Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ομιλίες ΜΓ΄–ΞΓ΄

Γρηγόριος Παλαμᾶς

Ομιλία ΜΔ΄: Στον απόστολο και ευαγγελιστή Ιωάννη τον Θεολόγο

Εγκώμιο στον Ιωάννη τον Θεολόγο, με έμφαση στην παρθενία του, τη διπλή αγάπη προς τον Θεό και τον πλησίον, και τη μίμηση του Χριστού μέσα από τις δοκιμασίες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 2 από 21

ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΑΠΟΣΤΟΛΟΝ ΚΑΙ ΕΥΑΓΓΕΛΙΣΤΗΝ ΚΑΙ Τῼ ΧΡΙΣΤῼ ΕΞΟΧΩΣ ΗΓΑΠΗΜΕΝΟΝ ΙΩΑΝΝΗΝ ΤΟΝ ΘΕΟΛΟΓΟΝ Ἐν ᾗ καὶ περὶ τῆς εἰς τὸν Θεὸν καὶ τὸν πλησίον ἀγάπης Ἐορτὴν ἄγομεν σήμερον ἑνὸς τῶν προκρίτων Ἀποστόλων Χριστοῦ, καὶ τοῦτον εὐφημοῦμεν ὡς πατέρα τῶν ἀπὸ Χριστοῦ καλουμένων ἁπάντων, μᾶλλον δὲ ὡς πατριάρχην τῶν μὴ «ἐξ αἱμάτων, μηδ’ ἐκ θελήματος σαρκός, μηδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ’ ἐκ Θεοῦ γεννηθέντων». Ὡς γὰρ ὁ Ἰακὼβ δυοκαίδεκα πατριάρχας κατὰ σάρκα προὐβάλετο, ἐξ ὧν αἱ δώδεκα γεγόνασι φυλαὶ τοῦ Ἰσραήλ, οὕτω καὶ ὁ Χριστὸς τοὺς δυοκαίδεκα μύστας πνευματικῶς προεβάλετο· τοῦ γὰρ ἐλεεινῶς ἐκπεσόντος Παῦλος ὁ μέγας ἀνεπλήρωσε τὸ μέτρον, πρὸς ὃν ὁ Χριστὸς ἐξ οὐρανοῦ διέκυψεν.

Εἰ δὲ μὴ καὶ φυλαὶ κἀνταῦθα φανερῶς ἰσάριθμοι, θαυμαστὸν οὐδέν· ἀδιαιρέτως γὰρ τὰ πνευματικὰ διαιρεῖται· διὸ καὶ πέντε τῶν κατὰ σῶμα φαινομένων αἰσθήσεων οὐσῶν, μία ἐστὶν ἐπὶ τῆς ψυχῆς ἡ αἴσθησις ἀδιαιρέτως διαιρουμένη. Ἀλλὰ καὶ αἱ δυοκαίδεκα πηγαὶ τῶν ὑδάτων, αἷς οἱ Ἰσραηλῖται παρενέβαλον ἡγουμένου Μωϋσέως καὶ τὸ ἐκ τῆς κατὰ τὴν ἔρημον ὁδοιπορίας ἀνεκτήσαντο δίψος; τοὺς δώδεκα τούτους προετύπουν. Οὗτοι γάρ εἰσιν οἱ πνευματικαῖς ἀπαλλάξαντες ἀρδείαις τοῦ ἐκ τῆς εἰδωλομανίας καύσωνος τὸ δι’ ἐρήμων ἀβάτων τῆς ἀθεΐας πρότερον πορευόμενον ἀνθρώπων γένος. Ἔτι δὲ καὶ οἱ δυοκαίδεκα λίθοι, οὓς εἰς σημεῖον ἐν Γαλγάλοις Ἰησοῦς ἔστησεν ὁ τοῦ Ναυῆ μετὰ τὸ διαβῆναι πεζῇ παραδόξως τὸν Ἰορδάνην, τοὺς δώδεκα τούτους προετύπουν. Οὗτοι γὰρ ἡμῖν εἰσιν εἰς σημεῖον αἰώνιον, ὅτι ὁ ἀληθινὸς Ἰησοῦς τὸ κατακλύζον τὴν οἰκουμένην ἁμαρτίας ρεῖθρον ἀνεχαίτισε, καὶ ἔδωκε τοῖς αὑτῷ πειθομένοις ἀναμαρτήτως τὴν ὁδὸν τοῦ βίου διαβαίνειν, ὡς τότε τοῖς Ἰσραηλίταις ἀβρόχως διαπερᾶν τὸν Ἰορδάνην.

