Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ομιλίες ΜΓ΄–ΞΓ΄

Γρηγόριος Παλαμᾶς

Ομιλία ΝΔ΄: Για τις μείζονες επαγγελίες του Ευαγγελίου

Η αυστηρότερη κρίση και οι υποσχέσεις της Καινής Διαθήκης, η απαίτηση εσωτερικής καθαρότητας, η αποφυγή της οργής και η διατήρηση της βαπτισματικής χάριτος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 12 από 21

ΟΤΙ ΜΕΤΑ ΤΗΝ ΤΟΥ ΚΥΡΙΟΥ ΠΑΡΟΥΣΙΑΝ ΚΑΙ ΤΟΙΣ ΚΑΤΟΡΘΟΥΣΙ ΜΕΙΖΩΝ Η ΑΜΟΙΒΗ ΚΑΙ ΤΟΙΣ ΑΠΕΙΘΟΥΣΙ ΠΛΕΙΩΝ Η ΚΟΛΑΣΙΣ ΚΑΙ ΠΕΡΙ ΔΙΑΦΟΡΩΝ ΠΑΘΩΝ ΚΑΙ ΑΡΕΤΩΝ Ἐξεφωνήθη τῇ δεκάτῃ Κυριακῇ τοῦ Λουκᾶ, ἥτις ἐστὶ πρὸ τῆς τῶν προπατόρων Ἐκήρυττε μὲν ὁ παλαιὸς νόμος τοῦ οὐρανοῦ τὸν Θεὸν εἶναι ποιητὴν καὶ δεσπότην καὶ τηνικαῦτα θεάρεστα ὑπετίθετο τοῖς ὑπὸ νόμον, ἐπαγγελίαν δὲ οὐρανίων ἀγαθῶν οὐ παρεῖχεν, οὐδὲ κοινωνίαν πρὸς τὸν Θεὸν καὶ κληρονομίαν αἰώνιον καὶ οὐράνιον ἐπηγγέλλετο τοῖς πειθομένοις· τοῦ δὲ παμβασιλέως Χριστοῦ διὰ σαρκὸς ἡμῖν ἐνδημήσαντος, ὥστε «καλέσαι τοὺς ἁμαρτωλούς», ὡς αὐτός φησιν, «εἰς μετάνοιαν», τοῖς ὑπακούουσι καὶ μετανοοῦσι καὶ διὰ τῶν τῆς μετανοίας ἔργων κατὰ τὸ εὐαγγέλιον τοῦ Χριστοῦ πολιτευομένοις καὶ τὰς ἐν αὐτῷ θείας ἐντολὰς τηροῦσι μείζους αἱ ἀμοιβαί. Καὶ οὐχ ἁπλῶς μείζους, ἀλλὰ καὶ ἀσύγκριτον ἔχουσαι τὴν ὑπεροχήν· βασιλεία γὰρ οὐρανῶν ἐπήγγελται καὶ φῶς ἀνέσπερον καὶ υἱοθεσία οὐράνιος καὶ σκηνώματα ὑπερκόσμια καὶ ζωὴ ἔνθεος καὶ ἀΐδιος, καὶ περισσότερον τούτων ἔτι· «κληρονόμοι γὰρ ἐσόμεθα Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ»· καὶ «ἐγὼ ἦλθον», φησὶν ὁ Κύριος, «ἵνα ζωὴν ἔχητε καὶ περισσὸν ἔχητε». Ταῦτα δὲ οὐ ρημάτων διάκενός ἐστι ψόφος, οὐδὲ ὀνομάτων ἁπλῶς ἀπαρίθμησις, ἀλλὰ πραγμάτων ἀμεταθέτων ἐν ἀληθείᾳ τοῖς πιστοῖς καὶ κατὰ Χριστὸν ζῶσιν ὡς ἐπάθλων ἀποκειμένων.

