Ἔργον
Γρηγόριος Παλαμᾶς – Ομιλίες ΜΓ΄–ΞΓ΄
Ομιλία ΜΕ΄: Στη Β΄ Κυριακή του Λουκά
Ανάλυση του ευαγγελικού κανόνα της αγάπης, η καταδίκη της φιλαργυρίας και της τοκογλυφίας, και η προτροπή για ελεημοσύνη και ευεργεσία προς τους εχθρούς.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ομιλία ΜΕ΄: Στη Β΄ Κυριακή του Λουκά
Ανάλυση του ευαγγελικού κανόνα της αγάπης, η καταδίκη της φιλαργυρίας και της τοκογλυφίας, και η προτροπή για ελεημοσύνη και ευεργεσία προς τους εχθρούς.
ΕΙΣ ΤΟ ΤΗΣ ΔΕΥΤΕΡΑΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΛΟΥΚΑ ΕΥΑΓΓΕΛΙΟΝ ΤΟ ΛΕΓΟΝ «ΚΑΘΩΣ ΘΕΛΕΤΕ ΙΝΑ ΠΟΙΩΣΙΝ ΥΜΙΝ ΟΙ ΑΝΘΡΩΠΟΙ, ΚΑΙ ΥΜΕΙΣ ΠΟΙΕΙΤΕ ΑΥΤΟΙΣ» Ἐν ἧ καὶ κατὰ τοκιζόντων «Ὁ πλάσας κατὰ μόνας τὰς καρδίας ἡμῶν, ὁ συνιεὶς ἐπὶ πάντα τὰ ἔργα ἡμῶν», διὰ σαρκὸς ἡμῖν ἐπιφανεὶς καὶ διδάσκαλος ἡμῶν γενέσθαι καταξιώσας, ἐκεῖνα παρ’ ἡμῶν ζητεῖ νῦν ἀναπλάττων παραφθαρέντα, ἅπερ τὴν ἀρχὴν πλάττων ἐνέθηκε ταῖς ἡμετέραις ψυχαῖς· τῇ γὰρ μελλούσῃ διδασκαλίᾳ καταλλήλως ἔπλασε τὴν ἀρχὴν καὶ τῇ ἐξ ἀρχῆς πλάσει κατάλληλον τὴν διδασκαλίαν ἀποδίδωσιν ὕστερον, οὐδὲν ἄλλο πράττων ἢ ἐζοφωμένην τῇ προσλήψει τῆς ἁμαρτίας τὴν καλλονὴν ἀνακαθαίρων τοῦ πλάσματος. Καὶ τοῦτο δείκνυσι μάλιστα πάντων ἡ σήμερον ἀναγινωσκομένη καὶ παρ’ ἡμῶν πρὸς διασάφησιν προτιθεμένη τοῦ Εὐαγγελίου φωνή· «Καθὼς γὰρ θέλετε», φησίν, «ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως». Καλῶς Ἠσαΐας προεῖπεν ὁ προφήτης, ὅτι «λόγον συντετμημένον δώσει Κύριος ἐπὶ τῆς γῆς». Ἑνὶ γὰρ τούτῳ καὶ βραχεῖ λόγῳ πᾶσαν ἀρετήν, πᾶσαν ἐντολήν, πᾶσαν ἀγαθὴν καὶ πρᾶξιν μικροῦ καὶ γνώμην συμπεριέλαβε.
Διὸ καὶ κατὰ τὸν Εὐαγελιστὴν Ματθαῖον τοῦτο προθεὶς ὁ Κύριος ἐπήνεγκεν, «οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται». Ἀλλαχοῦ μὲν γὰρ συγκεφαλαιούμενος ἐν δυσὶν εἶπεν ἐντολαῖς, τῇ τε πρὸς τὸν Θεὸν καὶ τῇ πρὸς τὸν πλησίον ἀγάπῃ, πάντα τε τὸν νόμον καὶ τοὺς προφήτας κρέμασθαι· νῦν δὲ συνῆξε τὸ πᾶν εἰς ἕν, καὶ μὴ μόνον τὴν ἐν νόμῳ καὶ προφήταις δικαιοσύνην, ἀλλὰ καὶ πᾶσαν ἁπλῶς τὴν ἐν πᾶσιν ἀνθρώποις ἀγαθοεργίαν συμπεριέλαβεν, ἅτε νῦν οὐχ ἑνὶ γένει μόνον, ἀλλὰ πάσῃ τῇ οἰκουμένῃ νομοθετῶν, μᾶλλον δὲ τοῖς ἐκ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανὸν διὰ πίστεως προσγενομένοις αὐτῷ.
