Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ομιλίες ΜΓ΄–ΞΓ΄

Γρηγόριος Παλαμᾶς

Ομιλία ΝΕ΄: Στην Κυριακή των Προπατόρων

Η εκλογή των δικαίων έναντι της σαρκικής συγγένειας, η εμπιστοσύνη στη θεία πρόνοια και η κλήση των εθνών στο μεγάλο δείπνο της βασιλείας του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 13 από 21

ΕΚΦΩΝΗΘΕΙΣΑ Τῌ ΚΥΡΙΑΚῌ ΤΩΝ ΠΡΟΠΑΤΟΡΩΝ Ἐν ᾗ καὶ πρὸς τοὺς ρᾳθύμως ἔχοντας πρὸς τὴν ἀκρόασιν τῆς διδασκαλίας διὰ τὴν τοῦ καιροῦ δυσχέρειαν καὶ τὴν ἔνδειαν τῶν σωματικῶν πραγμάτων Τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ σαρκωθέντος δι’ ἡμᾶς ἐκ Παρθένου καὶ διὰ τῆς ἐν σαρκὶ πολιτείας αὐτοῦ τὸν διὰ Μωσέως δεδομένον νόμον τελέσαντος καὶ τὸν νόμον τῆς χάριτος τελειώσαντος καὶ πρὸς τὴν καθ’ ἡμᾶς Ἐκκλησίαν τὸν παλαιὸν ἐκεῖνον νόμον μετασκευάσαντος, τὸ τῶν Ἑβραίων ἐκβάλλεται γένος τῆς ἱερᾶς Ἐκκλησίας ἀντεισαγόμεθα δὲ ἡμεῖς, ἡ ἀπὸ τῶν ἐθνῶν ἐκλογή, οὓς ἑαυτῷ καὶ τῷ Πατρὶ συνίστησιν ὁ Κύριος, εἰς υἱῶν τούτους καὶ ἀδελφῶν γνησιότητα, πρὸς δὲ καὶ γονέων οἰκείων (ὢ τῆς ἀφάτου φιλανθρωπίας) εἰσποιησάμενος. «Ὁ γὰρ ποιῶν», φησί, «τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, οὗτος καὶ ἀδελφός μου καὶ ἀδελφή μου καὶ μήτηρ μού ἐστιν».

Ἑορτάζομεν δὲ ὅμως ἐπ’ ἐκκλησίας σήμερον τοὺς προπάτορας, ὧν οἱ πλείους Ἑβραῖοι τὸ γένος ἦσαν, τίνος ἕνεκεν; Ἵνα μάθωσι πάντες, ὡς οὐκ ἀδίκως οὐδὲ ἀλόγως οὐδὲ ἀναξίως Θεοῦ τοῦ ταῦτα ποιοῦντος καὶ μετασκευάζοντος Ἰουδαῖοι μὲν ἐκκήρυκτοι, τὰ δὲ ἔθνη υἱοποίητα γέγονεν, ἀλλ’, ὥσπερ ἐν τοῖς κεκλημένοις ἔθνεσιν οἱ ὑπακούοντες μόνοι τῇ θείᾳ συγγενείᾳ συγκαταλέγονται, οὕτω καὶ τὸ τοῦ Ἰσραὴλ γένος καὶ οἱ ἐξ Ἀδὰμ μέχρι τούτου τοῦ γένους, καὶ πλῆθός εἰσι πολύ, ἀλλ’ οἱ ἐν αὐτοῖς κατὰ τὸ θέλημα τοῦ Θεοῦ ζήσαντες, οὗτοι μόνοι ἀληθεῖς εἰσιν Ἰσραηλῖται, ὧν αἱ προρρήσεις καὶ δι’ ὧν αἱ προτυπώσεις καὶ πρὸς οὓς αἱ ἐπαγγελίαι· καὶ οὗτοι μόνοι πατέρες ἀληθεῖς καὶ προπάτορες πρῶτον μὲν τῆς ἐν παρθενίᾳ τεκούσης κατὰ σάρκα Χριστὸν τὸν ἐπὶ πάντων Θεόν, ἔπειτα καὶ ἡμῶν δι’ αὐτοῦ. Οἵτινες πατέρες καὶ προπάτορες οὐδὲ ἐξεβλήθησαν τῆς τοῦ Χριστοῦ Ἐκκλησίας· ἑορτάζονται γὰρ παρρησίᾳ παρ’ ἡμῶν σήμερον ὡς μέρος ὄντες τοῦ τῶν ἁγίων πληρώματος. «

Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὐκ ἔστιν οὐ παλαιός, οὐ νέος, οὐχ Ἕλλην, οὐκ Ἰουδαῖος, Βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος· ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός», καὶ οὐχ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖος, οὐδὲ ἡ ἐν τῷ φανερῷ περιτομή, ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος καὶ ἡ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι· ἣν πάντες ἔχουσι καὶ δι’ ἣν πάντες ἕν εἰσι, παλαιοί τε καὶ νέοι, ὅσοι τῷ Θεῷ εὐηρέστησαν, καὶ οἱ πρὸ τοῦ νόμου καὶ οἱ ἐν τῷ νόμῳ καὶ οἱ μετὰ νόμον, ἐν τῷ τῆς χάριτος εὐαγγελίῳ θεαρέστως πολιτευσάμενοι.

Ὥστε εἴ τις ἀπ’ ἀρχῆς εἰς τέλος συνετῶς ἴδοι τὴν τοῦ Θεοῦ περὶ τὸ ἀνθρώπινον γένος οἰκονομίαν, σύμφωνον ὄψεται καὶ ἀκόλουθον ἑαυτῇ· ὥσπερ γὰρ νῦν ἡ μὲν ἐκ παντὸς ἔθνους ἐκλογὴ μετονομάζεται μόνον, τὸ δὲ ἀχρεῖον ἐκβάλλεται, ἀλλὰ καὶ «πολλοὶ μὲν κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί», καθάπερ καὶ ὁ Κύριος εἶπεν, οὕτω καὶ ἐπὶ τῶν ἀρχαίων ἐκείνων τῷ χρόνῳ καὶ τοῦ μετ’ αὐτοὺς τῶν Ἰουδαίων γένους, καὶ ἀπ’ αὐτῶν τῶν μετωνομασμένων ἡ ἐκλογὴ προσλαμβάνεται μόνη, τὸ δὲ ἀχρεῖον καὶ ἐν ἐκείνοις πλῆθος ἐκβάλλεται· τῶν γὰρ ἀπὸ τοῦ Σὴθ υἱῶν Θεοῦ κληθέντων οἱ ταῖς θυγατράσι τῶν ἀνθρώπων ἐπιμανέντες, κατὰ τὸ γεγραμμένον, ἀπεκηρύχθησαν. Ἀχρεῖον δὲ πλῆθος καὶ ἐν τοῖς Ἰουδαίοις οὐχ οἱ ἐν ἐκείνοις προσήλυτοι, ἀλλὰ κἂν αὐτόχθων τις ᾖ, κἂν αὐτοῦ τοῦ Ἰακὼβ τοῦ καὶ πρώτου κληθέντος Ἰσραὴλ κατὰ σάρκα γνήσιος παῖς, παρήκοος δὲ ὡς Ἠσαῦ· κἀν αὐτοῦ τοῦ πρώτου βασιλεύσαντος μετὰ Σαοὺλ ἐν αὐτοῖς προφήτου καὶ βασιλέως Δαβίδ, πατραλοίας δὲ ὡς ὁ Ἀβεσσαλώμ, ἀλλότριός ἐστι τοῦ γένους τοῦ ἱεροῦ.

Οὕτω δὴ καὶ ἐν ἡμῖν πάλιν οὐχ οἱ ἀπὸ Χριστοῦ καλούμενοι πάντες, ὥσπερ κἀκεῖνοι ἀπὸ τοῦ Ἰσραήλ, ἐναριθμοῦνται τῇ κατὰ Χριστὸν γενεᾷ, ἀλλ’ οἱ κατὰ τὸ θέλημα ἐκείνου ζῶντες καὶ τὰς ἐντολὰς αὐτοῦ ποιοῦντες καὶ τὸ λεῖπον διὰ μετανοίας ἀναπληροῦντες.