Ἀλλὰ ταῦτα μὲν καὶ ὅσα τούτοις ὅμοια καὶ ἡ κλῆσις δὲ ἡ παρ’ αὐτοῦ Χριστοῦ τοῦ μονογενοῦς υἱοῦ τοῦ Θεοῦ κοινῇ τοῖς Ἀποστόλοις πᾶσιν. Ὁ δὲ νῦν ἡμῖν ἑορταζόμενος οὐ κλητὸς μόνον ἀπόστολος, ἀλλὰ καὶ τοῖς ἐκλεκτοῖς ἐναρίθμιος, οὐχ ἁπλῶς ἀπὸ παντὸς γένους τῶν ὑπὸ τὸν οὐρανὸν ἐκλελεγμένος ὤν, ἀλλὰ καὶ τῶν ἐξειλεγμένων τούτων ἐκλεκτὸς καὶ κορυφαῖος τοῦ κορυφαίου χοροῦ, τῶν ἄλλων Ἀποστόλων λέγω, καὶ Πέτρῳ καὶ Ἰακώβῳ τοῖς ἐκκρίτοις ὁμόστοιχος· διὸ καὶ σὺν αὐτοῖς τῶν ἄλλων παρὰ τοῦ Σωτῆρος ἀποληφθεὶς εἰς τὸ Θαβώριον ἀνάγεται ὄρος, καὶ Μωϋσέως ἀκούει καὶ Ἠλιοῦ τῆς πρὸς Χριστὸν ὁμιλίας, καὶ ὁρᾷ θείως τὸ μέγα καὶ ὑπερφυὲς θέαμα ἐκεῖνο τὴν ἀπορρήτως ὑπεραστράψουσαν αἴγλην τοῦ φωτὸς τῆς τοῦ Υἱοῦ θεότητος, καὶ τῆς πατρικῆς ἐπακούει φωνῆς, ἐπὶ μόνον τὸν Χριστὸν φερομένης, «οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε». Καὶ οὕτως οὐ τοῦ Υἱοῦ μόνον ἀλλὰ καὶ αὐτοῦ τοῦ Πατρὸς μαθητὴς ὁ Ἰωάννης μακαρίως καθίσταται.

Ἀλλὰ καὶ τοῦτο κοινὸν αὐτῷ πρὸς Πέτρον καὶ Ἰάκωβον, τοὺς τῶν μαθητῶν τοῦ Σωτῆρος πρωτεύοντας ὥσπερ καὶ τὸ εὐαγγελιστὴς εἶναι τοῖς τὸ ἱερὸν Εὐαγγέλιον, τὰ ρήματα τῆς αἰωνίου ζωῆς, συγγραψαμένοις, εἰ καὶ τῇ μεγαλοφωνίᾳ καὶ τῷ ὕψει τῆς θεολογίας πολλῷ τῷ μέτρῳ διήνεγκεν. Ὧν δὲ αὐτὸς μόνον εὐμοιρεῖ, τίς ἱκανὸς παραστῆσαι λόγος; Παρθένος μόνος ἁπάντων ἐξεκίνησε παρὰ πάντων καλεῖσθαι οὐ τῶν Ἀποστόλων μόνον, ἀλλὰ καὶ τῶν πρὸ αὐτοῦ καὶ μετ’ αὐτὸν περιβοήτων πάντων, μόνος, ὡς ἔοικεν, ἀμφότερον ἐν παρθενίᾳ διὰ βίου φυλάξας, καὶ ψυχὴν καὶ σῶμα, καὶ τὸν νοῦν καὶ τὴν αἴσθησιν. Τὴν μὲν οὖν τοῦ σώματος παρθενίαν ὀλίγοι μὲν ἤσκησαν, ἴσασι δὲ σχεδὸν ἅπαντες, ψυχῆς δὲ ἀκριβὴς παρθενία ἡ πρὸς πᾶσαν κακίαν ἀσυνδύαστος γνώμη. Ὥστε διὰ τοῦ προσρήματος τούτου τὸ ἀναμάρτητον σχεδὸν προσμαρτυρεῖται τῷ Ἰωάννῃ· διὸ καὶ ἠγαπημένος γέγονε τῷ ἐκ φύσεως ἀναμαρτήτῳ μόνῳ Χριστῷ, καὶ τοῦτο μόνος ἁπάντων προσεκτήσατο τὸ ἐπώνυμον.