Οὐ συμπεριέλαβε δὲ μόνον, ἀλλὰ καὶ ἔμφυτον ἡμῖν ἑκάστην τῶν ὑπ’ αὐτοῦ δεδομένων ἐντολῶν ὑπάρχουσαν ἔδειξε. Τοῦτο γάρ ἐστι, περὶ οὗ καὶ Ἰάκωβος ὁ ἀδελφόθεος παραγγέλλει πρὸς ἡμᾶς λέγων, «ἀποθέμενοι πᾶσαν ρυπαρίαν καὶ περισσείαν κακίας, ἐν πραΰτητι δέξασθε τὸν ἔμφυτον λόγον, τὸν δυνάμενον σῶσαι τὰς ψυχὰς ὑμῶν». Τοῦτο δὲ καὶ διὰ τοῦ προφήτου Ἰερεμίου ὁ Θεὸς προανεφώνησε, «διαθήσομαι», λέγων, «αὐτοῖς διαθήκην καινήν, διδοὺς νόμους μου εἰς διάνοιαν αὐτῶν»· τὸ γὰρ γνωμικῶς θέλειν, διανοίας ἐστίν. Ἐν ᾧ νῦν ὁ Κύριος ἀνάγραπτα δείξας πάντα τὰ εὐαγγελικὰ παραγγέλματα, προστάττει καὶ νομοθετεῖ κατ’ αὐτὰ πολιτεύεσθαι· τῇ γὰρ ἡμῶν φύσει τὴν τοῦ πρακτέου γνῶσιν ἐνέθηκε, φιλάγαθός τε καὶ φιλάνθρωπος ὤν.
Οὐκ ἔμφυτον δὲ μόνον εὐαγγελικὴν πᾶσαν ἐντολὴν διὰ τῆς κεφαλαιώδους ταύτης παραινέσεως ὁ Κύριος ἔδειξεν, εἰπών, «καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως», ἀλλὰ καὶ δικαίαν καὶ εὔκολον καὶ συμφέρουσαν, εὔληπτόν τε τοῖς πᾶσι καὶ γνωστικὴν οἴκοθεν. Τί γάρ; Οὐκ οἶδας ὅτι τὸ ὀργίζεσθαι καὶ λοιδορεῖν τὸν ἀδελφόν, καὶ ταῦτα εἰκῇ, κακόν; Καὶ πῶς ὀργὴν αὐτὸς ὑποστῆναι παρ’ ἐκείνου καὶ λοιδορίαν οὐ βούλει, καὶ οὐδὲ μετὰ σκέψεως πρὸς ταύτην ἔρχῃ τὴν δόξαν, ἀλλ’ εὐθὺς δυσανασχετεῖς πρὸς τὴν κατὰ σοῦ κινουμένην ὀργήν τε καὶ λοιδορίαν, καὶ παντὶ τρόπῳ φεύγεις αὐτὴν οὐ καταδεχόμενος, ὡς κακὴν πάντως, ὡς ἄθεσμον, ὡς ἀσύμφορον; Οὕτω τὴν πρὸς τὴν σὴν σύνευνον ἐμπαθῆ παρ’ ἑτέρου καὶ περίεργον θέαν· οὕτω μὴ τὸ κατὰ σοῦ μόνον, ἀλλὰ καὶ τὸ πρὸς σὲ περὶ ὁτουδήποτε λεγόμενον ψεῦδος· καὶ ἁπλῶς ἐπὶ πάντων τῶν ὑπὸ τῆς εὐαγγελικῆς ἐντολῆς ἀπηγορευμένων οὕτω διακείμεθα. Τί δεῖ λέγειν περὶ τῶν ὑπὸ τοῦ παλαιοῦ νόμου προαπηγορευμένων τῆς ἁμαρτίας τελῶν, τοῦ φόνου, τῆς μοιχείας, τῆς ἐπιορκίας, τῆς ἀδικίας, καὶ τῶν τοιούτων; ἔτι δὲ τῶν ἀντιθέτων ἀρετῶν τούτοις, καὶ ὡς ἀρεσκόμεθα τοῖς αὐταῖς χρωμένοις ὑπὲρ ἡμῶν; Ὁρᾷς, ὅτι καὶ γινώσκεις παρὰ σεαυτῷ τῶν ἐντολῶν ἑκάστην, καὶ δικαίαν εἶναι καὶ συμφέρουσαν κρίνεις; οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ρᾳδίαν;