Οὐκοῦν ἀναγκαῖον τοὺς μέλλοντας τεύξεσθαι τῶν ἐπάθλων ἐν ἀληθείᾳ καὶ πράγματι τοὺς ἄθλους ἀνῦσαι πρότερον, καὶ χωρητοὺς μὲν ἑαυτοὺς ποιῆσαι ταῖς οὐρανίαις μοναῖς, δεκτικοὺς δὲ καὶ χωρητικοὺς τῶν ἐν αὐταῖς ἀγαθῶν, ἵνα μὴ καὶ τῶν ὄντως χειρόνων πειραθῶσι τῶν ὄντως κρειττόνων ἀποπεσόντες. Εἰκότως γὰρ καὶ ἀκολούθως καὶ πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας ἀνεκτότεροι μὲν ἦσαν οἱ ἁμαρτάνοντες, ἐλάττων δὲ ἡ ἀκρίβεια τῶν ἐνταλμάτων· νῦν δὲ φοβερὰ κρίσις καὶ κόλασις αἰώνιος ἀπόκειται τοῖς ἀμετανοήτως ἁμαρτάνουσι· πῦρ ἄσβεστον, σκότος ἐξώτερον, σκώληξ ἀκοίμητος, βρυγμὸς ἐλεεινὸς ὀδόντων, ὀδύνη καὶ θλῖψις καὶ στενοχωρία καὶ πένθος ἄληκτόν τε καὶ ἀπαράκλητον, καὶ πρὸς τούτοις, μᾶλλον δὲ καὶ πρὸ τούτων ὁ ἀπὸ Θεοῦ διηνεκὴς χωρισμός, ὅ ἐστι παντὸς ἀγαθοῦ καὶ ὡς ἀληθῶς εὐφραίνοντος ἀλλοτρίωσις.

Ὅτι δὲ πρὸ τῆς εὐαγγελικῆς διδασκαλίας οἱ τὰ τοῦ νόμου παραβαίνοντες ἦσαν ἀνεκτότεροι, μετὰ δὲ τὸν νόμον ἡ τῶν εὐαγγελικῶν ἐνταλμάτων φυλακὴ παρὰ τῶν τεύξεσθαι μελλόντων τῶν ἐπηγγελμένων μετὰ μείζονος τῆς σφοδρότητος ἀπαιτεῖται, διδασκέτω Παῦλος ἡμᾶς ὁ μέγας. «Εἰ γὰρ ὁ δι’ ἀγγέλων», φησί, «λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας, ἥτις, ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη, συνεπιμαρτυροῦντος τοῦ Θεοῦ σημείοις καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι καὶ Πνεύματος ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν;»· καὶ ἀλλαχοῦ πάλιν, «ἁμαρτανόντων», φησίν, «ἡμῶν μετὰ τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκ ἔτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία, φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους».

Πιστούσθω δ’ ἔτι τὸν λόγον αὐτὸς ὁ Κύριος, ταλανίζων μὲν πόλεις, ἐν αἷς ἐγένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ, ὅτι οὐ μετενόησαν, «οὐαί σοι», λέγων, «Χοραζίν. Οὐαί σοι Βηθσαϊδά», καὶ προστεθεὶς ὅτι, «γῆ Σοδόμων καὶ Γομόρρας ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ ὑμῖν». Πρὸς ἡμᾶς δὲ τί φησίν; «Ὅτι ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν Φαρισαίων καὶ γραμματέων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν». Πρὸ γὰρ τῆς δεσποτικῆς παρουσίας οὔτε τῶν εἰς Θεὸν ὅρκων ἡμῖν ἐπέκειτο καταδίκη, οὔτε τῆς πρὸς ἀλλήλους ὀργῆς καὶ καταφρονήσεως ἀναγεγραμμένας εἴχομεν τὰς εὐθύνας, ἀλλ’ οὐδ’ ἡ πρὸς τὴν ἀλλοτρίαν ἐμπαθὴς θέα μοιχεία ἡμῖν ἐνομίζετο, οὐδὲ τὸ τὰ περιττὰ κατέχειν καὶ μὴ μεταδιδόναι τοῖς δεομένοις τῷ μαμμωνᾷ δουλεύειν ἑκόντας ἡμᾶς ἀπαίφηνε· νῦν δὲ καὶ τῶν τοιούτων πάντων λόγον ὑφέξομεν, οὐ τῶν ἔργων μόνον, ἀλλὰ καὶ τῶν λόγων, οὐδὲ τῶν λόγων μόνον, ἀλλὰ καὶ τῶν λογισμῶν ἀπαιτούμενοι τὴν εἰλικρίνειαν καὶ τὴν ἀκρίβειαν. «Ἐὰν γὰρ ὁ ὀφθαλμός σου», φησί, «πονηρὸς ᾖ», τουτέστιν ὁ ἔνδον λογισμός, «ὅλον τὸ σῶμά σου πονηρὸν ἔσται»· ὀφθαλμὸς γὰρ εἶπεν ἑνικῶς, ἵνα δείξῃ τὸν νοῦν οὕτω καλῶν· σώματος γὰρ ὀφθαλμὸς οὐχ εἷς.

