίσεως των θείων δωρεών
Η αναγκαιότητα της αδιάλειπτης προσευχής, η αποφυγή της αμέλειας στον εκκλησιασμό και οι ολέθριες συνέπειες της απομάκρυνσης από τον Θεό.
ΟΤΙ Η ΠΡΟΣ ΤΟΝ ΘΕΟΝ ΣΥΝΕΧΗΣ ΔΙΑ ΠΡΟΣΕΥΧΗΣ ΚΑΙ ΨΑΛΜΩΔΙΑΣ ΕΝΤΕΥΞΙΣ ΕΔΡΑ ΚΑΙ ΑΣΦΑΛΕΙΑ ΕΣΤΙ ΠΑΝΤΟΣ ΚΑΛΟΥ ΚΑΙ ΑΠΟΤΡΟΠΗ ΚΑΙ ΛΥΤΡΩΣΙΣ ΠΑΣΗΣ ΚΑΚΙΑΣ ΤΕ ΚΑΙ ΔΥΣΧΕΡΕΙΑΣ Ἐπὶ νοῦν λαβὼν ὁ Δαβὶδ καὶ ἀναλογισάμενος τὸ πλῆθος καὶ τὸ μέγεθος τῶν εἰς ἡμᾶς τοῦ Θεοῦ δωρεῶν, καὶ ὡς οὐδεὶς οὐδὲν ἄξιον ἔχει πρὸς ἀντίδοσιν, «τί ἀνταποδώσω», φησί, «τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι;». Καίτοι δῆλός ἐστιν ὁ προφήτης ἐνταῦθα τοῖς καὶ μικρὸν ἐπιστήσασι μὴ καὶ τῶν προγενεστέρων παρὰ τοῦ Θεοῦ πρὸς ἡμᾶς μνησθεὶς δωρεῶν, ἀλλὰ μόνων τῶν μεταγενεστέρων. Τίνες δέ εἰσιν αἱ προγενέστεραι τοῦ ἀνθρώπου, τουτέστιν αἱ πρὸ τοῦ γενέσθαι τὸν ἄνθρωπον, παρὰ τοῦ Θεοῦ πρὸς αὐτὸν δωρεαί; Οὐρανός τε καὶ γῆ καὶ ὁ σύμπας αἰσθητὸς οὗτος κόσμος, καὶ εἴ τι τῶν ὑπερκοσμίων ὑπὲρ ἡμῶν προήχθη· ταῦτα γὰρ πάντα παντὸς ἀνθρώπου προγενέστερα ὄντα δι’ ἡμᾶς ἐκ μὴ ὄντων κτισθέντα φιλανθρώπως προητοιμάσθη· διὸ καὶ δίδοται μὲν εὐθὺς ἑκάστῳ ταῦτα τῶν ἀνθρώπων παρὰ τοῦ Θεοῦ εἰς τὸν κόσμον γεννηθέντι τοῦτον πρὸς σύστασιν καὶ ἀπόλαυσιν, οὐκ ἀπόδοσις δὲ ταῦτά ἐστιν οὐδὲ ἀνταπόδοσις, ἀλλ’ ὡς ἀληθῶς Θεοῦ μεγαλοτέχνου καὶ μεγαλοδώρου δωρεὰν παντάπασι διδόντος δόσις. «Τί γὰρ ἔχεις», φησὶν ὁ Παῦλος, «ὃ οὐκ ἔλαβες;». «Τίς δὲ ἔδωκε Θεῷ» (καὶ ταῦτα μήπω εἰς γένεσιν ἐλθὼν) «καὶ ἀνταποδοθήσεται αὐτῷ;».
Πάντα τοίνυν ἀφεὶς ὁ προφήτης τὰ τοσαῦτα καὶ τηλικαῦτα, τὸν κόσμον λέγω καὶ τὰ ἐγκόσμια πάντα καὶ αὐτὰ τὰ ὑπερκόσμια (τούτων γὰρ ἁπάντων οὐδέν ἐστιν ἀνταπόδομα), πρὸς μόνα τὰ μεταγενέστερα πρὸς ἡμᾶς τοῦ Θεοῦ ἀπιδών, καὶ οὕτως ἀπορεῖ πρὸς ἀντίδοσιν.