Ἆρ’ ἔχει τις μείζω τούτων τῶν ὀνομάτων εἰς εὐφημίαν εὑρεῖν; Ἐν μὲν τοῖς ἄλλοις πᾶσι τῶν ἀνθρώπων οὐκ ἂν εὕροι μὴ πλείω καὶ μείζω τούτων μόνον, ἀλλ’ οὐδὲ ὁμοῦ ταῦτα. Τούτῳ δὲ πρόσεστι καὶ μείζω τούτων ἕτερα· οὐ γὰρ μόνον ἠγαπημένος παρθένος ἐστίν, ἀλλὰ καὶ τῆς Παρθένου Υἱός, καὶ αὐτῆς τῆς μητροπαρθένου καὶ Θεομήτορος, ὃ Χριστὸς αὐτῇ κατὰ φύσιν, τοῦτ’ αὐτὸς αὐτῇ κατὰ χάριν γενόμενος. Εἰ δὲ μόνος τὴν αὐτὴν ἔλαχε μητέρα Χριστῷ, καὶ μόνος ἀδελφός ἐστι παρὰ πάντας αὐτοῦ καὶ διὰ πάντων συγγενὴς καὶ ἀφωμοιωμένος τῷ Υἱῷ τοῦ Θεοῦ. Υἱὸς ἀγαπητὸς ἐκεῖνος, καὶ οὗτος μαθητὴς ἀγαπητός· ἐγκόλπιος ἐκεῖνος τῷ Πατρί, καὶ οὗτος διὰ τῆς ἐκείνου ἐπιστήθιος τῷ Ἰησοῦ· παρθένος ἐκεῖνος, καὶ οὗτος διὰ τῆς ἐκείνου χάριτος· παρθένου υἱὸς ἐκεῖνος, τῆς αὐτῆς καὶ αὐτός· «ἐβρόντησεν ἐξ οὐρανοῦ ὁ Κύριος», καὶ οὗτος ἡ βροντή· διὸ καὶ τοῦτο καλεῖται μᾶλλον τῶν ἄλλων, βροντή τε καὶ βροντῆς υἱὸς καὶ βροντὴ θεολογικωτάτη πάντα περιηχοῦσα τὰ πέρατα, καὶ τὸν ἐκ Πατρὸς Λόγον θεολογοῦσα ἐν ἀρχῇ τε ὄντα, καὶ πρὸς τὸν Θεὸν ὄντα, καὶ Θεὸν ὄντα, καὶ ζωὴν ἐν ἑαυτῷ ἔχοντα, καὶ φῶς ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον καὶ δι’ οὗ τὴν ἀρχὴν τὰ πάντα γέγονεν.