Τοῦτο καὶ διὰ τῆς ἐπαγωγῆς ἐδήλωσεν εἰπών, «ὅλον τὸ σῶμά σου πονηρὸν ἔσται»· δύο γὰρ ὄντων τῶν τοῦ σώματος ὀφθαλμῶν, ἑνὸς ἀβλεπτοῦντος οὐχ ὅλον ἔχει τὸ σῶμα τὴν ἀβλεψίαν. Ἀλλὰ καὶ ἀπὸ τοῦ μὴ πονήρως ἔχειν εἰπεῖν, ἀλλὰ πονηρὸν εἶναι, ἔδειξε φανερῶς περὶ τῆς κατὰ τὴν ἁμαρτίαν ἐν τῇ ψυχῇ τῶν παθῶν καχεξίας τὸν λόγον ποιούμενος· διὸ καὶ ἐπιφέρει λέγων, καὶ «εἰ τὸ φῶς τὸ ἐν σοί», τουτέστιν ὁ νοῦς καὶ ἡ διάνοια «σκότος ἐστί, τί τὸ σκότος», ἤτοι τὸ σῶμα καὶ ἡ αἴσθησις, «πόσον;».

Τῆς δὲ τοιαύτης ἐν τῷ κρυπτῷ καχεξίας τὴν θεραπείαν ἐπιδεικνὺς παραγγέλλει προσεύχεσθαι τῷ ἐν τῷ κρυπτῷ Πατρὶ καὶ ποιεῖν τὴν ἐλεημοσύνην ἐν τῷ κρυπτῷ καὶ καθαίρειν μᾶλλον τὸ ἐντὸς τοῦ ποτηρίου, τουτέστι τὸν ἐντὸς ἡμῶν ἄνθρωπον· οὕτω γὰρ καὶ τὰ ἐκπορευόμενα διὰ τοῦ στόματος οὐ μολυνεῖ οὐδὲ κοινώσει τὸν ἄνθρωπον, ἀλλὰ πᾶς ἔσται λόγος αὐτοῦ πρὸς ἁγιασμὸν ἑαυτοῦ καὶ οἰκοδομὴν τῶν ἀκουόντων· οὐ μόνον δέ, ἀλλὰ καὶ πρὸς πίστωσιν τῶν ἀμφιβαλλομένων ἔχειν μεθ’ ἑαυτοῦ τὴν τῶν πραγμάτων ὁμολογίαν, ἣν ἀλλαχοῦ δηλῶν ὁ Κύριος ἔλεγεν, «ἔστω ὑμῶν τὸ ναί, ναί, καὶ τὸ οὔ, οὔ· τὸ δὲ ἐκτὸς τοῦ ναὶ καὶ τοῦ οὐ ἐκ τοῦ πονηροῦ ἐστι».

Μηδεὶς οὖν ὑμῶν, ἀδελφοί, πονηροὺς τρεφέτω λογισμούς, ἀκρισίᾳ καὶ μίσει καὶ μνησικακίᾳ καὶ κατακρίσει μᾶλλον ἢ δικαιοσύνῃ καὶ ἀγάπῃ καὶ ἀληθείᾳ στοιχῶν· μηδεὶς ἀντὶ ἐλαίου βόρβορον τῷ τῆς οἰκείας καρδίας ἐπεγχείτω λύχνῳ, τοὺς αἰσχροὺς λογισμούς· μηδεὶς θησαυροὺς ἐπὶ γῆς κεκτήσθω συγκατορύττων ἢ συναποκλείων τούτοις τὸν οἰκεῖον νοῦν. Μηδεὶς τὰ ἐκ τοῦ πονηροῦ διὰ τοῦ στόματος προφερέτω πρόχειρος εἰς ὅρκους ὤν· ὁ γὰρ τὰ τοιαῦτα φέρων ἐν τῇ ψυχῇ καὶ πρὸς τὰ ἐκτὸς προφέρων διὰ τοῦ στόματος οἰκητήριον ἑαυτὸν ποιεῖ καὶ ὄργανον καὶ ὑπηρέτην τοῦ πονηροῦ, καὶ δοῦλος εἶναι Θεοῦ οὐ δύναται, πόσῳ μᾶλλον υἱὸς καὶ κληρονόμος τῆς ἐπηγγελμένης οὐρανίου καὶ ἀϊδίου βασιλείας ἐκείνου.

