Ἔργον
Γρηγόριος Παλαμᾶς – Ομιλίες ΜΓ΄–ΞΓ΄
Ομιλία ΝΒ΄: Στα Εισόδια της Θεοτόκου (Α΄)
Η ενσάρκωση του Θεού Λόγου ως αναίρεση της πτώσης, η εκλογή της Παρθένου από τους προπάτορες και η αφιέρωσή της στα Άγια των Αγίων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ομιλία ΝΒ΄: Στα Εισόδια της Θεοτόκου (Α΄)
Η ενσάρκωση του Θεού Λόγου ως αναίρεση της πτώσης, η εκλογή της Παρθένου από τους προπάτορες και η αφιέρωσή της στα Άγια των Αγίων.
ΕΚΦΩΝΗΘΕΙΣΑ ΚΑΤΑ ΤΗΝ ΕΙΣ ΤΑ ΑΓΙΑ ΤΩΝ ΑΓΙΩΝ ΕΙΣΟΔΟΝ ΤΗΣ ΠΑΝΥΠΕΡΑΓΝΟΥ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ Εἰ ἐκ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται, καὶ τὸ καλὸν δένδρον καὶ καρπὸν ποιεῖ καλόν, ἡ τῆς αὐτοαγαθότητος μήτηρ, ἡ τῆς ἀϊδίου καλλονῆς γεννήτρια πῶς οὐκ ἂν ἀσυγκρίτως ὑπερέχοι τῇ καλοκαγαθίᾳ πᾶν ἀγαθὸν ἐγκόσμιόν τε καὶ ὑπερκόσμιον; Ἡ γὰρ τὰ πάντα καλλιεργήσασα δύναμις, ἡ συναΐδιος καὶ ἀπαράλλακτος εἰκὼν τῆς ἀγαθότητος, τοῦ ἀνωτάτου Πατρὸς ὁ προαιώνιος καὶ ὑπερούσιος καὶ ὑπεράγαθος Λόγος, εἰκόνα βουληθεὶς περιθέσθαι τὴν ἡμετέραν ὑπὸ φιλανθρωπίας ἀφάτου καὶ τῆς ἐφ’ ἡμᾶς εὐσπλαγχνίας, ἵνα τὴν εἰς ᾅδου κατασυρεῖσαν μυχοὺς ἀνακαλέσηται φύσιν καὶ ἀνακαινίσῃ παλαιωθεῖσαν καὶ ἀναβιβάσῃ πρὸς τὸ ὑπερουράνιον τῆς αὐτοῦ βασιλείας καὶ θεότητος ὕψος, ἑνωθεὶς αὐτῇ καθ’ ὑπόστασιν, ἐπεὶ σαρκὸς ἐδεῖτο προσλήμματος, καὶ σαρκὸς καινῆς ὁμοῦ τε καὶ ἡμετέρας, ὡς ἐξ ἡμῶν ἡμᾶς καινουργήσῃ, πρὸς δὲ καὶ κυοφορίας καὶ τόκου τοῦ καθ’ ἡμᾶς καὶ τροφῆς μετὰ τὸν τόκον καὶ ἀναγωγῆς καταλλήλου, τὰ πάντα καθ’ ἡμῶν ὑπὲρ ἡμῶν γενόμενος, ὑπηρέτιν πρὸς πάντα πρεπωδεστάτην εὑρίσκει καὶ χορηγὸν ἀμολύντου φύσεως οἴκοθεν τὴν παρ’ ἡμῶν ὑμνουμένην ἀειπάρθενον ταύτην, ἧς τὴν εἰς τὰ ἅγια τῶν ἁγίων παράδοξον εἴσοδον ἑορτάζομεν σήμερον.
Ταύτην γὰρ ἐπὶ σωτηρίᾳ καὶ ἀνακλήσει τοῦ καθ’ ἡμᾶς γένους πρὸ αἰώνων ὁ Θεὸς προορίζει καὶ τῶν ἀπ’ αἰῶνος ἐκλέγεται, οὐχ ἁπλῶς τῶν πολλῶν, ἀλλὰ τῶν ἐξ αἰῶνος ἐξειλιγμένων καὶ θαυμαστῶν καὶ περιβοήτων ἐπ’ εὐσεβείᾳ τε καὶ συνέσει καὶ τοῖς κοινωφελέσιν ὁμοῦ καὶ θεοφιλέσι καὶ ἤθεσι καὶ λόγοις καὶ πράξεσιν.