Ἰούδας ὁ Ἰσκαριώτης οὐ τῶν κλητῶν μόνον ἦν, ἀλλὰ καὶ τῶν Ἀποστόλων, καὶ οὐ τῶν Ἀποστόλων ἁπλῶς, ἀλλὰ καὶ τοῦ χοροῦ τῶν δώδεκα, τῶν κορυφαίων αὐτῶν· ἀπηλλοτριωμένος δὲ ἦν τῆς πρὸς Χριστὸν συγγενείας καὶ τοῦ ἀπὸ ταύτης ὀνόματος πάντων ἀλλοτριώτατος γέγονε. Διὰ τί; Ὅτι οὐ πρὸς τὴν κηρυττομένην τῶν οὐρανῶν ἔσπευδε βασιλείαν, οὐδὲ πρὸς τὰ ἐξαίσια ἔργα καὶ τὴν διδασκαλίαν ἔβλεπε τοῦ Σωτῆρος· τὰ μὲν γὰρ σημεῖα καὶ τὰ ἔργα τοῦ Θεοῦ κατανοούμενα πρὸς πίστιν ἐνάγει τοὺς ποθοῦντας τὴν τούτων εἴδησιν, ἡ δὲ τῆς ἱερᾶς διδασκαλίας ἀκρόασις μετὰ τῆς ἐν Θεῷ ἀληθείας καὶ τὸν θεάρεστον ὑποδείκνυσι βίον, παρ’ ὧν ἀμφοτέρων τῶν σωματικῶν καὶ γηίνων περιφρονοῦντες πρὸς τὴν ἐν οὐρανοῖς ἀποκειμένην ἐλπίδα τὴν ἡμετέραν διάνοιαν ἀνατείνομεν.

Ἐκεῖνος δὲ οὐ τούτων ἐπιθυμητὴς ἦν, ἀλλὰ πρὸς τὴν γῆν ἔβλεπε καὶ τὴν κλοπὴν καὶ τὰ γήϊνα καὶ βδελυρὰ κέρδη καὶ τὴν ἐκ τούτων αὐτῷ γενήσεσθαι προσδοκωμένην τῆς σαρκὸς ὠφέλειαν, καὶ τούτων ἦν ἐραστὴς τῶν ἀπηγορευμένων παρὰ τοῦ Πατρὸς καὶ δεσπότου πάντων καὶ διδασκάλου πολλάκις καὶ διὰ πολλῶν. Οὐ τοῦ Χριστοῦ οὖν οὐδὲ τῶν τότε συναποστόλων, ἀλλ’ ἐκείνων συγγενὴς ἦν, πρὸς οὓς ὁ Κύριος ἔλεγε, «ζητεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ’ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε»· ὡς γὰρ ἐκεῖνοι καὶ τὰ σημεῖα ἰδόντες καὶ τῶν ἄρτων φαγόντες καὶ τῶν λόγων ἀκούσαντες τοῦ δι’ ἡμᾶς ἐνανθρωπήσαντος ἐνυποστάτου Λόγου, πρὸς τὸν Πιλάτον ἐβόων ὕστερον, «ἆρον, ἆρον, σταύρωσον αὐτόν», οὕτω δὴ καὶ οὗτος ὀφθαλμοῖς ἰδὼν καὶ μᾶλλον τῶν ἄλλων ἐν πείρᾳ γεγονὼς τῆς τοῦ Κυρίου μεγαλειότητος καὶ θεότητος, ὕστερον τοῖς κατ’ αὐτοῦ φονῶσι τοῦτον προέδωκεν. Ὁ δὲ ὑπέμεινεν (ὢ τῆς ἀνεικάστου μακροθυμίας!) «μέχρι θανάτου, θανάτου δὲ σταυροῦ», πρὸς τοῖς κατὰ τοῦ ἀρχεκάκου τροπαίοις καὶ ἡμᾶς ἐνάγων πρὸς ὑπομονήν, καὶ τοὺς πειρασμοὺς καὶ τὰς θλίψεις λυσιτελοῦντας ἡμῖν δεικνύς. «Ἐν γὰρ θλίψει ἐμνήσθημέν σου», φησί, καὶ «παιδείαν Κυρίου ὑποίσω», καὶ «ἡ παιδεία σου, Κύριε, ἀνώρθωσέ με», τουτέστι συγκύπτοντα πρὸς τὸ σῶμα καὶ τὰς κατὰ σῶμα φροντίδας ἀνήγειρε καὶ πρὸς σὲ βλέπειν μόνον ἀνέπεισε.

