Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ομιλίες ΜΓ΄–ΞΓ΄

Γρηγόριος Παλαμᾶς

Ομιλία ΝΓ΄: Στα Εισόδια της Θεοτόκου (Β΄)

Εκτενής θεολογικός λόγος για την παραμονή της Θεοτόκου στο άδυτο του ναού, την ιερή ησυχία, την ανύψωση του νου και τη θεωρία του θείου φωτός.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 11 από 21

ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΤΑ ΑΓΙΑ ΤΩΝ ΑΓΙΩΝ ΕΙΣΟΔΟΝ ΚΑΙ ΤΟΝ ΕΝ ΑΥΤΟΙΣ ΘΕΟΕΙΔΗ ΒΙΟΝ ΤΗΣ ΠΑΝΥΠΕΡΑΓΝΟΥ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ Ἐπὶ τῶν μειζόνων ἢ κατ’ ἀνθρωπίνην δύναμιν, εἴτε βάρος ἀναθέσθαι δέοι εἴτε λόγων ἀγῶσιν ἐγχειρῆσαι, τοῖς ἀδρανέσιν ἐφ’ ἑκατέρου διαφερόντως οἱ ρώμῃ σώματος ἢ λόγων ἕξει προέχοντες ἐς ἴσον ἔλθοιεν ἄν, παραπλησίως ἀλλήλοις κατ’ ἄμφω μηδὲν ἀνύσαντες μηδὲ τοῦ σκοποῦ γεγονότες ἐπιτυχεῖς.

Καὶ καθάπερ εἴ τις ἐπιχειρεῖ τῶν ἄστρων ἅπτεσθαι χειρί, κἂν εὐμήκης ᾖ, κἂν ὑπὲρ τοὺς ἄλλους ἀνατείνῃ τὴν χεῖρα, τοῖς πολλοῦ δέουσι τοῦ κατὰ σῶμα μεγέθους, μικροῦ τοσοῦτον, οὐδ’ ὅσον εἰς λόγον ἥκειν, ἐπίσης ἀπέχει τῶν αἰθερίων ὑψωμάτων ἐκείνων, οὕτω κἀν τοῖς ὑπὲρ λόγον πράγμασιν ἐλλόγιμοι τῶν μὴ τοιούτων ἀξιολόγῳ μέτρῳ πρὸς τὸ λέγειν οὐδὲν ἀμείνους. Τίς γάρ, ὧν καθάπαξ ἅπας ἡττᾶται λόγος ἐγκεχειρηκώς, οὐ τοῦ τῶν πραγμάτων ὄγκου κάτω ποι κεχωρηκὼς φανεῖται, κατὰ τοὺς ᾀδομένους ἀντιταλαντεῦσαι σφᾶς αὐτοὺς εὔξασθαι τῷ βάρει τοῦ παντὸς ἢ τοὺς μυθευομένους πορεύσιμον ἑαυτοῖς ἐπιχειρῆσαι θέσθαι τὴν εἰς οὐρανόν, παρὰ τοσοῦτο τῆς ἀληθείας ἀπολελειμμένος, παρ’ ὅσον ἀνέπαφόν ἐστι λογισμοῖς καὶ λόγοις ἀνθρώπων τὸ προκείμενον, ὑπερκόσμιόν τι καθεστὼς χρῆμα καὶ τῶν ἐγγείων καὶ περιγείων ὑπερανιδρυμένον καὶ τοῖς θεοειδέσι καὶ θείοις ἐνὸν καὶ συναριθμούμενον;

Ἐπὶ δὲ τῆς τῶν ἁγίων ἁπάντων κορυφαίας ἀκρότητος, δηλαδὴ τῆς τοῦ Θεοῦ μητρός, διαβαινούσης, ψαλμικῶς εἰπεῖν, «ἐν τόπῳ σκηνῆς θαυμαστῆς» καὶ τὰ ἅγια τῶν ἁγίων εἰσιούσης, «ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως» ἐνθέου ἤχου τῶν τε τηνικαῦτα προπεμπόντων καὶ τῶν ἑορταζόντων νῦν ἡμῶν· ἐπὶ ταύτης οὖν τῆς καὶ τῶν κατ’ οὐρανὸν ἁγίων ὑπερτέρας, μὴ ὅτι τῶν ἁπάντων εἷς ὁστισοῦν ἀποληφθείς, ἥκιστ’ ἂν ἐφίκοιτο τοῦ πρὸς ἀξίαν, ἀλλ’ οὐδ’ ὁμοῦ πάντες, εἰ καὶ πάντας συνελθεῖν ἐξῆν εἰς ἕν, στόμα γεγονότας ἕν, ὅσοι τῷ ταύτης τόκῳ διεσώθησαν· ἧς γὰρ καὶ πᾶσα κτίσις ἂν ἀπολειφθείη τὴν σύμμετρον δόξαν εἰσενηνοχέναι, μητρὸς γεγονυίας τοῦ τὰ πάντα κτίσαντος, πῶς ἂν τοῖς ὑπὸ τοῦ Υἱοῦ ταύτῃ πεποιημένοις μεγαλείοις ἀποχρῶντ’ εἴη τὰ παρ’ ἡμῶν, κἂν πάντας συλλαβὼν εἴπῃς, ἀλλ’ οὐ ρανὶς οἷον εἴη βραχυτάτη πρὸς ἀρρήτου δόξης ἄβυσσον; Οὕτω κρεῖττον ἢ κατ’ ἐμὲ τουτὶ τὸ ἐγχείρημα, καὶ τοσοῦτον ἀπέχω τοῦ νομίζειν ἔχειν ἐξευρεῖν λόγον ἐγκωμίων τῷ τῆς Θεομήτορος κατ’ ἀρετὴν ὑπερφυεῖ παρισούμενον καὶ ὄντως ὄντι μακαρίῳ καὶ κρείττονι παντάπασιν ἢ καθ’ ἅπασαν τὴν κτίσιν.

Πῶς δ’ ἂν ἄλλως ἢ τὸν πόθον ἐκπλήσω ἢ τὸ χρέος ἐκτίσω, ἢ τὴν χάριν ὁμολογήσω τῶν ἐξ αὐτῆς ἀπείρων εἰς ἐμὲ χαρισμάτων, ἢ ταύτην ἐξυμνήσας ὁπόση δύναμις; Ὁ μὲν γὰρ πόθος ἐπαίρει, τὸ δὲ χρέος βιάζεται, τὸ κοινόν τε καὶ ἰδίως ἐμόν· ἡ δὲ φθάσασα χάρις κἀν τοῖς ἑξῆς τὴν ἐκεῖθεν ὑπισχνεῖται συγγνώμην, καὶ ἡ τῆς ἀειπαρθένου νύμφης ἀνέκλειπτος φιλανθρωπία, ἣ καθάπερ τις ψυχὴ διὰ πάντων τῶν ὑπηκόων χωροῦσα διαγίγνεται, καθάπερ ἅπαντα συνέχουσα καὶ συνιστᾶσα, ἐγγύς τε οὖσα καὶ ἀεὶ παροῦσα τοῖς ἐπικαλουμένοις διὰ τῆς ἀκαμάτου καὶ ἀνυσιμωτάτης πρὸς τὸν ἐξ αὐτῆς Θεὸν πρεσβείας ἀνυούσης ἅπαντα λυσιτελῶς, ὅσα γε ἡμεῖς ἴσμεν ἐκ τῶν παρ’ αὐτῆς εἰς ἡμᾶς ὑπηργμένων ἀγαθῶν ἐγνωκότες καὶ βεβαιοτέραν ἐντεῦθεν τὴν πίστιν ἐσχηκότες.

Ταύτην μὲν οὖν αὐτὸς μετὰ τῆς αὐτῆς πίστεως ἐπιβοώμενος, διὰ τέλους ὑπανέξουσαν ἐλπίζω σχήσειν εἰς τὸ τῶν αὐτῆς θαυμάτων πέλαγος ἐμαυτὸν ἀρτίως καθεικώς. Πρὸς ὑμᾶς δ’ ὅσοι νῦν περὶ ἡμᾶς, καὶ τῶν ἔπειτ’ ἐσομένων περὶ τόνδε τὸν λόγον, οὐδὲ παραιτεῖσθαι ἀναγκαῖον ἥγημαι. Καὶ γὰρ ἐκ τοῦ ρᾴστου συγγινώσκοντες φανεῖσθε, πάνθ’ ὁμοῦ λαβόντες ἐπὶ νοῦν, τὸν λέγοντα, τοὺς λόγους, τοῦ προκειμένου τὴν ὑπερβολήν· ἄλλως θ’ ὅτι καὶ αὐτοὶ τούτου δεῖσθε παρὰ πάντων ἕκαστος, ἡνίκ’ ἂν τῇ Θεοτόκῳ πλέκοιτε ποικίλους ὕμνους (συχνοὺς δὲ δήπου πλέκετε, πάντες ὄντες ὑπόχρεῳ ταύτην ἐκτιννύναι τῇ τοῦ Θεοῦ μητρὶ τὴν εἰσφοράν, κοινῇ τε καὶ καθ’ ἕνα πάντες, δι’ ἡμῶν αὐτῶν τε καὶ ἀλλήλων), ἀποδιδόντες μὲν τὴν ὀφειλομένην εὐφημίαν, ἀποδεῖν δ’ ὅμως εἰδότες τοῦ ὑμνεῖν πρὸς ἀξίαν· ταῦτ’ ἄρα καὶ ταῖς ἐκ τοῦ παντὸς αἰῶνος ὑπὲρ ταύτης ἐξενηνεγμέναις κοινωνοῦντες ᾠδαῖς, ὁσημέραι τε καὶ ὥραι, ἔνθεον καὶ ἐμμελῆ καὶ ἄληκτον χορείαν περὶ τὴν οὐράνιον ταύτην διατελεῖτε συνεξελίττοντες παστάδα.

Δεῦρο δή μοι θεία παρεμβολή, θέατρον ἱερόν, χορὸς ἡρμοσμένος οὐρανίῳ Πνεύματι, καὶ τόνδε μοι συνεργάσασθε τὸν λόγον καὶ ποιήσασθε κοινόν, οὐ τὰς ἀκοὰς ὑποσχόντες μόνον καὶ συντείναντες τὴν διάνοιαν, ἀλλὰ καὶ τὴν δι’ εὐχῆς εἰλικρινοῦς ἐπικουρίαν προσάγοντες· ὡς ἂν συνεφαψάμενος τῶν ὑπὲρ τῆς μητρὸς λόγων ὁ καὶ τοῦ Πατρὸς Λόγος ἄνωθεν μὴ παντάπασιν ἀπᾴδοντα φθέγξασθαι δοίη, μᾶλλόν γε μὴν καὶ περᾶναί τι δοίη ταῖς φιλοθέοις ἀκοαῖς ἐναρμόνιον. Δεῖ δ’ ἄρα τῆς ἐκ Θεοῦ βοηθείας δαψιλοῦς τοῖς πρὸς ταῦτα ἀποδυομένοις, ἃ καὶ μόνης ἦν ἔργα τῆς ἐκεῖθεν ἐπιπνοίας τῶν ἐξ αἰῶνος εἰργασμένων οἰκειότερα καὶ τελεώτερα. Πᾶσαν γὰρ ἰδέαν αἰσθητῶν τε καὶ αἰσθητικῶν τὴν ἀρχὴν ἐμφυτεύσας ὁ Θεὸς τῇ γῇ, ἐπειδήπερ οὐδὲν οὐδαμῆ τῶν ἐπ’ αὐτῆς καὶ νοῦν ἐχώρει, τὸν ἄνθρωπον ἔπλασε χωρητικὸν τοῦ νοῦ. Ἐπεὶ δ’ αὖθις, καίτοι τοῦ γένους ἐπιδόντος, οὐδ’ αὐτῶν τις εὕρηται καθ’ ὅσον ἐχρῆν χωρητικὸς Θεοῦ, «δι’ οὗ τὰ πάντα καὶ δι’ ὃν τὰ πάντα», τὸ τοῦ Ἀποστόλου φάναι, τὴν ἀειπάρθενον ταύτην νῦν ὕστερον ὡς εὐδόκησεν ἐποίησεν, ἵν’ οὕτως εἴπω, ἑαυτοῦ βασίλεια, τοῦ πληρώματος τῆς θεότητος σωματικῶς ὑπ’ ἄκρας καθαρότητος χωρητικὴν φανεῖσαν, καὶ οὐ χωρητικὴν μόνον, ὢ θαυμάτων ἐξαισίων!, ἀλλὰ καὶ γεννητικήν, καὶ ποιητικὴν θείας ἀγχιστείας τοῖς πρὸ αὐτῆς καὶ μετ’ αὐτὴν ἅπασιν ἀνθρώποις.

Δύο γὰρ ἐκ τοῦ παντὸς αἰῶνος ἐξειλεγμένων ὑπὸ τοῦ Θεοῦ γενεῶν, μέση τούτων ἔστηκεν ἡ Θεοτόκος, ἀνέχουσα, περιφανής, οἷον ἔμπνουν ἄγαλμα παντὸς καλοῦ, πάσης ἀρετῆς ἔμψυχος εἰκών, θείων τε καὶ ἀνθρωπίνων χαρίτων ἑστία καὶ συνδρομή, καὶ ὡς εἰπεῖν οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐπέκεινα τούτων κοινωφελεστάτη φιλοτιμία. Τοῦ μὲν γὰρ κατὰ πνεῦμα Ἰσραήλ, ταὐτὸν δ’ εἰπεῖν τοῦ χριστωνύμου πληρώματος, αὕτη θειοτάτη καταρχή, τοῦ ὑπὲρ αἰτίαν αἰτία γενομένη, καὶ δι’ αὐτοῦ τῆς γῆς ἀπαναστήσασα τὸ γένος καὶ πάντας οὐρανίους καταστήσασα, πνεῦμα ἀποδείξασα ἀντὶ σαρκὸς καὶ Θεοῦ ποιησαμένη τέκνα. Τοῦ δὲ κατὰ σάρκα Ἰσραὴλ ἐκφῦσα κατὰ σάρκα πρὸς τοσοῦτον κλέος ἐξῆρε τοὺς προγόνους, ὡς καὶ θεοπάτορας ἀκούειν δι’ αὐτήν. Μᾶλλον δ’ ἵνα τι πρεπωδέστερον εἴπω τῷ τῆς παρθένου νύμφης ἀξιώματι, οὐ γενῶν ἐξειλεγμένων ἐμεσίτευσεν, ἀλλὰ Θεοῦ καὶ παντὸς ἀνθρωπείου γένους στᾶσα μεταξύ, τὸν μὲν Θεὸν ἐποίησεν υἱὸν ἀνθρώπου, υἱοὺς δὲ Θεοῦ τοὺς ἀνθρώπους ἀπειργάσατο. Μόνη δ’ αὕτη μήτηρ μὲν ἐκ φύσεως ὑπὲρ πᾶσαν φύσιν ἀναπέφηνε Θεοῦ, βασιλὶς δὲ παντὸς ἐγκοσμίου καὶ ὑπερκοσμίου κτίσματος ὑπῆρξε τῷ ἀφράστῳ τόκῳ· «πάντα γὰρ διὰ τοῦ γενομένου ἐξ αὐτῆς ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, ὃ γέγονε».

Σύμβολα δὲ αὐτῇ τῆς βασιλείας οὐ παρασκευὴ διαδημάτων τοῖς πολλοῖς ἀνέπαφος καὶ λίθοι καὶ χρώματα καὶ ὑφάσματα ἐξῃρημένα καὶ κόσμος βασίλειος ἐξηλλαγμένος ἐκ τῶν χαμαὶ ἐρχομένων εὑρημένος τοῖς τῶν γηΐνων ἀπανίστασθαι μὴ δυναμένοις καὶ οἷς τὰ ἄμφια μᾶλλον βασιλεύει τῆς ψυχῆς, ἀλλ’ ἀπόρρητοί τινες καὶ ἀνεννόητοι χάριτες, δυνάμεις τε καὶ ἐνέργειαι ὑπερφυεῖς, ὑψοῦ καὶ τῶν οὐρανίων αὐτῶν διακόσμων ὑπεράνω τείνουσαι· προσρήματα καὶ μηνύματα θεῖα νόμους φύσεως ἐπὶ τὸ κρεῖττον μετασκευάζοντα, θείου Πνεύματος ἔλευσις, ὑψίστου δυνάμεως ἐπισκίασις, συλλήψεως καὶ παρθενίας ὑπερφυεστάτη συνέλευσις, Θεοῦ Λόγου κένωσις, ἀειπαρθένου κόρης κύησις, θαῦμα ἐν θαύμασι, λύσις ἐκ γαστρὸς παιδὸς καὶ τόκος ἐξ ἀπειράνδρου μὴ λύσας ἀλλ’ ἀσινῆ τηρήσας τῆς παρθενίας τὰ σύμβολα.

Τίς ἂν δύναιτο, οὐκ ἐνδῦναι λέγω εἰς τὸ βάθος, ἀλλὰ καὶ παρακύψαι ὅλως εἰς τὰ ὄντως ἄδυτα καὶ τῶν προθύρων ἐφικέσθαι τῆς καταγωγῆς, ἐν ᾗ κατεσκήνωσεν ὁ παντὸς τοῦ ὄντος ὑπερανῳκισμένος, ὁ τῶν οὐρανῶν βασιλεύς, ὁ τῶν κυριοτήτων κύριος, ὁ φύσει πάντων ἀνημμένος τὸ κράτος; Τίς λόγος καὶ κατὰ μικρὸν ἐγγὺς ἂν ἔλθοι τῆς ἀξίας, κἂν εἰ τὰ κατ’ αὐτὴν ἀφεὶς τὰ περὶ αὐτὴν διηγεῖται, τὰ πρὸ τοῦ ἀπορρήτου δηλαδὴ καὶ μετὰ τὸν ἀπόρρητον τόκον; Τίς ἀξίως ἐξείποι τὴν ἄνωθεν χορηγίαν τῆς ἀπορρήτου τροφῆς, τὴν ἐξ οὐρανοῦ ποδηγίαν τῶν εἰς προσκύνησιν πόρρωθεν ἀφικνουμένων, τὴν ὑπὸ πλήθους ἀγγέλων δοξολογίαν τῇ γῇ συνάπτουσαν τὰ οὐράνια καὶ πρὸς ὑποταγὴν συνάγουσαν τῆς παγκοσμίου βασιλίδος ταύτης;

Ἀλλὰ γὰρ καὶ πρὸ τούτων ἁπάντων ἔτι καὶ τούτων ἕνεκα προηγορίαι προφητῶν θεολήπτων, θαυματοποιΐαι προδεικνῦσαι δι’ αἰνιγμάτων μέλλον τὸ μέγα θαῦμα, θεσμοὶ πνεύματος ποικίλως προδιατυποῦντες τὴν ἐσομένην ἀλήθειαν, μεταβολαὶ γενῶν καὶ πραγμάτων ὁδοποιοῦσαι τῷ τέλει τοῦ καινοῦ μυστηρίου, Θεοῦ πρὸς Ἰωακεὶμ καὶ τὴν Ἄνναν τελεσφόρος ἐπαγγελία τεκεῖν ἐν γήρᾳ παῖδα τοὺς ἀγόνους ἐκ νέου, εὐχὴ πρὸς Θεὸν τῆς θαυμασίας ταυτησὶ συζυγίας ἀντιδώσειν τῷ δόντι τὴν δεδομένην, καθ’ ἣν ὡς ἀληθῶς ἀξιόχρεων καὶ δικαιοτάτην εὐχὴν ἡ μετὰ τῆς ἐπαγγελθείσης πρὸς τὸν θεῖον ἄνοδος νεὼν καὶ ἡ τῆς ὑπερκοσμίου βασιλίδος ταύτης ἐξαισία εἴσοδος εἰς αὐτὰ τὰ τῶν ἁγίων ἅγια, τὸν μόνῳ Θεῷ ἀποκεκληρωμένον χῶρον, ἀφ’ οὗ μόνου μόνοις τοῖς κατὰ καιρὸν ἀρχιερεῦσι τοῦ ἔτους ἅπαξ εἰσιοῦσιν ἐχρημάτιζεν, οὗ τριετὴς ἡ παρθενομήτωρ καὶ εἰσέδυ καὶ διεκαρτέρησεν ὑπὲρ ἡμῶν.