Ἀλλὰ τίνα ἐστὶ τὰ μεταγενέστερα ταῦτα, ἅπερ ὁ προφήτης ἀνταποδόματά φησιν; Ὅταν, αἴσθησιν λαβὼν ὁ ἄνθρωπος τοῦ εἰς τὸ εἶναι παραγαγόντος καὶ τὰ ὄντα δι’ αὐτὸν ποιήσαντος, δῷ δόξαν τῷ Θεῷ καὶ ἀνανεύσῃ διὰ πίστεως καὶ ἔργων πρὸς αὐτόν, ὥσπερ ἀπόδοσίς τις καὶ ἀντίδοσις τὸ τοιοῦτόν ἐστιν. Ἐπεὶ δὲ τῶν χαρισμάτων ἀένναος καὶ ἀνεξάντλητος ὑπάρχων ὁ Θεὸς πηγὴ τοὺς δοξάζοντας πολλαπλασίως ἀντιδοξάζει, καὶ προστίθησι ταῖς ἐξ ἀρχῆς εὐεργεσίαις τοῖς μετ’ εὐχαριστίας τῆς προσηκούσης ταύτας προσιεμένοις, τὸ τοιοῦτόν ἐστιν ἀνταπόδομα, ὃ πάλιν ἀνταποδίδοται παρὰ τῶν δεχομένων ἔργοις καὶ λόγοις προσηκόντως εὐχαριστούμενον.
Καὶ τοῦτο πολλάκις ἐκ περιτροπῆς γενόμενον πολλὰς ποιεῖ τὰς τοῦ Θεοῦ καὶ τῶν εὐαρεστούντων αὐτῷ πρὸς ἀλλήλους ἀνταποδόσεις. Οἷον, ὁ Ἀβραὰμ ἐκ τῶν δημιουργημάτων τὸν δημιουργὸν ἐννοήσας καὶ ἀποδοὺς τὸ σέβας καὶ τὴν δόξαν τῷ Θεῷ, φωνῆς καὶ ἐπαγγελίας ἠξιώθη θείας, «ἔξελθε ἐκ τῆς γῆς σου», λεγούσης, «καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῦρο εἰς γῆν, ἣν ἄν σοι δείξω, καὶ ποιήσω σε εἰς ἔθνος μέγα· καὶ εὐλογήσω σε καὶ μεγαλυνῶ τὸ ὄνομά σου καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε καὶ τοὺς καταρωμένους σε καταράσομαι· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς».
Ἀνταπόδομα οὖν ἐστιν αὕτη ἡ φωνὴ καὶ ἡ δι’ αὐτῆς ἐπαγγελία, ἀντὶ τῆς ἀποδεδομένης παρὰ τοῦ Ἀβραὰμ δόξης τῷ Θεῷ δεδομένη τούτῳ παρὰ τοῦ Θεοῦ. Ὁ δὲ πάλιν ἀνταπέδωκε δι’ ἔργων τὴν ὑπακοήν, ὅθεν καὶ πάλιν ἤκουσε παρὰ Θεοῦ, «εὐαρέστει ἐναντίον ἐμοῦ, καὶ γίνου ἄμεμπτος· καὶ θήσω τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου, καὶ πληθυνῶ σε σφόδρα σφόδρα». Τὰς δὲ ἑξῆς παρ’ ἀλλήλων, τοῦ τε Ἀβραὰμ πρὸς Θεὸν διὰ πίστεως καὶ λόγων καὶ ἔργων ἀντιδόσεις καὶ τὰς τοῦ Θεοῦ πρὸς Ἀβραὰμ ἐπιφανείας καὶ ἐπαγγελίας καὶ εὐεργεσίας, τίς ὡς ἐν ἐπιτόμῳ συμπεριλήψεται λόγος; Τούτων γὰρ καὶ αἱ μεγάλαι θαυματοποιίαι ἐκεῖναι καὶ ὁ νόμος καὶ οἱ προφῆται καὶ τὸ βασίλειον γένος καὶ ὁ Χριστὸς αὐτός, ὁ τῶν βασιλευόντων βασιλεὺς καὶ τῶν κυριευόντων Κύριος. Οὐκ ἐπὶ τοῦ Ἀβραὰμ δὲ μόνον, ἀλλὰ καὶ ἐφ’ ἑκάστου τῶν εὐαρεστούντων Θεῷ τὰ παραπλήσια καταμάθοι τις ἂν ἐπισκεπτόμενος, εἰ καὶ δι’ ἑτέρων ἔργων ἐκτελεῖται καταλλήλως τῷ καιρῷ καὶ τῷ βίῳ τῶν εὐαρεστούντων.