Ἐπήρθη γὰρ τὴν ἀρχὴν καθ’ ἡμῶν, καὶ κατέσπασεν ἡμᾶς εἰς τὰς τοῦ ᾅδου καταδύσεις ὁ νοητὸς καὶ ἀρχέκακος ὄφις. Καὶ πολλά ἐστι, δι’ ἃ καθ’ ἡμῶν ἐπήρθη καὶ δι’ ὧν τὴν ἡμετέραν ἐδουλώσατο φύσιν· φθόνος καὶ ζηλοτυπία καὶ μῖσος, ἀδικία τε καὶ δόλος καὶ σοφιστεία, καὶ πρὸς τούτοις καὶ τοῖς τοιούτοις, θανατηφόρος ἣν ἔχει παρ’ ἑαυτῷ δύναμις, αὐτὸς ἑαυτῷ ταύτην ἐντεκὼν ὡς πρῶτος ἀποστατήσας τῆς ὄντως ζωῆς. Ἐφθόνησε γὰρ τῷ Ἀδὰμ τὴν ἀρχήν, τῷ χωρίῳ τῆς ἀκηράτου τρυφῆς ἰδὼν τοῦτον ἐνδιαιτώμενον καὶ θεοειδεῖ δόξῃ περιλαμπόμενον καὶ πρὸς οὐρανὸν ἐκ γῆς ἀναγόμενον, ὅθεν αὐτὸς ἀπερρίφη δικαίως, καὶ φθονήσας ἐμάνη κατ’ αὐτοῦ μανίαν ἐσχάτην, ὡς καὶ θανάτῳ περιβαλεῖν ἐθελῆσαι· φθόνος γὰρ οὐ μίσους μόνον, ἀλλὰ καὶ φόνου γεννήτωρ, ὃν ἐπήνεγκεν ἡμῖν σὺν δόλῳ προσφὺς ὁ δολερὸς καὶ ὄντως μισάνθρωπος ὄφις. Ἠράσθη γὰρ τῆς κατ’ αὐτοῦ τυραννίδος ἄκρως ἀδίκως ἐπὶ λύμῃ τοῦ κατ’ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ παρὰ Θεοῦ πλασθέντος· ἐπεὶ δὲ κατὰ πρόσωπον προσβαλεῖν οὐκ ἐθάρρησε, τῷ δόλῳ καὶ τῇ πονηρίᾳ ἐχρήσατο, καὶ διὰ τοῦ αἰσθητοῦ ὄφεως προσενεχθεὶς ὡς φίλος καὶ χρηστὸς σύμβουλος ὁ δεινὸς καὶ ὄντως ἐχθρὸς καὶ ἐπίβουλος, λαμβάνει, φεῦ!, χώραν λαθών, καὶ διὰ τῆς ἀντιθέου συμβουλῆς τὴν οἰκείαν θανατηφόρον ὡς ἰὸν ἐπεγχεῖ τῷ ἀνθρώπῳ δύναμιν.
Εἰ μὲν οὖν ὁ Ἀδὰμ τηνικαῦτα τῆς θείας ἐντολῆς ἀπρὶξ ἀντεχόμενος ἀπεσείσατο τὴν ἀντικειμένην πονηρὰν συμβουλήν, νικητὴς ἂν ὤφθη κατὰ τοῦ ἀντιπάλου καὶ τῆς θανατηφόρου λύμης ἀνώτερος, αἰσχύνας κατὰ κράτος τὸν προσβαλόντα μανικῶς καὶ δολίως.