Οὐδὲ γὰρ ἂν μέμψεως ἡγοῦ πολλῆς ἄξιον τὸν κατὰ σοῦ θυμούμενον ἢ ψευδόμενον ἢ ἄλλως ἐπιβουλεύοντα, εἴπερ δυσάνυστον ἢ ἀδύνατον ὑπελάμβανες ἑκάστου τούτων ἐκεῖνον ἀπέχειν.
Μὴ τοίνυν, ὅταν μὲν σὺ παρ’ ἑτέρου πάσχῃς κακῶς, ὑβριζόμενος ἢ ἀπατώμενος ἢ ζημιούμενος, οὕτω δικάζῃ καλῶς, ὅταν δὲ αὐτὸς τὸν πλησίον ὑβρίζῃς καὶ ἀδικῇς καὶ ἐπιχειρῇς ἀπατᾶν, δικάζεις μὴ τὴν αὐτὴν ψῆφον ἐξάγων ἐπὶ τοῖς αὐτοῖς πράγμασιν· ἀλλ’ ἀπαραλόγιστος ὑπάρχων κριτής, ἃ μὲν μὴ θέλεις παρ’ ἑτέρου πάσχειν ὡς κακὰ πάντως μηδὲ αὐτὸς τὸν ἕτερον ποίει, ἃ δὲ ποθεῖς ἀγαθὰ παρ’ ἑτέρου σοι γίνεσθαι, ταῦτα καὶ παρὰ σοῦ πρὸς ἐκεῖνον γινέσθω.
Αἰτεῖς τι παρά τινος ἐπικουρίαν τυχὸν ἢ χρείαν ἑτέραν τινά, καὶ βούλει πάντως λαβεῖν, τοῦτο καλὸν ἡγούμενος; πῶς γὰρ οὔ; Ὅταν οὖν ἄλλοις τις αἰτῇ παρὰ σοῦ, σπεῦσον σεαυτῷ φανῆναι ὁμόλογος, καὶ καλὸν ἡγεῖσθαι καὶ εἰς ἔργον ἄγειν τὸ κἀκεῖνον λαβεῖν παρὰ σοῦ. Ἀλλ’ αἰτεῖ παρὰ σοῦ τι πλέον ἐκεῖνος ὧν ἔχεις; Δεῖξον ἐξ ὧν ἔχεις, ὡς εἰ καὶ πλείω ἐκέκτησο, παρεῖχες ἄν· «εἰ γὰρ τὸ θέλειν παράκειται», φησὶν ὁ Παῦλος, «ἐξ ὧν ἔχει τις εὐπρόσδεκτος, οὐκ ἐξ ὧν οὐκ ἔχει». Ἀγαπᾶσθαι βούλει παρὰ πάντων, συγγνώμης ἀξιοῦσθαι, καὶ τὸ κατακρίνεσθαι βαρὺ καὶ δυσφόρητον ἡγῇ, καὶ ταῦτα βραχύ τι πταίσας; Ἀγάπα δὴ καὶ αὐτὸς τοὺς πάντας, συγγνωμονικὸς ἴσθι, τοῦ κατακρίνειν ἀπόσχου, ἐν ἑκάστῳ τῶν ἀνθρώπων οἱονεὶ σεαυτὸν βλέπων, καὶ οὕτω τὴν ψῆφον ἐξάγων καὶ οὕτω διατιθέμενος καὶ οὕτω πράττων. «Τοῦτο γάρ ἐστι θέλημα τοῦ Θεοῦ», φησὶ Πέτρος ὁ κορυφαῖος τῶν Ἀποστόλων, «ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν», τουτέστι τῶν ἐν ἡμῖν ἐχθραινόντων μάτην καὶ μὴ διδόναι βουλομένων ἑτέροις ἃ παρ’ ἑτέρων αὐτοὶ λαμβάνειν ἐφίενται.