Δι’ ὃ καὶ πανηγυρίζομεν σήμερον τὸ κοινωφελὲς ἆθλον τῆς ἀπαραμίλλου καρτερίας τεθεαμένοι, τὴν τοῦ Θεοῦ πρὸς τὴν γῆν δι’ αὐτῆς ὑπερφυᾶ κάθοδον καὶ τὴν ἡμῶν δι’ αὐτοῦ πρὸς οὐρανὸν ὑπερενδοξοτάτην ἄνοδον. Ἐκεῖ γὰρ ἡ θεόπαις τοῖς ἱεροῖς ἀδύτοις ἐνδιαιτωμένη, τὰς ὑψηλὰς «ἀναβάσεις ἐν τῇ καρδίᾳ διέθετο», μέχρι καὶ τῶν οὐρανῶν αὐτῶν ὡς ἀληθῶς φθανούσας καὶ τὸν ἐπουράνιον δεσπότην ἐκεῖθεν ὡς ἡμᾶς ἑλκούσας. Ἐκεῖ πᾶσα «ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν», κατὰ τὸ γεγραμμένον, ἐξ ἧς πάντων ἀνθρώπων ἔξοχα διαπρεπούσης ἀπορρήτοις κάλλεσιν ἁγνείας, ὥσπερ ἀπὸ χρυσίου τηλαυγοῦς, εἰκόνα συμφυᾶ ἑαυτῷ κατασκευάσαι ᾐρετίσατο, τοῦ ποιήματος ὁ ποιητής, καὶ ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος (ὢ τῆς ἀνεκλαλήτου σου φιλανθρωπίας, δέσποτα!) τὸ οἰκεῖον πλάσμα πρὸς τὴν ἑαυτοῦ τοῦ πλάσαντος μεθαρμόσασθαι ἀξίαν.

Ὁρᾶτε τῶν παρθενικῶν στεμμάτων τὴν πλοκήν; Ὁρᾶτε τὸ κοινωφελὲς τῆς πορφυρίδος ταύτης; Οὐ γὰρ τοὺς ἐκ φύσεως ὁμοτίμους ὑφειμένους ἑαυτῆς ἡ παμβασιλὶς παρθένος τύχῃ δή τινι ποιησαμένη τούτων ἄρχει, πλὴν ὀνομάτων μηδὲν ἑαυτῇ κρεῖττόν τι προσνείμασα καὶ τὸ ὁμόφυλον ὑποποιησαμένη κατὰ τοὺς ἀπὸ γῆς θεσμούς, οἳ τῶν κάτω κειμένων ὥσπερ ὕψει διαφέρειν ἐφιᾶσιν, ἀλλ’ οὐχὶ τῶν κατ’ ὀρθὸν ἑστώτων· ἀλλὰ πάντας τοὺς ὑφ’ ἑαυτὴν δι’ ἑαυτῆς ἐπάρασα καὶ τὸν ὑπήκοον οὐράνιον ἀντ’ ἐπιγείου ἀποδείξασα, κρείττονος ἀξίας αὕτη καὶ δυνάμεως ὑπερτέρας μετασχοῦσα καὶ τῆς ἐκ τῶν οὐρανῶν χειροτονίας, ὑψηλῶν ὑψηλοτάτη καὶ μακαρίου γένους μακαριωτάτη βασιλὶς ἐφέστηκε, πανταχόθεν σώματός τε καὶ ψυχῆς φανωτάτας τε καὶ θειοτάτας ἀπαστράπτουσα μαρμαρυγάς. Ὥσπερ γὰρ βουληθεὶς ὁ Θεὸς εἰκόνα στήσασθαι παντὸς καλοῦ καὶ τὴν ἑαυτοῦ περὶ ταῦτα δύναμιν καθαρῶς ἐνδείξασθαι καὶ ἀγγέλοις καὶ ἀνθρώποις, ὁρατῶν καὶ ἀοράτων κοινὸν ὑποστήσας κόσμον, μᾶλλον δὲ θείων τε καὶ ἀνθρωπίνων ἁπασῶν χαρίτων κοινὸν ὑποδείξας κρᾶμα καὶ καλλονὴν ὑπερτέραν ἀμφοτέρους ἐπικοσμοῦσαν τοὺς κόσμους, οὕτω ταύτην οὕτω παγκάλην ὄντως ἐξειργάσατο πάντα συνελών, οἷς πάντα διελὼν ἐκόσμησε, τρόπον τῆς αὐτῷ διαφερούσης μόνῳ δημιουργικῆς δυνάμεως ἡμῖν ἐπιδεικνὺς ἐξαίσιον καὶ ὄντως προσήκοντα τῇ τοῦ φωτὸς μητρί.

Ὡς γὰρ ὅτε κατ’ ἀρχὰς εἰς ἀρχὰς τῆς ἡμέρας τὸν μέγαν ἐπέστησε φωστῆρα, πρῶτον μὲν ἐποίησε τὸ φῶς ἀπολύτως διασκεδαννύμενον, ἔπειτα τὸν τοῦτ’ ἀναδεξάμενον ἡλίου δίσκον· οὕτω καὶ νῦν τὴν ἀειπάρθενον ἑαυτοῦ γεννήτριαν θείου τε καὶ ἀπορρήτου καὶ παντὸς τοῦ κατ’ ἀρετὴν φωτὸς ἀπέφηνε λαμπτῆρα, διακεχυμένου μὲν ὄντος πρότερον τοῖς πᾶσι τἀγαθοῦ, συνεληλυθότος δ’ ὕστερον ὑπὲρ πάντα νοῦν καὶ λόγον ἐπ’ αὐτῆς παντός τε ἀρετῆς εἴδους καὶ ὅσον αὐτὴ ὑπεραναβεβήκει. Καὶ τοίνυν ἃ πᾶσι τοῖς ἐκ τοῦ παντὸς αἰῶνος ἀρίστοις ἤρκεσε νειμαμένοις ἀρίστοις εἶναι, καὶ ὅσα πάντες οἱ Θεῷ κεχαρισμένοι κατὰ μέρος εἰσίν, ἄγγελοί τε καὶ ἄνθρωποι, ταῦθ’ ἅπαντα συνειληφυῖα καὶ μόνη πάντα διατελοῦσα καὶ περιττεύουσα μηδ’ ὅσον εἰπεῖν, ὑπερεκχεῖ καὶ πρὸς τοὺς αὐτὴν τιμῶντας δαψιλεστάτην τὴν χάριν, αὐτό τε τὸ πρὸς αὐτὴν ἀνατείνεσθαι δίσκον οὖσαν τηλικούτων χαρίτων χαριζομένη, καὶ προσεπιδαψιλευομένη τὰ κρείττω δι’ ἀγαθότητα. Οὔκουν οὐδ’ ἄν ποτ’ ἐκσταίη τοῦ πρὸς πάντας ἀνθρώπους διακειμένου καὶ ἵλεω καὶ τῆς ὑπὲρ ἡμῶν λυσιτελοῦς ταύτης φορᾶς καὶ δαψιλοῦς συντελείας.

Ἀλλὰ πρὸς μὲν τὴν παντὸς ἀγαθοῦ τοιαύτην ἀπιδών τις συστοιχίαν καὶ χορηγίαν, τοῦτ’ ἐρεῖ τὴν παρθένον ἐν ἀρετῇ καὶ τοῖς κατ’ ἀρετὴν ζῶσιν, ὅπερ ἐν αἰσθητῷ φωτὶ καὶ τοῖς ὑπ’ αὐτὸ ζῶσιν ἥλιος, καὶ τὸ κατ’ ἐκεῖνο τὴν ἀρχὴν χρῆμα πρόγραμμα καὶ τύπον εἶναι τῶν ὕστερον τετελεσμένων ἐπ’ αὐτῆς ἀπορρήτων. Εἰ δὲ πρὸς τὸν ἀνασχόντα τοῖς ἀνθρώποις ἐξαισίως ἀπὸ ταύτης ἥλιον, ὃς πάντ’ ἔχει καὶ ὑπερέχει φύσει τὰ χάριτι ταύτῃ προσπεφυκότα· εἰ πρὸς τοῦτον μετενέγκοι τὸ τῆς διανοίας ὄμμα, οὐρανὸς εὐθὺς ἡ παρθένος ἀναφανήσεται, τοσοῦτο καὶ τῶν ὑπ’ οὐρανὸν καὶ τῶν ὑπὲρ τοῦτον κεχαριτωμένων θείως φανωτέραν κεκτημένη τὴν διὰ πάντων ἀγαθῶν εὐκληρίαν, ὁπόσον ἡλίου μὲν οὐρανὸς μείζων, οὐρανοῦ δὲ λαμπρότερος ἥλιος.

Τίς σου τὸ θεαυγὲς κάλλος ὑπογράψοι, Θεομῆτορ Παρθένε, λόγος; Οὐ γὰρ ἔστι τὰ σὰ λογισμοῖς καὶ λόγοις ὁρίζειν· πάντα γὰρ ὑπερβαίνει καὶ νοῦν καὶ λόγον. Ὑμνεῖν δ’ ὅμως ἔξεστι σοῦ φιλανθρώπως προσιεμένης. Σὺ γὰρ καὶ χαρίτων ἁπασῶν χωρίον καὶ πλήρωμα καλοκἀγαθίας παντοίας καὶ πίναξ ἔμψυχος ἀρετῆς τε καὶ χρηστότητος πάσης, ὡς μόνη πάντων ἠξιωμένη συλλήβδην τῶν τοῦ Πνεύματος χαρισμάτων, μᾶλλον δὲ καὶ τὸν ἐν ᾧ τούτων ἁπάντων οἱ θησαυροὶ μόνη παραδόξως ἐν τοῖς σπλάγχνοις ἔοικεν σχοῦσα, καὶ τούτου καταστᾶσα παράδοξος σκηνή, κἀντεῦθεν καὶ κατὰ σῶμα τούτῳ μελήσασα τοσοῦτον ἐκ βρέφους, ὡς καὶ σύσκηνον ἐξ οὕτω κομιδῇ παιδός σε ξένως προσέσθαι, πασῶν ἑστίαν οὖσαν ἀκίνητον ἔκτοτε δεικνύντα τῶν ἰδίων αὐτοῦ χαρίτων ἐκ τοιούτων καὶ οὕτω παραδόξων πραγμάτων.

Οὕτω μειζόνων ἢ κατ’ ἀνθρώπους διὰ πάντων ἠξίωσαι τῶν πρεσβείων, ὡς καὶ παραδόξους σχεῖν τὰς γονὰς καὶ παραδοξοτέραν τὴν ἀγωγὴν καὶ παραδοξοτέρως ἔτ’ αὖθις ὑπερβαλλόντως τὸ τεκεῖν ἀπειράνδρως, καὶ κοσμηθῆναι μὲν ἐκείνας ταῖς ἐκ Θεοῦ καὶ ἀνθρώπων ἐπαγγελίαις, τῶν σὲ δηλαδὴ τεκόντων (παρ’ οὐ γὰρ τὴν ἐπαγγελίαν ἐδέξαντο, τούτῳ πάλιν αὐτοὶ σὲ τὴν ἐπαγγελθεῖσαν εὖ ποιοῦντες ἀντεπηγγείλαντο), κοσμηθῆναι δέ σε καὶ κοσμῆσαι τὸν πάντα κόσμον ταῖς κατὰ καιρὸν ὑπερκοσμίοις ἐπαγγελίαις. Σοὶ γὰρ αὐτὸς μετὰ μικρὸν ἐπηγγέλθη, παρ’ οὗ καὶ δι’ ὃν ἐπαγγελία τοιαύτη γέγονεν, ὡς τοῦ κατὰ σὲ τελεσθέντος τὰς ἐξ αἰῶνος τοῖς Θεοῦ φίλοις ἐπαγγελίας καὶ τὰ μεγάλα κατ’ ἐποψίαν θεάματα μυστικάς τινας ἐμφάσεις καὶ οἷον ἀπορρήτους ἰδέας εἶναι· μόνη γὰρ ἁπάντων ἐτελείωσας θεωρίας, τὴν κοινὴν ἁπάντων ὑπερβαλομένη φύσιν τῇ πρὸς Θεὸν συναφείᾳ μὴ κατὰ τὸν ἀπόρρητον μόνον τόκον, ἀλλὰ καὶ κατὰ τὴν προηγησαμένην ἐξ ἄκρας καθαρότητος πρὸς ἐκεῖνον κατὰ πᾶν ἀγαθὸν κοινωνίαν.

Ἔδει δὲ ἄρα τὴν «τὸν ὡραῖον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων» τεξομένην, καὶ αὐτὴν πᾶσιν ἐν πᾶσιν ἀπαράμιλλον ὑπάρχειν, καὶ πρὸς θαυμαστὸν οἷον παρὰ τοῦ παιδὸς διεσκευάσθαι κάλλος, ἐμφεροῦς πάντως ὑπάρξοντος ταύτῃ πρὸς ἀκρίβειαν, ὡς ἂν παῖς ἀειπαρθένου κόρης καὶ ἐκ τῆς ἐπιφαινομένης διὰ πάντων ὁμοιότητος ἐπιγινώσκοιτο καὶ πᾶς βλέπων ὀφθαλμὸς κηρύττοι τὴν κατὰ σάρκα τοῦ ἀπάτορος ἀρχήν. Πῶς γὰρ καὶ λόγον ὅλως ἔχει, τὸν τὸ σύμπαν τόδε λόγῳ καὶ συστήσαντα καὶ καλλωπίσαντα πολυειδέσι καλλοναῖς τῇ δι’ ἧς αὐτὸς τοῦτ’ ἔμελλε σχήσειν κατὰ φύσιν, ἣν ἀνείληφε, μὴ πάντῃ τε καὶ πάντως μεταδοῦναι τῆς καλλοποιοῦ δυνάμεως, ἧς καὶ αὐτὸς μικρὸν ὕστερον ᾔδει μεταληψόμενος; Διὰ ταῦτα τοίνυν ὁ τὰ κρίνα τοῦ ἀγροῦ κοσμῶν κρεῖττον ἢ κατὰ τὴν Σολομῶντος βασίλειον περιβολήν, αὐτὸς καὶ τὴν ἀφ’ ἧς ἔσχε κατ’ ἄνθρωπον περιβολὴν παρθένον ὑπερφυῶς οὕτω διεκόσμησε, τοῖς πᾶσιν ἀπόβλεπτον ποιήσας, πάντων τε ὁμοῦ καὶ παντὸς ἑκάστου τῶν καλῶν καὶ ἀγαθῶν θεῖον καταγώγιον τελοῦσαν, μόνην τῶν ἀνθρώπων ἐξ αἰῶνος μηδενὸς ἐλλιπῆ κατὰ μηδὲν φανεῖσαν, ἀλλὰ πάντας ἐν ἅπασι διενεγκοῦσαν πάνυ πολλῷ τινι τῷ μέσῳ καὶ ὅσον οὐρανὸς τῆς γῆς, ὡς καὶ ἡμῖν κατὰ τοὺς ἀστροθεάμονας πόρρωθεν οἷον ἱσταμένοις καὶ ἀτενὲς πρὸς τὰ κατ’ αὐτὴν ὁρῶσι διαφαίνεται.

Καὶ τοίνυν εἰ καὶ λόγος παρὰ τοῦτο πρὸ Θεοῦ παρῆχθαι τὸ γένος τῶν ἀνθρώπων, ὅπως οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν τούτοις ὡς αἰσθητῶν ἁπάντων αἰσθανόμενοι καὶ διὰ τούτων ἐπὶ τὰ τῶν ἀοράτων κάλλη διαβαίνοντες τῷ νῷ τὸν κοινὸν ἁπάντων δημιουργὸν Θεὸν ὑμνοῖεν, ἀλλὰ τὴν ἡμῖν ἀρτίως ὑμνουμένην οὐ τούτου χάριν ἄν τις φαίη γεγενῆσθαι μᾶλλον, ἢ τοῦ διὰ θαύματος ἄγειν ἀναπείθειν τὸν δημιουργήσαντα τοὺς πρὸς αὐτὴν ὁρῶντας, θαῦμα θαυμάτων ἐπὶ τῆς αὐτὴν φανεῖσαν πολυτρόποις καλλοναῖς καὶ τοὺς οὐρανίους ὑπερλάμπουσαν φωστῆράς τε καὶ νόας. Εἰκότως· οὐ γάρ, εἰ «τῆς θυγατρὸς τοῦ βασιλέως ἡ πᾶσα δόξα ἔσωθεν», τὰ ἔξω καὶ περὶ αὐτὴν ἀπᾴδοντα, συνῳδὰ δι’ ἐπιεικῶς τοῖς ἐντὸς καὶ φίλια.