Ἐπεὶ δὲ ἐκεῖνος ἐνδοὺς ἑκών, ὡς μήποτε ὤφελεν, ἡττήθη τε καὶ ἠχρείωται, καὶ ρίζα τοῦ καθ’ ἡμᾶς γένους ὢν καταλλήλως θνητοὺς ἀνεδίδου βλαστοὺς ἡμᾶς, ἔδει πάντως ἡμῖν, εἴπερ ἐχρῆν ἀναπαλαῖσαι τὴν ἧτταν καὶ τὴν νίκην ἀνακαλέσασθαι καὶ τὸν ψυχῇ καὶ σώματι θανατηφόρον ἰὸν ἀποσείσασθαι καὶ ζωῆς αὖθις σπάσαι καὶ ζωῆς διαιωνιζούσης τε καὶ ἀπήμονος· ἔδει τοίνυν τῷ ἡμῶν γένει ρίζης καινῆς, τουτέστι νέου Ἀδὰμ οὐκ ἀναμαρτήτου μόνον, ἀλλὰ καὶ ἀνεξαπατήτου καὶ ἀηττήτου παντάπασι, πρὸς δὲ καὶ τὰς ἁμαρτίας συγχωρεῖν δυναμένου καὶ ἀνευθύνους τιθέναι τοὺς ὑπευθύνους, καὶ μὴ μόνον ζῶντος, ἀλλὰ καὶ ζωοποιοῦντος, ἵνα καὶ τοῖς αὐτῷ κολλωμένοις καὶ κατὰ γένος αὐτῷ προσήκουσι μεταδιδῷ τῆς ζωῆς καὶ τῆς τῶν ἡμαρτημένων ἀφέσεως, οὐ τοὺς ἑξῆς μόνον, ἀλλὰ καὶ τοὺς πρὸ αὐτοῦ νεκρωθέντας ἀναζωῶν.
Διὰ τοῦτο Παῦλος, ἡ μεγάλη τοῦ Πνεύματος σάλπιξ, βοᾷ λέγουσα· «ἐγένετο ὁ πρῶτος ἄνθρωπος εἰς ψυχὴν ζῶσαν, ὁ δεύτερος ἄνθρωπος εἰς Πνεῦμα ζωοποιοῦν». Ἀναμάρτητος δὲ καὶ ζωοποιὸς καὶ ἀφιέναι ἁμαρτίας δυνάμενος οὐδεὶς πλὴν Θεοῦ. Τοιγαροῦν οὐκ ἄνθρωπον μόνον, ἀλλὰ καὶ Θεὸν ἀναγκαῖον ἦν ὑπάρχειν τὸν νέον Ἀδάμ, αὐτόχρημα ζωὴν ὄντα καὶ σοφίαν καὶ δικαιοσύνην καὶ ἀγάπην καὶ εὐσπλαγχνίαν καὶ ἄλλο πᾶν ἀγαθόν, ὡς ἐν ἐλέει καὶ σοφίᾳ καὶ δικαιοσύνῃ καταπρᾶξαι τὴν τοῦ παλαιοῦ Ἀδὰμ ἀνακαίνισίν τε καὶ ἀναζώωσιν, ὧν τοῖς ἐναντίοις ὁ νοητὸς καὶ ἀρχέκακος ὄφις χρησάμενος, τὴν παλαίωσιν καὶ τὴν νέκρωσιν ἡμῖν ἐνεποίησεν.
Ὡς οὖν ὁ ἀπ’ ἀρχῆς ἀνθρωποκτόνος φθόνῳ καὶ μίσει καθ’ ἡμῶν ἐπήρθη, οὕτως ὁ ἀρχηγὸς τῆς ζωῆς ὑπερβολῇ φιλανθρωπίας καὶ ἀγαθότητος ὑπὲρ ἡμῶν ἐκινήθη. Ἠράσθη γὰρ ἐνδίκως τῆς σωτηρίας τοῦ οἰκείου πλάσματος, ἡ δὲ ἦν τὸ ὑφ’ ἑαυτὸν πάλιν αὐτὸ ποιῆσαι καὶ ἀνασώσασθαι, ὡς ὁ ἀρχέκακος ἐκεῖνος ἀδίκως ἠράσθη τῆς ἀπωλείας τοῦ Θεοῦ πλάσματος, ἡ δὲ ἦν τὸ ὑφ’ ἑαυτὸν αὐτὸ θέσθαι καὶ τυρρανικῶς αὐτὸς ἐπικεῖσθαι. Ὥσπερ δὲ οὗτος ἐν ἀδικίᾳ καὶ δόλῳ καὶ ἀπάτῃ καὶ σοφιστείᾳ τὴν νίκην ἑαυτῷ καὶ τὴν τοῦ ἀνθρώπου πτῶσιν κατέπραξεν, οὕτως ὁ ἐλευθερωτὴς ἐν δικαιοσύνῃ καὶ σοφίᾳ καὶ ἀληθείᾳ τήν τε ἧτταν εἰς τέλος τοῦ ἀρχεκάκου καὶ τὴν ἀνακαίνισιν τοῦ οἰκείου ἐξείργασται πλάσματος.