Πῶς γὰρ οὐκ ἄφρων, ὃς ἐπὶ τῆς αὐτῆς φύσεως οὐ τὸ αὐτὸ θέλει, οὐδὲ τὴν αὐτὴν ἀποδίδωσι κρίσιν, καὶ ταῦτα φυσικῶς ἐνυπαρχουσῶν ἡμῖν τῆς κρίσεως ταύτης καὶ τῆς θελήσεως; Πρὸς γὰρ τὸ θέλειν ἀγαπᾶσθαι καὶ ἀγαθοποιεῖσθαι πρὸς πάντων, ὡς καὶ παρ’ ἑαυτῶν, αὐτοκίνητοι πεφύκαμεν ἅπαντες. Οὐκοῦν καὶ τὸ ἀγαθοποιεῖν ἐθέλειν καὶ πρὸς πάντας διακεῖσθαι καλῶς, ὡς καὶ πρὸς ἑαυτούς, ἔμφυτον ἡμῖν ἐστιν· ἐπεὶ καὶ κατ’ εἰκόνα τοῦ ἀγαθοῦ γεγόναμεν ἅπαντες, ἀλλ’ ἐπεισελθοῦσα ἡ ἁμαρτία καὶ πληθυνθεῖσα τὴν μὲν εἰς αὐτὸν ἑκάστου ἡμῶν ἀγάπην οὐκ ἔσβεσεν, ἅτε μηδὲν ἐναντιουμένην αὐτῇ, τὴν δὲ πρὸς ἀλλήλους ἀγάπην, ὡς κεφάλαιον τῶν ἀρετῶν οὖσαν, κατέψυξε καὶ ἠλλοίωσε καὶ ἠχρείωσεν. Ὅθεν ὁ ἀνακαινίζων ἡμῶν τὴν φύσιν καὶ πρὸς τὴν τῆς οἰκείας εἰκόνος χάριν ἀνακαλούμενος, διδοὺς τοὺς αὑτοῦ νόμους κατὰ τὸ προφητικὸν εἰς τὰς καρδίας ἡμῶν, «καθὼς θέλετε», φησίν, «ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως»· καὶ «εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοῦτο ποιοῦσι· καὶ ἐὰν δανείζητε παρ’ ὧν ἐλπίζετε ἀπολαβεῖν, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανείζουσιν, ἵνα ἀπολάβωσι τὰ ἴσα».
Τοὺς μὴ ἀπ’ αὐτοῦ καλουμένους καὶ τοὺς μὴ κατὰ τὸ Εὐαγγέλιον αὐτοῦ πολιτευομένους ἁμαρτωλοὺς ἐνταῦθά φησιν, ἑνὶ τούτους περιλαβὼν ὀνόματι, καὶ δεικνὺς ἐντεῦθεν, ὡς οὐδὲν ὄφελος Χριστιανοὺς καλεῖσθαι, ἂν μὴ τοῖς ἔργοις τῶν ἐθνῶν διαφέρωμεν.