Συνήσεις δ’ ἐπιστήσας καὶ τοῦ Ψαλμῳδοῦ προφήτου τὴν διάνοιαν πρὸς τοῦτο τείνουσαν· οὐ γὰρ ἐντός, ἀλλ’ ἔσωθεν ἡ πᾶσα δόξα, ἔφη, τῆς τοῦ βασιλέως θυγατρός, δηλονότι φωτὸς δίκην ἔσωθεν ἐπὶ τὰ ἔξω χεομένη καὶ πᾶσι τοῖς ὁρῶσι τὴν ἐντὸς ὥσπερ θαλαμευομένην ἐξ ἀπαθείας ἄκρας εὐπρέπειαν ὑφηγουμένη καὶ παγκάλην ὄντως οὖσαν ὑποδεικνῦσα τὴν παρθενικὴν ψυχήν. Εἰ γὰρ ὁ σώφρων Ἰωσὴφ πάγκαλος προσηγόρευται δικαίως, πῶς οὐχ ἡ πάναγνος ἀξιωτάτη τοῦ προσρήματος; Πῶς δι’ οὐκ ἐκείνου διοίσει τῷ παγκάλῳ, ὁπόσον παρθενίας τε καὶ σωφροσύνης μεταξύ, καὶ παρθενίας τῆς ἐξ ἐφαμίλλου τοῖς ἀσωμάτοις ἰούσης, μᾶλλον δ’ ὅσον σωφροσύνης ἀρετὴ καὶ χάρις πᾶσα διενήνοχε μετὰ τῆς ἀκραιφνεστάτης παρθενίας ἐνοικήσασα μιᾷ ψυχῆ; Ὥστ’ Ἰωσὴφ μὲν οὐ διὰ πάντων ἐφαρμόσει τοὔνομα, ἢ πάγκαλος ἴσως προσηγόρευται τὸ σῶμα μόνον, ἡ δὲ καὶ τὴν ψυχὴν ἀγαθοῦ παντὸς ἐπώνυμον καὶ ἐν πανάγνῳ σώματι παγκάλην ὄντως οἰκουροῦσαν φέρει, τοῖς μὲν καθ’ ἡμᾶς ὁρῶσιν ὑποδεικνυμένην ἔξωθεν, τῷ δὲ διορατικῷ πνεύματι τῆς προφητείας ἔνδοθεν γινωσκομένην.

Οὐ μὴν ἀλλ’ οὕτως ἔχουσα τῶν τε θείων χαρισμάτων καὶ τῶν ὅσα δῶρα φύσεως ἐξ αὐτῆς, ὡς εἰπεῖν, τῆς μητρικῆς νηδύος, οὐδ’ ἐπίκτητόν τιν’ ἄλλην φύσιν ἑαυτῇ (οὕτω γὰρ τὰς ἐκ μαθημάτων ἕξεις ὀνομάζειν οἶμαι δεῖν) φοιτήσασα ἐς διδασκάλων εἰσενηνοχέναι ἔγνωκεν· ἀλλὰ τὸν μὲν ἡγεμόνα νοῦν ὑπήκοον διὰ πάντων ἀποφήνασα Θεῷ, τὰς δὲ τῶν ἀνθρώπων ὑφηγήσεις κατὰ κράτος ἀπολελοιπυῖα, καὶ οὕτω τὴν ἄνωθεν σοφίαν ἄφθονον ἀνειληφυῖα, ἐν ᾧ τῆς ἡλικίας τοὺς παῖδας οἱ τεκόντες οὐχ ἑκόντας εἶναι διὰ τὸ νηπιῶδες ὑπὸ παιδοτρίβαις τίθενται καὶ γραμματισταῖς παραδιδόασιν, αὕτη ἐν ἁγίοις ἀδύτοις καθάπερ ἐν θεσπεσίοις ἀνακτόροις ἀνέκειτο Θεῷ, βασίλειος οἷά τις ἔμπνους θρόνος περιπεζίου παντὸς ἀνώτερος, ἀρεταῖς ὅλος ἡρμοσμένος τοιούτῳ βασιλεῖ καθεδουμένῳ πρεπούσαις.

Ἐπεὶ γὰρ οὐκ ἔδει προκεῖσθαι πᾶσιν ὀφθαλμοῖς τὸν ἔμψυχον τοῦτον τοῦ παμβασιλέως θάλαμον, ὡς καὶ τὰ λόγια συμμαρτυρεῖ τὸν Θεὸν λέγοντα φῶς οἰκεῖν ἀπρόσιτον, ταὐτὸ δ’ εἰπεῖν ἀθέατον· ἐπεὶ τοίνυν οὐκ ἔδει θεατὴν ὅλως ἔχειν τὴν τοῦ βίου ἀγωγὴν τὸ σκήνωμα, ὃ κατεσκήνωσεν ἐπὶ γῆς ὁ Ὕψιστος, διὰ τοῦτο τὰ τῶν ἁγίων ἅγια, τὸ σκήνωμα τοῦ θείου ὀνόματος, ὡς ὁ Δαβίδ φησιν, εἰς ἐνδιαίτημα ἐκ βρέφους εὐθὺς ἐφεῖται τῇ μητροπαρθένῳ. Ποῦ γὰρ καὶ πρεπωδέστερον τὴν ὄντως ἁγίαν τῶν ἁγίων κατοικεῖν; Ποῦ δ’ ἀλλαχοῦ κρεῖττον τὴν ὄντως τοῦ Θεοῦ πήγνυσθαι σκηνήν; Πῶς δ’ οὐκ ἂν δεόντως ἐπ’ αὐτῆς τῆς τυπικῆς ἡ ἀληθὴς ἐπιτέθειται σκηνή; σκηνή, ἐν ᾗ κατεσκήνωσεν ὁ παντὸς τοῦ ὄντος ὑπεριδρυμένος, ὁ ἀληθινὸς βασιλεύς, ὁ τῶν βασιλευόντων δεσπότης, ὁ τὴν θαυμαστὴν καὶ ποικίλην ἐναψάμενος ἁλουργίδα κτιστῇ καὶ ἀκτίστῳ συνεξυφασμένην φύσει· σκηνὴ οὐ μετάλλων φανότησι λαμπρυνομένη, ἀλλὰ λογικῶν χαρίτων γέμουσα· σκηνὴ οὐκ ἀσωμάτων τύπους ἢ σωματικῶν ἐμπεριέχουσα τύπων ἀπαρχάς, ἀλλ’ ἐν ἑαυτῇ φέρουσα νοερᾶς καθαρότητος ὑπερφυεῖς καὶ ἀπορρήτους ἀστραπάς, τὴν θεοειδῆ γνώμην, τὴν θεοτερπῆ τῆς παρθενίας αἴγλην, τὰς θεοπρεπεῖς συμπάντων ἀγαθῶν ἀγλαΐας, καὶ ἵν’ ἔτι συνελὼν εἴπω, τὸν ὄντως Θεοῦ τόπον τοῦ πάντα συνέχοντος;

Διὰ ταύτην ἄρα, τοῦ Θεοῦ χωρίον ἔμπνουν ἐσομένην προορῶν, τὴν σκηνὴν ἐκείνην ἤγειρεν ὁ Μωϋσῆς, καὶ ταύτης ἕνεκα τὰ ἄδυτα ἐκεῖνα προητοίμασε, καὶ τὰ ἐσόμενα ταύτῃ μαθὼν ὑπὸ Θεοῦ τῶν καθ’ ὑπερβολὴν ὑπερεχόντων προσρημάτων ἠξίωσεν αὐτά, τὴν ἐκ πρώτης ὡς εἰπεῖν τριχὸς ἐξηλλαγμένην καὶ πάνθ’ ὑπερβάλλουσαν ἀξίαν ταύτης ἔργῳ τε καὶ λόγῳ τοῖς πᾶσι προδεικνύς. Οὐ τῷ τρόπῳ δὲ μόνον τὸν τόπον πρεπωδέστατον ἄνωθεν ἡ θεόπαις Παρθένος ἔσχεν ἑαυτῇ, τὴν ἀξίαν λαχοῦσα τοῦ σκηνώματος ὑπερανῳκισμένην πάντων, ὥσπερ καὶ τῷ τοῦ ἤθους ἀξιώματι πάντας ὑπεραναβέβηκεν, ἀλλὰ καὶ τεκμήριον ἐναργὲς προὐβάλλετο τοῦ κατ’ αὐτὴν ἐσομένου μεγίστου μυστηρίου· τὸν γὰρ μόνῳ Θεῷ ἀποκεκληρωμένον τόπον, καὶ ὃς εἰς διατριβὴν ἀφωσίωτο αὐτῷ, καὶ ὅθεν Μωσῇ καὶ Ἀαρὼν καὶ τοῖς μετ’ ἐκείνους κατ’ ἐκείνους τὴν ἀξίαν ἐκ μακρῶν διαλειμμάτων προσιοῦσιν ἐχρημάτιζε, καὶ οὗ οἰκεῖν μεταξὺ καὶ τῶν χρηματισμῶν ἐκείνων ἀδιαλείπτως ἐπιστεύετο, τοῦτον εἰς διατριβὴν οἰκείαν ἐπ’ ἐνιαυτῶν οὐκ ὀλίγας περιόδους ἡ θεόπαις αὕτη παραδόξως εἰληφυῖα, πᾶσι τοῖς νοῦν ἔχουσιν ἐδείκνυ καὶ προανεκήρυττεν ἐσομένη πάντως ἀληθὴς ἑστία καὶ διατριβὴ Θεοῦ καὶ ἱλαστήριον ἐκείνου κρεῖττον ἀσυγκρίτως καὶ θεοτερπὲς ταμεῖον τῆς κορυφαίας ἀκρότητος τῶν μυστηρίων τοῦ Πνεύματος.

Πρὸς δὲ τοῖς εἰρημένοις καὶ σιωπῶσα τοῖς ὁρῶσι παρεῖχεν ἀξιόλογον ἀπολογίαν, ὡς οὐκ ἀπεικότως τὸν ἡσύχιον καὶ ἀκοινώνητον ἅπασιν αἱρεῖται βίον· εἰ γὰρ τὰ ἅγια ταῦτα τῶν ἁγίων σχεδὸν πάντων ὀφθαλμοῖς ἀθέατα καὶ ἀνθρώποις ἀποκέκλειστο πᾶσί τε καὶ πάσαις διατειχίσμασί τε καὶ καταπετάσμασι περιστελλόμενα καὶ προθυραίοις πέπλοις καὶ παρακαλύμμασιν οὐδενὶ τῶν ἁπάντων ἀναπεταννυμένοις ὅτι μὴ τῷ κατὰ νόμους ἀρχιερατεύοντι, καὶ αὐτῷ τοῦ ἔτους ἅπαξ εἰσιόντι καὶ τὸν Θεὸν ἑαυτῷ τε καὶ τοῖς ἐκτὸς πᾶσι καθιστῶντι ἵλεων, πῶς ἂν ἡ τράπεζα τῆς τῶν ἀγγέλων τρυφῆς, ἡ τοῦ ἀειθαλοῦς, μᾶλλον δὲ τοῦ ἀϊδίου ἄρουρα φυτοῦ, τὸ κοινὸν παντὸς τοῦ τῶν ἀνθρώπων γένους ἱλαστήριον, ἐφ’ ὃ τῶν αἰώνων ἅπαξ ὁ θεαρχικώτατος καὶ μόνος πρέπων ἡμῖν κατὰ τὸν ἀπόστολον ἀρχιερεὺς εἰσέδυ, καὶ ἐν ᾧ κατήλλαξε καὶ ἀμερίστως ἥνωσε Θεὸν ἀνθρώποις, πῶς ἂν τοῦτο τὸ παρθενικὸν κειμήλιον οὐκ ἂν ἐν ἀδύτοις ἐτηρεῖτο πᾶσιν ἀνθρώποις ἀόρατον ἀνύον βίον;

Εἰ δὲ καὶ τῶν παλαιῶν ἁγίων «οὐκ ἦν ἄξιος ὁ κόσμος» κατὰ τὸν ἀπόστολον, πῶς ἂν ταύτης ἦν ἐπάξιος, τῆς καὶ τῶν κατ’ οὐρανὸν ἁγίων ὑπερτέρας; Ἀμέλει σύνες κἀν τούτῳ τῆς Παρθένου τὴν ὑπεροχὴν ὅση· ἐκείνοις μὲν γὰρ φεύγουσι τὴν μετ’ ἀνθρώπων δίαιταν, ὡς ὁ αὐτός φησιν, «ὄρη καὶ ἐρημίαι καὶ ὀπαὶ τῆς γῆς», ταύτῃ δὲ τὰ ἅγια τῶν ἁγίων ἐνδιαίτημα ἐδόθη, οἷς ἐμφιλοχωρεῖν ἡ πάναγνος ἀνεῖται, μήπω μηδ’ εἰς ἡλικίαν παραγγείλασα παίδων, εἰ καὶ τῶν εἰς φρονοῦσαν ἀφιγμένων ἐμφρονεστέρα οὖσα ἔδειξεν, ὡς ὁ λόγος δείξει προϊών.

Δοτὴ γὰρ οὖσα παρὰ Θεοῦ καὶ Θεῷ καὶ πρὸ γενέσεως αὕτη (πῶς δ’ οὐκ ἔμελλεν ἡ καὶ πρὸ τῶν αἰώνων εἰς κατοικητήριον προωρισμένη τοῦ τῶν αἰώνων ποιητοῦ;)· δοτὴ τοίνυν οὖσα Θεῷ καὶ καρπὸς εὐχῆς καὶ δικαίων αἰτήσεως (ὢ προσευχῆς ἐκείνης πτερῶν! ὢ παρρησίας, ἣν εὗρε πρὸς Κύριον! ὢ καρδιῶν ἐκείνων ἐπὶ τοσοῦτον ἀσπίλων, ὡς τοιαύτην προσευχὴν ἀναπέμψαι, πρὸς τοσοῦτον φθάνουσαν καὶ τοσοῦτον ἀνιοῦσαν!)· εὐχῆς οὖν τοιαύτης ἡ Παρθένος οὖσα καρπὸς καὶ τῷ δόντι πάλιν εἴπέρ τι φίλον ἀνάθημα δι’ εὐχῆς ἤγετο παρὰ τῶν γεννητόρων (ὢ ξυνωρίδος ἐκείνης ἀρίστης! ὢ ζεύγους ἐπιλέκτου Θεῷ γεωργοῦντος καὶ δωροφοροῦντος οὐρανοῦ φίλτερον ἐνδιαίτημα!)· τοιγαροῦν ἤγετο, καθάπερ ὑπὸ ρίζης ἁγίας ἀνειμένος βλαστὸς ὑπεράγιος, βλαστὸς ἐκ τῆς εἰς οὐρανὸν φθάνων τῷ μεγέθει τοῦ ἀξιώματος, βλαστὸς ἀνήσων μετ’ οὐ πολὺ τὸ προαιώνιον καὶ ἀμάραντον ἄνθος, βλαστὸς βλαστήσων οὗ λόγῳ μόνῳ πᾶσα φύσις καὶ τὰ ὑπὲρ ταύτην ἐβλάστησεν· ἤγετο τοίνυν ὁ βλαστὸς οὗτος ἐμφυτευθησόμενος (Δαβὶδ γεγανωμένος μετὰ τῆς κιθάρας πάριθι λέγων ἐμμελῶς) «ὡς ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ», «ὡς δένδρον» Θεοῦ μυστηρίων τὸ πέρας σχῆσον καὶ καρποφορῆσον ἀρρήτως «παρὰ τὰς διεξόδους τῶν ὑδάτων» τοῦ Πνεύματος.

Ἀνήγετο δὲ τῷ Θεῷ παρὰ τῶν γεννησάντων ἡ Θεομήτωρ, οὐ μείραξ, οὐ παῖς, οὐ βραχύ τι τούτων ἀποδέουσα, τρία δ’ ἔτι οὖσα ἔτη, καὶ χθὲς ἢ πρότριτα θηλῆς καὶ τῆς ὑπομαζίου διαίτης ἀφεμένη. Ἀλλ’ ἐν τούτῳ τῆς ἡλικίας τὸ πρέπον ἐπεδείκνυ τοῖς κρίνειν εἰδόσιν ἀσφαλῶς· μετὰ γὰρ εὐφροσύνης οἵας ἀπορρήτου προϊοῦσα διεδείκνυτο. Ἤδη δὲ ἐγγὺς τῶν τοῦ ἱεροῦ προθύρων ὄντων, ἐπεὶ νεάνιδες εὐγενεῖς τοῦ γένους ἀξίως ἐσταλμέναι λαμπαδουχοῦσαι περιέστησαν αὐτήν, καὶ οὕτω πομπῇ φιλοτιμοτάτῃ χρώμεναι κοσμίως εὖ μάλα πρὸς τὰ ἔνδον προὔπεμπον, ἐναργῶς ἐν τούτοις κρεῖττον ἢ καθ’ ἅπαντας τῶν ἐπ’ αὐτῇ καὶ τελουμένων καὶ τελεσθησομένων ἐπαισθομένη διεφάνη. Σεμνὴ μὲν τέως καὶ χαρίεσσα καὶ ἀποβλεπομένη μετὰ τοῦ καθεστῶτος σχήματος καὶ ἤθους καὶ φρονήματος εὖ καὶ ὡς οὐκ ἂν εἴποι τις μεταξὺ τῶν ἄλλων τεταγμένως προχωροῦσα, προθυμίᾳ δ’ ἔπειτα τὸ τεταγμένον συγκερασαμένη καὶ ἠρέμα πρὸς τὸ ταχύτερον ἀμειψαμένη καὶ τὸν κύκλῳ περὶ αὐτὴν χορὸν τῶν παρθένων παραμείψασα προῆγεν αὕτη πασῶν αὐτῆς κατόπιν ἀγομένων, ὡς εἶναι καταφανὲς ἐπ’ αὐτῇ τὸ Ψαλμικὸν ἐκεῖνο, «ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς· αἱ πλησίον αὐτῆς ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει, ἀχθήσονται εἰς ναὸν βασιλέως».

Ἤδη δὲ καὶ τοῦ ἀρχιερέως ἐκφανέντος πρὸς ὑπάντησιν καὶ τὸ προφητικὸν ἐκεῖνο πάντως που φθεγξαμένου πρὸς αὐτήν, «ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου», σεμνοπρεπῶς μικρὸν ἔστη τε καὶ ὑπανέστη τούτων ἐπαΐουσα, εὐθὺς δὲ καταλιποῦσα πάντας, γονέας, τροφούς, ἡλικιώτιδας, τῶν συνειλεγμένων ἀπολαβοῦσα ἑαυτήν, μόνη πάντων φαιδρὰ φαιδρῶς τῷ ἱεράρχῃ προσχωρεῖ, πρὸς αὐτὸν ἐπίχαρί τι καὶ προσηνὲς βλέπουσα, καὶ σχήμασιν, οἷς εἶχε, καὶ ψελλίσμασι τὴν πρὸς Θεὸν ὁλοσχερῆ νεῦσιν διισχυριζομένη.