Αὕτη ἡ βροντὴ καὶ τὸν ἀπὸ Θεοῦ ἀποσταλέντα μάρτυρα τῆς τοῦ ἀληθινοῦ φωτὸς ἐπιδημίας ἡμῖν ἐδήλωσε, καὶ αὐτὸν ἡμῖν ἐγνώρισε τὸν ἐξ οὐρανοῦ κατελθόντα Λόγον, σάρκα δι’ ἡμᾶς γενόμενον, καὶ τρανότατα παρέστησε τὴν διὰ σαρκὸς ἐπὶ τῆς γῆς αὐτοῦ πᾶσαν πολιτείαν, τοὺς λόγους, τὰ ἔργα, τὰ πάθη, τὴν μετὰ τὸν σταυρὸν ἀνάστασιν, τὴν μετ’ αὐτὴν εἰς οὐρανούς, ὅθεν καὶ κατῆλθεν, ἐπάνοδον. Καὶ ταῦτα πάντα καθὼς ἑώρακεν ἀνάγραπτα, φησίν, ἡμῖν πεποίηκεν, ἵνα σωθῶμεν. Ἀλλὰ καὶ παντὶ τῷ Χριστωνύμῳ πληρώματι προτρεπτικὴν ἐπιστολὴν ἐκτίθεται πρὸς τὴν κοινωνίαν ἅπαντας καλῶν τῆς ζωῆς τῆς αἰωνίου, ἥτις προαιωνίως ἦν πρὸς τὸν Πατέρα καὶ ἐφανερώθη ἡμῖν. Ὡς δὲ ἐν προκρίτοις ὢν τῶν Ἀποστόλων, καὶ ἰδίως ὢν καὶ καλούμενος ἠγαπημένος, περὶ τοῦ κεφαλαίου τῶν ἀρετῶν, δηλαδὴ τῆς ἀγάπης ἡμῖν διαλέγεται, αὐτὸν λέγων εἶναι τὸν Θεὸν ἀγάπην, ὡς καὶ Θεὸν ἔχειν τὸν ἀγάπην ἔχοντα, καὶ μένειν ἐν Θεῷ τὸν ἐν ἀγάπῃ μένοντα, καὶ τὸν Θεὸν ἐν αὐτῷ μένειν, ἐν ᾧ μένει ἡ ἀγάπη. Διπλῆν δὲ αὐτῆς δείκνυσι τὴν ἐν ἡμῖν ἐνέργειαν, εἴς τε τὸν Θεὸν καὶ τὸν πλησίον ἀμερίστως ταύτην μερίζων καὶ διδάσκων ὅτι δι’ ἀλλήλων αὗται συνίστανται, καὶ ψεύστην ἀποκαλῶν τὸν τὴν ἑτέραν ἔχειν μόνην οἰόμενον.

Σημεῖον γάρ φησι τῆς πρὸς Θεὸν ἀγάπης τὸ τηρεῖν αὐτοῦ τὸν λόγον καὶ τὰς ἐντολάς, καθὼς καὶ αὐτὸς ὁ Κύριος ἐδίδαξεν εἰπών, «ὁ ἀγαπῶν με τὰς ἐντολάς μου τηρήσει»· «αὕτη δέ», φησίν, «ἐστὶν ἡ ἐμὴ ἐντολή, ἵνα ἀγαπᾶτε ἀλλήλους· κἀν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις».

Ὁρᾶτε πῶς ἀχώριστός ἐστιν ἡ πρὸς Θεὸν καὶ πρὸς ἀλλήλους ἀγάπη; Διὰ τοῦτό φησιν ὁ ἠγαπημένος μαθητής, «εἴ τις λέγει ὅτι ἀγαπᾷ τὸν Θεὸν καὶ τὸν ἀδελφὸν αὐτοῦ μισεῖ, ψεύστης ἐστίν· εἰ γὰρ τὸν ἀδελφὸν αὐτοῦ, ὃν ἑώρακεν, οὐκ ἀγαπᾷ, πῶς ἀγαπᾷ τὸν Θεόν, ὃν οὐχ ἑώρακεν;»· ἀλλὰ καὶ «ὁ διὰ τῆς ἀγάπης λέγων ἐν τῷ Θεῷ μένειν ὀφείλει», φησί, «καθὼς ἐκεῖνος περιεπάτησεν, καὶ αὐτὸς περιπατεῖν». Πῶς οὖν ἐκεῖνος περιεπάτησεν; Ὑπήκουσε τῷ οὐρανίῳ Πατρί, δικαιοσύνην πᾶσαν ἐπλήρωσεν, εὐηργέτησε δι’ ἑαυτοῦ τὴν φύσιν, ἰάσατο τοὺς νοσοῦντας, ἐδίδαξε τοὺς εὐπειθεῖς, ἤλεγξε τοὺς ἀπειθεῖς, ὑπέμεινεν ὑπὲρ τῶν εὐπειθῶν τὰ παρὰ τῶν ἀπειθούντων ὀνείδη, τὰ παρὰ τῶν ἀχαρίστων ἐμπτύσματα, τὰ ραπίσματα, τοὺς ἐμπαιγμούς, τὰς μάστιγας, καὶ τέλος τὸν ἐπονείδιστον θάνατον καὶ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ ἡμῶν δούς, οὗ μεῖζον ἀγάπης ἔργον οὐδέν. Ὁρῶμεν δὲ καὶ τὸν ἠγαπημένον μαθητὴν καὶ μαθητὴν τοῖς ἔργοις· διὰ πάντων γὰρ σαφῶς οὗτος ἦλθε τῶν τοῦ διδασκάλου καὶ διδαγμάτων καὶ θαυμάτων καὶ παθημάτων, ἔργοις καὶ λόγοις εὐεργετῶν ἅπαντας, καὶ ἀπὸ σκότους εἰς φῶς ἐξάγων, καὶ ποιῶν ἐξ ἀναξίων ἀξίους, αὐτὸς δὲ πάσχων ὑπὲρ αὐτῶν. Θάνατον δὲ οὐχ ἕνα μόνον ὑπέμεινε διὰ τὴν μαρτυρίαν Ἰησοῦ καὶ τὴν ἡμῶν ὠφέλειαν, ταὐτὸ δὲ εἰπεῖν διὰ τὴν πρὸς Θεὸν καὶ τοὺς ἀνθρώπους ἀγάπην, ἀλλὰ διὰ παντὸς τοῦ βίου εἰς θάνατον ἑαυτὸν παρεδίδου.