Ἐπεὶ οὖν ὁ Δαβὶδ τά τε οἰκεῖα ἐξετάσας εἶδε καὶ τὰ τῶν πρὸ αὐτοῦ (κἀκεῖνα γὰρ ὑπὲρ αὐτοῦ), συνῆκε δὲ τὰς παρὰ Θεοῦ εὐεργεσίας ὑπερεκτεινομένας, καὶ τὰς μὲν παρὰ τοῦ Θεοῦ κυρίως οὔσας εὐεργεσίας πρὸς ἡμᾶς, τὰ δὲ παρὰ ἀνθρώπων εἰς αὐτὸν οὐδὲν ὄντα πρὸς ἐκείνας συγκρινόμενα, τὴν φωνὴν ἐκείνην ἐξεβόησε, «τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι;». Μηδὲν οὖν εὑρὼν ἕτερον τῷ Θεῷ προσενεγκεῖν ἢ τὴν ὁμολογίαν τῶν παρ’ αὐτοῦ προϋπηργμένων χαρισμάτων καὶ τὴν τῶν μελλόντων αἴτησιν, ἐπιφέρει λέγων, «ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι»· τοῦτο γὰρ οὐκ ἀνταπόδοσίς ἐστιν, ἐπεὶ λαμβάνει μᾶλλον καὶ αἰτεῖ λαβεῖν, ἀλλ’ οὐ δίδωσιν· οὐδὲ γὰρ ὁ δωρεὰν παρὰ βασιλέως λαβὼν καὶ προσκυνήσας, εἶτα καὶ ἑτέραν προσαιτήσας, ἀντίδοσιν ἐποιήσατο τῆς δωρεᾶς. Ποτήριον δέ φησι σωτηρίου τὰς εὐχαριστηρίους ὑπὲρ τοῦ σωθῆναι πρὸς Θεὸν σπονδάς.
Ἀλλὰ καὶ προφήτης ὢν καὶ ἐν Πνεύματι λαλῶν καὶ τὸ μέλλον προορῶν καὶ τὰ τῆς χάριτος προσοικειούμενος καὶ ἑαυτῷ τὰ ἡμέτερα ὡς κατὰ πίστιν ἡμέτερος προπάτωρ λογιζόμενος, «ποτήριον», φησί, «σωτηρίου λήψομαι καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι», τὴν τοῦ μυστικοῦ ποτηρίου θείαν ἡμῶν μετάληψιν καὶ κοινωνίαν καὶ τὴν κατ’ αὐτὴν πρὸς Θεὸν παρρησίαν καὶ τὴν δι’ αὐτῆς σωτηρίαν προαναφαίνων.
Εἰ δὲ πρὸς τὰς τοῦ Θεοῦ εἰς ἡμᾶς εὐεργεσίας οὐδεμίαν ἔχομεν ἀντίδοσιν ἢ πάλιν τὸ ἐπικαλεῖσθαι τὸν Θεόν, ὅταν εἰς αὐτὸν ἁμάρτωμεν καὶ ὑπευθύνους ἑαυτοὺς ποιήσωμεν, τί πρὸς ἀντισήκωσιν εὑρήσομεν; Πάντως οὐδέν. Ὅ,τι γὰρ ἂν ἀγαθὸν ποιήσωμεν, καὶ πρὸ τοῦ ἁμαρτεῖν ὠφείλομεν ποιεῖν, καὶ οὐδὲ τότε ἱκανῶς εἴχομεν πρὸς ἀπόδοσιν τῆς ὀφειλῆς. Ὥστε καὶ πρὸς τὴν τῶν ἡμῖν ἁμαρτανομένων θεραπείαν οὐδενὸς ἑτέρου εὐποροῦμεν, ὅτι μὴ τοῦ δοξάζειν τὴν ἐφ’ ἡμᾶς ἀνείκαστον αὐτοῦ μακροθυμίαν καὶ ἐπικαλεῖσθαι τοὺς αὐτοῦ θείους οἰκτιρμούς.
Ἀλλὰ διὰ τί ταῦτα πρὸς ὑμᾶς λέγω νῦν; Ὅτι μηδὲν ἔχοντες προσφέρειν τῷ Θεῷ μήτε ὑπὲρ ὧν εὖ παρ’ αὐτοῦ πεπόνθαμεν μήτε ὑπὲρ ὧν αὐτῷ προσκρούομεν, ἡμεῖς καὶ τῆς πρὸς αὐτὸν δοξολογίας καὶ δεήσεως καταμελοῦμεν. Ὁρῶ γὰρ νῦν πεπληρωμένην τῶν συνειλεγμένων τὴν Ἐκκλησίαν, καὶ αὐτὸς πληροῦμαι εὐφροσύνης· ἀλλὰ καὶ τοῦ παρελθόντος ἀναμιμνήσκομαι καιροῦ· τρύγους γὰρ ἦν καιρὸς ὁ παρελθὼν (καὶ τοῦτο πρὸς ὑμᾶς λέγω νῦν, οὐχ ἵνα ὀνειδήσω, ἀλλ’ ἵνα συνετίσω)· τρύγους ἦν καιρός, καὶ ἡ Ἐκκλησία τοῦ Θεοῦ τῶν ἐκκλησιαζόντων καὶ τὸν εἰς Θεὸν ὕμνον καὶ τὰς πρὸς αὐτὸν ἐκτενεῖς ἱκεσίας συμπληρούντων σπάνιν οὐκ ὀλίγην εἶχε.