Πῶς γὰρ ἐπιτεύξεται ταύτης ὁ μὴ τὰ τοῦ ἀγαθοῦ δεσπότου, ἀλλὰ τὰ τοῦ πονηροῦ ἀποστάτου καὶ φρονῶν καὶ λέγων καὶ ποιῶν; Οὐκοῦν καὶ ὁ τοὺς ὅρκους φεύγων μὴ ἁπλῶς λεγέτω τὸ ναὶ καὶ τὸ οὔ, ἀλλὰ μετὰ πάσης ἀληθείας, ὡς καὶ τὰ πράγματα σύμφωνα δείκνυσθαι τοῖς λόγοις· οὕτω γὰρ ἔσται τὸ ναὶ ναὶ καὶ τὸ οὐ οὔ, κατὰ τὴν εὐαγγελικὴν παραγγελίαν. Εἰ δὲ μὴ τῆς ἀληθείας ὁ λόγος ἔχεται, ἀλλὰ ἀντίκειται τοῖς λόγοις τὰ πράγματα, τὸ ναὶ ἔσται οὔ, καὶ τὸ οὐ ναί, καὶ οὕτω πάλιν ψεῦδος ὂν ἐκ τοῦ διαβόλου ἔσται· τὸ γὰρ ψεῦδος ἐκ τοῦ διαβόλου ἐστί, καὶ αὐτός ἐστιν ὁ τούτου πατήρ, καὶ τούτῳ οἰκειοῦται καὶ υἱοθετεῖται ὁ τὸ ψεῦδος λαλῶν, καὶ μετὰ τοῦ Πνεύματος τῆς ἀληθείας οὐκ ἔχει μετοχὴν οὐδὲ μέλος εἶναι δύναται τοῦ Χριστοῦ σώματος· διό φησιν ὁ ἀπόστολος πρὸς Ἐφεσίους γράφων, «ἀνανεοῦσθε τῷ πνεύματι τοῦ νοὸς ὑμῶν, καὶ ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας καὶ ἀποθέμενοι τὸ ψεῦδος, λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὑτοῦ, ὅτι ἐσμὲν ἀλλήλων μέλη».

Τί ἔστιν «ἀνανεοῦσθε τῷ πνεύματι τοῦ νοὸς ὑμῶν, καὶ ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας»; Ὁ Θεὸς τὸν Ἀδὰμ τὸν ἡμέτερόν ποτε προπάτορα κατ’ εἰκόνα καὶ ὁμοίωσιν ἑαυτοῦ κτίσας, κακίαν οὐδεμίαν ἐνέθηκεν αὐτῷ, ἀλλὰ μετὰ τῆς ψυχῆς ἐνέπνευσεν αὐτῷ καὶ τὴν τοῦ θείου Πνεύματος χάριν συντηροῦσαν αὐτὸν ἐν καινότητι καὶ περιέπουσαν αὐτῷ τὴν ὁμοίωσιν. Ὡς δὲ ἐκεῖνος ἀδικίαν τε ἐποίησε τὴν ἐσχάτην, ἀπειθήσας τῷ πλάσαντι καὶ πεισθεὶς τῷ φθονήσαντι, καὶ τῷ ψεύδει συνέθετο τὸν καταψευσάμενον τῆς θείας ἐντολῆς προσδεξάμενος, τῆς θείας χάριτος ἐκπεσὼν παλαιὸς καὶ διεφθορὼς γέγονεν ἀντὶ καινοῦ, μηκέτι κατὰ Θεόν, τουτέστι καθ’ ὁμοίωσιν ὑπάρχων τοῦ ποιήσαντος, μηδὲ γεννᾶν δυνάμενος ὁμοίους τῷ Θεῷ, ἀλλ’ ὁμοίους ἑαυτῷ, παλαιοὺς καὶ διεφθορότας· σύνεστι γὰρ τοῖς ἑτοίμοις εἰς φθορὰν ἡ παλαίωσις.

Διὰ τοῦτο νέος ἡμῖν Ἀδὰμ γίνεται μὴ παλαιούμενος, ὃς «ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ», ὃν ἡμεῖς ἀρτίως Πατέρα καὶ προπάτορα πλουτοῦμεν ὡς Πατέρα τοῦ μέλλοντος αἰῶνος καὶ ἀρχηγὸν τῆς αἰωνίου ζωῆς. Αὐτὸς καὶ τὰς ἁμαρτίας ἡμῶν ἦρε καὶ τὴν παλαίωσιν ἐκ μέσου πεποίηκεν.