Σὺ δὲ εἰ μὴ ἐν καιρῷ θλίψεων προστρέχεις Θεῷ, εἰ μὴ τῇ τούτου παιδείᾳ ἐπανορθῇ, τίς ποτε καιρός, τί τῶν ὄντων ἢ γινομένων συντελέσει πρὸς ἐπανόρθωσιν; Ἀλλὰ χρῄζει καὶ τὸ σῶμα τῆς σωματικῆς τροφῆς καὶ τῶν ἄλλων ἐπιτηδείων, εἴποι τις ἄν. Μάλιστα· πῶς γὰρ οὔ; Ἂν μὲν οὖν εὐπορῇς τούτων παρὰ Θεοῦ πάντως λαβών («τί» γάρ, φησίν, «ἔχεις ὃ οὐκ ἔλαβες;»), εὐχαρίστησον τῷ δεδωκότι, δὸς αὐτῷ δι’ ἔργων τὴν εὐχαριστίαν· ὡς αὐτὸς ἐπήκουσέ σου τῷ θελήματι καὶ πεπλήρωκέ σου τὴν ἐπιθυμίαν, οὕτω καὶ σὺ πρόσελθε καὶ ἄκουσον καὶ κατάμαθε τὸ ἐκείνου θέλημα, καὶ ὑπάκουσον καὶ ποίησον, ἵνα καὶ ὡς φρόνιμος ἐπαινεθῇς («ὁ γὰρ ἀκούων μου», φησί, «τοὺς λόγους καὶ ποιῶν αὐτοὺς ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ»), καὶ εἰς τὸ ἑξῆς οὐκ ἐπὶ τῶν παρερχομένων καὶ γηίνων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν μελλόντων καὶ μενόντων καὶ οὐρανίων ἔχῃς τοῦτον εὐεργέτην δαψιλῆ· «εὖ» γάρ, φησί, «δοῦλε ἀγαθὲ καὶ πιστέ· ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σὲ καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου». Εἰ δ’ οὐκ εὐπορεῖς νῦν τῆς κατὰ σῶμα χρείας ἢ φοβῇ προσδοκωμένην ἀπορίαν, πάλιν αὐτῷ πρόσελθε, πάλιν αὐτὸν αἴτησαι, πάλιν αὐτῷ ὑπάκουσον· «ὑποτάγηθι» γάρ, φησί, «τῷ Κυρίῳ, καὶ ἱκέτευσον αὐτόν».

Πάλιν οὖν αὐτοῦ δοῦλος ἀγαθὸς διὰ τῶν ἔργων φάνηθι· αὐτὸς γάρ ἐστι κατὰ τὸ ψαλμικόν, «ὁ διδοὺς τροφὴν ἐν εὐκαιρίᾳ· ὁ ἀνοίγων τὴν χεῖρα αὐτοῦ καὶ ἐμπιπλῶν πᾶν ζῶον εὐδοκίας»· ὁ εἰπών, «οὐ μή σου ἀνῶ οὐδ’ οὐ μή σε ἐγκαταλίπω», ὁ λέγων, «οἱ δουλεύοντές μοι φάγονται», πρὸς δὲ τοὺς μὴ δουλεύοντας αὐτῷ, «ὑμεῖς δὲ πεινάσετε».