Πόσοι γὰρ παννυχὶ καθεύδουσι καὶ κατ’ αὐτὰς τὰς Κυριακὰς τῶν ἡμερῶν ἐκείνων, αἳ διὰ τοῦτο ἀπὸ τοῦ Κυρίου ὠνομάσθησαν, ἵνα κατ’ αὐτάς, ἀπὸ τῶν ἡδονῶν ἡμῶν ἐγκρατευόμενοι καὶ τῶν βιωτικῶν ἔργων ἀπεχόμενοι σχολάζοντες ἀπὸ πάντων τῶν βιωτικῶν, προσκαρτερῶμεν ταῖς πρὸς τὸν Θεὸν ἱκεσίαις καὶ δοξολογίαις;
Καίτοι πόθεν ἡμῖν αἱ ἐτήσιοι καρποφορίαι; Οὐκ ἀπὸ τοῦ Θεοῦ; Ὅταν οὖν ὁ καιρὸς ἐπιστῇ τῆς τούτων ἀπολαύσεως καὶ συλλογῆς, τότε μᾶλλον ἔδει προστιθέναι ταῖς πρὸς αὐτὸν δοξολογίαις. Ἡμεῖς δὲ πάντως οὐ καλῶς οὐδὲ δικαίως πράττοντες, τότε μᾶλλον ὑφαιροῦμεν καὶ καταμελοῦμεν τούτων. Ἀλλὰ τί τοῦτο λέγω νῦν;
Πολλοὶ καὶ πρὸ τοῦ τρύγους καὶ μετὰ τὸ τρύγος οὐδὲ πρὸς τὰς ὀρθρινὰς τῶν Κυριακῶν ἐξεγείρονται δοξολογίας, εἰσὶ δὲ οἳ καὶ τῶν ἐνταῦθα συναγομένων ταῖς πρὸς ἀλλήλους ὁμιλίαις μικροῦ τὸ πλέον νέμουσιν ἢ ταῖς πρὸς Θεὸν ἱκεσίαις καὶ δοξολογίαις, οἱ πολλοὶ δὲ καὶ τοῖς ὠνίοις μᾶλλον προσέχουσιν ἢ τοῖς λογίοις, καὶ τῇ πράσει καὶ τῇ ἀγορασίᾳ μᾶλλον ἢ τῇ τῶν θεοπνεύστων Γραφῶν διδασκαλίᾳ, καὶ οὕτω τὸ εὐκτήριον πωλητήριον γίνεται καὶ ὁ τῆς προσευχῆς οἶκος, ταὐτὸ δὲ εἰπεῖν ὁ οἶκος τοῦ Θεοῦ, «οἶκος ἐμπορίου», καὶ δὴ περιβομβοῦσιν ἡμᾶς, ὡς ὁρᾶτε, καθάπερ τινὲς κηφῆνες, αὐτοὶ οὐκ ἀκούοντες καὶ τοὺς ἐφιεμένους ἀκούειν κωλύοντες.
Πόθεν οὖν τοῦτο πάσχουσιν; Ἀπὸ τοῦ μηδὲν ἡγεῖσθαι κέρδος ἔχειν ἐκ τῆς πρὸς Θεὸν ἱκεσίας καὶ δοξολογίας καὶ τῆς τῶν θείων Γραφῶν ἀκροάσεως καὶ νουθεσίας. Ἀργεῖν οὖν οἴονταί τινες (οὐ γὰρ κατὰ πάντων ὁ λόγος καὶ γὰρ οὐ δίκαιον)· ἀργεῖν οὖν τινες οἴονται καὶ ἀπολλύναι τὸν καιρὸν νομίζουσιν, ὃν ἂν προσκαρτεροῦντες ἀναλώσωσιν ἐν ταῖς πρὸς Θεὸν δοξολογίαις καὶ δεήσεσι· καὶ σημεῖον ὅτι ἀργὴν οἴονται τὴν ὥραν τούτων τὸ παραιτεῖσθαι ταῦτα ἐπιστάσης ἐργασίας κατεπείγειν δοκούσης, θέρους τυχὸν ἢ τρύγους ἢ ἄλλου τινὸς ἡμῖν δοκοῦντος ἀναγκαίου.