Οὗτος δέ ἐστι Χριστὸς Ἰησοῦς ὁ τοῦ Θεοῦ Υἱὸς ἐκ Παρθένου σάρκα δι’ ἡμᾶς ἐνδυσάμενος, οὗ τὴν γέννησιν προεορτάζειν ἠρξάμεθα σήμερον, τῶν πρὸ νόμου καὶ ὑπὸ νόμον πατέρων τὴν μνήμην ἄγοντες ὡς ἐπ’ ἀρετῇ καὶ θεοσεβείᾳ τηνικαῦτα λαμψάντων, ὧν αἱ προρρήσεις καὶ πρὸς οὓς αἱ ἐπαγγελίαι καὶ ἐξ ὧν τὸ κατὰ σάρκα Χριστός· ὃς δι’ ἡμᾶς καθ’ ἡμᾶς, ἐκ Παρθένου μέντοι, γεννᾶται, ἵν’ ἐξ ἡμῶν ἡμᾶς ἀναπλάσῃ καὶ διὰ τοῦ θείου βαπτίσματος ἀνακαινίσῃ καὶ χωρητικοὺς πάλιν τῆς τοῦ θείου Πνεύματος χάριτος ποιήσῃ, τὸν ἐν αὐτῷ κτισθέντα κατὰ Θεὸν ἄνθρωπον ἐνδύσας ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας· ἃς αὐτὸς δι’ ἑαυτοῦ ἐξείργασται, καταισχύνας μὲν εἰς τέλος τὸν πονηρόν, καίτοι προσβαλόντα πολυειδῶς, ὑπακούσας δὲ δικαίως μέχρι τέλους τῷ Πατρὶ καὶ τὴν πρὸς αὐτὸν ὑπακοὴν πρόξενον δείξας ἀναστάσεως καὶ ζωῆς ἀληθινῆς.

Ταύτας δὲ δι’ ἑαυτοῦ πληρώσας ἡμῖν ἔδωκε φυλάττειν. «Ὁ νόμος» γάρ, φησί, «διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο». Ταύτας δὲ φυλάττοντες ἡμεῖς ἐπὶ μὲν τοῦ μέλλοντος αἰῶνος καὶ τὸ σῶμα καινὸν καὶ φθορᾶς ἀνώτερον ληψόμεθα, νῦν δὲ διὰ τῆς πρὸς αὐτὸν ὁμοφροσύνης τε καὶ συναφείας τῷ πνεύματι τοῦ νοὸς ἡμῶν ἀνανεούμεθα, ἐν αὐτῷ καθ’ ἡμέραν προκόπτοντες ἐπὶ τὸ κρεῖττον. Ἀναγεννήσας γὰρ δι’ ἑαυτοῦ οὐκ ἐχώρισεν ἡμᾶς ἑαυτοῦ· κατὰ Πνεῦμα γὰρ καὶ οὐ κατὰ σάρκα γεγέννηκεν ἡμᾶς, καὶ ὥσπερ αὐτὸς φύσει γεννηθεὶς πρὸ αἰώνων ἐκ Πατρὸς ἀχώριστος διαμένει τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος αὐτοῦ, οὕτω καὶ ἡμᾶς χάριτι γεννηθέντας ἐπ’ ἐσχάτων αἰώνων παρ’ αὐτοῦ ἀχωρίστους εἶναι βούλεται ἀλλήλων τε καὶ ἑαυτοῦ. Καὶ τοῦτο δηλῶν ὑπὲρ τῶν οἰκείων μαθητῶν ἔλεγεν ὁ Κύριος πρὸς τὸν Πατέρα, «δὸς αὐτοῖς ἵνα πάντες ἓν ὦσι, καθάπερ ἐγώ, Πάτερ, ἐν σοί, καὶ σὺ ἐν ἐμοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν ἐν ἀληθείᾳ».

Διὰ τοῦτο καὶ ὁ Παῦλος ἀλλαχοῦ «κεφαλὴν ἡμῶν εἶναί φησι τὸν Κύριον, ἡμᾶς δὲ ἀλλήλων μέλη». Κἀνταῦθα δὲ εἰπών, «ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον», ἐπήνεγκε, «καὶ λαλεῖτε ἀλήθειαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, ὅτι ἐσμὲν ἀλλήλων μέλη», τοῦτο λέγων ἄντικρυς, ὅτι ὥσπερ ὁ ὀφθαλμὸς μέλος ὢν ἡμέτερον οὐχ ἡμῖν ἀπαγγέλλει τὸ φῶς σκότος καὶ τὸ σκότος φῶς, καὶ ὥσπερ αὐτὴ ἡ γλῶσσα μέλος ἡμέτερον οὖσα οὐκ ἀπαγγέλλει τὸ γλυκὺ πικρὸν καὶ τὸ πικρὸν γλυκύ, ἀλλ’ οἷόν ἐστιν ἕκαστον ἐπ’ ἀληθείας, τοιοῦτον ἡμῖν διὰ τῶν δυναμένων αὐτὰ κρίνειν δείκνυται μελῶν, οὕτω καὶ ἡμῶν τῶν ἀπὸ Χριστοῦ καλουμένων ἕκαστος μέλος τῆς Ἐκκλησίας πάσης ὤν, μηδὲν ἕτερον ἀπαγγελλέτω παρ’ αὐτὸ τὸ ὂν καὶ γινωσκόμενον ἐπ’ ἀληθείας παρ’ αὐτοῦ· εἰ δὲ μή, πλάνος τις καὶ ἀντίθετός ἐστιν, ἀλλ’ οὐ μέλος καὶ οἰκεῖος.

