Ἔργον
Γρηγόριος Παλαμᾶς – Ομιλίες ΜΓ΄–ΞΓ΄
Ομιλία ΝΘ΄: Περί του θείου βαπτίσματος και της μετανοίας
Ερμηνεία των ιεροπραξιών του βαπτίσματος, το κήρυγμα του Ιωάννη του Προδρόμου και το δεσποτικό βάπτισμα στον Ιορδάνη ποταμό.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ομιλία ΝΘ΄: Περί του θείου βαπτίσματος και της μετανοίας
Ερμηνεία των ιεροπραξιών του βαπτίσματος, το κήρυγμα του Ιωάννη του Προδρόμου και το δεσποτικό βάπτισμα στον Ιορδάνη ποταμό.
ΠΕΡΙ ΤΩΝ ΚΑΤΑ ΤΟ ΘΕΙΟΝ ΒΑΠΤΙΣΜΑ ΤΕΛΟΥΜΕΝΩΝ ΚΑΙ ΠΕΡΙ ΜΕΤΑΝΟΙΑΣ ΚΑΙ ΤΩΝ ΠΕΡΙ ΑΥΤΗΣ ΕΙΡΗΜΕΝΩΝ ΠΑΡΑ ΤΟΥ ΒΑΠΤΙΣΤΟΥ ΙΩΑΝΝΟΥ Ἐξεφωνήθη τῇ παραμονῇ τῶν Φώτων Ἡ μετάνοια καὶ ἀρχή ἐστι καὶ μεσότης καὶ τέλος τῆς τῶν Χριστιανῶν πολιτείας· διὸ καὶ πρὸ τοῦ ἁγίου βαπτίσματος καὶ ἐν τῷ ἁγίῳ βαπτίσματι καὶ μετὰ τὸ ἅγιον βάπτισμα καὶ ζητεῖται καὶ χρεωστεῖται. Λόγῳ μὲν οὖν ἐπιζητεῖται παρ’ ἡμῶν ἐπὶ τοῦ θείου βαπτίσματος· ἐπερώτημα γάρ ἐστι τοῦτο τῆς πρὸς τὸν Θεὸν ἀγαθῆς συνειδήσεως καὶ συνθήκη καὶ ὑπόσχεσις ζωῆς θεαρέστου καὶ βίου θεοφιλοῦς. Πιστεύσαντες γὰρ συντασσόμεθα τῷ ἀγαθῷ καὶ ὑπεραγάθῳ Χριστῷ, ἀποτασσόμενοι τῷ πονηρῷ καὶ παμπονήρῳ ἐχθρῷ, καὶ ὑπισχνούμεθα τῶν μὲν ἀγαθοποιῶν τοῦ Θεοῦ ἐντολῶν ἀντέχεσθαι πάσῃ δυνάμει, πονηροῦ δὲ παντὸς ἀπέχεσθαι φρονήματός τε καὶ πράγματος· ἐπερωτώμενοι οὖν ἀποκρινόμεθα ἢ δι’ ἡμῶν αὐτῶν ἢ διὰ τῶν ἀναδόχων, ὡς ἐπὶ τῶν βαπτιζομένων γίνεται νηπίων, εἰς ἃ πιστεύσαντες ἐστέρξαμεν ἔνδον καὶ κατὰ διάνοιαν συνεθέμεθα. Καὶ ἐπειδὴ ταῦτα κατὰ τὸν ἀπόστολον «καρδίᾳ μὲν πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν», τὴν καλὴν ἡμεῖς ὁμολογίαν διὰ στόματος ποιησάμενοι δεχόμεθα τὴν σωτηρίαν διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας.
Ἐπεὶ δὲ ἐπὶ τοῦ θείου τούτου λουτροῦ καὶ τῶν περὶ αὐτὸ πάντων νήπιοι τὴν ἡλικίαν οἱ πλεῖστοι τυγχάνοντες οὐκ ἐπιγινώσκουσι τοῦ μυστηρίου τὴν δύναμιν, φέρε νῦν καὶ τῆς προσαγούσης ἑορτῆς ἀπαιτούσης εἰς ἐπήκοον πάντων ἡμεῖς διὰ βραχέων ταύτην ἀνακαλύψωμεν.