Τοῦτο δὲ ὅσον καταβλάπτει καὶ αὐτὴν τὴν εὐσέβειαν καὶ τὴν κατὰ Χριστὸν πολιτείαν καὶ αὐτὸν τὸν πρὸς τὰ σωματικὰ συντείνοντα βίον ὑμῶν, οὐδ’ ἔστιν εἰπεῖν· ὁ γὰρ οἰόμενος καὶ ἀκερδῆ τὴν ὥραν τῆς πρὸς τὸν Θεὸν δεήσεως καὶ περιφρονῶν αὐτῆς καὶ τοῖς σωματικοῖς ἔργοις ὁλοσχερῶς προσκείμενος οὐ πιστεύει τῷ εἰπόντι, ὅτι «χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν», οὐδὲ οἶδεν ὅτι, ὁ ζωῆς καὶ θανάτου Κύριος καὶ ὑγείας ἔχει καὶ νόσου τὴν ἐξουσίαν, καὶ ὥσπερ ἐκείνου τὸ ἡμᾶς ποιῆσαι, οὕτως ἐκείνου καὶ τὸ ἡμᾶς εἶναι ἐν τῷ βίῳ καὶ ἐνεργεῖν δύνασθαι καὶ ὅλως συνίστασθαι. Ὁ δὲ περὶ τῶν παρόντων οὐ πιστεύων, πῶς οὗτος πιστεύσει περὶ τῶν μελλόντων; Εἰ δὲ μὴ περὶ τῶν μελλόντων καὶ μετὰ θάνατον ἐπηγγελμένων καὶ ἠπειλημένων βεβαίαν ἔχει τὴν πίστιν, πῶς σπουδάσει πρὸς ἀρετήν; εἰπέ μοι. Πᾶσα γὰρ ἀρετή, μὴ διὰ τὸν Θεὸν καὶ τὰς μετὰ θάνατον ἀπειλὰς ἢ ἐπαγγελίας τελουμένη, οὐκ ἔστιν ἀρετή.
Ὁρᾶτε, ὡς οὔτε πίστιν βεβαίαν οὔτε ἀληθινὴν ἀρετὴν ἔχειν δυνατόν, ἐὰν μὴ προσκαρτερῶμεν ἐκ ψυχῆς τοῖς πρὸς Θεὸν ὕμνοις καὶ δεήσεσι; Καὶ τί λέγω τὴν πίστιν καὶ τὴν ἀρετήν; Οὐδὲ γὰρ τὰ βιωτικὰ ἔργα ἐκτελεῖν δυνησόμεθα καλῶς, ἐὰν μὴ δι’ ἐκτενοῦς αἰτήσεως τῆς παρὰ τοῦ Θεοῦ συνεργίας μετέχωμεν.
Ἀλλὰ πολλοί, φησί, χωρὶς τοῦ πυκνὰ προσιέναι τῇ Ἐκκλησίᾳ καὶ προσκαρτερεῖν τοῖς ἐν αὐτῇ τελουμένοις καὶ ταῖς προσευχαῖς οὐκ ἐργάζονται μόνον τὰ βιωτικά, ἀλλὰ καὶ πλουτοῦσι καὶ δόξης εὐμοιροῦσι καὶ κατὰ σῶμα ὑγιαίνουσιν. Ἀλλὰ σκοπῶμεν μὴ πολυσυμφορωτάτη γέγονεν ἐντεῦθεν ἡμῶν ἡ ζωή, καὶ πολλὴ κατὰ τὸν ἡμέτερον βίον ἡ ἀνωμαλία καὶ ἡ δυσχέρεια μὴ ἐπικαλούμενοι γὰρ ἐφ’ ἑκάστου ἔργου τὸν Θεὸν μηδὲ τὴν παρὰ τούτου συνεργίαν ἔχοντες, πάροδον διδόαμεν τῷ πονηρῷ· καὶ ἡ τοιαύτη πάροδος αὐτοῦ οὐ μόνον ἀχρειοῖ τὰ ἡμέτερα, ἀλλὰ καὶ πρὸς τέλος ἀπαίσιον ἄγει, καὶ μικρῶν ἕνεκα πραγμάτων τε καὶ προφάσεων κατ’ ἀλλήλων ἐπὶ τοσοῦτον ἐκμαίνει, ὡς τοὺς μὲν κεῖσθαι μαχαίρας ἔργον συγγενικῆς γενομένους, τοὺς δὲ ζῆν αἵματι τῶν ὁμοφύλων χρανθέντας ἢ τὴν γνώμην καὶ τὴν