Ἀλλὰ περὶ μὲν τῆς κατὰ τὴν θείαν οἰκονομίαν ταύτην σοφίας λέγειν, οὐ τοῦ παρόντος καιροῦ. Δικαιοσύνης δὲ ἦν ἀκριβοῦς καὶ τὸ τὴν δουλωθεῖσαν καὶ ἡττηθεῖσαν ἑκοῦσαν φύσιν αὐτὴν καὶ τὴν νίκην ἀναπαλαίσασθαι καὶ τὴν δουλείαν ἑκοῦσαν ἀπώσασθαι· διὰ τοῦτο τὴν ἡμῶν ἐξ ἡμῶν ἀνειληφέναι φύσιν εὐδόκησεν ὁ Θεός, ταύτῃ παραδόξως ἑνωθεὶς καθ’ ὑπόστασιν. Ἑνωθῆναι δὲ τὴν ἀνωτάτω ἐκείνην καὶ ὑπὲρ νοῦν καθαρότητα μεμολυσμένῃ φύσει τῶν ἀδυνάτων ὑπῆρχεν· ἓν γὰρ τοῦτο μόνον Θεῷ ἀδύνατον, συνελθεῖν ἀκαθάρτῳ πρὶν καθαρθῆναι πρὸς ἕνωσιν. Διὰ τοῦτο καὶ ἀμολύντου τελέως καὶ καθαρωτάτης ἐξ ἀνάγκης ἔδει παρθένου πρὸς κυοφορίαν καὶ τόκον τοῦ ἐραστοῦ καὶ δοτῆρος τῆς καθαρότητος, ἣ καὶ προωρίσθη καὶ ἀπετελέσθη καὶ πεφανέρωται, καὶ τὸ κατ’ αὐτὴν μυστήριον εἰς τέλος ἦλθεν ἐκ πολλῶν τῶν κατὰ καιροὺς παραδόξων συνελθόντων εἰς ἕν.
Διὸ καὶ τὰ πρὸς τοῦτο συντελέσαντά ποτε παρ’ ἡμῶν ἑορτάζεται σήμερον, ἐκ τοῦ τέλους ἐπιγνόντων μάλιστα τῶν πρὸς τὸ τηλικοῦτο τέλος ἐνεγκόντων τὸ μεγαλεῖον. Ὁ γὰρ ἐκ Θεοῦ ὤν, καὶ πρὸς Θεὸν ὤν, καὶ Θεὸς ὤν, καὶ Θεοῦ Λόγος καὶ Υἱὸς ὢν τῷ ἀνωτάτῳ Πατρὶ συνάναρχός τε καὶ συναΐδιος, υἱὸς ἀνθρώπου γίνεται, τῆς Ἀειπαρθένου ταύτης. «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας», κατὰ τὴν θεότητα ἄτρεπτος, κατὰ τὴν ἀνθρωπότητα ἄμεμπτος· «ὃς μόνος», καθάπερ φθάσας Ἠσαΐας προεμαρτύρησεν, «ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ»· καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ὃς μόνος οὐδ’ ἐν ἀνομίαις συνελήφθη, οὐδ’ ἐν ἁμαρτίαις ἐκυήθη, καθάπερ ὁ Δαβὶδ ἐν Ψαλμοῖς περὶ ἑαυτοῦ τε καὶ παντὸς ἀνθρώπου μαρτυρεῖ ὡς ἂν ᾖ καὶ κατὰ τὸ πρόσλημμα τελέως καθαρὸς καὶ ἀμόλυντος, καὶ μηδὲ κατ’ αὐτὸ δι’ ἑαυτὸν καθαρσίων δεόμενος, ἵν’ οὕτω δι’ ἡμᾶς εἰς ἡμᾶς διαβιβάζων σὺν δίκῃ τε ὁμοῦ καὶ πανσόφως καὶ τὴν κάθαρσιν καὶ τὸ πάθος τόν τε θάνατον καὶ τὴν ἀνάστασιν δέξηται.
Ἡ γὰρ κατὰ σάρκα πρὸς γένεσιν κίνησις, ἀκούσιος οὖσα καὶ τῷ νόμῳ τοῦ νοὸς ἀπειθής, εἰ καὶ παρά τινων βίᾳ δουλαγωγεῖται, ἔστι δὲ οἷς καὶ πρὸς παιδοποιΐαν μόνην σωφρόνως ἀνίεται, ἀλλὰ τὰ σύμβολα τῆς ἀπ’ ἀρχῆς ἐπάγεται καταδίκης, φθορὰ οὖσά τε καὶ λεγομένη καὶ πρὸς φθορὰν πάντως γεννῶσα, καὶ τοῦ μὴ τηρήσαντος τὴν τιμήν, ἣν ἡμῶν ἡ φύσις ἔλαχε παρὰ Θεοῦ, ἀλλὰ τοῖς κτήνεσιν ὁμοιωθέντος ἐμπαθὴς ὑπάρχουσα κίνησις.