Οὐ γὰρ μικρόν, οἶμαι, κέρδος μάλιστα τοῖς συνετῶς ἀκούουσιν ἐκ τῆς ἀναμνήσεως καὶ διευκρινήσεως ἔσται τῶν ἱερῶς τελουμένων ἐν τῷ θείῳ βαπτίσματι. Διὰ γὰρ τῆς ὑπομνήσεως ταύτης ἐπιγνόντες, εἴ τινος τῶν ἐκεῖ συνθηκῶν κατωλιγωρήσαμεν ὕστερον ἢ μηδὲ τὴν ἀρχὴν εἰς ἔργον τινὰ προηγάγομεν, διὰ τῆς μετανοίας ἐπαναλάβομεν.
Μαθὼν οὖν ὁ ἱεράρχης προσελθόντα τὸν βαπτισθῆναι ζητοῦντα, πρῶτον μὲν αὐτὸς ἔνδον ἀγαλλιασάμενος ὡς μιμητὴς τοῦ φιλαγάθου Δεσπότου νοερῶς ἀναπέμπει τὴν εὐχαριστίαν Θεῷ, τῷ μόνῳ θελητῇ καὶ προξένῳ καλοῦ παντός. Εἶτα συγκαλεῖται τὴν ὑπ’ αὐτὸν ἐκκλησίαν τὴν σωτηρίαν τοῦ προσελθόντος συνεορτάσοντας καὶ συμπράξοντας, καὶ στὰς μετὰ τῶν ἱερέων ἐπὶ τῆς τραπέζης τῆς ἱερᾶς, μετὰ τὸ φανερὰν σὺν αὐτοῖς ποιῆσαι τὴν εὐχαριστίαν ἐξελθὼν ἐρωτᾷ τὸν προσελθόντα τί βουλόμενος προσέλθει τῇ ἐκκλησίᾳ. Τοῦ δὲ ἀποκριναμένου ἢ δι’ ἑαυτοῦ ἢ διὰ τοῦ ἀναδόχου, εἰ νήπιος τὴν ἡλικίαν, ὅτι ποθεῖ διὰ τῆς αὐτοῦ μεσιτείας καὶ συνεργίας τοῦ Θεοῦ γενέσθαι καὶ τῶν θείων ἐπιτυχεῖν, ὁ ἱεράρχης πρὸς αὐτόν φησιν, ἐπεί περ ἀληθεῖ καὶ τελείῳ καὶ ἀναμαρτήτῳ Θεῷ προσέρχῃ, κατάλληλον εἶναί σου δεῖ καὶ τὴν προσέλευσιν ταύτην καὶ τὴν ὑπόσχεσιν καὶ εἰς τὴν ἑξῆς βιοτήν, τουτέστιν ἀληθινὴν καὶ ὁλοτελῆ καὶ ἀμώμητον· καὶ οὕτω τὴν κατὰ τὸ εὐαγγέλιον τοῦ Χριστοῦ πολιτείαν ὑφηγησάμενος, πάλιν ἐρωτᾷ, εἰ οὕτω πολιτεύσασθαι προαιρεῖται· συνθέμενον δὲ σφραγίζει τοῦτον ὁ ἱεράρχης καὶ τὸ ὄνομα τούτου κελεύει τοῖς ἱερεῦσιν ἀπογραφῆς ἀξιῶσαι, τοῖς σωζομένοις ἐντεῦθεν αὐτὸν ἐντάττων, ὡς ἐραστὴν τῆς ζωοποιοῦ πολιτείας.