Οὕτω δὲ καὶ περὶ ὀργῆς ἠκούσαμεν τοῦ Κυρίου λέγοντος, «ὅτι ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὑτοῦ εἰκῇ ἔνοχος ἔσται τῇ κρίσει· ὁ δὲ εἰπὼν ‘ρακά’, ἔνοχος ἔσται τῷ συνεδρίῳ· ὁ δὲ εἰπὼν αὐτῷ ‘μωρέ’, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός». Εἰ γὰρ καὶ μικρὰ ταῦτα δοκεῖ, ἀλλὰ διασείει καὶ καταλύει τὸ μέγα τῆς ἀγάπης χρῆμα καὶ τόπον παρέχει τῷ διαβόλῳ· «μὴ ἐπιδυέτω» γάρ, φησίν, «ὁ ἥλιος ἐπὶ τῷ παροργισμῷ ὑμῶν, μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ».

Ὁ γοῦν διὰ τῆς ἐπιτάσεως καὶ παρατάσεως τοῦ παροργισμοῦ εἰς ὕβρεις κατὰ τοῦ ἀδελφοῦ χωρήσας καὶ πρὸς καταλλαγὰς ἀνεπιστρόφως ἔχων, τοῦ φωτὸς τῆς ἀγάπης ἐκπεσὼν καὶ τοῦ ἀντικειμένου σκότους γεγονὼς ἀνάπλεως, τόπον παρέχει τῷ τοῦ σκότους ἄρχοντι, καὶ τοῦτον οἷον ἔνοικον ἔχων, ὡς ἐν αὐτῷ τόπῳ σὺν ἐκείνῳ περιεχόμενος νῦν, καὶ εἰς τὴν ἡτοιμασμένην ἐκείνῳ γέενναν συνεμπεσεῖται πάντως, ἔνοχος ὢν καὶ ὑπεύθυνος, ἐὰν μὴ διὰ μετανοίας ἐξοικίσῃ μετὰ τοῦ πρὸς τὸν ἀδελφὸν μίσους καὶ τὸν τοῦ μίσους ἀρχηγὸν καὶ πρωτοστάτην.

Πᾶσα οὖν, ἀδελφοί, πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ’ ὑμῶν σὺν πάσῃ κακίᾳ· εἰ γὰρ τὸ μωρόν τινα λέγειν μετ’ ὀργῆς λεγόμενον τοσαύτης ἐκρίθη καταδίκης ἄξιον, τί περὶ τῶν ἄλλων ὕβρεων καὶ βλασφημιῶν ἐροῦμεν, εἰς ἃς ἐκφερόμεθα τῷ θυμῷ νικώμενοι; Διὰ τοῦτο σπεύσωμεν ἄγχειν, ἀδελφοί, τὸ δεινὸν θηρίον τοῦτο, τὸν θυμόν, καὶ χαλιναγωγῶμεν τὴν οἰκείαν γλῶτταν· ἐπεὶ κατὰ τῆς ἑαυτῶν ψυχῆς μᾶλλον παρέχομεν αὐτοῖς χώραν, ὅταν παρέχωμεν, ἀλλ’ οὐ κατὰ τῶν μισουμένων.

Εἰ μὲν οὖν ἐξ ὀργῆς τὸ ἀπηγορευμένον τοῦτο ρῆμα φθέγγεταί τις λέγων ‘μωρὸν’ τὸν δι’ εὐσέβειαν εἰς ἀδελφότητα ᾠκειωμένον, φριξάτω τὴν δεσποτικὴν ἀπόφασιν καὶ μὴ εἰς τοσοῦτον ἐκφερέτω τὴν ὀργήν· κἂν μὴ ἐξ ὀργῆς, ἀλλ’ οὐδ’ οὕτως ἀνεύθυνα τὰ τοιαῦτα ρήματα. «Πᾶς» γάρ, φησί, «λόγος σαπρὸς μὴ ἐκπορευέσθω ἐκ στόματος ὑμῶν, ἀλλ’ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομήν, ἵνα δῷ χάριν τοῖς ἀκούουσι», «πορνεία δὲ καὶ πλεονεξία καὶ πᾶσα ἀκαθαρσία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις· καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία τὰ μὴ ἀνήκοντα».