Ἆρ’ οὐκ ἔκπληξις ἐπὶ πᾶσι τούτοις ἐγγίνεται; Πῶς ἡ τριετὴς ὅλη γίνεται τοῦ προνοίᾳ μείζονι τὰ κατ’ αὐτὴν διευθύνοντος, καὶ καθ’ ἑαυτὴν δικάζει μετὰ συνέσεως τῇ τε φύσει καὶ τῷ κτίστῃ τῆς φύσεως, καὶ νέμει τὴν κρείττω μοῖραν τῷ κρείττονι, καὶ προκρίνει τὸν Θεὸν τοῦ πατρὸς καὶ μητρὸς ἀγκαλῶν, καὶ τῶν κατ’ οἶκον σαινόντων τὸν Θεοῦ νεὼν καὶ τὸν κατ’ αὐτὸν ἱεράρχην προτιμότερον τίθεται, πάντα μὲν περὶ οὐδενὸς θεμένη, Θεὸν δὲ καὶ τὰ θεῖα περὶ παντός, διὸ τούτοις καὶ προσέδραμεν ἄσμενος; Περὶ αὐτῆς ἄρ’ εἶπεν ὁ προφήτης πρὸς Θεὸν Δαβίδ, «δικαιοσύνη καὶ κρίμα ἑτοιμασία τοῦ θρόνου σου», καὶ «δικαιοσύνη καὶ κρίμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ». Ἐπεὶ καὶ αὕτη θρόνος τοῦ Θεοῦ ἔμψυχος ἐχρημάτισε, μᾶλλον δὲ αὐτῆς μόνης τουτὶ τὸ ἀξίωμα (ἐπὶ γὰρ τῶν ἀΰλων καὶ ἀνωτάτω διακοσμήσεων ἑνιαίως κυρίως οὐ λέγεται)· καὶ διὰ τούτου μᾶλλον ἢ ἐκείνων τῶν θρόνων ἡ τοῦ μεγάλου κρίματος καὶ τῆς ἀπορρήτου δικαιοσύνης κατόρθωσις ἤνυσταί τε καὶ ἀναπέφηνεν.

Οὕτω δεδοξασμένην εἶχε τὴν κριτικωτάτην γνώμην ἡ Παρθένος καὶ πρὸ γενέσεως, ἣν καὶ πρὶν ἀνδρυνθῆναι νῦν τοῖς πᾶσιν ἀσφαλεστάτην ἀπέδειξε. Μωϋσῇ μὲν οὖν τὴν ἐπὶ τοῦτο τῆς ἡλικίας ἀκρισίαν καὶ ἡ γλῶσσά οἱ, καίτοι τἄλλα οὖσα βραδεῖα, τοῦθ’ ὅμως τρανώτερον διεκήρυξεν, ἴχνη περισώζουσα τῆς προκεκριμένης φλογὸς τῆς τοῦ χρυσίου, παρατεθειμένης, ὡς λόγος, πρὸς βάσανον τοῦ κριτικοῦ τῆς γνώμης λαμπρότητος. Τὰ δ’ ἄλλα μελλούσης μὲν ἀνδρίας περὶ ψυχὴν ἀγαθὰ σύμβολά πως, εἰς δὲ θαύματος λόγον καὶ ταῦτα πρὸς τὰ παρόντα σχεδὸν οὐδέν. Τί γὰρ ἄρα πρὸς παιδαρίων ἕξει διάθεσιν βασίλειος στέφανος χρυσοῖς πετάλοις καὶ διαυγέσι λίθοις κοσμούμενος, ὁποῖον ἀγκαλῶν μητρικῶν στοργὴ καὶ θάλψις καὶ θεραπεία κατάλληλος, ὧν ὑπερεῖδεν ἑκοῦσα μόνη πάντων ἡ Παρθένος ἐν ἥλιξι; Τὸ δὲ καὶ προσδραμεῖν ἐν τούτῳ Θεῷ μετ’ ἔρωτος ἀμηχάνου καὶ παραμεῖναι μόνην διακαρτεροῦσαν ἐν τοῖς ἀδύτοις καθάπερ ἱερουργοῦσαν ἐν ἀπορρήτῳ τὸν ἅπαντα χρόνον, τοῦτο πόθεν ἐκείνῳ, ὃν καὶ παραγγείλαντα πρὸς ἄνδρας φόβος σχεδόν, οὐκ ἔρως θεῖος, τῆς Φαραὼ θεραπείας ἀπῴκισεν, εἰ καὶ μετὰ τὴν πολλὴν ὕστερον ὑπὲρ ἀρετῆς σχολὴν καὶ τοὺς κατ’ αὐτὴν ἀγῶνας καὶ τὴν πρὸς Θεὸν ἐπ’ ὅρους ἀνάνευσιν τῶν τύπων ἠξιώθη τῆς Παρθένου ταύτης ἐν μυήσει γενέσθαι καὶ ταῖς πρὸς αὐτὴν ἑτοιμασίαις ὑπηρετούμενος διετέλεσεν.

Ἀλλ’ ἵνα τοῦτον ἀφέντες κάτω μετὰ τῶν δούλων, ὡς εἰκός, πεφηνότα, πρὸς τοὺς αὐτεπαγγέλτους πρὸς θεογνωσίαν ἥκοντες τὸν λόγον ἀγάγωμεν. Ἀβραὰμ θαυμάζομεν καὶ τὸν περιβόητον Μελχισεδὲκ πρὸς Θεὸν αὐτομολήσαντας, ἀλλ’ ἤδη φρονοῦσαν ἡλικίαν ἄγοντας, καὶ τὸ μέγα τοῦτο δεῖγμα τοῦ Θεοῦ, τὸν μέγαν τοῦτον κόσμον, κατιδόντας, τὴν γῆν, τὰ περὶ τὴν γῆν, τὴν ἐπιμιξίαν τῶν στοιχείων, τὴν τῶν ἐναντίων ἀρίστην συμφωνίαν, οὐρανὸν τὸν μέγαν τοῦτον ὅρον, ὃς πάνθ’ ὅσα τῆς αἰσθητῆς μοίρας ἔχει συλλαβών, τὸ πλῆθος τῶν ὄντων ἐστηριγμένων ἄστρων ἐν αὐτῷ, τὴν τούτων ποικίλην τε καὶ θαυμασίαν θέσιν, καὶ τὴν μήθ’ ἁπλῆν μήτ’ αὖθις ἐναντιωτάτην, ἀλλ’ ἐναρμόνιον καὶ ἐμμελῆ καὶ μουσικωτάτην τῶν ἀστέρων κίνησιν, τὰς τούτων κατ’ αὐτὴν περιόδους, τὰς συνόδους, τὰς συνδρομάς, τὰς παραλλάξεις, τοὺς ἐντεῦθεν πολυσήμους σχηματισμούς, ὡς οἱ περὶ ταῦτ’ ἔχοντές φασι, τἄλλ’ ὅσα πάντα λόγῳ φύσεως τελούμενα τὸν ὑπὲρ ταῦτα Θεὸν κηρύττει δι’ αἰῶνος.

Ἡ δ’ οὐδενὶ τούτων ἐπιβάλλειν ἔχουσα τὰς ὄψεις (τὰ γὰρ τῆς ἡλικίας οὔπω συνεχώρει), Θεὸν ἐννοεῖ, καὶ τούτῳ προσαγομένη γέγηθε· μᾶλλον δὲ αὐτὴ πρόσεισιν αὐτοκελεύστῳ γνώμῃ, καθάπερ αὐτοφυῶς ἐπτερωμένη πρὸς τὸν ἱερὸν καὶ θεῖον ἔρωτα, ὃ καὶ συνιδόντα καλῶς τότε τὸν ἀρχιερέα τοῦ Θεοῦ, ὡς ἃ μόλις κατὰ τὰς περίοδος τῶν τελειωτέρων μεθηλικιώσεων ταῖς τῶν ἄλλων ἐγγίνεται ψυχαῖς καὶ αὐτῶν τῶν ἐκλεκτῶν, ταῦθ’ ἡ Παρθένος ἐκ βρέφους ἔνοικά τε ἔχει καὶ τούτοις διὰ βίου κάτοχος ἔσται κατ’ ἄκρας ὑπὲρ πάντας, καὶ τῶν κρειττόντων ἢ κατὰ πάντας ἀξιῶσαι ταύτην καὶ τοῖς τῶν ἁγίων ἁγίοις εἰσοικίσαι καὶ τοὺς τηνικαῦτα πάντας ἀγαπᾶν τῷ γινομένῳ πεῖσαι, Θεοῦ συμπράττοντος ἄρα καὶ συμψηφιζομένου δικαιότατα. Ἐκλογῆς γὰρ ἔσεσθαί οἱ σκεῦος ἔμελλεν οὐχ ὡς ἡ κιβωτὸς σκιῶν καὶ τύπων ἔμπλεων, ἀλλ’ αὐτῆς τῆς ἀληθείας· οὐδὲ τοῦ βαστάσαι βασιλέων καὶ ἐθνῶν ἐνώπιον τὸ θεῖον ὄνομα κατὰ τὸν ὕστερον φανέντα Παῦλον, ἀλλὰ τοῦ βαστάσαι κύουσαν αὐτὸν ἐκεῖνον, οὗ «καὶ τὸ ὄνομά ἐστι θαυμαστὸν» οὕτως, ὡς καὶ Παῦλον ἀντὶ Σαύλου περιώνυμον δεῖξαι, τῶν ἐξ αἰῶνος ὀνομαστοτάτων οὐδενὸς ἥττω, τὸν ἠξιωμένον παρρησίᾳ τοῦτο βαστάσαι.

Διὰ τοῦτο προσηκόντως οὐ τὴν ἀρχὴν μόνον τῶν πώποτ’ ἐπ’ ἀρετῇ πεφηνότων θαυμασίων, ἀλλὰ κἂν αὐτόν τις ἴδῃ πάντα τὸν τῆς ἀρετῆς ἐκείνων ἐναγώνιον δρόμον, κἂν αὐτὰ τὰ τελευταῖα ἔπαθλα καὶ τοὺς ἄνωθεν στεφάνους, πλείστου τῆς ἀρχῆς ἀποδέοντας εὑρήσει ταύτης τῆς θεόπαιδος, ἣν ἀρτίως ἅπαν ἑορτάζει γένος, μεμνημένοι σὺν ἀπορρήτῳ χαρμονῇ τῆς ἐξ ἀνθρώπου τηνικαῦτα μεταθέσεως εἰς αὐτὰ τὰ τῶν ἁγίων ἅγια. Μετετέθη γὰρ καὶ ἐξ ἀνθρώπων Ἐνώχ, ἀλλ’ οὐκ ἐπὶ τούτῳ συγκροτεῖται πάνδημος πανήγυρις.

Ἡρπάγη μετὰ τοῦτον Ἠλίας ἅρματι πυρίνῳ, ἀλλ’ οὐχ ὑπόθεσις τηλικαύτης ἑορτῆς παντὶ τῷ κόσμῳ γέγονεν, οὐδὲ θεία τις τὰ πάντα κατέσχεν ἡδονὴ καὶ συσκιρτᾶν παρέσχε τοῖς κατ’ οὐρανὸν τῇ γῇ. Μετῳκίσθη μετὰ τούτους τριετίζουσα παῖς, καὶ πᾶς ὁ κόσμος γέγηθε καὶ τὰ σύμπαντα πληροῦται χαρᾶς, θείας ἔμπλεω γεγονότα κατοχῆς. Βαβαί! τί τὸ θαῦμα τοῦτο; Τίς ἡ τῆς παιδὸς ἰσχύς, ἡ τῆς ἀρετῆς ἀκρότης, τῆς μεγαλειότητος τὸ περιόν; Τίς αὕτη «ἡ νικήσασα τὸν κόσμον», ἡ μεταποιήσασα τὸ γένος, ἡ τὸν τῆς προγονικῆς ἀρᾶς καρπόν, τὴν λύπην, ἐξ ἀνθρώπων ἀφανίσασα καὶ τὴν ἔνθεον καὶ ἀκήρατον ταύτην ἀγλαΐαν ἐμφυτεύσασα τῇ γῇ, τὴν κοινὴν καὶ ἐπέτειον εὐφροσύνην, τὴν ἀγήρω, τὴν ἀεὶ ἀκμάζουσαν, τὴν ροῆς τοῦ χρόνου κρείττω τοῦ τὰ πάντα ἀφανίζοντος; Ἀλλὰ γὰρ μικρὸν ἐπανέλθωμεν τῷ λόγῳ.

Μετετέθη τοίνυν Ἐνὼχ εὐαρεστήσας Θεῷ· ἐῶ τοίνυν αὖθις, ὡς ὁ μὲν πέντε καὶ ἑξήκοντα πρὸς τοῖς τριακοσίοις ἦν ἐτῶν καὶ τὸν καθ’ ἑαυτὸν πάντα διανύσας βίον, ἡ δ’ ἡμῖν ἀρτίως προκειμένη παῖς ἄρτι τριετής, ἡνίκα τῶν ὑπερφυῶν ἔργων ἡμμένη καὶ χαρίτων κἀντεῦθεν ἐπὶ γῆς ἠργμένη, αὐτίκ’ ἔπειτ’ ἀπὸ γῆς εἰς οὐρανὸν ἐστήριξε τὸ κλέος τὰ πάντα συμπεριλαβόν. Ἀλλὰ μετέθηκε κἀκεῖνον ὁ Θεός. Ἆρ’ οὖν εἰς οὐρανόν; ἄπαγε. «Οὐδεὶς γὰρ ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰμὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς» καὶ δι’ ἡμᾶς καθ’ ἡμᾶς ἐκ τῆς ἁγίας ταύτης Παρθένου γεγονώς, «ὁ ὢν ἐν τῷ οὐρανῷ».

Εἰ τοίνυν ἐπὶ γῆς Ἐνὼχ ὑπὸ Θεοῦ μετατεθεῖσθαι γέγραπται, πάντως εἰς ἐλάττω χῶρον τοῦ νῦν κληρωθέντος τῇ Παρθένῳ· τοῦ γὰρ ἐν ἁγίοις τῶν ἁγίων ἐπὶ γῆς ἱερώτερον οὐδέν. Ἔπειτα τὸ ἐκείνου τοσοῦτον οὐδὲν ὤνησε τὸ γένος οὐδὲ κατήργησε τὴν ἁμαρτίαν οὐδ’ εἰς δικαιοσύνην συνετέλεσεν, ὥστε μετ’ αὐτὸν τρίτην γενεὰν ὁ παγκόσμιος ἐκεῖνος γέγονε κατακλυσμός· νῦν δ’ ἐπ’ αὐτῆς καὶ δι’ αὐτῆς ὁ ἀνακαινισμὸς πεφανέρωται τοῦ κόσμου, καὶ δι’ αὐτῆς πύλας ἡμῖν οὐρανὸς αὖθις διεπέτασεν οὐ ραγδαῖον καὶ δεινὸν καὶ ὀλέθριον πνοῇ πάσῃ πέμπων ὑετόν, ἀλλὰ τὴν τοῦ Πνεύματος δρόσον, τὸν κοινὸν γλυκασμὸν τῶν ἡμετέρων ψυχῶν, τὸ ὑπὲρ νοῦν καὶ μέγα καὶ «ἀπρόσιτον φῶς», «ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον».

Εἰ δέ τις προφέρει τὸ πρὸς τοὺς ἀνθρώπους ἔπειτα τὴν Παρθένον προελθεῖν, ἴστω μέγα ταῖς ὑπεροχαῖς προσθείς· ὡς γὰρ ὁ τοῦ Πατρὸς μονογενὴς Υἱὸς κατῆλθε δι’ ἡμᾶς ἐξ ἁγίων οὐρανῶν, οὕτω καὶ αὕτη προῆλθε δι’ ἡμᾶς ἐξ ἁγίων τοῦ ναοῦ. Διὸ καὶ μνηστὴ θνητοῦ γέγονεν ἡ ἀνύμφευτος νύμφη τοῦ ἀθανάτου Πατρός, οὐ τούτων αὕτη δεομένη, ἀλλ’ ἵνα ἡμῖν ὑπὸ μάρτυσι φανερώσῃ τὸ μέγα τῆς ἀπορρήτου λοχείας θαῦμα, καὶ σώσῃ πιστεύσαντας. Καὶ ὥσπερ τοῦ ἡλίου ἐκ διαλειμμάτων ἀνίσχοντος ἡμῖν καὶ διηνεκῶς περιτρέχοντος ἐν κύκλῳ, οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τῆς θέρμης αὐτοῦ κατὰ τὸ γεγραμμένον («ἀπὸ ἄκρου» γάρ, φησί, «τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ, καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ», δηλονότι οὗ ἐξῆλθεν)· οὕτω καὶ ἡ πάναγνος ἐξ ἀνθρώπων τὴν ἔξοδον ποιησαμένη καὶ εἰς τὰ τῶν ἁγίων ἅγια εἰσελθοῦσα, πάλιν πρὸς ἀνθρώπους ἐπανῆλθεν, ἵν’ ὡς ἁγιασμοῦ τελοῦσα πρυτανεῖον, πᾶσι μεταδοίη τῆς τοῦ ἁγιασμοῦ δωρεᾶς ἀναφαιρέτως, μηδενὸς ἀπολειφθέντος μέρους, μηδ’ αὐτῶν τῶν τῆς οἰκουμένης ἀποκρύφων, τῶν ἀδύτων ἐκείνων δηλαδή.

Ἐπεὶ δ’ ὅσα περ ἡμῖν ἀπὸ ἡλίου γίνεται, ταχέως τρέπεται, πολλῶν ἡμῖν δεῖ καὶ συνεχῶν τῶν αὐτοῦ περιφορῶν. Ἀκηράτων δὲ τῶν τῆς ἀειπαρθένου δωρεῶν οὐσῶν, μιᾶς μόνης ἐδέησε τῆς περιόδου, καὶ δι’ αὐτῆς πάντας ἀλήκτως καταυγάζει τὸν ἥλιον ἡμῖν ἐκεῖνον ἀφράστως ἀνασχοῦσα, «παρ’ ᾧ οὐκ ἔστι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα». Ταῦτ’ ἄρα, κἂν τὴν Ἐνὼχ ὑπὸ Θεοῦ μετάθεσιν ἀφέντες, πρὸς τὴν ἁρπαγὴν Ἠλιοῦ τὸ τῆς διανοίας ὄμμα μετενέγκωμεν, ὃς ἐκείνου μεῖζον εἴργασται τῷ μαθητῇ μέγα δόμα τὴν μηλωτὴν καταλιπών, δι’ ἧς οὗτος διπλασίων γέγονε τεραστίων ποιητής. Ἀλλὰ καὶ τούτου τὰ τῆς Μητροπαρθένου πλεῖστον ὅσον ἐπὶ τὸ κρεῖττον διενήνοχεν· αὐτή τε γὰρ κατέστη θαῦμα θαυμάτων ἐπὶ γῆς καὶ κοινωφελὲς τεράστιον τῶν ἀπ’ αἰῶνος μεῖζον, καὶ αὐτῷ τῷ τοῦ Θεοῦ Υἱῷ τὸ ἀδαμιαῖον κώδιον ἔδωκεν ἐκ τῆς γαστρός, δι’ οὗ προσκυνητοῦ κωδίου ὅσα γέγονεν ἡμῖν «ἐὰν γράφηται καθ’ ἕν, οὐδ’ αὐτὸς ὁ κόσμος ἅπας χωρήσει τὰ γραφόμενα βιβλία», καθάπερ ὁ θεολογικώτατος τῶν εὐαγγελιστῶν φησιν.