ψυχὴν ἢ καὶ αὐτὴν τὴν φόνιον χεῖρα. Νοῦς γὰρ ἀποστὰς τοῦ Θεοῦ, ἢ κτηνώδης γίνεται ἢ δαιμονιώδης, καὶ τῶν ὅρων ἀποστατήσας τῆς φύσεως ἐπιθυμεῖ τῶν ἀλλοτρίων καὶ κόρον φιλοκερδείας οὐκ οἶδε· ταῖς σαρκικαῖς ἐπιθυμίαις ἔκδοτον ἑαυτὸν ποιεῖ, καὶ μέτρον ἡδονῆς οὐ γινώσκει. Τιμᾶσθαι βούλεται παρὰ πάντων ὁ δι’ ἔργων ἑαυτὸν ἀτιμάζων, καὶ πάντας ἐθέλει κολακεύειν καὶ συναινεῖν καὶ συμπράττειν ταῖς ἐκείνου γνώμαις, καὶ μὴ τούτου τυγχάνων (πῶς γάρ;)
ὀργῆς ἀκαθέκτου πληροῦται· καὶ ὁ θυμὸς αὐτῷ καὶ ἡ κατὰ τῶν ὁμοφύλων ὁρμή, κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως· καὶ ἀνθρωποκτόνος ὁ ἄνθρωπος γένεται, καὶ τῷ ἐξ ἀρχῆς ἀνθρωποκτόνῳ σατᾶν ἀφωμοιωμένος ὁ κατ’ εἰκόνα καὶ ὁμοίωσιν τοῦ Θεοῦ γεγονώς.
Καὶ τούτων ἁπάντων αἴτιον τῶν κακῶν ἕν, τὸ ἀποστατῆσαι τὸν νοῦν τοῦ φόβου καὶ τῆς μνήμης τοῦ Θεοῦ καὶ πάροδον δοῦναι τῇ συνεργίᾳ τοῦ ἀρχεκάκου ἐχθροῦ. Ἐὰν δὲ προκατασφαλιζώμεθα τὴν ψυχὴν ἐφ’ ἑκάστου ἔργου τοῖς πρὸς τὸν Θεὸν ὕμνοις καὶ ταῖς προσευχαῖς, ὁ ἀντικείμενος οὐχ ἕξει χώραν ἐν ἡμῖν· συναπελαθήσεται δὲ τούτῳ καὶ πᾶσα ἡ περὶ αὐτὸν φατρία τῶν κακῶν, συμμετρία δὲ σωφροσύνη καὶ δικαιοσύνη καὶ πρᾳότης καὶ ταπείνωσις κοσμήσει τὰς ἡμετέρας ψυχάς, καὶ διὰ τῆς ἀγάπης συνδούμενοι ἀλλήλοις εἰρηναίαν ζήσομεν καὶ ἀστασίαστον ζωήν, ἐν μέσῳ ἡμῶν ἔχοντες διὰ τῆς πρὸς αὐτὸν συνεχοῦς ἐντεύξεως τὸν βασιλέα τῆς εἰρήνης Χριστόν.
Διὰ τοῦτο κατὰ πρωίαν ἑκάστην πρὸ παντὸς ἔργου πρὸς ἑαυτὴν ἐφέλκεται ἡ τοῦ Θεοῦ Ἐκκλησία διὰ τῶν ἱερῶν κρουμάτων· ἡ γὰρ πρὸς Θεὸν καθ’ ἡμέραν διὰ προσευχῆς καὶ ψαλμῳδίας ἔντευξις καὶ τὰς ἐπιφορὰς πάσας κατευνάζει καὶ μετασκευάζει, καὶ τὰς σαρκικὰς ὀρέξεις ἀναστέλλει καὶ τὴν πλεονεκτικὴν ἀμβλύνει γνώμην καὶ τὸν τῦφον καθαιρεῖ καὶ τὸν φθόνον ἀναίνην καὶ εὐνομίαν καὶ εὐμάρειαν παρέχει καὶ πόλεσι καὶ οἴκοις καὶ ψυχαῖς καὶ σώμασι καὶ τοῖς ἐν συζυγίᾳ ζῶσι καὶ τοῖς τὸν μονήρη βίον ἐπανῃρημένοις· καὶ ἁπλῶς, αὕτη ἐστὶν ἕδρα καὶ ἀσφάλεια πάντων τῶν καλῶν, καὶ ἀποτροπὴ καὶ λύτρωσις πάσης κακίας τε καὶ δυσχερείας.