Ὥσπερ γὰρ ὁ μέγας Παῦλος πρὸς τοὺς Ἰουδαίους ἔλεγεν, ὅτι «περιτομὴ ὠφελεῖ, ἐὰν νόμον πράττῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονε». Οὕτω νῦν ὁ Χριστὸς διὰ τοῦ Εὐαγγελίου πρὸς ἡμᾶς φησιν, ὅτι ὑμῖν τοῖς ἐμοῖς χάρις ἔσται παρ’ ἐμοί, ἐὰν τὰς ἐντολάς μου τηρῆτε, ἐὰν δὲ τὰ ἔργα τῶν ἁμαρτωλῶν ποιῆτε καὶ μηδὲν πλέον, ἀγαπῶντες τοὺς ἀγαπῶντας, καὶ ἀγαθοποιοῦντες τοὺς ἀγαθοποιοῦντας, οὐδεμίαν ἕξετε διὰ τοῦτο πρὸ ἐμὲ παρρησίαν. Οὐκ ἀποτρέπων δὲ τοὺς ἀγαπῶντας ἀγαπᾶν καὶ ἀγαθοποιεῖν τοὺς ἀγαθοποιοῦντας καὶ δανείζειν ἀφ’ ὧν ἐστιν ἀπολαβεῖν, τοιαῦτά φησιν· ἀλλ’ ἄμισθον εἶναι παρίστησι τούτων ἕκαστον, ὡς ἐνταῦθα τὴν ἀντίδοσιν ἔχον, καὶ μηδὲ μίαν φέρον τῇ ψυχῇ χάριν μηδὲ καθαῖρον αὐτὴν τῆς ἐντακείσης κηλίδος ὑπὸ τῆς ἁμαρτίας.
Κέρδος μὲν οὖν καὶ χάριν οὐδεμίαν τῇ ψυχῇ φέρει πρὸς ἀντίδοσιν αἰώνιον παρόντα, μὴ παρόντα δὲ πολλὴν ἐπάγει τὴν μέμψιν καὶ τὴν ζημίαν. Οἱ γὰρ μηδὲ τοὺς ἀγαπῶντας καὶ κηδομένους ἀνταγαπῶντες καὶ τελωνῶν καὶ ἁμαρτωλῶν εἰσι χείρους· οἱ δὲ καὶ τοῖς ἐναντίοις δι’ ἔργων ἢ λόγων ἀμειβόμενοι πόσῳ μᾶλλον; Τοιοῦτοι δέ εἰσι πάντως καὶ οἱ πρὸς πολιτάρχας ἀφηνιάζοντες, καὶ ταῦτα φροντίδας ἑκάστης ἡμέρας ὑφισταμένους ὑπὲρ αὐτῶν οὐ μετρίας, οἱ μὴ τὴν προσήκουσαν εὔνοιαν τοῖς ἐκ Θεοῦ βασιλεῦσιν ἀποδιδόντες, οἱ μὴ ταπεινούμενοι ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, ἀλλὰ ἀπειθοῦντες τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ καὶ κατὰ τῶν προστατῶν τῆς Ἐκκλησίας μάτην ἀγανακτοῦντες, καὶ ταῦτα σπευδόντων ὑπὲρ αὐτῶν καὶ πᾶν ἀγαθόν τε καὶ λυσιτελὲς αὐτοῖς καὶ θελόντων καὶ εὐχομένων καὶ πραττόντων ὁπόση δύναμις.