Ποσάκις ἐνεπαίχθη, ποσάκις ἐρραπίσθη, ποσάκις ἐλιθάσθη, πόσοις παρέστη τυράννοις καὶ ἄρχουσι λόγον ὑπέχων καὶ κατάδικος ὢν ὁ τῆς εὐσεβείας διανομεύς! Ὑπὸ δὲ τοῦ τῶν τυράννων ὠμοτάτου τυράννου Δομετιανοῦ καὶ ἐξόριστος εἰς Πάτμον γίνεται, χαίρων καὶ πανταχοῦ κηρύσσων τὰ τοῦ ἀγαθοῦ δεσπότου καὶ διδασκάλου διδάγματα.

Οἷς καὶ ἡμεῖς, ἀδελφοί, πειθόμενοι περιπατήσωμεν κατὰ τὸ ἐγχωροῦν, καθὰ καὶ ὁ Χριστὸς καὶ ὁ τούτου περιεπάτησεν ἠγαπημένος μαθητής, ὑποτασσόμενοι τοῖς ἰδίοις πατράσιν· «Υἱὸς» γάρ φησιν, «ὑπήκοος ἔσται εἰς ζωήν, ὁ δὲ παρήκοος εἰς ἀπώλειαν»· μὴ τοῖς κατὰ σῶμα δὲ μόνον, ἀλλὰ πολλῷ μᾶλλον καὶ τοῖς κατὰ πνεῦμα, καὶ δι’ αὐτῶν αὐτῷ τῷ ἀνωτάτῳ Πατρί, «παρ’ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται». Ἡ γὰρ πρὸς τοὺς πνευματικοὺς ἡμῶν πατέρας ἀγάπη καὶ ὑπακοὴ καὶ εὐπείθεια πρὸς τὸν Θεὸν ἀναφέρεται, καὶ ὁ τούτοις ἀπειθῶν αὐτῷ προσκρούει τῷ Θεῷ τῶν πατέρων, καθὰ καὶ ὁ Χριστὸς ἀπεφήνατο λέγων, «ὁ ἀκούων ὑμῶν, ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς, ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν, ἀθετεῖ τὸν ἀποστείλαντά με». «Πείθεσθε τοίνυν, ἀδελφοί, τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε, ἵνα μὴ στενάζωσι καθ’ ὑμῶν, ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο», Παῦλος ὁ μεγαλοκήρυξ βοᾷ, πᾶσαν δικαιοσύνην καὶ πᾶν ἔργον ἀγαθὸν πληροῦν προθυμούμενοι· κἂν ἐλλίπηταί τι διὰ τὴν τῆς φύσεως ἡμῖν ἀσθένειαν, ἵλεως ὁ Κύριος, τῇ οἰκείᾳ χάριτι τὰς ἐλλείψεις τῆς ἡμετέρας ἀσθενείας ἀναπληρῶν καὶ ὡς ἐν ἀγαθοεργείᾳ τελείᾳ προσδεχόμενος, μάλιστα εἰ ταπεινουμένους θεάσαται διὰ τὰς πρὸς τὴν ἀρετὴν ἐλλείψεις, ἀλλ’ οὐκ ἐπαιρομένους ἐπὶ ταῖς κατ’ αὐτὴν ἐργασίαις.