Τί ἐστι, «μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν»; Οὐ τὸ παρ’ ἑτέρων ὀνομάζεσθαι εἰς ἔγκλημα τίθεται· οὐ γὰρ ἐφ’ ἡμῖν ἐστι μὴ τοῦτο πάσχειν, οὐδ’ ὑπεύθυνος πάντως ὁ κακῶς ἀκούων· καὶ τοῦτο δηλῶν ἀλλαχοῦ, ὅτι βδελυρὸν οὐ τὸ λέγεσθαι, ἀλλὰ τὸ εἶναι πόρνον, «ἐάν τις», φησίν, «ὀνομαζόμενος ᾖ πόρνος, τῷ τοιούτῳ μηδὲ συνεσθίειν». Οὐ τοῦτο τοίνυν φησὶν ἐνταῦθα σπουδάζειν, τὸ μὴ ὀνομάζεσθαι τοιοῦτον, ἀλλὰ τὸ μὴ γλώττῃ φθέγγεσθαί τι τῶν ἀκαθαρσίαν ἐμποιούντων ὀνομάτων· διὸ καὶ συνῆψεν ἐπαγαγὼν «καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία, τὰ μὴ ἀνήκοντα». Τίσι μὴ ἀνήκοντα; Τοῖς ἁγίοις, οὓς ἔφη ἀνωτέρω. Εἰπὼν γάρ, «πᾶσα ἀκαθαρσία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν», ταὐτὸ δ’ εἰπεῖν μηδὲ λεγέσθω παρ’ ὑμῶν, ἐπήγαγε, «καθὼς πρέπει ἁγίοις». Ἁγίους δὲ ἐνταῦθά φησιν οὐ τοὺς ἐξ ἀνθρώπων γεγονότας καὶ μετὰ ἀγγέλων νῦν ὄντας καὶ παρ’ ἡμῶν δοξαζομένους ὡς τῷ Θεῷ τελείως εὐαρεστήσαντας καὶ ἐν ἀρίστῳ καὶ θεαρέστῳ τέλει τὴν ζωὴν κατακλείσαντας, ἀλλὰ πάντας τοὺς διὰ τοῦ κατὰ Χριστὸν βαπτίσματος ἀνατεθειμένους τῷ Θεῶ· εἰ γὰρ τὸ ἀφιερωθὲν σκεῦος τῷ Θεῶ ἅγιόν ἐστι καὶ πᾶσα τούτῳ προσφορά, μάλιστα ἡ πρὸς ἁγιασμὸν προσφερομένη, πολλῷ μᾶλλον ὁ διὰ συνθηκῶν ἁγίων τῷ θεῷ προσενεχθεὶς καὶ διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας προσληφθεὶς ἄνθρωπος ἅγιός ἐστιν, ἅτε καὶ τὴν χάριν τοῦ τῆς ἁγιωσύνης Πνεύματος κτησάμενος ἐκεῖθεν.

Ἀλλὰ τίνας συνθήκας τε καὶ ὑποσχέσεις δόντες προσελήφθημεν ὑπὸ τῆς ἄνωθεν τοῦ Πνεύματος χάριτος; Πάντως, ἵνα συντεμὼν εἴπω, ἀποτάξασθαι τῷ Σατανᾷ καὶ συντάξασθαι καὶ ὑποτάσσεσθαι τῷ Χριστῷ, ὅς φησιν, ἀγωνίσασθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης, «ὅτι πλατεῖα ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι’ αὐτῆς· στενὴ δ’ ἔστιν ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν». Ἐν δὲ τῇ στενῇ πύλῃ οὔτε δόξης καὶ ὑπερηφανίας ὄγκον περικείμενός τις δύναται χωρεῖν, οὔτε πλεονεξίας καὶ φιλοκτημοσύνης φόρτον ἀναθέμενος, οὔτε ἡδονῆς ἔχων καὶ ἀνέσεως διάχυσιν. Διὰ τοῦτο οὐκ ἀνήκοντά ἐστι Χριστιανοῖς οὔτε ἡ εὐτραπελία καὶ ἡ ἀστειότης, ὡς διάχυσιν ἐμποιοῦσα τῇ ψυχῇ, οὔτε ἡ μωρολογία ὡς ὑπερηφανίας οὖσα δεῖγμα, οὔτε ἡ ἐν ρήμασιν αἰσχρότης ὡς ὑπέκκαυμα καὶ προτροπή τις οὖσα εἰς πορνείαν· «ἀλλὰ μᾶλλον», ὡς ὁ Παῦλος ἐπάγει λέγων, «εὐχαριστία».