Εἶτα προσευξάμενος τῷ Θεῷ πάλιν ὁ ἱεράρχης γυμνωθῆναι κελεύει τοῦτον παντὸς περιβλήματος, καὶ στάντα πρὸς δυσμὰς ταῖς χερσὶν οἷον ἀπωθεῖσθαι καὶ ἐμφυσᾶν καὶ ἀποτάσσεσθαι τῷ σατανᾷ καὶ τὴν ἀποταγὴν δι’ ἐρωτήσεως ποιήσασθαι τρίς. Δηλοῖ δὲ ἡ μὲν γύμνωσις τοῦ παλαιοῦ ἀνθρώπου καὶ τῆς κατ’ αὐτὸν ἀνιέρου ζωῆς τὴν ἀπόθεσιν, τὸ δὲ πρὸς δυσμὰς βλέποντα ταῖς χερσὶν ἀπωθεῖσθαι τὴν τῆς σκοτεινῆς ἁμαρτίας ἀποτροπήν· διὰ δὲ τοῦ ἐμφυσήματος δείκνυσιν ἐκπνέων καὶ ἀποτιθέμενος καὶ οἷον προσρίπτον ὡς οἰκείαν τῷ διαβόλῳ τὴν ἐκ τῆς προτέρας ἁμαρτίας ἐγγενομένην αὐτῷ διάθεσιν· ἡ δὲ τριττὴ τῆς ἀποταγῆς ὁμολογία τὴν ἐκ τοῦ ἀντικειμένου τῷ Θεῷ σημαίνει βεβαίαν καὶ τελεωτάτην φυγήν. Ταῦτα δὲ τελέσαντα τὸν βαπτισθησόμενον πρὸς ἀνατολὰς ἐπεστράφθαι τοῦτον ὁ ἱεράρχης κελεύει καὶ τὰς χεῖρας ἀνατείναντα συντάξασθαι τῷ Χριστῷ δι’ ἐρωτήσεως τρίς. Ἡ μὲν οὖν πρὸς ἀνατολὰς θέα τὴν πρὸς τὸ θεῖον φῶς ἀνάβλεψιν τοῦ φυγόντος τὴν κακίαν αἰνίττεται, ἡ δὲ τῶν χειρῶν ἀνάτασις τὴν πεπαρρησιασμένην προσευχήν· τὸ δὲ τριττὸν τῆς κατὰ τὴν συνταγὴν ὁμολογίας τὸ ἔμπεδον παρίστησι τῆς πρὸς τὸν Θεὸν ὑποσχέσεως.
Οὕτω δὲ ἀναχωρήσαντα πάσης κακίας καὶ προσδραμόντα πάσῃ δυνάμει τῇ παντελεῖ ἀγαθότητι, τῷ ἁγίῳ ἐλαίῳ τῆς χρίσεως τρὶς αὐτὸν σφραγίσας ὁ ἱεράρχης, τοῖς ἱερεῦσιν ἐφίησι τὴν παντὸς τοῦ σώματος χρίσιν. Δηλοῖ δὲ ἡ χρίσις τὴν πρὸς τοὺς ἱεροὺς ἀγῶνας ἑτοιμασίαν, ἀφ’ ἧς κατ’ ἴχνος βαίνων τοῦ πρώτου μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου Χριστοῦ, συναποθνῄσκει τούτῳ μυστικῶς νεκρὸς τῇ ἁμαρτίᾳ γενόμενος. Καὶ τοῦ θανάτου τούτου τὸ θεῖον βάπτισμα σύμβολον. Μετὰ γὰρ τὴν ἱερὰν ἀλοιφὴν εὐθὺς προσάγεται τῇ ἱερᾷ κολυμβήθρᾳ προκαθαγιασθείσῃ πολυειδέσι καὶ πανιέροις ἔργοις καὶ ἐπικλύσεσι· προσαχθέντα δὲ τρὶς αὐτὸν ὁ ἱεράρχης καταδύσας βαπτίζει, τῶν τριῶν προσκυνητῶν ὑποστάσεων ἑκάστην καθ’ ἑκάστην ἐπιβοήσας κατάδυσιν.