Ἀλλὰ καὶ οἱ μὴ δανείζειν ἐθέλοντες τοῖς ἀποδώσειν ὑπισχνουμένοις τὰ ἴσα καὶ κατὰ καιρόν, τόκους δὲ ἀπαιτοῦντες καὶ τούτους βαρεῖς, καὶ τούτων ἄνευ μηδὲ προφαίνεσθαι συγχωροῦντες τὸν κῆνσον καὶ τὸ ἀργύριον, ἄνομοι διατελοῦσι σχεδὸν καὶ τῶν ἁμαρτωλῶν χείρους, ὡς μήτε τῷ παλαιῷ νόμῳ μήτε τῇ νέᾳ Διαθήκῃ πειθόμενοι· ὧν ἡ μὲν παραινεῖ κἀκείνοις δανείζειν, ἀφ’ ὧν οὐκ ἔστιν ἐλπὶς ἀπολήψεσθαι τὸ δανεισθέν, ὁ δὲ παλαιὸς Νόμος «οὐκ ἐκτοκιεῖς», φησί, «τὸ ἀργύριόν σου», καὶ ἐν ἐπαίνῳ τίθεται «τὸν μὴ δόντα τὸ ἀργύριον ἐπὶ τόκῳ», καὶ φευκτέαν ἡγεῖσθαι τὴν πόλιν, ἧς ἐν ταῖς πλατείαις, τουτέστι πεπαρρησιασμένως, τόκος ἐνεργεῖται καὶ δόλος. Ὁρᾶτε ὡς οὐ τῆς ἑαυτοῦ ψυχῆς μόνον ὁ τοκογλύφος, ἀλλὰ καὶ τῆς πολιτείας προσαφαιρεῖται τὴν εὔκλειαν, ἀπανθρωπίας ἔγκλημα ταύτῃ προστρίβων καὶ κοινῇ πᾶσαν ἀδικῶν οὐ μετρίως;
Πολίτης γὰρ αὐτῆς ὢν καὶ παρ’ αὐτῆς ἅπερ ἔχει κτησάμενος, οὐχ ὑπὲρ αὐτῆς τούτοις χρῆται· τοῖς μὲν οὐκ ἔχουσιν οὐκ ἐθέλει δανείζειν, τοῖς δ’ ἔχουσιν, ὀλίγα δ’ ἔχουσιν, ἐπὶ τόκῳ δίδωσιν, ἵνα σὺν τῇ τέχνῃ καὶ τὸν ὀλίγον ὃν ἔχουσιν ἐκεῖνον προσαφέληται βίον. Διὸ τάχα καὶ ὁ δόλος τῷ τόκῳ παρὰ τοῦ προφήτου συνῆπται λέγοντος, «ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ, ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει, καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος».
Σπεύδει τοίνυν πλουτεῖν ὁ τοκίζων οὐ μᾶλλον χρήμασιν ἢ ἁμαρτήμασι, καὶ τὸν τοῦ δανειστοῦ βίον ἀπολλὺς καὶ τὴν οἰκείαν ψυχήν· γεννήματα γὰρ οἷον ἐχιδνῶν οἱ τόκοι διατελοῦσιν, ἐμφωλεύοντες τοῖς κόλποις τῶν φιλαργύρων, καὶ προδεικνύντες ὡς τοὺς ἐπὶ τοῦ μέλλοντος αἰῶνος ἠπειλημένους ἀκοιμήτους σκώληκας ἐκείνους οὐ διαφεύξονται. Ἂν δέ τις λέγοι τούτων, ὡς ἐπεὶ μὴ συγχωρεῖς μοι τόκους λαμβάνειν, καθέξω μοι παρ’ ἐμαυτῷ τὸ περιττεῦον ἀργύριον καὶ τοῖς δανείσασθαι χρῄζουσιν οὐ παρέξομαι, τὰς μητέρας ἴστω τῶν ἐχιδνῶν ἐν τοῖς κόλποις κατέχων, μητέρας ἐσομένας αὐτῷ καὶ τῶν ἀκοιμήτων ἐκείνων σκωλήκων.
Διὰ ταῦτα τοίνυν ὁ Κύριος ἐκ περιουσίας τῶν τοιούτων ἡμᾶς ἀπάγων κακῶν ἀγαπᾶν καὶ ἀγαθοποιεῖν παραγγέλλει καὶ τοὺς ἐχθρούς, καὶ δανείζειν τοῖς μὴ ἔχουσιν ἀποδοῦναι μηδὲν ἀπελπίζοντας· «ἔσται» γάρ, φησίν, «ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ Ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς.» Μὴ γὰρ ὅτι, φησίν, ἀγαθοποιεῖς τοὺς κακοποιοῦντας, καὶ δίδως τοῖς μὴ ἀποδιδοῦσιν, ἀπολλύναι νόμιζε τὰ σά· σπόρου γάρ ἐστιν ἀγαθοεργίας ὁ νῦν καιρός, ὁ δὲ τοῦ καταλλήλου θέρους καιρὸς ὁ μέλλων ἐστὶν αἰών. Μὴ οὖν ἀπελπίσῃς διὰ τὸν ὡρισμένον μεταξὺ σπόρου καὶ θέρους χρόνον, ἀλλ’ ἴσθι πολλαπλασίω τὰ σὰ κομιούμενος ἀγαθά, καθάπερ καὶ οἱ κακοποιοῦντες ἐνταῦθα τὰ οἰκεῖα κακά. Οἷα γὰρ σπείρει τις ἐνταῦθα, τοιαῦτα ἐκεῖ θερίσει, μετὰ μεγίστης μέν τοι προσθήκης.