Τί τῶν ἀλόγων ζώων τὸ μὲν ἐπιβλαβές σοι μιμῇ, τὸ νεύειν πρὸς τὴν γαστέρα καὶ τῶν γηίνων μὴ ἀνανεύειν, καίτοι πλασθεὶς ὄρθιος, ἵνα τὰ ἄνω φρονῇς, τὰ ἄνω ζητῇς; Τί κατὰ τὴν συγκύπτουσαν ἐκείνην, ἣν ἔδησεν ὁ Σατανᾶς δέκα καὶ ὀκτὼ ἔτη, δεδεμένος καὶ αὐτὸς εἶναι θέλεις, καίτοι τοῦ Λόγου τούτου τῆς ζωῆς τοῦ κἀκείνην λύσαντος εὐχερῶς λύειν σε καὶ βουλομένου καὶ δυναμένου, μόνον εἰ προστρέχεις καὶ ἀκούεις αὐτοῦ καὶ ὑπακούσεις, ἀλλὰ μὴ βύεις τὰ ὦτα καὶ ἀποπηδᾷς καὶ ἀνταίρεις;

Τί τοίνυν τὸ μὲν ἐπιβλαβές σοι τῶν ἀλόγων ζώων μιμῇ, τὸ δὲ ἐπωφελὲς οὐ μιμῇ; Ἄκουσον τοῦ προφήτου λέγοντος, ὅτι καὶ οἱ σκύμνοι τῶν λεόντων δεόμενοι τροφῆς ὠρύονται καὶ ζητοῦσι παρὰ τοῦ Θεοῦ καὶ λαμβάνουσι πρὸς ἁρπαγήν. «Σκύμνοι» γάρ, φησίν, «ὠρυόμενοι τοῦ ἁρπάσαι καὶ ζητῆσαι παρὰ τοῦ Θεοῦ βρῶσιν αὐτοῖς»· σκύμνους δὲ λεόντων εἰπών, ἐκ τούτων καὶ περὶ τῶν ἄλλων πάντων ζώων τοῖς νοῦν ἔχουσιν ἐκ περιουσίας ἀφῆκε συλλογίζεσθαι· εἰ γὰρ λέων τὸ τῶν θηρίων βορώτατον καὶ ἁρπακτικώτατον καὶ ρωμαλεώτατον πρὸς θηρίων τοῦ Θεοῦ μὴ διδόντος εὐπορίαν οὐκ ἔχει πρὸς τὴν ἁρπαγήν, τί περὶ τῶν ἄλλων ζώων ἐροῦμεν; Τοῦτο καὶ ὁ Χριστὸς ἐκ τῶν πτηνῶν ἐν τῷ εὐαγγελίῳ παρίστησιν, «ἴδετε», λέγων, «τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ Πατὴρ ἡμῶν ὁ οὐράνιος τρέφει αὐτά». Τί λέγω τὰ χερσαῖα ζῶα, τὰ ἐναέρια, τὰ ἐνάλια, τὰ ἀμφίβια; «Εἰ γὰρ καὶ αὐτόν», φησί, «τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα, καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, μὴ κοπιῶντα μηδὲ νήθοντα, ὁ Θεὸς οὕτω τρέφει καὶ κοσμίως καὶ εὐπρεπῶς ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι;».

Ἀδελφοί, «ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ», καὶ οὐ μόνον τῆς ἀδιαδόχου ταύτης βασιλείας τοῦ Θεοῦ εἰς αἰῶνας κληρονόμοι ἔσεσθε διὰ τῆς αὐτοῦ χάριτος· δικαιωθέντες, ἀλλὰ καὶ «τὰ παρόντα προστεθήσεται ὑμῖν». Εἰ δὲ μὴ τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ προηγουμένως ζητεῖτε, ἀλλὰ τὰ τὸ ρευστὸν τοῦτο σῶμα τρέφοντα καὶ θάλποντα μόνον, οὐδὲ αὐτὰ λήψεσθε, εἰ μὴ ἄρα εἰς μείζω κάκωσιν καὶ αὐτοῦ τοῦ σώματος καὶ καταδίκην καὶ ζημίαν τῆς ψυχῆς αἰώνιον.