Ἀλλὰ τί μὴ περιπλέκω τῷ παρθενικῷ στεφάνῳ τὴν ὑπερκόσμιον αὐγήν, ἀλλ’ ἔτι τῶν ἐπὶ γῆς λαμψάντων ἔχομαι; Καὶ γὰρ ἐπειδή περ ἔμελλε τὸν φύσει πάντων ἐπέκεινα, παρθένος οὖσα, τέξεσθαι, πάντων ἐπέκεινα κατὰ τὴν ἀξίαν ἐξ ἁπαλῶν σχεδὸν ὀνύχων ἦν, καὶ αὐτῶν τῶν ὑπερκοσμίων νόων ἀσυγκρίτως ὑπερτέρα· πρὸς τίνα γὰρ τῶν ἀγγέλων εἴρηταί ποτε ὃ πρὸς αὐτὴν ἔτι νηπιάζουσαν, ὅτι «ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου»; Οὐκ ἐκεῖνοι μᾶλλον ἐπεθύμησαν, κατὰ τὸ γεγραμμένον, παρακύψαι εἰς τὰ χαρισθέντα δι’ αὐτῆς ἡμῖν; Καὶ περὶ μὲν τῆς τούτων ἀνωτάτω ταξιαρχίας Ἠσαΐας γράφει, «καὶ τὰ Σεραφὶμ εἱστήκεσαν κύκλῳ αὐτοῦ», περὶ δὲ αὐτῆς αὖθις Δαβίδ, «παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου». Εἶδες τὴν διαφορὰν τῆς στάσεως; Ἀπὸ ταύτης μάνθανε καὶ τὴν διαφορὰν τῆς τάξεως· περὶ μὲν γὰρ τὸν Θεὸν τὰ Σεραφίμ, πλησίον δὲ παρ’ αὐτὸν ἐκεῖνον μόνη ἡ παμβασιλίς, ἣ καὶ παρ’ αὐτοῦ τοῦ Θεοῦ θαυμάζεταί τε καὶ ἐγκωμιάζεται, κηρύττοντος οἷον ταῖς περὶ αὐτὸν δυνάμεσιν αὐτὴν καὶ λέγοντος κατὰ τὸ εἰρημένον ἐν τοῖς τῶν ᾈσμάτων ᾄσμασι, «τί καλὴ ἡ πλησίον μου»; φωτὸς φαιδροτέρα, παραδείσου εὐανθεστέρα, κόσμου παντὸς ὁρατοῦ τε καὶ ἀοράτου κοσμιωτέρα.

Οὐ πλησίον δὲ μόνον, ἀλλὰ καὶ ἐκ δεξιῶν, εἰκότως· ὅπου γὰρ ὁ Χριστὸς ἐν οὐρανοῖς ἐκάθισεν, «ἐν δεξιᾷ δηλονότι τῆς μεγαλωσύνης», ἐκεῖ καὶ αὕτη ἵσταται· οὐ μόνον ὅτι ποθεῖ καὶ ἀντιποθεῖται πάντων μάλιστα καὶ αὐτοῖς τοῖς φυσικοῖς θεσμοῖς, ἀλλ’ ὅτι καὶ θρόνος ἐστὶν ὡς ἀληθῶς αὐτοῦ· ὅπου δὲ κάθηται ὁ βασιλεύς, ἐκεῖ ὁ θρόνος ἵσταται.

Τοῦτον τὸν θρόνον καὶ Ἠσαΐας μεταξὺ ἐκείνου τοῦ χερουβικοῦ καὶ ἔβλεπε καὶ ἔλεγεν «ὑψηλὸν καὶ ἐπηρμένον», τὸ τὰς οὐρανίους δυνάμεις ὑπεραναβεβηκὸς τῆς Θεομήτορος δηλῶν. Εἰ γὰρ καὶ μετ’ αὐτὴν εὐθὺς καὶ δευτέραν ἐκληρώσατο τὴν στάσιν νῦν ἡ τῶν ὑπερκοσμίων ἱεραρχιῶν ἀνωτάτω διακόσμησις, ἀλλ’ εἰς τὸν τῆς ἀξίας λόγον ἥκιστα δευτέραν ἔχει τάξιν· ἦ γὰρ ἂν ἦσαν ἐν συγκρίσει μείονες, κἀκείνη τούτων μικρῷ τινι τῷ μέτρῳ μείζων· νῦν δὲ καθ’ ὑπερβολὴν διήνεγκεν. Ὡς οὖν μετὰ τὸν ἡλίου δίσκον οὐδὲν ἕτερον ἔχομεν φωστῆρα δεῖξαι δεύτερον τῇ τοῦ φωτὸς περιουσίᾳ ὅτι μὴ τὸ τῆς σελήνης χρῆμα, καί τοι πολλοστὸν ὑπάρχον τὴν αὐγήν, τὸν αὐτὸν οἶμαι τρόπον καὶ τῆς τοῦ Θεοῦ μητρὸς οὐδὲν ἔχειν ἕτερον ἐν τοῖς θεαυγέσι ἐννοῆσαι δεύτερον ὅτι μὴ τὰ Σεραφίμ· ἀλλὰ τοῖς ἐπ’ ἀκριβείας ἐξετάζουσι τὰ τῆς ἀξίας μόλις πολλοστὰ φανεῖται, καὶ οἷον λαμπάς τις πρὸς πυρσὸν περιφανῆ. Διὸ καὶ ὁ προφήτης αὐτοὺς εἰσάγει τοὺς ἀγγέλους, ἀπὸ ταύτης τὸν Θεὸν δοξάζοντας καὶ λέγοντας «εὐλογημένη ἡ δόξα Κυρίου ἀπὸ τοῦ θρόνου αὐτοῦ».

Δαβὶδ δὲ ἑτέρωθεν τῶν σεσωσμένων τὰ στίφη συνάψαι ἑαυτῷ καὶ οἷόν τισι φθόγγοις διαφόροις τοῖς ἐκ διαφόρου γένους ὑπ’ αὐτῆς ἡρμοσμένοις κεχρημένος, τὸ παναρμόνιον πρὸς ὕμνον ἀνακρούεται μέλος, «μνησθήσομαι τοῦ ὀνόματός σου», λέγων, «ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ, διὰ τοῦτο λαοὶ ἐξομολογήσονταί σοι εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος».

Ὁρᾷς ἅπασαν τὴν κτίσιν ἐξομολογουμένην τῇ Μητροπαρθένῳ ταύτῃ, καὶ οὐκ ἐν πεπερασμένοις ἔτεσιν, ἀλλ’ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος; Συνορᾶν οὖν ἔστιν ἐντεῦθεν, ὡς οὐδ’ ἐκείνη λήξει διὰ τοῦ παντὸς αἰῶνος εὖ ποιοῦσα πᾶσαν κτίσιν, οὐ τὴν καθ’ ἡμᾶς λέγω μόνον, ἀλλὰ καὶ αὐτὰς τὰς ἀΰλους καὶ ὑπερφυεῖς ταξιαρχίας.

Ὅτι γὰρ σὺν ἡμῖν καὶ αὗται δι’ αὐτῆς μόνης μετέχουσί τε καὶ ψαύουσι Θεοῦ, τῆς ἀψαύστου φύσεως ἐκείνης, Ἠσαΐας τηλαυγῶς ἐδήλωσεν· οὐ γὰρ ἀμέσως ἑώρακε τὸν Σεραφὶμ ἐκ τοῦ θυσιαστηρίου τὸν ἄνθρακα λαβόντα, ἀλλὰ διὰ τῆς λαβίδος ἔλαβε, δι’ ἧς καὶ τῶν προφητικῶν ἥψατο χειλέων τὴν κάθαρσιν διδούς. Τοῦτο δ’ ἦν τὸ τῆς λαβίδος ἐκείνῳ τῷ μεγάλῳ θεάματι ταυτόν, ὃ Μωσῆς ἑώρακε, βάτον καιομένην καὶ μὴ καταφλεγομένην· τίς δ’ οὐκ οἶδεν ὡς ἡ Παρθενομήτωρ ἐκείνη τε ἡ βάτος καὶ αὕτη ἡ λαβίς ἐστιν, ἡ τὸ θεῖον πῦρ ἀπυρπολήτως συλλαβοῦσα, κἀνταῦθα διακονήσαντος ἀρχαγγέλου τῇ συλλήψει, καὶ τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου δι’ αὐτῆς συνάψαντος τῷ ἀνθρωπίνῳ γένει, καὶ διὰ τῆς ἀρρήτου συναφείας ἡμᾶς περικαθάραντος;

Οὐκοῦν αὕτη μόνη μεθόριόν ἐστι κτιστῆς καὶ ἀκτίστου φύσεως, καὶ οὐδεὶς ἂν ἔλθοι πρὸς Θεόν, εἰ μὴ δι’ αὐτῆς τε καὶ τοῦ ἐξ αὐτῆς τεχθέντος μεσίτου· καὶ οὐδὲν ἂν ἐκ τοῦ Θεοῦ τῶν δωρημάτων, εἰμὴ διὰ ταύτης, γένοιτο καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Ὥσπερ γὰρ ἐπὶ τῶν ἐπὶ γῆς λαμπτήρων ὑελίνων ἤ τινος ἑτέρου τῶν διαφανῶν πεποιημένων οὐκ ἔνι πρὸς τὸ φῶς ἰδεῖν οὐδὲ τῆς ἐκεῖθεν ἀκτῖνος μετασχεῖν, εἰμὴ διὰ μέσου τοῦ λαμπτῆρος, οὕτω καὶ πᾶσιν ἀνέφικτος ἡ πρὸς Θεὸν ἀνάνευσις καὶ ἡ παρ’ αὐτοῦ πρός τι τῶν ἁπάντων πρόοδος, εἰ μὴ διὰ τῆς θεοφόρου ταύτης καὶ θεαυγοῦς ὡς ἀληθῶς λυχνίας, τῆς Ἀειπαρθένου, γένοιτο. «Ὁ Θεὸς γὰρ ἐν μέσῳ αὐτῆς, καὶ οὐ σαλευθήσεται» φησίν.

Εἰ δὲ καὶ κατὰ τὸ μέτρον τῆς πρὸς Θεὸν ἀγάπης αἱ ἀντιδόσεις, καὶ ὁ ἀγαπῶν τὸν Υἱὸν ἀγαπᾶται παρ’ αὐτοῦ καὶ τοῦ αὐτοῦ Πατρὸς καὶ καταγώγιον τῶν ἀμφοτέρων γίνεται μυστικῶς ἐνοικούντων καὶ ἐμπεριπατούντων τῇ ψυχῇ, κατὰ τὴν δεσποτικὴν ἐπαγγελίαν, τίς ἂν ἀγαπῴη τοῦτον μᾶλλον τῆς μητρός, ἣ μὴ ὅτι μονογενῆ τοῦτον, ἀλλὰ καὶ μόνη γεγένηκεν ἀσυνδυάστως, ὡς εἶναι ταύτῃ τὸ φίλτρον καὶ τῇ φύσει διπλάσιον μὴ συμμεριζομένου τοῦ κοινωνήσαντος; Τίς δ’ ἂν ἀγαπηθείη τῆς μητρὸς μᾶλλον ὑπὸ τοῦ μονογενοῦς, καὶ ταῦτ’ ἐκ μόνης προελθόντος ἀρρήτως ἐπ’ ἐσχάτου τῶν αἰώνων, ὥσπερ πρὸ τῶν αἰώνων ἐκ μόνου τοῦ Πατρός; Πῶς δ’ ἂν οὐ πολυπλασιασθείη πρὸς τῇ πρεπούσῃ διαθέσει καὶ τὰ τῆς ὀφειλομένης πρὸς αὐτὴν τιμῆς παρὰ τοῦ πληρῶσαι τὸν νόμον κατελθόντος;

Εἰ δ’ ἀγάπη μία Πατρός τε καὶ Υἱοῦ καὶ ἡ παρ’ ἀμφοτέρων καὶ τοῦ Πνεύματος τιμή τε καὶ συνέλευσις (ὢ τῶν ὑπὲρ νοῦν χαρίτων τῆς παρθένου!), ὅλην ἐν μέσῃ φέρει τῇ ψυχῇ τὴν ἄκτιστον τριάδα, ἧς ἐν γαστρὶ τὸν ἕνα συνείληφεν ἀσπόρως καὶ παρθένος οὖσα τέτοκεν ὠδίνων ἄνευ.

Ὥσπερ οὖν δι’ αὐτῆς μόνης πρὸς ἡμᾶς ἐπιδημήσας «ἐπὶ γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη» πᾶσιν ὢν ἀθέατος πρὸ ταύτης, οὕτω καὶ εἰς τὸ ἑξῆς ἄληκτον αἰῶνα πᾶσα φωτοφανείας θείας πρόοδος καὶ πᾶσα θεαρχικωτάτων μυστηρίων ἀποκάλυψις καὶ πᾶσα πνευματικῶν ἰδέα χαρισμάτων ἅπασιν ἀχώρητος χωρὶς αὐτῆς· αὕτη δὲ πρώτη δεχομένη τὸ πλήρωμα τοῦ τὰ σύμπαντα πληροῦντος, καθίστησι τοῖς πᾶσι χωρητὸν νέμουσα πρὸς δύναμιν ἑκάστῳ κατὰ τὴν ἀναλογίαν καὶ τὸ μέτρον τῆς ἑκάστου καθαρότητος· ὥστ’ αὐτὴν εἶναι καὶ ταμεῖον καὶ πρύτανιν τοῦ πλούτου τῆς θεότητος καὶ πρὸς αὐτὴν ὁρᾶν καὶ ταύτῃ πεποιθέναι τὰς ἀνωτάτω Χερουβικὰς ἱεραρχίας, καὶ τοσοῦτο μᾶλλον τῶν ἁπάντων τοῦ πρὸς αὐτὴν ἀνατατικῶς ἠρτῆσθαι πόθου, καθ’ ὅσον καὶ μᾶλλον ἐφίενται τῆς δι’ αὐτῆς φωτοχυσίας καὶ τῆς τῶν ἀρρήτων καὶ θεαρχικῶν χαρίτων διαδόσεως, καὶ τὰς ὑπ’ αὐτὰς νοερὰς δυνάμεις πάσας ἀναλόγως τοῦ τε θείου ἔρωτος μετέχειν καὶ τῆς δι’ αὐτῆς θεαρχικῆς αὐγῆς· καὶ ἡμῖν δὲ μετ’ ἐκείνας, καὶ ἁπλῶς πᾶσί τε καὶ πάσαις κατὰ τὸ μέτρον τοῦ πρὸς τὴν ὄντως θεοειδῆ Παρθένον ταύτην ἀπαθοῦς καὶ θείου πόθου καὶ τοῦ ἀύλου καὶ ἀλήκτου ἔρωτος καὶ τῆς ἀκροτάτης καὶ εἰλικρινοῦς ἐφέσεως καὶ ἡ στάσις ἕψεται καὶ ἡ τοῦ θείου φωτισμοῦ τρανότης.

Ἐπεὶ γὰρ καὶ τοῦτο νόμιμον αἰώνιον ἐν οὐρανοῖς διὰ τῶν μειζόνων τοὺς ἐλάττους μετέχειν τοῦ ἐπέκεινα τοῦ ὄντος ἱδρυμένου, μείζων δ’ ἀσυγκρίτως ἁπάντων ἡ Παρθενομήτωρ, δι’ αὐτῆς μεθέξουσιν, ὅσοι δὴ μετέχουσι, Θεοῦ, καὶ αὐτὴν εἴσονται τοῦ ἀχωρήτου χώραν, ὅσοι δὴ γινώσκουσι Θεόν, καὶ αὐτὴν ὑμνήσουσι μετὰ Θεόν, ὅσοι τὸν Θεὸν ὑμνοῦσιν. Αὕτη καὶ τῶν πρὸ αὐτῆς αἰτία, καὶ τῶν μετ’ αὐτὴν προστάτις, καὶ τῶν αἰωνίων πρόξενος· αὕτη τῶν προφητῶν ὑπόθεσις, τῶν Ἀποστόλων ἀρχή, τῶν μαρτύρων ἑδραίωμα, τῶν διδασκάλων κρηπίς· αὕτη τῶν ἐπὶ γῆς ἡ δόξα, τῶν κατ’ οὐρανὸν ἡ τερπνότης, τὸ πάσης τῆς κτίσεως ἐγκαλλώπισμα· αὕτη καταρχὴ καὶ πηγὴ καὶ ρίζα τῶν ἀπορρήτων ἀγαθῶν· αὕτη παντὸς ἁγίου κορυφὴ καὶ τελείωσις.

Ὣ Παρθένε θεία, πῶς σου τὸ πᾶν ἐξείπω; Πῶς ἐκπλήσω τὸν πόθον; πῶς σε δοξάσω τὸν τῆς δόξης θησαυρόν; Σοῦ καὶ μνήμη μόνον ἡγίασε τὸν χρώμενον· πρὸς σὲ καὶ νεῦσις μόνον διαυγέστερον ἐποίησε τὸν νοῦν, πρὸς ὕψος εὐθὺς ἀναλαβοῦσα θεῖον· ἐν σοὶ τρανοῦται τὸ τῆς διανοίας ὄμμα· ἐν σοὶ καταλάμπεται τὸ πνεῦμα θείου Πνεύματος ἐπιδημίᾳ· ταμιοῦχος γὰρ ἐγένου καὶ περιοχὴ χαρίτων, οὐχ ἵν’ ἐν σεαυτῇ κατάσχῃς, ἀλλ’ ἵνα τὰ σύμπαντα πληρώσῃς χάριτος. Ὁ γὰρ τῶν ἀκενώτων θησαυρῶν ταμίας τῆς διανομῆς ἕνεκεν ἐπιτροπεύει· τί γὰρ ἂν καὶ κατάκλειστον ποιήσειε τὸν ὄλβον μὴ μειούμενον; Μετάδος οὖν ἡμῖν πλουσίως, ὦ δέσποινα, κἂν μὴ χωρῶμεν, χωρητικωτέρους ἔργασαι, καὶ οὕτως ἐπιμέτρησον· σὺ γὰρ μόνη οὐκ ἐν μέτρῳ εἴληφας· πάντα γὰρ δέδοται ἐν τῇ χειρί σου.