Ἂν οὖν ἐνταῦθα τῷ υἱῷ τοῦ Θεοῦ διὰ τῶν ἔργων ὁμοιώσῃς σαυτὸν καὶ δείξῃς ἐπὶ πάντας χρηστόν, ὡς κἀκεῖνος ἐπὶ πάντας χρηστός ἐστιν, ἐκεῖ μετὰ προσθήκης καὶ πρὸς αὐτὸν ὁμοίωσιν λήψῃ, τῷ φωτὶ τῆς τοῦ ὑψίστου δόξης περιλαμπόμενος καὶ συνδιαιωνίζων ἐκείνοις, μεθ’ ὧν ἔσται Χριστὸς ὁ Θεὸς ἐν μέσῳ θεῶν, διαδοὺς τὰς ἀξίας τῆς ἀιδίου μακαριότητος· τοῦτο γὰρ ἐδήλωσε προσθείς, «καὶ ἔσεσθε υἱοὶ ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς». Διὰ τοῦτο γοῦν καὶ κλίνας οὐρανοὺς ὁ τοῦ Θεοῦ Υἱὸς ἐπὶ τὴν γῆν κατῆλθε καὶ υἱὸς ἀνθρώπου γέγονε καὶ τὰ τοιαῦτα εἶπε καὶ ἔπραξε, καὶ τέλος παθὼν ἀπέθανεν ὑπὲρ ἡμῶν καὶ ἀνέστη καὶ πάλιν ἀνῆλθεν εἰς οὐρανούς, ἵνα ἡμᾶς οὐρανίους καὶ ἀθανάτους καὶ υἱοὺς Θεοῦ ποιήσῃ. Ὥστε ἃ νῦν ἀπαιτεῖ παρ’ ἡμῶν, τὸ ἀγαπᾶν τοὺς ἐχθρούς, τὸ ἀγαθοποιεῖν, τὸ δανείζειν τοῖς ἀποδοῦναι μὴ ἔχουσιν, οὐ πρέποντα μόνον ἡμῖν ἐστι καὶ συμφέροντα, καθὰ προαποδέδεικται, ἀλλὰ καὶ μικρά ἐστι πρὸς τὰ διδόμενα παρ’ ἐκείνου παραβαλλόμενα. Αὐτὸς μὲν γὰρ ἑαυτὸν ἔδωκεν ὑπὲρ ἡμῶν, μὴ μόνον οὐκ ἐχόντων οὐδὲν ἀντιδοῦναι, ἀλλὰ καὶ ἀχαρίστων καὶ πονηρῶν διὰ πολλῶν ἀναφανέντων πρότερον· ἡμῖν δὲ παραινεῖ δανείζειν ἐκ τῶν περιττῶν καὶ ἀγαθοποιεῖν ἐξ ὧν ἔχομεν ἡμεῖς. Ποίων καὶ πόσων;
Καὶ τῶν μικρῶν τούτων χάριν ἀντιδίδωσι τὴν πρὸς ἑαυτὸν ὁμοιότητα καὶ τὴν ἀνωτάτω υἱοθεσίαν καὶ τοὺς οὐρανίους μισθούς, «γίνεσθε», λέγων, «οἰκτίρμονες, ὅτι καὶ ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς οἰκτίρμων ἐστί».
Μεθ’ οὗ αὐτῷ πρέπει δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.