Διὰ τοῦτο οὐ μόνον Θεὸν ἐν ἀνθρώποις, ἀλλὰ καὶ ἐκ παρθένου ἁγνῆς καὶ ἁγίας, μᾶλλον δὲ πανυπεράγνου τε καὶ ὑπεραγίας, ὡς μολυσμοῦ μὴ μόνον σαρκὸς ὑπερτέρας, ἀλλὰ καὶ μεμολυσμένων λογισμῶν τῶν ἐκ τῆς σαρκὸς ἀνωτέρας παρθένου, ἧς τὴν σύλληψιν παναγίου Πνεύματος ἐπέλευσις οὐ σαρκὸς ἐπήνεγκεν ὄρεξις, εὐαγγελισμὸς καὶ πίστις ἐνδημίας Θεοῦ πάντα λόγον νικώσης ὡς ἐξαισίας καὶ ὑπὲρ λόγον, ἀλλ’ οὐ συγκατάθεσις καὶ πεῖρα ἐμπαθοῦς ἐπιθυμίας προείληφε· ταύτης γὰρ παντελῶς ἀπῳκισμένης προσευχῇ καὶ θυμηδίᾳ πνευματικῇ («ἰδοὺ γὰρ ἡ δούλη Κυρίου· γένοιτό μοι κατὰ τὸ ρῆμά σου» πρὸς τὸν εὐαγγελιστὴν ἄγγελον ἡ Παρθένος ἔφη) συλλαβοῦσα γεγέννηκεν. Ἵν’ οὖν ἱκανὴ πρὸς τοῦτο εὑρεθῇ παρθένος, ταύτην τὴν παρ’ ἡμῶν ὑμνουμένην ἀρτίως ἀειπάρθενον κόρην πρὸ αἰώνων ὁ Θεὸς προορίζει καὶ τῶν ἀπ’ αἰῶνος ἐξειλεγμένων ἐκλέγεται.
Καὶ ὁρᾶτε τὴν ἐκλογὴν ὅθεν ἤρξατο· τῶν τοῦ Ἀδὰμ παίδων ὑπὸ τοῦ Θεοῦ ἐξελέγη ὁ θαυμάσιος Σήθ, ἠθῶν εὐκοσμίᾳ καὶ αἰσθήσεων εὐταξίᾳ καὶ ἀρετῶν εὐπρεπείᾳ οὐρανὸν ἑαυτὸν ἐπιδεικνὺς ἔμψυχον, καὶ τυχὼν διὰ τοῦτο τῆς ἐκλογῆς, ἐξ ἧς βλαστήσειν ἔμελλεν ἡ Παρθένος αὕτη θεοπρεπὲς ὄχημα τοῦ ὑπερουρανίου Θεοῦ καὶ τοὺς ἀνθρώπους πρὸς οὐράνιον υἱοθεσίαν ἀνακαλέσασθαι.
Διὸ καὶ υἱοὶ Θεοῦ τὸ γένος ἅπαν ἐκαλοῦντο τοῦ Σήθ, διὰ τὸ μέλλειν ἐκ τῆς γενεᾶς ταύτης υἱὸν ἀνθρώπου γενήσεσθαι τὸν Υἱὸν τοῦ Θεοῦ· ἐπεὶ καὶ ὁ Σήθ, ἀνάστασις μᾶλλον δὲ ἐξανάστασις ἑρμηνεύεται, ἥτις ἐστὶ κυρίως ὁ Κύριος ζωὴν ἀθάνατον τοῖς εἰς αὐτὸν πιστεύουσιν ἐπαγγελλόμενός τε καὶ χαριζόμενος. Καὶ τοῦ τύπου τὸ κατάλληλον ὅσον! «Ὁ μὲν Σὴθ ἐγένετο τῇ Εὔᾳ», ὡς αὐτή φησιν, «ἀντὶ Ἄβελ», ὃν ἀπέκτεινε φθονήσας ὁ Κάιν, ὁ δὲ τῆς Παρθένου τόκος Χριστὸς ἐγένετο τῇ φύσει ἀντὶ τοῦ Ἀδάμ, ὃν ἐθανάτωσε φθονήσας ὁ τῆς κακίας ἀρχηγὸς καὶ προστάτης. Ἀλλ’ ὁ μὲν Σὴθ οὐκ ἀνέστησε τὸν Ἄβελ—τύπος γὰρ τῆς ἀναστάσεως ἦν—, ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὸν Ἀδὰμ ἀνέστησεν· αὐτὸς γὰρ ἔστιν ἡ ἀληθινὴ τῶν ἀνθρώπων ζωὴ καὶ ἀνάστασις, δι’ ἣν καὶ οἱ ἀπὸ τοῦ Σὴθ κατ’ ἐλπίδα τῆς θείας ἠξιώθησαν υἱοθεσίας υἱοὶ κεκλημένοι τοῦ Θεοῦ. Ὅτι δὲ διὰ τὴν ἐλπίδα ταύτην υἱοὶ ἐκαλοῦντο τοῦ Θεοῦ δῆλον ἐκ τοῦ πρώτου κληθέντος καὶ τὴν ἐκλογὴν διαδεξαμένου.