Ταῦτα μὲν οὕτως εἴη. Χρὴ δ’, οἶμαι, μικρὸν ἐπαναγαγεῖν τὸν λόγον, εἶθ’ οὕτως ἐγχειρεῖν προάγειν, εἴ τι δυναίμην παρακύψας διιδεῖν τῶν ἀδύτων καὶ προαγαγεῖν εἰς τὰ ἔξω καὶ ὑμνῆσαι καὶ διηγήσασθαι. Θεὸς δ’ αὖθις ἐπίκουρος εἴη· τὴν γὰρ τῶν λόγων φύσιν ἐπ’ ἀσθενοῦς ὀχούμεθα ρώμης, πολλῶν ὄντων καὶ μεγάλων τῶν δυσχερῶν καὶ παντάπασιν ἀδυνάτων διελθεῖν, ἢν μὴ θεία τις ἄνωθεν προσῇ βοήθεια. Φέρε δὴ πάντες, ὅσοι θιασῶται τῆς ἀειπαρθένου νύμφης, αὐτὴν ἐκ τῶν οὐρανίων, οὗ νῦν ἐστιν ἀδύτων, ἐπαμύνειν τοῖς λόγοις συνευξάμενοι, ἴωμεν εἴσω τοῦ θαλάμου, συνεισέλθωμεν εἰς τὸν νυμφῶνα, κατοπτεύσωμεν τὰ ἄδυτα· πάντα γὰρ ἡμῖν δι’ αὐτῆς ἀνέῳκται, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω.

Ἴδωμεν οὖν, πῶς τοῖς τύποις τὸ τέλος ἐπιτίθεται, πῶς ἐπ’ αὐτῆς ἐκείνης τῆς σκιαγραφίας τελεσιουργεῖται ἡ μορφὴ τῆς ἀληθείας. Εἰσῆλθεν εἰς τὰ προσκαίρως τῶν ἁγίων ἅγια ἡ ἀκαταλήκτως ἁγία τῶν ἁγίων. Εἰσῆλθεν ἡ ἀχειροποίητος σκηνὴ τοῦ Λόγου, ἡ λογικὴ καὶ ἔμπνους κιβωτὸς τοῦ ὡς ἀληθῶς ἐξ οὐρανῶν ἡμῖν καταπεμφθέντος ἄρτου τῆς ζωῆς, οὗ ἡ χειροποίητος ἐκείνη κιβωτός, ἐν ᾗ στάμνος ἡ τὸ μάννα φέρουσα, σύστημα δρόσου πρωϊνῆς εἰς τρόφιμον εἶδος δημιουργικῇ καὶ θείᾳ νεύσει μεταποιουμένης· ὃ τοῖς μὲν ἀτελέστοις καὶ τῶν ὄντως θείων ἀμυήτοις ὡς ἄνωθεν φερόμενον ἀγγέλων ἄρτος ὠνομάζετο, τοῖς δὲ συνετοῖς τὰ θεῖα καὶ προβλεπτικοῖς τῷ θείῳ Πνεύματι ὡς τύπος ὢν τῆς ἐν τῇ Παρθένῳ ταύτῃ μελλούσης ἀληθείας. Εἰσῆλθεν ἡ βίβλος τῆς ζωῆς, ἡ μὴ τύπους λόγου, ἀλλ’ αὐτὸν τὸν τοῦ Πατρὸς Λόγον ἀπορρήτως δεξαμένη, οὗ αἱ πλάκες τῆς διαθήκης, αἷς τύπος ἄψυχος λόγου ἐγκεχάρακτο. Εἰσῆλθε τὸ ἀειθαλὲς φυτόν, ἐξ οὗ τὸ ἄνθος τὸ ἀκήρατον τὸ τὴν ἀφθαρσίαν χαρισάμενον ἡμῖν, οὗ ράβδος Ἀαρὼν ἡ τοῖς ἀνίκμου ἑαυτῆς βλαστήσασι προσημήνασα τὴν ἐκ τῆς Παρθένου γέννησιν ἀσπόρως.

Ἀλλὰ χρυσὸν εἶχεν ὁ ναὸς σχεδὸν ἅπας ἐνειργασμένον, καὶ χρυσὸν ἀκίβδηλον περιελήλατο τῇ ἀβεβήλῳ ἐκείνῃ κιβωτῷ, καὶ στίλβον εὖ μάλα περιήστραπτεν αὐτήν. Ἆρ’ οὖν οὐ τὸ παρθενικὸν κάλλος διαφερόντως τηλαυγέστερον, οὗ καὶ ὁ Θεὸς αὐτὸς κατέστη ἐραστής; Ἢ βούλεσθε καὶ σημεῖον τῶν λεγομένων ἐκ τῶν οὐρανῶν ἰδεῖν; Ἀγγέλων τύποι χρυσήλατοι περιίσταντο τὴν κιβωτὸν ἐπισκιάζοντες. Τὴν δὲ ἀληθινὴν ταύτην κιβωτὸν οὐχ οἱ τύποι τῶν ἀγγέλων, ἀλλ’ αὐτοὶ οἱ ἄγγελοι, καὶ τὸ μεῖζον, ὅτι μηδ’ ἐπισκιάζοντες, ἀλλὰ διακονοῦντες καὶ τὰ πρὸς τροφὴν ὑπηρετούμενοι· τροφήν, ἣν οὐδ’ εἰπεῖν ἐστιν ὅ τι ποτ’ ἦν· τοσοῦτο καὶ τοῦ πολυθρυλήτου μάννα καὶ τῆς τῷ Ἠλιοῦ κομιζομένης εἰς θαύματος λόγον περιῆν. Καὶ ἡ ἀπόδειξις αὐτόθεν· τὸ μὲν γὰρ ἀὴρ ἔφερε νίφων ἄνωθεν, προστάγματι θείῳ συνεστώς, ᾧ δὴ κἂν «ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος» τούτου μνησθεὶς εἶπεν ᾄδων ὁ θεῖος ᾠδικὸς Δαβίδ, ἀλλ’ ὡς ἐν τούτῳ προτυποῦντι τὴν τῆς Παρθένου ταύτης προορῶν ὄντως οὐράνιον τροφήν. Τὸ μὲν οὖν ἑκάστης ἔω ἀὴρ παρεῖχε φέρων, τὴν δ’ ἄγγελος ἡμέρας ἑκάστης, ὡς ἄρα τελεσφόρον καὶ μυστικωτάτην καὶ οἰκείαν ἑαυτῷ καὶ συγγενῆ καὶ τοσοῦτο τοῦ μάννα κρείττω τὴν φύσιν, ὅσον ἄγγελος ἀέρος· τῷ δ’ Ἠλιοῦ κόραξ τὸ μισότεκνον ὑπηρετεῖτο ζῶον, σύμβολον, φασί, τοῦ περὶ τὸ ὁμόφυλον ἀσυμπαθοῦς.

Οὐκοῦν καὶ τῆς κατ’ ἀγγέλους τῇ Παρθένῳ πολιτείας ἐν τούτῳ τῆς ἡλικίας ἐναργὲς δήπου σύμβολον ὁ διακομιστής, ὃς καὶ λειτουργῶν, ἀλλ’ οὐκ ἐπισκιάζων εἰκότως διετέλει, προμνώμενος αὐτῇ τὸ μέλλον μεγαλεῖον. Ταύτην γὰρ οὐκ ἄγγελος οὐκ ἀρχάγγελος, οὐκ αὐτὰ τὰ Χερουβὶμ ἢ τὰ Σεραφίμ, ἀλλ’ αὐτὴ ἡ τοῦ Ὑψίστου ἐνυπόστατος δύναμις ἐπισκιάσειν ἔμελλε· καὶ τὸ μέγιστον, ὡς οὐ διὰ λαίλαπος καὶ νεφέλης, οὐδὲ διὰ γνόφου καὶ πυρός, οὐδ’ ἐκ διαλέπτου αὔρας ὁμιλοῦσα, καθάπερ ποτὲ καὶ ἄλλοτε τοῖς κατὰ καιρὸν ἠξιωμένοις, ἀλλ’ ἀμέσως χωρὶς παραπετάσματος οὑτινοσοῦν ἡ τοῦ Ὑψίστου δύναμις ἐπισκιάζει τῇ παρθενικῇ γαστρί, μηδενὸς ὄντος μεταξὺ τοῦ τε ἐπισκιάζοντος καὶ τοῦ ἐπισκιαζομένου, μήτ’ ἀέρος, μήτ’ αἰθέρος, μήτε τινὸς τῶν αἰσθητῶν ἢ τῶν ὑπὲρ ταῦτα. Τοῦτο δὲ οὐκ ἐπισκίασις, ἀλλ’ ἕνωσις ἄντικρύς ἐστιν.

Ἐπεὶ δ’ ἀεὶ πέφυκε τὸ σκιάζον τὴν ἑαυτοῦ μορφὴν καὶ τὸν οἰκεῖον τύπον τῷ σκιαζομένῳ ἐμποιεῖν, οὐχ ἕνωσις μόνον, ἀλλὰ καὶ μόρφωσις γέγονεν ἐν τῇ γαστρί· καὶ τὸ ἐξ ἀμφοῖν μεμορφωμένον, τῆς τοῦ Ὑψίστου δηλαδὴ δυνάμεως καὶ τῆς παναγίας ἐκείνης καὶ παρθενικῆς γαστρός, Λόγος ἦν Θεοῦ σεσαρκωμένος. Βαβαί, εἰς οἷον βάθος μυστηρίου καθήκαμεν τὸν λόγον!.

Ἀλλ’ ἀνιμήσαντες ἐκεῖθεν (οὐ γὰρ ἔστιν, οὐκ ἔστι θνητόν τι μῆκος ἢ πεπερασμένον ὅλως διανόημα τοῦ πυθμένος ἐφικέσθαι) τῆς προκειμένης ὑποθέσεως ἐχώμεθα. Εἰσῆλθε τοίνυν ἡ Παρθένος εἰς τὰ τῶν ἁγίων ἅγια· καὶ εὐθὺς περιαθρήσασα, ὡς εἶδεν, ὡς ἐτέρφθη, καταγώγιον ἑαυτῇ κατάλληλον λογισαμένη· καὶ αὐτίκα διὰ τοῦ τῶν ὁρωμένων κάλλους τὸ τῆς διανοίας ὄμμα πρὸς τὰς ἀοράτους καλλονὰς διαπετάσασα, τερπνὸν οὐκέτ’ οὐδὲν τῶν ἐπὶ γῆς ἡγεῖτο. Ταῦτ’ ἄρα καὶ τῶν τῆς φύσεως ἀναγκῶν καὶ τῶν τῆς αἰσθήσεως ἡδονῶν ὑπερτέρα γενομένη, καὶ τὰ μὲν πρὸς ὅρασιν ὡραῖα μηδ’ ὀπτέα κρίνασα, τὰ δὲ καλὰ πρὸς βρῶσιν παροπτέα, τῷ διὰ τούτων τῇ καθ’ ἡμῶν ἐπιθεμένῳ τυραννίδι πρώτη καὶ μόνη παντάπασιν ἄληπτος ἐδείχθη, καὶ τὸ κατ’ αὐτοῦ τρόπαιον ἐκ μέρους τέως ἔστησε.

Καὶ ταῦτ’ οὐκ ἐξ ἑῴας μέχρι δείλης ὀψίας ἀνταγωνισαμένη, οὐδὲ πρὸς ἑνὸς φυτοῦ καρπόν, ἀλλ’ ἐπὶ πολλὰς ἐνιαυτῶν περιόδους πρὸς ποικίλας, μᾶλλον δὲ παντοδαπάς, ἰδέας ἡδονῶν, δέλεαρ κατὰ ψυχῶν εὑρημένας τοῖς τοῦ σκότους ἄρχουσιν, ὧν πασῶν ἡ θεόπαις αὕτη μόνη πάντων εἰς τέλος ἐν οὕτως ἔτι νηπίῳ τῆς ἡλικίας παραδόξως ὑπερφρονήσασα τὸ βραβεῖον ἐκ τῶν οὐρανῶν δικαίως τὴν δι’ ἀγγέλου κομίζεται τροφήν, δι’ ἧς τήν τε φύσιν ἀνερρώννυντο καὶ ἡ τῶν οὐρανῶν ἀξία ταύτης ἐμαρτυρεῖτο πολιτεία· μᾶλλον δ’ ἵν’ εἴπω πρεπωδέστατόν τι πάλιν καὶ κατάλληλον τῷ τῆς ἀειπαρθένου νύμφης ἀξιώματι, βασιλὶς εὐθὺς ἐκ τῆς ἀρχῆς αὐτῆς τῶν οὐρανῶν ἐδείκνυτο, τοὺς οὐρανίους νόας ὑπηρετουμένους σχοῦσα.

Καὶ τοίνυν ἔζη καθάπερ ἐν παραδείσῳ καὶ τῆς γῆς ἐξῃρημένῳ χωρίῳ, μᾶλλον δὲ καθάπερ ἐν ἐπουρανίοις αὐλαῖς, ἐπεὶ καὶ τούτων ἐπεποίητο τύπος τὰ ἄδυτα ἐκεῖνα. Ἔζη τοίνυν ἄσκευον, ἀπεριμέριμνον, ἀπραγμάτευτον ἀνύουσα βίον, λύπης ἄμοιρον, παθῶν ἀγενῶν ἀμέτοχον, ἡδονῆς ταύτης τῆς οὐκ ἄνευ ὀδύνης ἀνώτερον, Θεῷ ζῶσα μόνῳ, Θεῷ βλεπομένη μόνῳ, Θεῷ τρεφομένη, Θεῷ τηρουμένη μόνῳ, δι’ αὐτῆς σκηνώσειν ἐν ἡμῖν μέλλοντι, πάντως δὲ καὶ αὕτη Θεὸν μόνον ὁρῶσα, Θεὸν ποιουμένη τρυφὴν οἰκείαν, Θεῷ διηνεκῶς προσανέχουσα.

Ὡς δὲ καὶ τῶν Μωσῇ γεγραμμένων καὶ τῶν τοῖς ἄλλοις προφήταις ἐκπεφαμένων κατηκροᾶτο μετὰ συνέσεως ἀκροτάτης, τοῦ λαοῦ παντὸς ἔξωθεν ἑκάστου σαββάτου διεξιόντος καθ’ ἃ νενόμιστο, καὶ Ἀδὰμ καὶ τῆς Εὔας καὶ τῶν κατ’ αὐτοὺς ἁπάντων ἐπύθετο, τῆς ἐκ τοῦ μὴ ὄντος ἀγωγῆς, τῆς ἐν παραδείσῳ καταγωγῆς, τῆς κατ’ αὐτὸν ἐντολῆς, τῆς ἀπολουμένης ἐκ τοῦ πονηροῦ συμβουλῆς, τῆς ἀπ’ αὐτῆς κλοπῆς, τῆς δι’ αὐτὴν ἐκβολῆς ἐκεῖθεν καὶ τῆς ἀφθαρσίας ἀποβολῆς καὶ πρὸς τὸν πολυώδυνον τοῦτον βίον μεταβολῆς· καὶ τὸν ἐπάρατον ἑώρα βίον ἐκ διαδοχῆς τῷ χρόνω συνδιατείνοντα καὶ προσκτώμενον ἀεί τι χεῖρον, καὶ τὸ κατ’ εἰκόνα τοῦ Θεοῦ πλάσμα Θεοῦ τοῦ πλάσαντος ἀπαλλοτριούμενον καὶ τῷ συντρίψαντι κακομηχάνως ἐπὶ μᾶλλον ὅσα ἔτη προσοικειούμενον (φεῦ τοῦ καθ’ ἡμῶν τοῦ πονηροῦ κράτους καὶ τῆς ἀπλήστου μανίας!

φεῦ τῆς ἡμετέρας ἀναλγησίας καὶ τῆς ἀνεπιστρόφου πρὸς τὴν γῆν νεύσεως!), μηδενὸς δυνηθέντος στῆσαι τὴν κοινὴν ταύτην ἀνθρωπόλεθρον ρύμην, καὶ τὴν ἄσχετον τοῦ γένους πρὸς τὸν ᾅδην φοράν· ἐπεὶ ταῦθ’ ἡ θεόπαις Παρθένος ἤκουσέ τε καὶ συνεώρακεν, οἶκτον λαβοῦσα τοῦ κοινοῦ γένους καὶ σκοπουμένη φάρμακον εὑρέσθαι τοῦ τοσούτου πάθους ἀντίρροπον, πρὸς Θεὸν εὐθὺς ὅλῳ νῷ τραπέσθαι διέγνω· καὶ τὴν ὑπὲρ ἡμῶν ἀναδεξαμένη πρεσβείαν, βιάσασθαι τὸν ἀβίαστον καὶ πρὸς ἡμᾶς ἐφελκύσασθαι τάχιον, ἵνα τὴν ἀρὰν αὐτὸς ἐκ μέσου ποιήσηται καὶ τὴν νομὴν στήσῃ τοῦ ψυχὰς φλέγοντος πυρὸς καὶ τοὺς ἀντιπάλους ἀσθενεστέρους ἐργάσηται καὶ τὴν εὐχὴν ἀντιδοίη καὶ τὸ ἄδυτον ἐπιλάμψειε φῶς καὶ ἑαυτῷ συνδήσῃ τὸ πλάσμα τὸ ἀσθενὲς ἐξιώμενος.

Ἀλλὰ γὰρ οὕτως ἡ κεχαριτωμένη διανοηθεῖσα Παρθένος ἑαυτῇ πρεπωδέστατα, τὴν ὑπὲρ τῆς φύσεως ἁπάσης πρεσβείαν ὡς θαυμασίως καὶ παντὸς λόγου κρεῖττον διέθετο· ζητοῦσα γὰρ ὅπως πιθανῶς καὶ γνησίως ὁμιλήσει Θεῷ, πρὸς ὃν αὐτοχειροτόνητος μᾶλλον δὲ θεοπρόβλητος ἀφίκετο πρέσβυς, καὶ πᾶσαν ἀρετῆς ἰδέαν φιλοκρινοῦσα καὶ τῶν εἰρημένων τῷ νόμῳ καὶ τῶν εὑρημένων τῷ λόγῳ καὶ τοῖς ἑκατέρῳ προσεσχηκόσι, καὶ τῶν ἐκ τῆς κορυφαίας ἐπιστήμης εἰδῶν ἕκαστον οἷον ἐκσφράγισμά τι περιστρέφουσα, καὶ σκοπουμένη τί Θεῷ οἰκειότατον, ὃ τὸν χαρακτῆρα ἐκεῖθεν ἔχον τοὺς χρωμένους πρὸς ἐκεῖνον οἶδε τυποῦν τὰς προσύλους ἀπαλεῖφον γραφάς, ἐπεὶ μηδὲν συνεώρα τῶν πρὸ ταύτης πεφηνότων ἀνθρώποις πρὸς τοῦτο τεῖνον ἐπ’ ἀκριβείας, καινοτομεῖ τὰ μείζω καὶ τελεώτατα, καὶ ἐξευρίσκει καὶ πράττει καὶ τοῖς ἔπειτα παραδίδωσι πρᾶξιν μὲν θεωρίας ὑψηλοτέραν, θεωρίαν δὲ τοσοῦτο διαφέρουσαν τῆς πρότερον θρυλουμένης, ὅσῳ φαντασίας ἀλήθεια.

