Ὁρᾶτε πῶς ἀχώριστός ἐστιν ἡ πρὸς Θεὸν καὶ πρὸς ἀλλήλους ἀγάπη; Διὰ τοῦτό φησιν ὁ ἠγαπημένος μαθητής, «εἴ τις λέγει ὅτι ἀγαπᾷ τὸν Θεὸν καὶ τὸν ἀδελφὸν αὐτοῦ μισεῖ, ψεύστης ἐστίν· εἰ γὰρ τὸν ἀδελφὸν αὐτοῦ, ὃν ἑώρακεν, οὐκ ἀγαπᾷ, πῶς ἀγαπᾷ τὸν Θεόν, ὃν οὐχ ἑώρακεν;»· ἀλλὰ καὶ «ὁ διὰ τῆς ἀγάπης λέγων ἐν τῷ Θεῷ μένειν ὀφείλει», φησί, «καθὼς ἐκεῖνος περιεπάτησεν, καὶ αὐτὸς περιπατεῖν». Πῶς οὖν ἐκεῖνος περιεπάτησεν; Ὑπήκουσε τῷ οὐρανίῳ Πατρί, δικαιοσύνην πᾶσαν ἐπλήρωσεν, εὐηργέτησε δι’ ἑαυτοῦ τὴν φύσιν, ἰάσατο τοὺς νοσοῦντας, ἐδίδαξε τοὺς εὐπειθεῖς, ἤλεγξε τοὺς ἀπειθεῖς, ὑπέμεινεν ὑπὲρ τῶν εὐπειθῶν τὰ παρὰ τῶν ἀπειθούντων ὀνείδη, τὰ παρὰ τῶν ἀχαρίστων ἐμπτύσματα, τὰ ραπίσματα, τοὺς ἐμπαιγμούς, τὰς μάστιγας, καὶ τέλος τὸν ἐπονείδιστον θάνατον καὶ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ ἡμῶν δούς, οὗ μεῖζον ἀγάπης ἔργον οὐδέν. Ὁρῶμεν δὲ καὶ τὸν ἠγαπημένον μαθητὴν καὶ μαθητὴν τοῖς ἔργοις· διὰ πάντων γὰρ σαφῶς οὗτος ἦλθε τῶν τοῦ διδασκάλου καὶ διδαγμάτων καὶ θαυμάτων καὶ παθημάτων, ἔργοις καὶ λόγοις εὐεργετῶν ἅπαντας, καὶ ἀπὸ σκότους εἰς φῶς ἐξάγων, καὶ ποιῶν ἐξ ἀναξίων ἀξίους, αὐτὸς δὲ πάσχων ὑπὲρ αὐτῶν. Θάνατον δὲ οὐχ ἕνα μόνον ὑπέμεινε διὰ τὴν μαρτυρίαν Ἰησοῦ καὶ τὴν ἡμῶν ὠφέλειαν, ταὐτὸ δὲ εἰπεῖν διὰ τὴν πρὸς Θεὸν καὶ τοὺς ἀνθρώπους ἀγάπην, ἀλλὰ διὰ παντὸς τοῦ βίου εἰς θάνατον ἑαυτὸν παρεδίδου.