Εὐεργετῶν ἕκαστος ἴσθι πολυτρόπως τὸν πλησίον, οἷς ἔχεις. Οὐ δύνασαι θαυματοποιῷ λόγῳ τοὺς ἀσθενεῖς ἰάσασθαι; ἀλλὰ παρακλητικῷ λόγῳ θεραπεῦσαι δύνασαι. Εἰ δὲ καὶ διὰ σαυτοῦ ταῖς χρείαις ὑπηρετήσεις, αὐτὸν αὐτὸς ἕξεις ὑπηρέτην (ὢ τοῦ θαύματος!) τὸν Χριστὸν κατὰ τὸν ἐκείνου λόγον ἐπ’ αἰῶνος τοῦ μέλλοντος· «περιζώσεται» γάρ, φησί, «καὶ ἀνακλινεῖ αὐτούς, καὶ παρελθὼν διακονήσει αὐτοῖς». Εἰ δὲ καὶ τῶν ἀναγκαίων ἐξ ὧν ἔχεις μεταδιδοὺς αὐτῷ κοινωνήσαις, κοινωνὸς ἔσῃ τοῦ θείου πλούτου καὶ τῆς βασιλείας Χριστοῦ, καὶ ὡς αὐτὸν ἐκεῖνον ἐνδύσας καὶ ποτίσας καὶ θρέψας τραφήσῃ τὴν ἀμβροσίαν καὶ τὸ βασίλειον ἔνδυμα τῆς ἀθανασίας περιβαλῇ. Οὐκ ἔχεις λόγον διδασκαλίας, παράκλησιν πρὸς ἀρετήν, ἐλεγμοῦ δύναμιν, ἀποτρεπτικὴν κακίας, προτρεπτικὴν ἀρετῆς; γενοῦ τοῖς ἔργοις διδάσκαλος, σεαυτῷ καὶ τῷ πλησίον ἀγαθὸς ἐργάτης γινόμενος. Ἔστι τοῦτον τὸν τρόπον καὶ παρανομοῦντας ἐλέγχειν. Λεγέτωσαν οἱ τοιοῦτοι καὶ περὶ σοῦ, «βαρὺς ἡμῖν ἐστι καὶ βλεπόμενος, ὅτι ἀνόμοιοι ταῖς τρίβοις ἡμῶν αἱ ὁδοὶ αὐτοῦ».

Ἂν δὲ καὶ μὴ φέροντες ὕβρεις ἐπάγωσι καὶ συκοφαντοῦντες κατηγορίας πλέκωσι, καὶ μηχανῶνται κατὰ σοῦ τὰ πάνδεινα, ἀτρέμας στῆθι, μὴ παρενεχθεὶς ἢ μαλακισθεὶς μεταβληθῇς τὸν τρόπον, ἀλλὰ σεαυτῷ τε κἀκείνοις ἴσθι χρηστός, πρὸς παράδειγμα τὸν Χριστὸν αὐτὸν βλέπων καὶ τὸν ἠγαπημένον ἐκείνῳ μαθητήν. Καὶ τοῦτο δεῖγμα λαμβάνων τοῦ βαδίζειν, τὴν ὁδὸν Κυρίου τὴν εὐθεῖαν, ὅδευε ταύτην ἀμεταστρεπτί· «εἰ γὰρ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσι», φησὶν ἐκεῖνος. Ἂν οὕτω πράττῃς καὶ οὕτω φέρῃς, δῆλος εἶ πᾶσι τὴν θείαν ἀγάπην ἐνστερνισάμενος.