Ἀλλὰ γὰρ συντεταμένως ἀκούοιτ’ ἂν τοῦ μυστηρίου τὸ μέγεθος· τὸν γὰρ συμφέροντα παντὶ μὲν τῷ Χριστωνύμῳ πληρώματι, μάλιστα δὲ τοῖς ἀποτασσομένοις τῷ κόσμῳ, λόγον ἐρῶ, δι’ οὗ γεύσαιτ’ ἄν τις τῶν μελλόντων ἐκείνων ἀγαθῶν καὶ μετὰ τῶν ἀγγέλων σταίη καὶ τὸ πολίτευμα ἐν οὐρανοῖς σχοίη, ζηλοῦν ἐθέλων πρὸς δύναμιν τὴν πρώτην καὶ μόνην ἀποταξαμένην ἐκ βρέφους ὑπὲρ κόσμου τῷ κόσμῳ ἀειπάρθενον νύμφην. Πᾶν γὰρ ἀρετῆς εἶδος, ὅσα πρὸ ταύτης εὕρηται καὶ κοινῇ τοῖς εἰρημένοις ἀνθρώποις εἰς τοὐμφανὲς παραδέδοται, ἤθη τε διεκόσμει, καὶ τὰ κατ’ οἴκους καὶ πόλεις εὖ διετίθετο, καὶ τούτοις ἐμπεριειλεῖτο περικλειόμενον τῆς ἀρετῆς τὸ πραττόμενον. Θἄτερον δ’ αὐτῆς μέρος, ὃ τῶν ἀπηριθμημένων ἀνώτερον, γνῶσις ἅπαν ἐστί, δι’ ἧς φύσεως ἐρευνώμεθα λόγους καὶ τοὺς τῆς ψυχῆς αὐτῆς, ὡς ἐφικτόν, θεωροῦμεν, καὶ τῶν τῆς ὕλης ἀχωρίστως χωριζομένων ἀναλογίας καὶ σχηματισμοὺς καὶ ποσότητας.

Εἰ δὲ καὶ θεολογοῦμεν καὶ περὶ τῶν πάντῃ χωριστῶν τῆς ὕλης φιλοσοφοῦμεν, ὃ καὶ πρώτην φιλοσοφίαν Ἑλλήνων παῖδες, μᾶλλον δὲ οἱ πατέρες καὶ προστάται τῆς τέχνης, φασί, μηδὲν εἰδότες θεωρίας εἶδος πρεσβύτερον· ἀλλὰ καὶ τοῦτο, κἂν ἀληθείας ἔχηται, θεοπτίας ἀπέχει καὶ τῆς πρὸς Θεὸν ὁμιλίας ἐπὶ τοσοῦτο κεχώρισται, καθ’ ὅσον καὶ τὸ κεκτῆσθαι τοῦ εἰδέναι διώρισται. Περὶ Θεοῦ γάρ τι λέγειν καὶ Θεῷ συντυγχάνειν οὐχὶ ταυτόν· ἐκεῖνο μὲν γὰρ καὶ λόγου δεῖται, τούτου τοῦ προφερομένου δηλαδή, ἴσως δὲ καὶ τῆς κατὰ τοῦτον τέχνης, εἰ μὴ μέλλοι τις ἔχειν μόνον, ἀλλὰ καὶ χρῆσθαι καὶ διαδιδόναι τὴν εἴδησιν· ἔτι δὲ συλλογισμῶν παντοδαπῆς ὕλης καὶ τῶν ἐξ ἀποδείξεως ἀναγκῶν καὶ τῶν κατὰ κόσμον παραδειγμάτων, ὧν ἐκ τοῦ ὁρᾶν καὶ ἀκούειν τὸ πᾶν ἢ τὸ πλεῖστον ἀθροίζεται, καὶ σχεδὸν τῶν ἐν τῷ κόσμῳ τούτῳ στρεφομένων ἐστί, καὶ γένοιτ’ ἂν δήπου καὶ τοῖς τοῦ αἰῶνος τούτου σοφοῖς, κἂν μὴ κεκαθαρμένοι τελέως τὸν βίον ὦσι καὶ τὴν ψυχήν.

Θεῷ δὲ συγγενέσθαι κατ’ ἀλήθειαν τῶν ἀδυνάτων, εἰ μὴ πρὸς τῇ καθάρσει καὶ ἡμῶν αὐτῶν ἔξω, μᾶλλον δὲ ὑπεράνω γενοίμεθα, καταλιπόντες μὲν πᾶν ὅ, τι τῶν αἰσθητῶν μετὰ τῆς αἰσθήσεως, ὑπεραρθέντες δὲ λογισμῶν καὶ συλλογισμῶν καὶ γνώσεως πάσης καὶ τῆς διανοίας αὐτῆς, ὅλοι δὲ γενόμενοι τῆς κατ’ αἴσθησιν νοερὰν ἐνεργείας, ἣν θείαν αἴσθησιν ὁ Σολομῶν προεῖπε, καὶ τυχόντες τῆς ὑπὲρ τὴν γνῶσιν ἀγνοίας, ταὐτὸν δ’ εἰπεῖν τῆς ὑπὲρ πᾶν εἶδος τῆς πολυθρυλήτου φιλοσοφίας, εἴπερ τῆς κατ’ ἐκείνην διαφερούσης μοίρας τέλος ἡ γνῶσις ἐστίν.

Τοῦτο τοίνυν ἡ Παρθένος ζητοῦσα (καὶ γὰρ ἀναγκαιότατον πρέσβεσι συντυχεῖν ἐκείνοις, πρὸς οὓς ἡ πρεσβεία), τὴν ἱερὰν ἡσυχίαν εὑρίσκει χειραγωγόν· ἡσυχίαν τὴν νοῦ καὶ κόσμου στάσιν, τὴν λήθην τῶν κάτω, τὴν μύησιν τῶν ἄνω, τὴν τῶν νοημάτων ἐπὶ τὸ κρεῖττον ἀπόθεσιν· αὕτη πρᾶξις ὡς ἀληθῶς, ἐπίβασις τῆς ὡς ἀληθῶς θεωρίας ἢ θεοπτίας, εἰπεῖν οἰκειότερον, ἣ μόνη δεῖγμα τῆς ὡς ἀληθῶς εὐεκτούσης ψυχῆς· ἀρετὴ μὲν γὰρ ἄλλη πᾶσα οἷον φάρμακον ἀλεξιτήριόν ἐστι πρὸς τὰς ἀσθενείας τῆς ψυχῆς καὶ τὰ κατερριζωμένα ὑπὸ ρᾳθυμίας πονηρὰ παθήματα, θεωρία δέ ἐστι τῆς ὑγιαινούσης ὁ καρπός, οἷόν τι τέλος οὖσα καὶ εἶδος θεουργόν· δι’ αὐτῆς γὰρ θεοποιεῖται ἄνθρωπος, οὐ τῆς ἀπὸ τῶν λόγων ἢ τῆς τῶν ὁρωμένων στοχαστικῆς ἀναλογίας, ἄπαγε (χαμαίζηλος γὰρ αὕτη καὶ ἀνθρωπίνη), ἀλλὰ τῆς ἀπὸ τῆς καθ’ ἡσυχίαν ἀγωγῆς· ὅτι δι’ αὐτῆς ἀπολυόμεθα τῶν κάτω καὶ συννεύομεν πρὸς τὸν Θεόν, καὶ καθάπερ ἐν ὑπερώῳ τοῦ βίου νυκτὸς καὶ ἡμέρας εὐχαῖς καὶ δεήσεσι προσκαρτεροῦντες θίγομέν πως τῆς ἀθίκτου καὶ μακαρίας φύσεως ἐκείνης.

Καὶ οὕτως αὐτοῖς ἀνακραθέντος ἀπορρήτως τοῦ ὑπὲρ αἴσθησιν καὶ νοῦν φωτός, ἐν ἑαυτοῖς ὡς ἐν ἐσόπτρῳ θεωροῦσι τὸν Θεὸν οἱ τὴν καρδίαν δι’ ἱερᾶς ἡσυχίας καθαρθέντες. Ἧς σύντομος ἀπόδειξις, ὡς λυσιτελεστάτη καὶ Θεῷ συνιστᾶσα τοὺς χρωμένους μᾶλλον παντός, ἡ ἐξ ἁπαλῶν, ὡς εἰπεῖν, ὀνύχων ταύτῃ συγγεγενημένη Παρθένος αὕτη· μόνη γὰρ ἁπάντων ἐξ οὕτω πάνυ παιδὸς ὑπερφυῶς ἡσυχάσασα, μόνη πάντων θεάνθρωπον Λόγον ἀπειράνδρως ἐκυοφόρησεν.

Ἀλλὰ γὰρ μικρὸν ἀναληπτέον τὸν λόγον, ἵν’ εὔληπτον τοῖς ἔχουσιν ὦτα γένοιτο τὸ μέγα τοῦτο θεώρημα. Ἐγὼ τὸν τρόπον ἐκεῖνον τῶν ἐγκωμίων ἄγαμαι, ὃς καὶ τοὺς ἀκροωμένους ὀνίνησι τὴν σωτήριον ἀνακαλύπτων ὁδόν· κἂν δυσξύμβλητον ὂν τυγχάνῃ τι τῶν λεγομένων καὶ τῷ μετεώρῳ τῆς διανοίας οὐ ρᾳδίως ληπτόν, οὐκ ἔξω ριπτεῖν οἴομαι τῆς ἱερᾶς αὐλῆς· ἐπεὶ μηδὲ τὴν πρὸς τὴν ζωὴν ἀπάγουσαν ἐκκλίνομεν ὅτι στενὴ καὶ δυσχερὴς ἀνῦσαι. Δεῦρ’ ἴτε τοίνυν, ὦ γενναῖοι, ὅσοι μὴ τοῦ δυσπορίστου χρυσοῦ τὸν χοῦν ὡς εὐπόριστον προτίθεσθε, καὶ τὸν νοῦν ἕκαστος εἰς ἑαυτὸν συναγαγόντες, ὥσπερ οἱ διὰ στενωπῶν ἰόντες τὰ ἱμάτια, πρὸς τὸ μέγεθος τῆς διανοίας συντόνως ἐπάρατε· καὶ γὰρ οὐδὲ τὰ τῶν ἀναβαθμῶν ὑψοῦ ταύτης αἰρομένης τοῖς ἰλυσπωμένοις βάσιμα. Τῶν μέντοι προσύλων ἀπαναστήσαντες τὸν νοῦν καὶ τῷ ἐν ἁγίοις ἀδύτοις θεοειδεστάτῳ βίῳ τῆς Θεομήτορος ἐμμελετᾶν ἀναπεισθέντες, πρὸς τῷ συνιέναι τι τῶν ἐκεῖ καὶ ζηλοῦν εἰς δύναμιν προθυμηθέντες, τάχ’ ἂν οὐκ εἰς μακρὰν τὸ μακαριστὸν ἐκεῖνο λῆμμα σχοίητε τῶν κεκαθαρμένων τὴν καρδίαν, ὡς ἀθανάτου κόσμου γέρα φύσεως ἀοράτως καθορᾶν.

Ἄνθρωπος γάρ, ὁ μείζων οὗτος ἐν μικρῷ κόσμος, ἡ συνδρομὴ τοῦ παντός, ἡ ἀνακεφαλαίωσις τῶν τοῦ Θεοῦ κτισμάτων, διὸ καὶ παρήχθη πάντων ὕστατος, ὥσπερ ἡμεῖς ἐν λόγοις τοὺς ἐπιλόγους ποιοῦμεν· οἱονεὶ γάρ τι σύγγραμμα τὸ πᾶν τοῦτο φαίη τις ἂν αὐθυποστάτου Λόγου· οὗτος τοίνυν ὁ ἄνθρωπος νοῦν τε καὶ αἴσθησιν εἰς ἓν συναθροίσας κρείττονί τινι σοφίᾳ τοῦ μιγνύντος τὰ ἄμικτα, μέσοις οἷον συνδέσμοις γνησιωτάτοις τῶν ἄκρων χρῆται φαντασίᾳ καὶ δόξῃ καὶ διανοίᾳ· καθάπερ ἐπὶ τῆς τετρακτύος τῶν αἰσθητῶν τοῦ περὶ ἡμᾶς τοῦδε κόσμου στοιχείων ἀὴρ μεσιτεύει πυρὸς καὶ ὕδατος, τὸ δὲ πάλιν ἀέρος καὶ γῆς, καὶ οὕτω συνδεῖται τὰ ἐναντία καὶ τὰ μαχόμενα σπένδεται, τὰς κατ’ ἀλλήλων ἀμυντηρίους δυνάμεις μηδαμῶς ἀποθέμενα. Οὕτως ὁ μέγας τῷ ποσῷ κόσμος, οὕτως ὁ μέγας τῷ ἀξιώματι. Τῷ μὲν γὰρ τρόπῳ κοινωνοῦσιν ἀλλήλοις, ὑπερέχει δὲ ἐκεῖνος μὲν τῷ μεγέθει, οὗτος δὲ τῇ συνέσει· καὶ σύνεισιν ἅτερος ἐντεθησαυρισμένος θατέρῳ, καθάπερ ἐν οἰκίᾳ μεγάλῃ πολύολβόν τι χρῆμα πολλῷ τῷ μέτρῳ τοῦ περιέχοντος ὀλβιώτερον· καὶ οἷον ἐν βασιλείοις (οὐ βασιλεὺς μέν, τοῦτο γὰρ ἀπολώλεκεν), ἀλλὰ βασίλειός τις σκευὴ ποικίλη καὶ πολυτάλαντος, τὰ μὲν γὰρ μεγίστοις λίθοις, ἀλλ’ εὐώνοις καὶ τοῖς τυχοῦσιν, ἡ δὲ σμικροῖς, ἀλλὰ δυσπορίστοις καὶ πολυτιμήτοις ἐσκεύασται.

Πόσον οὐρανοῦ κρείττων νοῦς, ὃς εἰκών τέ ἐστι Θεοῦ καὶ Θεὸν οἶδε καὶ μόνος τῶν ἐγκοσμίων Θεός, εἰ βούλεται, γίνεται, συναναφέρων τὸ σῶμα τῆς ταπεινώσεως; Πόσον αἴσθησις διενήνοχε γῆς, ἣ μὴ μόνον μέτρων καὶ πηλικότητος καὶ ποιοτήτων ποικίλων ταύτης ἀντιλαμβάνεται, ἀλλ’ ἤδη καὶ τῶν οὐρανίων ἥψατο τῇ γνώσει σφαιρῶν καὶ κινήσεων ᾔσθετο διαφόρων καὶ πολυσχήμους τάχα δὲ καὶ πολυσημάντους συνόδους ἀστέρων ἔγνω καὶ διαστάσεις, κἀντεῦθεν ταῖς αἰθερίαις ἐπιστήμαις, ἵν’ οὕτως εἴπω, τὴν ἀρχὴν ἐχαρίσατο; Καὶ τὰ μεταξὺ δ’ οὐρανοῦ καὶ γῆς τῶν ἐν μεθορίῳ νοῦ καὶ αἰσθήσεως ἥττω κατὰ τὴν ἀξίαν ἐστί, λόγοις ἀναλογίας ὄντα ταὐτὰ καὶ τοῖς περιέχουσιν ὄγκοις ὅτι μάλιστα διαφέροντα.

Δύναμις μὲν οὖν ἄλογός ἐστιν ἡ αἴσθησις, γνωστικὴ καὶ ἀντιληπτικὴ τῶν αἰσθητῶν παρόντων· φαντασία δὲ ἀπὸ ταύτης ἔχει τὴν ἀρχήν, ἐνεργεῖ δὲ τὰ ἑαυτῆς καὶ τῶν αἰσθητῶν ἀπόντων· καὶ νοῦς μὲν λέγοιτ’ ἄν, ἧ δίχα τούτων ἐνεργεῖ, παθητικὸς δ’ ὅμως ὡς οὐκ ἔξω μεριστῶν. Δόξα δὲ ἡ μὲν ἀπὸ φαντασίας ὁρμωμένη ψῆφος ἄλογός ἐστιν, ἡ δ’ ἀπὸ τῆς διανοίας οὔ· πρὸς γὰρ ἀμφότερα πέφυκεν ἡ ἕξις αὕτη. Διάνοια δὲ λογικὴ μέν ἐστιν αἰεί, διεξοδικῶς δὲ πρόεισιν εἰς τὴν μετὰ λόγου δόξαν ἀποτελευτῶσα. Πᾶσαι δ’ αὗται δι’ ὀργάνου πρώτου συνειστήκασι καὶ ἐνεργοῦσι, τοῦ ψυχικοῦ ἐν ἐγκεφάλῳ πνεύματος. Νοῦ δὲ ὄργανον οὐδέν ἐστιν, ἀλλ’ αὐτοτελής ἐστιν οὐσία καὶ καθ’ ἑαυτὴν οὖσα ἐνεργητική, εἰ καὶ πρὸς τὴν κατὰ διάνοιαν ψυχικήν τε καὶ ἀνελιγμένην ζωὴν ὑποκαταβιβάζει ἑαυτόν.

Ἀλλὰ πρός τί μοι ταῦτα διῄρηται καὶ διείληπται νῦν; καὶ τίνος ἕνεκα πρῶτον μὲν τῶν τῆς ἀρετῆς εἰδῶν κατάλογον ἐποιησάμην, ἔπειτα τῶν τῆς ψυχῆς δυνάμεων; Ὅτι τὰ σπέρματα ἐκείνων ἐντεῦθέν ἐστι, καὶ ἐντεῦθεν ἐκεῖνα τὸ εἶναι πάντ’ ἐσχήκασιν. Ὡς οὖν ἡ θεόσοφος Παρθένος οὐκ εἶχεν ἐξ ἐκείνων καρποῦσθαι τὴν ἄκραν πρὸς Θεὸν οἰκειότητα, τὰς ψυχικὰς διηρευνᾶτο δυνάμεις, εἴ που περιτύχοι δι’ οὗ συνουσίας ἐπιτύχοι Θεοῦ· ὡς οὖν τὰς μὲν ἀλόγους εὗρε πάντῃ καὶ ἥκιστα τῶν αἰσθητῶν ἀνανευούσας, δόξαν δὲ καὶ τὴν διάνοιαν, εἰ καὶ λογικὰς δυνάμεις, ἀλλ’ οὐχὶ τοῦ ταμιείου τῶν αἰσθήσεων ἀπεζευγμένας, δηλαδὴ τῆς φαντασίας, ἔτι δὲ καὶ διὰ τοῦ ψυχικοῦ πνεύματος ὡς ὀργάνου τελουμένας, συνεῖσα νουνεχῶς, ὃ καὶ ὁ ἀπόστολος μετὰ ταῦτα εἴρηκεν, ὡς «ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος», τὴν ὑπὲρ ταῦτα καὶ ὄντως νοερὰν ἐζήτει καὶ τῶν κάτω ἀμιγῆ ζωήν, Θεὸν ὑπερφυῶς ποθοῦσα καὶ τὴν ὑπερκόσμιον πρὸς τοῦτον ἕνωσιν. Ὡς γὰρ οὐκ ἔνι τὸ κατ’ αἴσθησιν φῶς ποθεῖν καὶ μὴ τὸν ἥλιον, τὸν αὐτὸν καὶ ἐπὶ τούτου τρόπον ἔχει.