Τίς βυθῷ καὶ κήτει θαλαττίῳ τὸν Ἰωνᾶν καταποθέντα ζῶντα πάλιν ἐξέδωκε τῇ γῇ; Οὐχ ἡ πρὸς τὸν Θεὸν ἐκεῖθεν δέησις; Ἄκουσον αὐτοῦ τοῦτο μαρτυροῦντος. «Ἐβόησα ἐν θλίψει μου πρὸς Κύριον τὸν Θεόν μου, καὶ εἰσήκουσέ μου ἐκ κοιλίας ᾅδου κραυγῆς μου, ἤκουσας φωνῆς μου». Τίς τὸν Ἐζεκίαν ἐκ τῶν πυλῶν τοῦ θανάτου πρὸς τὸ ζῆν ἐπανήγαγεν; Οὐχὶ καὶ τοῦτον αὕτη; Καὶ μάρτυς Ἠσαΐας λέγων πρὸς αὐτόν, «τάδε λέγει Κύριος· ἤκουσα τῆς προσευχῆς σου, καὶ εἶδον τὰ δάκρυά σου, καὶ προσθήσω ἐπὶ τὰ ἔτη σου πεντεκαίδεκα ἔτη». Τίς τὸν Δανιὴλ ἐκ λάκκου τῶν λεόντων ἔσωσεν;
Οὐχ ὅτι διὰ τὸ μὴ ἀνασχέσθαι ἀποσχέσθαι τῆς πρὸς τὸν Θεὸν συνεχοῦς δεήσεως ἐμβληθῆναι τῷ λάκκῳ ἐκείνῳ κατεκρίθη; Τί τοὺς τρεῖς παῖδας ἐν μέσῳ τῆς καμίνου ζῶντας διετήρησεν; Ἄκουσον τούτων ἐκεῖ λεγόντων, «ποίησον μεθ’ ἡμῶν, Κύριε, κατὰ τὴν ἐπιείκειάν σου καὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, ἐξελοῦ ἡμᾶς, καὶ δὸς δόξαν τῷ ὀνόματί σου».
Ἀφέντες δὲ τοὺς παλαιοὺς ἐκείνους, ἴδωμεν καὶ τοὺς κατὰ τὸ Εὐαγγέλιον τῆς χάριτος τῶν κατεχόντων αὐτοὺς δεινῶν ἀπαλλαγέντας. Τί τὴν θυγατέρα Ἰαείρου τοῦ ἀρχισυναγώγου τελευτήσασαν, καθάπερ νῦν ἠκούσαμεν εὐαγγελιζομένου τοῦ Λουκᾶ, πάλιν ἐπανήγαγε πρὸς τὴν ζωήν; Οὐχ ἡ τούτου πρὸς τὸν Κύριον δέησις; Τί τοῖς λεπροῖς ἐχαρίσατο τὴν κάθαρσιν; Οὐχὶ πάλιν αὕτη; Τί τῇ διπλῇ δυάδι τῶν τυφλῶν τὸ φῶς περέσχεν; Οὐχ οἱ δύο τούτων καὶ ἐπετιμῶντο σιγᾶν ὑπὸ τοῦ ὄχλου, ἀλλ’ αὐτοὶ πολλῷ μᾶλλον ἔκραζον, διὸ καὶ τῆς προσευχῆς ἐπέτυχον; Τί τῇ Χαναναίᾳ, καίτοι ἀποβλήτῳ κατὰ νόμον οὔσῃ, τὴν θυγατέρα ὑγιᾶ παρέδωκεν; Οὐχὶ ἡ πρὸς τὸν Κύριον ἐπίμονος αἴτησις; Καὶ ἵνα τἄλλα νῦν ἀφῶμεν, ἐπιμνησθῶμεν δὲ τῶν ἡμεδαπῶν μὲν ὄντων, ἀπ’ οὐρανοῦ δὲ στεφηφόρων ἀϊδίων γεγονότων καὶ προσκυνητῶν ἡμῖν, τίς τὸν ἐν μάρτυσι θαυμάσιον Νέστορα καὶ πρὸ τῆς ἱερᾶς μαρτυρίας Δαβὶδ ἀνέδειξεν ἕτερον κατὰ Γολιὰθ νέου, τοῦ Λυαίου, παρρησίᾳ τὴν νίκην ἀράμενον, εἶτα καὶ κατὰ τοῦ σώματος προσαποδυσάμενον Λυαίου, καὶ τοῦτον ἑλόντα κατὰ κράτος καὶ συγκαθελόντα τηνικαῦτα τὴν τοῦ τυραννοῦντος Ἑρκουλίου ὀφρύν; Οὐχ ἡ πρὸς τὸν μέγαν ἐν ἁγίοις καὶ πρὸ τῆς τελειώσεως τοῦ μαρτυρίου Δημήτριον καὶ δι’ αὐτοῦ πρὸς τὸν Θεὸν ἐπὶ τοῦ ἔργου δέησις;