Καὶ τοῦτ’ ἔδειξεν ὁ παρὰ τοῦ Ἀβραὰμ ἀκούσας, ὅτι «ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου». Ἐζήτησαν δέ ποτε καὶ τὸ ἰουδαϊκὸν γένος κρέα φαγεῖν ἐν τῇ ἐρήμῳ· καὶ ἔδωκεν αὐτοῖς ὁ Θεὸς ὀρτυγομήτρας οὐκ εὐαρίθμητον πλῆθος· «καὶ ἔφαγον καὶ ἐνεπλήσθησαν σφόδρα, καὶ τὴν ἐπιθυμίαν αὐτῶν ἤνεγκεν αὐτοῖς»· «ἀλλ’ ἔτι», φησί, «τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν, ὀργὴ τοῦ Θεοῦ ἀνέβη ἐπ’ αὐτούς, καὶ ἀπέκτεινεν ἐν τοῖς πλείοσιν αὐτῶν, καὶ τοὺς ἐκλεκτοὺς τοῦ Ἰσραὴλ συνεπόδισε».

Διὰ τί ἐν τοῖς πλείοσι, τουτέστι πολλοὺς ἀπὸ τοῦ πλήθους ἀπέκτεινεν ἡ τοῦ Θεοῦ ὀργή; Ἐπειδή περ ἀδεῶς κατεγόγγυζον καὶ κατελάλουν Θεοῦ καὶ Μωσέως τοῦ κατὰ Θεὸν τούτων προεστῶτος. Διὰ τί δὲ καὶ τοὺς ἐκλεκτοὺς τοῦ Ἰσραὴλ συνεπόδισεν;

Ὅτι οὐκ ἀνεχαίτιζον τὸ πλῆθος ἐκ τῆς πρὸς τὸ χεῖρον ροπῆς. Τοιοῦτοί εἰσιν οἱ ἐξωθούμενοι τῆς ἱερᾶς Ἐκκλησίας καὶ τῆς τοῦ Θεοῦ βασιλείας, κἂν τοῦ παλαιοῦ ὦσι κἂν τοῦ νέου λαοῦ τοῦ Ἰσραήλ, ὃ καὶ ὁ Κύριος ἐν τοῖς εὐαγγελίοις δείκνυσι λέγων, «ἐλεύσονται ἀπὸ τῶν ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται ἔξω εἰς τὸ σκότος τὸ ἐξώτερον».

Τίνες οὖν οἱ υἱοὶ τῆς βασιλείας οἱ εἰς τὸ σκότος ἐκβαλλόμενοι; Οἱ τὴν μὲν ὁμολογίαν ἔχοντες τῆς πίστεως, τοῖς δὲ ἔργοις τὸν Θεὸν ἀρνούμενοι, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι. Τίνες οἱ συνανακλινόμενοι μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; Οἱ μετὰ πίστεως εἰλικρινοῦς καὶ τῷ νόμῳ καὶ τῇ διδασκαλίᾳ τοῦ Πνεύματος στοιχοῦντες, καὶ δι’ ἔργων τὴν πίστιν ἐπιδεικνύμενοι.

Μεθ’ ὧν εἴ τις ἐθέλει συντετάχθαι καὶ τοῦ ἐξωτέρου σκότους ἀπαλλαγῆναι καὶ τοῦ ἀνεσπέρου φωτὸς τῆς τοῦ Θεοῦ βασιλείας ἀξιωθῆναι καὶ συνδιαιωνίζειν τοῖς ἁγίοις ἐν οὐρανοῖς ἀναπαυομένοις, ἀπεκδυσάσθω μὲν τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον ἐν ταῖς ἐπιθυμίαις τῆς ἀπάτης, αἵτινές εἰσι μέθη, πορνεία, μοιχεία, ἀκαθαρσία, πλεονεξία, φιλαργυρία, μῖσος, ὀργή, καταλαλιὰ καὶ πᾶν πάθος πονηρόν· ἐνδυσάσθω δὲ δι’ ἔργων τὸν νέον ἄνθρωπον τὸν ἀνακαινούμενον κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν, ἐν ᾧ ἀγάπη, φιλαδελφία, καθαρότης, ἐγκράτεια καὶ πᾶν εἶδος ἀρετῆς, δι’ ὧν ἐνοικίζεται Χριστὸς ἐν ἡμῖν εἰρηνοποιῶν ἑαυτῷ καὶ ἀλλήλοις εἰς δόξαν ἑαυτοῦ καὶ τοῦ ἀνάρχου αὐτοῦ Πατρὸς καὶ τοῦ συναϊδίου καὶ ζωοποιοῦ Πνεύματος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.