Ἐνὼς δὲ οὗτος ἦν ὁ τοῦ Σήθ, ὅς, κατὰ τὸ γεγραμμένον ὑπὸ Μωσέως, «πρῶτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ». Ὁρᾶτε σαφῶς, ὅτι κατ’ ἐλπίδα τῆς θείας κλήσεως ἔτυχεν; Ἀρξαμένη οὖν ἀπ’ αὐτῶν τῶν τοῦ Ἀδὰμ παίδων ἡ διὰ τὴν ἐσομένην Θεοῦ μητέρα κατὰ τὴν αὐτοῦ πρόγνωσιν ἐκλογὴ καὶ διὰ τῶν κατὰ καιροὺς ἐκτελουμένη γενῶν, κατέβη μέχρι τοῦ βασιλέως καὶ προφήτου Δαβὶδ καὶ τῶν διαδόχων τοῦ σκήπτρου τε καὶ τοῦ γένους. Τοῦ δὲ καιροῦ καλοῦντος ἤδη τὸ τῆς θείας ἐκλογῆς ταύτης πέρας Ἰωακεὶμ καὶ Ἄννα ἐκ τοῦ οἴκου καὶ τῆς πατριᾶς τοῦ Δαβὶδ παρὰ τοῦ Θεοῦ ἐξελέγησαν, ἄπαιδες μὲν ὄντες, σωφρόνως δὲ συμβιοῦντες καὶ κρείττους ὄντες κατ’ ἀρετὴν πάντων τῶν εἰς Δαβὶδ ἀναφερόντων τὴν τοῦ γένους καὶ τοῦ ἤθους εὐγένειαν. Τούτοις, ἀσκήσει καὶ προσευχῇ τῆς ἀπαιδίας αἰτουμένοις τὴν λύσιν παρὰ Θεοῦ καὶ τὸ παρ’ αὐτῶν τεχθησόμενον ἀναθήσειν ἐκ βρέφους ἐπαγγελλομένοις Θεῷ, παρ’ αὐτοῦ τοῦ Θεοῦ ἡ νῦν Θεομήτωρ ἐπαγγέλλεταί τε καὶ δίδοται παῖς, ὡς ἂν ἐκ πολυαρέτων ἡ πανάρετος παῖς κυηθῇ καὶ ἐκ διαφερόντως σωφρόνων ἡ πάναγνος, καὶ λάβῃ καρπὸν ἡ σωφροσύνη συνελθοῦσα προσευχῇ καὶ ἀσκήσει τὸ γενέσθαι παρθενίας γεννήτρια, καὶ παρθενίας σαρκὶ προαγαγούσης ἀφθόρως τὸν πρὸ αἰώνων ἐκ παρθένου Πατρὸς γεγενημένον θεότητι.