Καθαρτικὸν μὲν οὖν ἐστι τὸ ὕδωρ, ἀλλ’ οὐ ψυχῶν, καὶ ἀπαλλακτικὸν ρύπων τοῖς βαπτιζομένοις, ἀλλ’ οὐχὶ τῶν ἐκ τῆς ἁμαρτίας· διὰ τοῦτο ὑποδύεται τοῦτο πρὸ ἡμῶν βαπτιζόμενος ὁ καὶ τῶν ψυχῶν ἰατρός, ὁ τῶν πνευμάτων πατήρ, ὁ τὴν ἁμαρτίαν αἴρων τοῦ κόσμου Χριστός, ὃ καὶ προεορτάζομεν σήμερον. Σὺν ἑαυτῷ γὰρ ἐνοικίζει τῷ ὕδατι τὴν τοῦ παναγίου Πνεύματος χάριν ἑλκύσας ἄνωθεν, ὡς ἂν τοῖς κατ’ αὐτὸν ἔπειτα βαπτιζομένοις ὑποδυομένοις τὸ ὕδωρ αὐτὸς ἐν αὐτῷ εὑρίσκηται καὶ τὸ Πνεῦμα αὐτοῦ περιτιθέμενος τούτοις ἀπορρήτως καὶ προσφυόμενος καὶ τῆς καθαρτικῆς καὶ φωτιστικῆς τῶν λογικῶν πνευμάτων χάριτος ἀποπληρῶν. Καὶ τοῦτό ἐστιν ὅ φησιν ὁ θεῖος Παῦλος, «ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε».
Αἱ δὲ τρεῖς ἐπὶ τοῦ ὕδατος καταδύσεις γίνονται μὲν καὶ πρὸς τὴν σωστικὴν τῆς ζωαρχικῆς Τριάδος ἐπίκλησιν, εἰκονίζουσι δὲ τὴν τριήμερον τοῦ Κυρίου ταφήν. Αἱ δὲ ἰσάριθμοι ἀναδύσεις ἐπακολουθοῦσιν, οὐ γὰρ ἦν ἄλλως τρεῖς τὰς καταδύσεις γίνεσθαι· δηλοῦσι δὲ ὅμως καὶ τὴν ἐκ τῆς ἁμαρτίας ἀνάστασιν τοῦ τριμεροῦς τῆς ψυχῆς καὶ τὴν τῶν τριῶν, νοῦ, ψυχῆς ὁμοῦ τε καὶ σώματος, πρὸς ἀφθαρσίαν ἐπάνοδον· ὡς ἐν τῷ θείῳ βαπτίσματι καὶ τὸν θάνατον ὁρᾶσθαι καὶ τὴν ζωήν, τὴν ταφήν τε ἅμα καὶ τὴν ἀνάστασιν, καθάπερ ὁ Κύριος «ὅπερ ἀπέθανε τῇ ἁμαρτίᾳ, ἀπέθανεν ἐφάπαξ, ὃ δὲ ζῇ, ζῇ διηνεκῶς τῷ Θεῷ». Καὶ ὅπερ αὐτὸς εἶπεν, ὅτι ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν, οὕτω καὶ ἡμῖν τοῖς εἰς τὸν αὐτοῦ θάνατον βεβαπτισμένοις ὀφείλεται· τῇ γὰρ ἁμαρτίᾳ διὰ τοῦ θείου βαπτίσματος ἀποθανόντες ζῆν ὀφείλομεν δι’ ἀρετῆς τῷ Θεῷ, ἵνα καὶ ὁ ἄρχων τοῦ σκότους ἐρχόμενος καὶ ζητῶν οὐδὲν ἐν ἡμῖν εὑρίσκῃ τῶν ἀρεσκόντων αὐτῷ. Καὶ καθάπερ Χριστοῦ ἐκ τῶν νεκρῶν ἀναστάντος, «θάνατος αὐτοῦ οὐκέτι κυριεύει», οὕτω δεῖ καὶ ἡμᾶς μετὰ τὴν διὰ τοῦ θείου βαπτίσματος ἐκ τοῦ πτώματος τῆς ἁμαρτίας ἀνάστασιν σπεύδειν μηκέτι κρατηθῆναι τῇ ἁμαρτίᾳ· «ὅσοι γὰρ ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν.
Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος, ἵνα καθάπερ Χριστὸς ἐκ νεκρῶν ἀνέστη διὰ τῆς δόξης τοῦ Πατρός, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν».