Πρὸς δὴ τοῦτον τὸν ἱερὸν καὶ θεῖον ἔρωτα μόνον εὑρίσκει πεφυκὸς ἀκριβῶς τὸ ἀκρότατον τῶν ἐν ἡμῖν, τὴν μόνην τελείαν καὶ πάντῃ ἀμερῆ τῶν καθ’ ἡμᾶς οὐσίαν· ἣ καὶ τοὺς κατὰ διάνοιαν ἀνελιγμούς, ἐν οἷς τὰ τῶν ἐπιστημῶν ἔχει τὴν ἀσφάλειαν, σχεδὸν κατὰ τὰ ἑρπυστικὰ τῶν ζώων ἐν συναγωγῇ καὶ διαιρέσει προϊόντας καὶ ὁρίζει καὶ ἑνοποιεῖ ἅτε εἶδος οὖσα τῶν εἰδῶν. Εἰ γὰρ καὶ πρὸς αὐτοὺς καὶ δι’ αὐτῶν πρὸς τὴν πολυμερῆ κάτεισι ζωὴν ὁ νοῦς προϊσχόμενος τὰς ἐνεργείας πᾶσιν, ἀλλ’ ἔχει δήπου καί τινα ἑτέραν κρείττονα ἐνέργειαν, ἣν αὐτὸς ἂν ἐνεργοίη καὶ καθ’ ἑαυτόν, ἅτε μένειν καὶ καθ’ ἑαυτὸν δυνάμενος, ἐπειδὰν ἢ μερισθῇ τοῦ σώματος καὶ τῶν ὅσα σώματος, ἢ καὶ τούτῳ συνημμένος ἔτι δι’ ἐπιμελείας, χάριτος συναραμένης θείας, ἀπαναστῆναι δυνηθῆ τῆς ποικιλοτρόπου ταύτης καὶ πολυειδοῦς καὶ χαμερποῦς διαίτης· ὥσπερ δῆτα καὶ ὁ ἔφιππος ἔχει δή τινα ἐνέργειαν τοῦ ἡνιοχεῖν διαφερόντως κρείττω, καὶ οὐχ ἡνίκ’ ἂν ἀποβαίη μόνον, ἀλλὰ καὶ ἐφ’ ἵππου ὢν καὶ ἅρματος ἐνεργήσειεν ἂν καθ’ ἑαυτὸν αὐτήν, εἰ μὴ ὅλον ἑαυτὸν ἑκὼν ποιοίη τῆς τοῦ ἡνιοχεῖν ἐπιμελείας.

Καὶ νοῦς τοίνυν εἰ μὴ ὅλος καὶ ἀεὶ περὶ τὰ κάτω στρέφοιτο, γένοιτ’ ἂν καὶ τῆς κρείττονος καὶ ὑψηλοτέρας ἐνεργείας, δηλονότι τῆς καθ’ ἑαυτόν, δι’ ἧς ἂν μόνης καὶ Θεῷ συγγένοιτο, εἰ καὶ μακρῷ δυσχερέστερον ἐκείνου, ἅτε φύσει τὴν μετὰ σώματος ἔχων συμπλοκὴν καὶ ταῖς σωματοειδέσι γνώσεσι συμπεφυρμένος καὶ ταῖς ἐκ τοῦ τῆδε βίου πρὸς τὰ γήϊνα πολυτρόποις καὶ δυσαποβλήτοις σχέσεσι.

Ταύτας τοιγαροῦν ἡ πάναγνος ἐξ αὐτῆς, ὅ φασι, τῆς τοῦ βίου βαλβῖδος ἀποποιουμένη, τῶν ἀνθρώπων ἀπανέστη· καὶ τὸν ὑπαίτιον φυγοῦσα βίον, τὴν ἀόρατον ἅπασι καὶ ἀσυνδύαστον εἵλετο ζωὴν ἐνδιαιτωμένη τοῖς ἀδύτοις, ἐν οἷς καὶ προσύλου παντὸς δεσμοῦ λυθεῖσα καὶ πᾶσαν ἐκτιναξαμένη σχέσιν καὶ αὐτῆς τῆς πρὸς τὸ οἰκεῖον σῶμα συμπαθείας ὑπεραναβᾶσα, συνῆψε τὸν νοῦν τῇ πρὸς ἑαυτὸν στροφῇ καὶ προσοχῇ καὶ τῇ ἀδιαλείπτῳ θείᾳ προσευχῇ.

Καὶ δι’ αὐτῆς ἑαυτῆς ὅλη γενομένη καὶ τοῦ πολυμόρφου συρφετοῦ τῶν λογισμῶν καὶ ἁπλῶς παντοίου εἴδους ὑπεράνω καταστᾶσα, καινὴν καὶ ἀπόρρητον ὁδὸν εἰς οὐρανοὺς ἐδείματο, τήν, ἵν’ οὕτως εἴπω, νοητὴν σιγήν. Καὶ ταύτῃ προσέχουσα τὸν νοῦν, πάντων ὑπερίπταται κτιστῶν, καὶ κρεῖττον ἢ κατὰ Μωσῆν δόξαν ὁρᾷ Θεοῦ καὶ θείαν ἐποπτεύει χάριν, ἥκιστα αἰσθήσεως ὑποπίπτουσιν δυνάμει, ψυχῶν δὲ καὶ νόων ἀσπίλων εὔχαρι καὶ ἱερὸν θέαμα· οὗ δὴ μεταλαχοῦσα, κατὰ τοὺς θείους ὑμνῳδοὺς φωτεινὴ νεφέλη γίνεται τοῦ ὄντως ζῶντος ὕδατος, αὐγή τε μυστικῆς ἡμέρας καὶ πυρίμορφον ὄχημα τοῦ Λόγου.

Χωρὶς μὲν γὰρ ἐπιδημίας θείας χάριτος οὐδ’ ἂν νοῦς ᾖ θείαν εὑρὼν αἴσθησιν ὁρῴη καὶ καθ’ ἑαυτὸν ὄντως ἐνεργείᾳ γίγνοιτο, καθάπερ οὐδὲ ὀφθαλμὸς τοῦ κατ’ αἴσθησιν φωτὸς χωρίς. Τοῖς γὰρ ἀιδίοις, δηλονότι τοῖς θεοειδέσιν, αὐτός ἐστι φῶς καὶ οὐκ ἄλλο· καὶ ὅπερ τοῖς αἰσθητοῖς ἥλιος, τοῦτο τοῖς νοητοῖς Θεός.

Ὥσπερ δὲ ἡ ὄψις, ὅταν ἐνεργῇ, φῶς αὐτή τε γίνεται καὶ μετὰ τοῦ φωτὸς συγγίνεται καὶ σὺν τῷ φωτὶ βλέπει, καὶ τοῦτ’ αὐτὸ πρῶτον ὁρᾷ τὸ φῶς πᾶσι τοῖς ὁρωμένοις περικεχυμένον, τὸν αὐτὸν δὴ τοῦτον τρόπον καὶ ὁ θείας ἐνεργείας εὐμοιρήσας καὶ τὴν θείαν ἀλλοίωσιν ἠλλοιωμένος αὐτὸς ὅλος οἷον φῶς ἐστι, καὶ μετὰ τοῦ φωτός ἐστι, καὶ σὺν τῷ φωτὶ γνωστῶς ὁρᾷ τὰ χωρὶς τηλικαύτης ἀπορρήτου χάριτος ἀνέκφαντα τοῖς πᾶσιν, οὐχ ὑπὲρ τὰς σωματικὰς αἰσθήσεις μόνον γεγονώς, ἀλλὰ καὶ ὑπὲρ πᾶν ὅ, τι τῶν ἡμῖν γνωρίμων, πάντως δὲ καὶ τοῖς ὑπὲρ ἡμᾶς τῇ γε φυσικῇ δυνάμει· Θεὸν γὰρ ὁρῶσιν οἱ κεκαθαρμένοι τὴν καρδίαν κατὰ τὸν ὑπὸ τοῦ Κυρίου ἀψευδῆ μακαρισμόν, ὃς φῶς ὢν κατὰ τὴν θεολογικωτάτην Ἰωάννου τοῦ τῆς βροντῆς υἱοῦ φωνήν, οἰκίζει τε καὶ ἐμφανίζει ἑαυτὸν τοῖς ἀγαπῶσιν αὐτὸν καὶ ἀγαπηθεῖσιν ὑπ’ αὐτοῦ κατὰ τὴν πρὸς αὐτοὺς ἑαυτοῦ ἐπαγγελίαν· ἐμφανίζει δὲ ὡς ἐν ἐσόπτρῳ τῷ κεκαθαρμένῳ νῷ, τὸ καθ’ ἑαυτὸν ἀόρατος ὑπάρχων· τοιοῦτον γὰρ ἡ ἐν ἐσόπτρῳ μορφή, φαινομένη οὐχ ὁρᾶται, καὶ παντάπασιν ἀδύνατόν ἐστιν ὁρᾶν τε ἐν ἐσόπτρῳ καὶ κατὰ ταὐτὸ τὸ μορφοῦν τὸ ἔσοπτρον ὁρᾶν. Νῦν μὲν οὖν οὕτω τοῖς ἐν ἀγάπῃ θείᾳ καθαρθεῖσιν ὁ Θεὸς ὁρᾶται, τότε δέ, φησί, «πρόσωπον πρὸς πρόσωπον».

Ἀλλὰ τίς πλέον ἠγάπησε Θεὸν τῆς ἡμῖν ἀρτίως ὑμνουμένης; τίς δὲ ὑπὸ Θεοῦ πλέον ἠγαπήθη ταύτης; τίς δ’ ἄρ’ ἑτέρα καθαρωτέρα κτίσις ἢ ἐξ ἴσου ἢ ἐγγύς; Διὰ τοῦτο καὶ ταῖς ἀκροτάταις ταύταις θεωρίαις τελεσθεῖσα τὰς ἀνωτάτω τελετὰς καὶ τῷ Θεῷ τοῦτον τὸν τρόπον ἑνωθεῖσά τε καὶ ἀφομοιωθεῖσα μόνη τῶν ἀπ’ αἰῶνος, τὴν ὑπερφυᾶ ταύτην ὑπὲρ ἡμῶν ἤνυσε πρεσβείαν καὶ δι’ ἑαυτῆς εἰς τέλος ἤγαγεν, οὐ κτησαμένη μόνον τὴν ὑπὲρ λόγον ταύτην ἀνάβασιν τοῦ νοῦ, ἀλλὰ καὶ ὑπὲρ ἡμῶν ἁπάντων χρησαμένη καὶ διὰ τῆς πρὸς τὸ θεῖον παρρησίας τὸ μέγα καὶ ὑπὲρ τὸ μέγα εἰργασμένη χρῆμα· οὐ γὰρ καθ’ ὁμοίωσιν μόνον ἐγένετο Θεοῦ, ἀλλὰ καὶ καθ’ ὁμοίωσιν ἀνθρώπου τὸν Θεὸν ἐποίησεν, οὐκ ἀναπείσασα μόνον, ἀλλὰ καὶ κυοφορήσασα ἀσπόρως καὶ τεκοῦσα ἀφράστως, χάριτι μὲν ὑπὸ Θεοῦ μεμορφωμένη (διὸ καὶ κεχαριτωμένη πρὸς τοῦ ἀρχαγγέλου προσηγόρευται), φύσει δὲ μορφώσασα τῇ ἀνθρωπίνῃ Θεὸν (διὸ καὶ προσευηγγελίσθη χαίρειν).

Τίς λαλήσει τὰ μεγαλεῖά σου, Παρθένε; «Ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις σου», Θεόπαις; Θεομήτωρ ἐχρημάτισας· ἥνωσας τὸν νοῦν Θεῷ· ἥνωσας Θεὸν σαρκί· υἱὸν ἐποίησας Θεὸν ἀνθρώπου, καὶ τὸν ἄνθρωπον υἱὸν Θεοῦ· κατήλλαξας τὸν κόσμον τῷ τοῦ κόσμου ποιητῇ· ἔργοις ἐδίδαξας ἡμᾶς ὅτι τὸ θεωρεῖν οὐκ αἰσθήσει μόνον ἢ καὶ λογισμῷ τοῖς ὄντως προσγίνεται ἀνθρώποις (μικρῷ γὰρ ἂν εἶεν τῶν ἀλόγων κρείττους), ἀλλὰ πολλῷ μᾶλλον τῇ τοῦ νοῦ καθάρσει καὶ τῇ τῆς θείας χάριτος μεθέξει, καθ’ ἣν οὐ λογισμοῖς ἀλλ’ ἐπαφαῖς ἀύλοις τοῖς θεοειδέσιν ἐντρυφῶμεν κάλλεσιν.

Ἔδωκας ἡμῖν καὶ ταῖς αἰσθήσεσιν αὐταῖς ὁρᾶν τὸν ἀόρατον ἐν εἴδει καὶ σχήματι τῷ καθ’ ἡμᾶς, ἅπτεσθαι ἐν ὕλῃ τοῦ ἀΰλου τε καὶ ἀναφοῦς. Ἔθρεψας αὐτὸν τὸν τροφέα τῶν ἀγγέλων τροφῇ τῇ καθ’ ἡμᾶς· ἔθρεψας ἡμᾶς δι’ αὐτοῦ τοῦ τροφέως τῶν ἀγγέλων τὴν ὄντως οὐράνιον καὶ ἀκήρατον τροφήν. Ὁμοδιαίτους τοὺς ἀνθρώπους κατέστησας ἀγγέλοις, μᾶλλον μὲν οὖν καὶ μειζόνων ἠξιώσας γερῶν, ἐξ ἁγίου Πνεύματος θεανδρικὴν μορφὴν συλλαβοῦσα καὶ τεκοῦσα ξένως καὶ τῇ θείᾳ φύσει συμφυᾶ καὶ ὡς εἰπεῖν ὁμόθεον τὴν ἀνθρωπίνην ἀπορρήτως εἰργασμένη φύσιν.

Τὸν μὲν γὰρ Εὐσεβῆ βασιλέα φασί· τοῦτο γὰρ ὡς ἔοικεν ἐκ τῶν ἔργων ἔσχε τὸ ἐπώνυμον· τοῦτον οὖν φασι τῶν περὶ αὐτὸν ὑπὸ δίψους ποτὲ πιεζομένων δεξιὰν δικαίαν ἀνασχόντα πρὸς Θεὸν «ταύτῃ», φάναι, «τῇ χειρί σε ἱκετεύω τὸν δοτῆρα τῆς ζωῆς, ᾗ ζωὴν οὐκ ἀφειλόμην», καὶ νεφέλας παραυτὰ γονίμους ἐξ’ αἰθρίας ἐπιστῆναι καὶ ὑετὸν λάβρον ἄνωθεν κατενεγκεῖν· ἡ δὲ τῶν ἐπ’ ἀληθείας εὐσεβούντων βασιλὶς Παρθένος ἐν ἁγίοις ἀδύτοις νοῦν ἀνασχοῦσα τῶν κάτω πάντων τελέως ἀφειμένον, μᾶλλον δὲ μηδὲ κατὰ μικρὸν ἡμμένον, καὶ «τούτῳ τῷ νῷ σε ἱκετεύω», φήσασα πρὸς τὸν Θεόν, «ἐφ’ ὃν γήϊνόν τι οὐκ ἀναβεβήκει», τὴν γῆν πᾶσαν οὐρανὸν ἐποίησεν, οὐ νεφέλας ἐκκαλεσαμένη, αἳ πολλοῖς πολλάκις διὰ προσευχῆς ὑπήκουσαν, ἀλλ’ αὐτὸν τὸν ἀνάγοντα νεφέλας ἐξ ἐσχάτου τῆς γῆς· οὐδ’ ὑετοῦ πρόσκαιρον ψυχαγωγίαν, ἀλλ’ αὐτὸν ἡμῖν ἐνεποίησε τὸν θησαυρὸν τῶν ἀγαθῶν ἁπάντων, τὴν ἐκ τῶν πατρικῶν κόλπων ἀνεκφοιτήτως ἀναρρηγνυμένην αἰώνιον πηγήν, τὸν ὑπὲρ τὰς οὐρανίους ἁψίδας ἱδρυμένον Λόγον· ὃς ὕδωρ ἡμῖν ἐκόμισεν ἐκεῖθεν ζῶν, καὶ τροφὴν παρέσχεν ἀποθανατίζουσαν καὶ υἱοὺς Θεοῦ τοὺς μετέχοντας ποιοῦσαν, οὐκ εἰσποιητοὺς ὀνόματι ψιλῷ, ἀλλ’ ἐν κοινωνίᾳ θείου Πνεύματος (ὢ τῆς ἀφάτου δωρεᾶς!) σαρκί τε καὶ αἵματι Θεοῦ Θεῷ καὶ ἀλλήλοις προσῳκειωμένους.

Φυλάττωμεν τοιγαροῦν τὴν πρὸς Θεὸν καὶ ἀλλήλους ὑπὸ Θεοῦ θείως ἡμῖν ἐνειργασμένην ἑνότητα τοῖς τῆς ἀγάπης θεσμοῖς. Βλέπωμεν ἀεὶ πρὸς τὸν ἄνω γεννήτορα. Καταλίπωμεν τὴν γῆν· οὐ γὰρ ἔτι ἐσμὲν ἐκ γῆς χοϊκοί, ὡς ὁ πρῶτος ἄνθρωπος, ἀλλ’ ὡς ὁ δεύτερος ἄνθρωπος, ὁ Κύριος, ἐξ οὐρανοῦ. Ἄνω σχῶμεν τὴν καρδίαν πρὸς αὐτόν. Θεασώμεθα τὸ μέγα θέαμα τοῦτο, τὴν ἡμετέραν φύσιν ἀΰλῳ συνδιαιωνίζουσαν θεότητος πυρί· καὶ τοὺς δερματίνους ἀποθέμενοι χιτῶνας, οὓς ἐκ παραβάσεως ἐνδεδύμεθα, στῶμεν ἐν τῇ ἁγίᾳ τὴν καθ’ ἑαυτὸν ἕκαστος γῆν ἁγίαν δι’ ἀρετῆς καὶ τῆς πρὸς Θεὸν ἀκλινοῦς συννεύσεως ἀποδείξαντες, ὡς ἂν παρρησίαν σχῶμεν ἐπιδημοῦντος ἐν πυρὶ τοῦ Θεοῦ, καὶ φωτισθῶμεν προσδραμόντες καὶ συνδιαιωνίσωμεν φωτιζόμενοι εἰς δόξαν αὐτοῦ τοῦ ἀνωτάτου φωτός, τῆς τρισηλίου καὶ μοναρχικωτάτης φαιδρότητος. ᾟ πρέπει πᾶσα δόξα, κράτος, τιμὴ καὶ προσκύνησις νῦν καὶ εἰς τοὺς ἀκαταλήκτους αἰῶνας. Ἀμήν.