Ὢ προσευχῆς ἐκείνης πτερῶν! ὢ παρρησίας, ἣν εὗρε πρὸς Κύριον!. Ἀλλ’ ἐπειδή περ τῶν κατ’ εὐχὴν οὕτως ἔτυχον ἐκεῖνοι καὶ τὴν πρὸς αὐτοὺς θείαν ἐπαγγελίαν εἰς ἔργον εἶδον ἐκβᾶσαν, πληροῦν καὶ αὐτοὶ τὴν πρὸς τὸν Θεὸν ἐπαγγελίαν σπεύδοντες ὡς ἀληθεῖς ὁμοῦ καὶ θεοφιλεῖς καὶ φιλόθεοι, εὐθὺς ἀπογαλακτισθεῖσαν τῷ τοῦ Θεοῦ ἱερῷ καὶ τῷ κατ’ αὐτὸ ἱεράρχῃ τὴν ὄντως ἱερὰν καὶ θεόπαιδα καὶ νῦν θεομήτορα παρθένον προσάγουσιν. Ἡ δὲ κἀν τούτῳ τῆς ἡλικίας μεστὴ χαρίτων οὖσα θείων καὶ φρενῶν οὐκ ἀμοιροῦσα τελείων, ἐπιγνώμων, τηνικαῦτα καὶ μᾶλλον τῶν ἄλλων ὑπῆρχε τῶν ἐπ’ αὐτῇ τελουμένων, καὶ δι’ ὧν εἶχεν ἔδειξεν, ὡς οὐ προσάγεται μᾶλλον, ἀλλ’. αὐτὴ παρ’ ἑαυτῆς Θεῷ πρόσεισιν αὐτοκελεύστῳ γνώμῃ, καθάπερ αὐτοφυῶς ἐπτερωμένη πρὸς τὸν ἱερὸν καὶ θεῖον ἔρωτα καὶ ποθεινὴν ἡγουμένη καὶ ἀξίαν ἑαυτῆς εἰδυῖα τὴν εἰς τὰ ἅγια τῶν ἁγίων εἴσοδον καὶ κατοικίαν.
Ὅθεν καὶ συνιδόντα τότε τὸν ἀρχιερέα τοῦ Θεοῦ, ὡς ἔοικεν ἡ παῖς ἔχει τὴν θεοειδῆ χάριν ὑπὲρ πάντας, ἔδει καὶ τῶν κρειττόνων ἢ κατὰ πάντας ἀξιῶσαι καὶ τοῖς τῶν ἁγίων ἁγίοις εἰσοικίσαι ταύτην, καὶ τοὺς τηνικαῦτα πάντας ἀγαπᾶν τῷ γινομένῳ πεῖσαι, Θεοῦ συμπράττοντος ἅμα καὶ ψηφιζομένου καὶ τροφὴν ἄνωθεν ἀπόρρητον ἐκεῖ τῇ Παρθένῳ δι’ ἀγγέλου πέμποντος, δι’ ἧς τήν τε φύσιν κρειτόνως ἀνερρώννυτο, καὶ κατὰ σῶμα τῶν ἀσωμάτων καθαρωτέρα καὶ ὑπερτέρα καὶ συνετηρεῖτο καὶ ἐτελεῖτο, τοὺς οὐρανίους νόας ὑπηρετουμένους σχοῦσα, οὐκ εἰσαχθεῖσα μόνον ἅπαξ εἰς τὰ ἅγια τῶν ἁγίων, ἀλλὰ καὶ εἰς συνοικίαν ὥσπερ παραληφθεῖσα τῷ Θεῷ ἐπ’ ἐνιαυτῶν οὐκ ὀλίγας περιόδους, ὡς δι’ αὐτῆς τῶν οὐρανίων μονῶν ἀνοιχθησομένων εἰς καιρὸν καὶ εἰς κατοίκησιν ἀΐδιον δοθησομένων τοῖς πιστεύουσιν αὐτῆς τῷ παραδόξῳ τόκῳ.
Οὕτω τοίνυν καὶ διὰ ταῦτα ἡ τῶν ἀπ’ αἰῶνος ἐκλεκτῶν ἐκλεγεῖσα, ἡ ἁγία τῶν ἁγίων ἀναφανεῖσα, ἡ καὶ τῶν δι’ ἀρετῆς κεκαθαρμένων πνευμάτων τὸ σῶμα καθαρώτερον ἔχουσα καὶ θειότερον, ὡς μὴ τύπου λόγων δεκτικὸν εἶναι θείων, ἀλλὰ καὶ αὐτοῦ τοῦ ἐνυποστάτου καὶ μονογενοῦς Λόγου τοῦ προανάρχου Πατρός, ἐν τοῖς ἁγίοις ἀδύτοις οἷόν τις τοῦ Θεοῦ θησαυρὸς ἀπετέθη δικαίως σήμερον, χρησομένου κατὰ καιρόν, ὃ καὶ γέγονε, πρὸς πλουτισμὸν καὶ κόσμον ὑπερκόσμιον ὁμοῦ καὶ παγκόσμιον· καὶ οὕτω καὶ διὰ ταῦτα τὴν οἰκείαν μητέρα καὶ πρὸ γεννήσεως δοξάζει καὶ μετὰ τὴν γέννησιν. Ἡμεῖς δὲ κατανοοῦντες τὴν δι’ αὐτῆς ὑπηργμένην ἡμῖν σωτηρίαν, τὴν εὐχαριστίαν καὶ τὸν ὕμνον ἀποδιδόαμεν ὅση δύναμις.