Καὶ δοκεῖ μὲν ἀνακόλουθος ὁ λόγος ἑαυτῷ, ὅτι προσήκει τοῖς ἁγίοις οὐκ αἰσχρότης καὶ εὐτραπελία, ἀλλὰ μᾶλλον εὐχαριστία· ἔστι δὲ καὶ λίαν ἀκόλουθον· ἐπεὶ γὰρ ἁγίους ἐνταῦθά φησι τοὺς διὰ τῆς χάριτος τοῦ κατὰ Χριστὸν βαπτίσματος ἡγιασμένους, τοῦτό φησι πρὸς ἡμᾶς ἄντικρυς· ὅτι δωρεὰν λαβόντας τὴν τηλικαύτην χάριν οὐ πρὸς ἄλλο τι σχολάζειν ἡμᾶς ἀνῆκεν, ἢ πρὸς εὐχαριστίαν τοῦ τὴν μεγαλοδωρεὰν ταύτην παρασχόντος, καὶ οὐχ ἁπλῶς ταύτην παρασχόντος, ἀλλὰ καὶ ὡς ἀρραβῶνα δόντος τῆς ἐπηγγελμένης αἰωνίου κληρονομίας, ἐάν περ δι’ ἀγαθοεργίας μέχρι τέλους βεβαίως κατάσχωμεν τὸν ἀρραβῶνα τοῦτον.

Διὰ τοῦτό φησιν ἐν εὐαγγελίοις ὁ Κύριος, «προσέχετε ἑαυτοῖς, μή ποτε βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι ἐν ἡδοναῖς καὶ μερίμναις βιωτικαῖς». «Ἐὰν γὰρ εἴπῃ ὁ κακὸς δοῦλος, χρονίζει ὁ Κύριός μου ἐλθεῖν», καὶ ἄρξηται μάχεσθαι καὶ ἀδιαφορεῖν, «ἥξει ὁ Κύριος ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτόν» (τουτέστι τῆς δεδομένης χάριτος ἐκκόψει), «καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει», τῶν ὑποκρινομένων καὶ ὀνομαζομένων, ἀλλὰ μὴ ὄντων Χριστιανῶν. Τοῦτο γινώσκων ὁ μέγας Παῦλος ἐπάγει καὶ διαμαρτύρεται καὶ παραγγέλλει γράφων «τοῦτό ἐστε γινώσκοντες, ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ. Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις· διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας· μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν».

Καὶ δοκεῖ μὲν ὁ Παῦλος σκληρὰ λέγειν καὶ ἀποφαίνεσθαι· πόρνον γὰρ ἐνταῦθα καὶ ἀκάθαρτον τὸν εὐτράπελον καὶ αἰσχρολόγον ἐκάλεσε καὶ τῆς ἐν Χριστῷ κληρονομίας ἀπέκοψεν. Ὁ δὲ Κύριος καὶ ταύτην νομοθετῶν ἡμῖν ὑπερέβη τὴν ἀπόφασιν· τὴν γὰρ ἐκ περιέργου θέας ἐν τῇ ψυχῇ ἐπιθυμίαν μοιχείαν ἀπεκάλεσεν, ἵνα καὶ τῶν· ἐν τῇ διανοίᾳ μολυσμῶν ἑαυτοὺς ἀποκαθαίροντες ἀγγελικῶς ἐν γῇ πολιτευώμεθα. Διὰ τοῦτο γὰρ αὐτὸς κατέβη πρὸς ἡμᾶς, ἐν οὐρανῷ μένων ὣς Θεός, ἵνα ἡμᾶς καὶ μένοντας ἐπὶ γῆς ἔτι πρὸς οὐρανὸν ἀναγάγῃ διὰ τῆς ἀγγελικῆς πολιτείας. Διὸ πάλιν φησὶν ὁ θεῖος Παῦλος, «ὅτι ἡμῶν τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς». ᾯ γένοιτο καὶ ἡμᾶς ἀκολουθοῦντας νῦν μὲν διὰ βίου θεοφιλοῦς, ἐν δὲ τῷ μέλλοντι διὰ τῆς ἐποψίας τῶν ἐπηγγελμένων ἀπορρήτων καὶ αἰωνίων ἀγαθῶν συνεῖναι καὶ συνδιαιωνίζειν σὺν ἁγίοις ἀγγέλοις καὶ ἀνθρώποις δοξάζοντας αὐτὸν μετὰ τοῦ Πατρὸς καὶ Πνεύματος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀπεράντους αἰῶνας.

Ἀμήν.