Διὰ τοῦτο καὶ ὁ ἱεράρχης φωτοειδῆ στολὴν ἐνδύσας τὸν βαπτισθέντα καὶ μύρῳ θείῳ χρίσας καὶ κοινωνὸν τοῦ Χριστοῦ σώματός τε καὶ αἵματος ποιησάμενος, ἀπολύει φωτὸς τέκνον αὐτὸν δείξας ἐντεῦθεν γεγενημένον καὶ Χριστῷ σύσσωμον καὶ τοῦ θείου Πνεύματος μέτοχον· καὶ γὰρ ἀναγεννώμεθα καὶ υἱοὶ γινόμεθα Θεοῦ οὐράνιοι ἀντὶ ἐπιγείων καὶ αἰώνιοι ἀντὶ προσκαίρων, τοῦ Θεοῦ μυστικῶς τὴν οὐράνιον ἐμφυτεύοντος χάριν ἐν ταῖς καρδίαις ἡμῶν καὶ τὴν σφραγῖδα τῆς υἱοθεσίας διὰ τῆς τοῦ θείου τούτου μύρου χρίσεως ἡμῖν ἐπιβάλλοντος καὶ σφραγίζοντος ἡμᾶς διὰ τοῦ παναγίου Πνεύματος εἰς ἡμέραν ἀπολυτρώσεως, ἐάν περ τὴν ὁμολογίαν ταύτην μέχρι τέλους βεβαίαν κατάσχωμεν καὶ τὴν ὑπόσχεσιν δι’ ἔργων τελέσωμεν, ἢ καὶ κατά τι παραρρυεῖσαν διὰ τῆς μετανοίας ἐπισκευάσωμεν. Διὸ καὶ μετὰ τὸ θεῖον βάπτισμα τὰ ἔργα τῆς μετανοίας ἐπιζητεῖται· τούτων δὲ ἀπόντων, ὁ λόγος τῆς πρὸς Θεὸν ὑποσχέσεως οὐ μόνον οὐκ ὠφελεῖ, ἀλλὰ καὶ καταδικάζει τὸν ἄνθρωπον. «Κρεῖσσον γὰρ μὴ εὔξασθαι ἢ εὔξασθαι καὶ μὴ ἀποδοῦναι»· καί, καθά φησιν ὁ κορυφαῖος τοῦ κορυφαίου χοροῦ τῶν Ἀποστόλων Πέτρος, «κρεῖσσον ἦν μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης, ἢ ἐπιγνοῦσιν ἐπιστρέψαι ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς· συμβέβηκε δὲ αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας, «κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καὶ ὗς λουσαμένη εἰς κύλισμα βορβόρου»».
Ἕτερος δὲ τῶν Ἀποστόλων φησί, «δεῖξόν μοι τὴν πίστιν σου ἐκ τῶν ἔργων σου», καί, «τίς πιστός; δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὴν πίστιν αὐτοῦ». Αὐτὸς δὲ ὁ Κύριος «τί με λέγετε, Κύριε Κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω;». Θεὸς γάρ ἐστι ζῶν καὶ ἀληθινὸς καὶ παρ’ ἡμῶν ἀληθεῖς ὑποσχέσεις ζητεῖ, καὶ πίστιν ζῶσαν ἀλλ’ οὐ νεκράν· ἡ δὲ χωρὶς τῶν ἔργων πίστις νεκρά ἐστιν.
Ἀλλ’ ἐπεὶ καὶ ἀρχὴ καὶ τέλος τῆς κατὰ Χριστὸν πολιτείας ἡ μετάνοιά ἐστι, διὰ τοῦτο καὶ ὁ τοῦ Κυρίου πρόδρομος καὶ βαπτιστὴς ἀρχὴ τῆς κατὰ Χριστὸν ὑπάρχων πολιτείας «ἐκήρυττε λέγων, μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν». Καὶ αὐτὸς ὁ Κύριος, ἡ παντὸς καλοῦ τελειότης τὸ αὐτὸ ἔλεγε κηρύσσων. Μετάνοια δέ ἐστι τὸ μισῆσαι τὴν ἁμαρτίαν καὶ ἀγαπῆσαι τὴν ἀρετήν, καὶ ἐκκλῖναι ἀπὸ τοῦ κακοῦ καὶ ποιῆσαι τὸ ἀγαθόν· προηγεῖται δὲ τούτων τὸ καταγνῶναί τινα ἑαυτοῦ ἐπὶ τοῖς οἰκείοις πλημμελήμασι καὶ μεταμέλεσθαι ἐνώπιον τοῦ Θεοῦ καὶ καταφεύγειν ἐν συντετριμμένῃ καρδίᾳ πρὸς αὐτὸν καὶ προσριπτεῖν ἑαυτὸν τῷ πελάγει τῆς εὐσπλαγχνίας αὐτοῦ, ἀνάξιον ἑαυτὸν λογιζόμενον τοῦ κατηριθμῆσθαι ἐν υἱοῖς Θεοῦ, ὡς καὶ ὁ ἄσωτος μετανοῶν ἔλεγεν υἱός, «Κύριε, οὔκ εἰμι ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου».