Εἰ γὰρ ἡ ἐν τῷ Εὐαγγελίῳ ἀνάγραπτος εὐγνώμων γυνὴ τῶν σωτηρίων τοῦ Κυρίου λόγων πρὸς ὀλίγον ἀκούσασα, τῇ μητρὶ τούτου τὸν μακαρισμὸν καὶ τὴν εὐχαριστίαν ἀπέδωκεν, ἐπάρασα καὶ ὑψώσασα τὴν φωνὴν αὐτῆς ἐκ τοῦ ὄχλου καὶ πρὸς Χριστὸν εἰποῦσα, «μακαρία ἡ κοιλία ἡ βαστάσασά σε, καὶ μαστοὶ οὓς ἐθήλασας», ἡμεῖς οἱ πάντα τὰ ρήματα τῆς αἰωνίου ζωῆς παρ’ ἑαυτῆς ἀνάγραπτα ἔχοντες, καὶ μὴ τὰ ρήματα μόνον, ἀλλὰ καὶ τὰ θαύματα καὶ τὰ παθήματα καὶ τὴν δι’ αὐτῶν ἐκ νεκρῶν τῆς ἡμετέρας φύσεως ἔγερσιν καὶ ἀπὸ γῆς εἰς οὐρανὸν ἀνάληψιν καὶ τὴν διὰ τούτων ἐπηγγελμένην ἡμῖν ζωὴν ἀθάνατον καὶ σωτηρίαν ἀμεταποίητον, πῶς οὐκ ἀνυμνήσωμεν καὶ μακαρίσωμεν ἀδιαλείπτως τὴν μητέρα τοῦ χορηγοῦ τῆς σωτηρίας, τοῦ δοτῆρος τῆς ζωῆς, ἑορτάζοντες αὐτῆς καὶ τὴν σύλληψιν καὶ τὴν γέννησιν καὶ τὴν εἰς τὰ ἅγια τῶν ἁγίων ἀρτίως μετοίκησιν;
Ἀλλὰ μετοικίσωμεν καὶ ἡμεῖς ἡμᾶς αὐτούς, ἀδελφοί, ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω· ἀπὸ τῆς σαρκὸς ἐπὶ τὸ πνεῦμα μετενεχθῶμεν· μεταθῶμεν τὸν πόθον ἀπὸ τῶν προσκαίρων ἐπὶ τὰ μόνιμα· καταφρονήσωμεν τῶν σαρκικῶν ἡδονῶν, δέλεαρ κατὰ ψυχῆς εὑρημένων καὶ παρερχομένων μετὰ μικρόν· ἐπιθυμήσωμεν τῶν πνευματικῶν χαρισμάτων, ὡς ἀκηράτων μενόντων· ἀνασπάσωμεν ἀπὸ τῆς κάτω τύρβης τὴν ἡμετέραν σχέσιν τε καὶ διάνοιαν· ἀναβιβάσωμεν αὐτὴν εἰς τὰ οὐράνια ἄδυτα, τὰ ἅγια τῶν ἁγίων ἐκεῖνα, ἔνθα νῦν ἡ Θεοτόκος οἰκεῖ.
Οὕτω γὰρ πρὸς αὐτὴν εἰσελεύσονται λυσιτελῶς ἡμῖν μετὰ θεαρέστου παρρησίας καὶ τὰ παρ’ ἡμῶν ᾄσματα καὶ αἱ πρὸς ταύτην δεήσεις, καὶ οὕτω πρὸς τοῖς παροῦσι καὶ τῶν μελλόντων καὶ μενόντων ἀγαθῶν αὐτῆς μεσιτευούσης ἐσόμεθα κληρονόμοι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ ἐξ αὐτῆς ὑπὲρ ἡμῶν τεχθέντος Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ᾧ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ συναϊδίῳ καὶ ζωοποιῷ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.