Εἰ δὲ καὶ σὺ ἐν σεαυτῷ τὰ σημεῖα ταύτης ἐπιποθεῖς εἰδέναι, καὶ ταῦτά σοι ὑποδείξω, μόνον ἀόκνως βάδιζε πρὸς τὴν τούτων εὕρεσιν. Ὅταν τὸν νοῦν πρὸς Θεὸν ἀνατείνας ὑπ’ οὐδενὸς ἀνθέλκῃ τῶν κάτω, ἀλλὰ πάντων ἐπιλανθανόμενος ἀβιάστως χωρὶς διαλογισμῶν χαίρων ἐντρυφᾷς τῇ τοῦ Θεοῦ μνήμῃ καὶ ταῖς πρὸς αὐτὸν εὐχαῖς, τότε γνῶθι τῆς πρὸς Θεὸν ἀγάπης καθαρῶς ἁψάμενος, καὶ κατὰ τοσοῦτον ταύτης μετέχων, καθ’ ὅσον ὁ τῆς τοιαύτης πρὸς Θεὸν ἐντεύξεως, μᾶλλον δὲ ἑνώσεως, παρατείνεται καιρός. Ὅταν δὲ πάλιν ἐν κατανύξει καὶ ὀδύνῃ γλυκερᾷ καρδίας ἐπίσης ὑπὲρ σεαυτοῦ τε καὶ παντὸς ἀνθρώπου προσεύχῃ πρὸς Κύριον, γνωστοῦ καὶ ἀγνῶτος, ἐχθροῦ καὶ φίλου, λυπήσαντος καὶ μὴ λυπήσαντος, τότε γνῶθι τὸν πλησίον ἐκ ψυχῆς ἀγαπήσας. Ἀλλ’ αἱ διαθέσεις αὗται οὐ προσγίνονται, ἐὰν μὴ τὰ φανερὰ τῆς ἀγάπης ἔργα σχῇς· ἐὰν γὰρ μὴ ἐθίσῃς σεαυτὸν ἀφιέναι τὸ οἰκεῖον θέλημα καὶ ποιεῖν τὸ τοῦ πλησίον, πῶς ὑπομενεῖς τὰ ἐπερχόμενά σοι παρ’ αὐτοῦ; Ἐὰν δὲ μὴ γενναίως τε καὶ μακροθύμως φέρῃς τὰ παρὰ ἀνθρώπων δυσχερῆ, πῶς εἰς τὸ ὑπερεύχεσθαι τῶν ἐχθρῶν προκόψεις; Εἰ δὲ καὶ μὴ πειθόμενος τῷ λέγοντι «τὰ ἐνόντα δότε ἐλεημοσύνην, καὶ πάντα καθαρὰ ὑμῖν ἔσται», κατέχεις καὶ διαφυλάττεις ταῦτα παρὰ σεαυτῷ καὶ μὴ ἐκκενοῖς ἐπαρκῶν ταῖς χρείαις τοῦ πλησίον, πῶς δάκρυα ἐκχεεῖς ὑπὲρ αὐτῶν; «

Ὁ γὰρ ἔχων ἀγάπην», φησί τις τῶν Θεῷ φίλων, «ἐσκόρπισε χρήματα, ὁ δὲ ἀμφότερα λέγων ἔχειν, τά τε χρήματα καὶ τὴν ἀγάπην, πεπλάνηται· ἀλλ’ ἢ κενός ἐστι χρημάτων, ἢ κενός ἐστιν ἀγάπης, ταυτὸ δὲ εἰπεῖν Θεοῦ». Ὁ γὰρ Θεὸς ἀγάπη ἐστίν, ὃς καὶ ἀποφαίνεται πρὸς ἡμᾶς λέγων, «οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ», μαμωνᾶν λέγων τὸ περιττεῦον ἡμῖν πᾶν, χρυσίον ἢ ἀργύριον ἢ ἕτερόν τι. Καὶ δείκνυσιν, ὡς ἀδύνατον προσεύξασθαι τὸν χρήματα φυλάσσοντα, «ὅπου» γάρ, φησίν, «ὁ θησαυρός σου, ἐκεῖ καὶ ὁ νοῦς σου», ἀλλ’ οὐκ εἰς τὴν προσευχήν.