Εἰ τοίνυν καὶ νόσους λύει καὶ λεπροὺς καθαίρει καὶ τυφλοῖς παρέχει φῶς καὶ ἐκ μέσου φάρυγγος λεόντων ἐγγείων τε καὶ θαλαττίων ρύεται καὶ ἐν μέσῳ πυρὶ ζωογονεῖ καὶ ἐκ θανάτου πυλῶν ἐπανάγει πρὸς ζωὴν καὶ αὐτοὺς τοὺς νεκρωθέντας τέλεον ἀνίστησι καὶ στεφανίτας οὐρανίους ἀναδείκνυσι καὶ τροπαιούχους κατ’ ἐχθρῶν ὁρατῶν τε καὶ ἀοράτων ἡ πρὸς Θεὸν δέησις, ἐξαίσια παρέχουσα τρόπαια τοῖς αὐτῇ χρωμένοις ἐκ ψυχῆς· ἆρ’ οὐ φανερόν, ὅτι διὰ τὴν εἰς αὐτὴν ἀμέλειαν καὶ ρᾳθυμίαν ἡμῶν τὰ δεινὰ περιγίνεται; «Αἰτεῖτε», γάρ φησι ὁ Κύριος, «καὶ λήψεσθε· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν· πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται»· καὶ «εἰ ὑμεῖς», φησίν, «οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν;».
Ἀλλ’ οὐκ ἔστι σχεδὸν ὁ συνιών, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν· ἂν γὰρ συνῶμεν τίς ὁ πλάσας, τίς ὁ τιμήσας κατ’ εἰκόνα ἰδίαν, τίς ὁ τῷ ἀκηράτῳ χωρίῳ τῆς τρυφῆς ἐνοικίσας, τίς ὁ παλαιωθέντας καὶ ἀτιμασθέντας διὰ τὴν ἁμαρτίαν καὶ τοῦ χωρίου τῆς τρυφῆς ἐκπεσόντας πάλιν δι’ ἑαυτοῦ καινοποιῶν καὶ ἀναπλάττων καὶ πρὸς τὴν ἀρχαίαν δόξαν καὶ τὴν ἀΐδιον τρυφὴν ἡμᾶς ἐκκαλούμενος, οὐκ ἂν πρὸς τὰ ὑλικὰ ταῦτα καὶ πρόσκαιρα τὸν νοῦν ἡμῶν ὅλον ἀπασχολήσαιμεν, ἀλλ’ ἐκεῖνα μᾶλλον ζητήσομεν καὶ πρὸς ἐκεῖνα σπεύσομεν, τὰ μὴ διαπίπτοντα μηδὲ διαρρέοντα.
Νῦν δὲ εἰς πίθον ὥσπερ τετρημένον ἀντλοῦμεν, καὶ εἰς σύνδεσμον διερρηγμένον συνάγομεν τοὺς θησαυρούς. Ἀλλ’ οὐκ ἔχεις πλοῦτον; οὐκ ἔχεις θησαυρόν; Ἀλλ’ ἔχεις τὴν τούτων ἐπιθυμίαν· ἀρκεῖ δὲ αὕτη παντὶ κακῷ περιβαλεῖν· «οἱ γὰρ ἐπιθυμοῦντες πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμοὺς καὶ παγίδας τοῦ διαβόλου», καθάπερ ὁ μέγας Παῦλός φησι. Τὰ ἄνω τοίνυν ἀδελφοὶ ποθῶμεν, τὰ ἄνω ζητῶμεν, ἵνα καὶ τῶν κάτω ἀβλαβῶς ἐπὶ τοῦ παρόντος ἐπιτύχωμεν καὶ ἀπολαύσωμεν βίου, καὶ τῶν μελλόντων καὶ οὐρανίων ἐπὶ τοῦ μέλλοντος οὐκ ἀστοχήσωμεν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. ᾯ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.