Ὥστε περὶ τῶν τοιούτων καὶ τοῦτ’ ἔλεγεν ὁ Κύριος ὅτι «οὗτος ὁ λαὸς τοῖς χείλεσί με τιμᾶ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ· μάτην δὲ σέβονταί με». Διὸ καὶ ἡ ἠγαπημένη τῷ Θεῷ βροντὴ βοᾷ, «ὅστις ἔχειν τὸν βίον τοῦ κόσμου τούτου, καὶ οὐ δίδωσι τοῖς ἀδελφοῖς τὰς χρείας, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ Θεοῦ ἐν αὐτῷ»· οὐδὲ γὰρ δύναται ἡ ἀγάπη τοῦ κόσμου καὶ ἡ ἀγάπη τοῦ Θεοῦ ἐν ἑνὶ καὶ τῷ αὐτῷ μένειν· ἡ γὰρ ἀγάπη τοῦ κόσμου, ἔχθρα εἰς Θεόν. Διὸ πάλιν ὁ αὐτός φησι, «μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ». Τίνα δέ εἰσι τὰ ἐν τῷ κόσμῳ, εἰμὴ πορισμοὶ χρημάτων μηδὲν τῇ ψυχῇ λυσιτελοῦντες, ἐπιθυμίαι σαρκικαί, φρόνημα ὑψηλόν, θέλημα γεῶδες; Ἃ πάντα οὐκ ἔστιν τοῦ Θεοῦ, ἀλλὰ χωρίζει ἀπ’ αὐτοῦ τοὺς ἔχοντας αὐτά, καὶ νεκροῖ τὴν ψυχὴν τοῦ ὑπ’ αὐτῶν ἐκνικωμένου καὶ ἐνθάπτει τῷ χρυσῷ καὶ ἀργυρῷ χώματι, ἃ κατὰ τοσοῦτόν ἐστι χείρω τοῦ ἁπλῶς χώματος, ᾧ συνήθως καλύπτομεν τὸν ἡμέτερον χοῦν, ὥστε τοῦτο μὲν ἐπιβαλλόμενον τοῖς νεκροῖς ἡμῶν σώμασι συγκλείει τὴν ἐκ τούτων δυσωδίαν καὶ ταύτην ἀνέκφορον πάντῃ καθίστησιν, ὁ δὲ χρυσὸς καὶ ἀργυρὸς χοῦς ὅσον ἂν ἐπιτεθῇ τῷ νῷ τοῦ κεκτημένου πλείων, δυσωδέστερον αὐτὸν ἀπεργάζεται, ὡς καὶ μέχρις οὐρανοῦ τὴν δυσωδίαν φθάνειν καὶ ἀποστρέφειν τοὺς ἐκεῖθεν οἰκτιρμοὺς τοῦ Θεοῦ καὶ τὴν ἐκεῖθεν ἐπισκοπήν.

Διὰ τοῦτο καὶ ὁ ἠγαπημένος ἀπεστάλη παρὰ τοῦ ἠγαπηκότος αὐτὸν Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα ἡμᾶς διδάξῃ πᾶσαν τὴν ἀλήθειαν, καὶ ἀναστήσῃ ἀπὸ τῶν νεκρῶν ἔργων τούτων, καὶ προτρέψηται εἰς ἔργα φωτός, ὧν τὸ κεφάλαιον καὶ ζωῆς αἰωνίου παρεκτικὸν τὴν πρὸς Θεὸν καὶ τὸν πλησίον ἀγάπην εἶναι τρανότατα διεσάφησε. Πῶς οὖν ἀγαπῶμεν καὶ τιμῶμεν αὐτόν; οὐχ ὡς ἐκκαλύψαντα ἡμῖν πᾶσαν τὴν ἀλήθειαν; Μὴ οὖν τἀναντία τῶν λόγων ἐκείνου πράττωμεν ἀδελφοί· μηδὲ σχήματι καὶ γλώττῃ τὴν ἀγάπην καὶ πίστιν δεικνύντες διὰ τῶν ἔργων ἀπιστῶμεν αὐτῷ, ὅπερ καὶ αὐτὸς ἀπαγορεύων «μὴ ἀγαπῶμεν», φησίν, «ἀδελφοὶ λόγῳ καὶ γλώσσῃ, ἀλλ’ ἔργῳ καὶ ἀληθείᾳ».

Εἰ οὖν καὶ ἡμεῖς ἀγαπῶντες τιμῶμεν τὸν καὶ ὑπὸ τοῦ Θεοῦ παρὰ πάντας ἠγαπημένον, ἔργῳ καὶ ἀληθείᾳ δείξωμεν τὴν πρὸς αὐτὸν ἀγάπην, οὐκ ἀκροαταὶ μόνον τῶν ἐκείνου λόγων γινόμενοι, ἀλλὰ καὶ ποιηταί· οὕτω γὰρ ἔσται τῆς ὑπ’ αὐτοῦ εὐαγγελιζομένης αἰωνίου ζωῆς ἡμᾶς καὶ βασιλείας ἐπιτυχεῖν ἐν αὐτῷ τῷ βασιλεῖ τῶν αἰώνων Χριστῷ, ᾧ πρέπει δόξα αἰώνιος ἐν οὐρανῷ καὶ ἐπὶ γῆς σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ συναϊδίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.