Διὸ καὶ ὁ τοῦ Κυρίου πρόδρομος καὶ βαπτιστὴς βασιλείαν οὐρανῶν εἰς μέσον προετίθει, ἠγγικέναι ταύτην διαμαρτυρόμενος, ἵνα διὰ γοῦν τὸ μέγεθος τῆς θείας καὶ οὐρανίου βασιλείας ἀναξίους λογίσωνται καὶ καταγνῶσιν ἑαυτῶν, ὅπερ σωτηρίας ἀρχὴ γίνεται παντὶ καὶ ἀφορμὴ τῆς πρὸς τὸν Θεὸν ἐπιστροφῆς. Ἀλλὰ καὶ ἀξίνην ἐπανατείνεται καὶ ἐπ’ αὐτῆς κεῖσθαι τῆς ρίζης τοῦ δένδρου διαβεβαιοῦται, τὴν ἐκτομὴν ὅσον οὔπω ἀπειλοῦσαν· ἐκτομὴ δέ ἐστιν ἡ κατὰ τῶν δικαιούντων ἑαυτοὺς καὶ ἁμαρτανόντων ἀμετανοήτως τοῦ Θεοῦ ἀπόφασις, καθ’ ἣν καὶ τῆς παρούσης καὶ τῆς μελλούσης ἀπορραγέντες ζωῆς τῇ σκοτεινῇ καὶ ἀσβέστῳ παραπέμπονται γεέννῃ. Διὸ καὶ πυρκαϊὰν ἄσβεστον ὁ Βαπτιστὴς ἠπείλει τὴν διαδεξομένην τοὺς τοιούτους μετὰ τὴν ἐκτομήν, φανερῶν διὰ ταύτης τὸ φρικτὸν τῆς τοῦ Θεοῦ ὀργῆς καὶ τὴν αἰώνιον ἐκείνην κόλασιν, ὡς ἂν εἰς αἴσθησιν ἐπιστρέψῃ τὸ δυσαίσθητον ἐκεῖνο γένος καὶ τοὺς κατ’ ἐκείνους ὕστερον ἀνθρώπους.
Οὐ μόνον δὲ πρὸς τὴν ἀρχὴν τῆς μετανοίας ὁ τοῦ Κυρίου Πρόδρομος ἐνῆγεν, ἥτις ἐστὶν ἡ τῶν κακῶν ἀποχὴ καὶ ἡ ἐπωφελὴς τῆς καρδίας συντριβή, ἀλλὰ καὶ τοὺς καρποὺς ἀξίους ἐπεζήτει τῆς μετανοίας. Τίνας τούτους; Πρῶτον μὲν τὴν ἐξομολόγησιν, ἣν καὶ οἱ προσιόντες αὐτῷ τηνικαῦτα ἐποίουν· «ἐξεπορεύοντο» γάρ, φησί, «καὶ ἐβαπτίζοντο ἐν τῷ Ἰορδάνῃ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὑτῶν». Εἶτα τὴν δικαιοσύνην, τὴν ἐλεημοσύνην, τὴν μετριοφροσύνην, τὴν ἀγάπην, τὴν ἀλήθειαν, λέγων πρὸς αὐτούς, «μηδὲν παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε», καὶ «μηδένα διασείσητε μηδὲ συκοφαντήσητε», καὶ «ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι· καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω». «Πᾶσα γὰρ φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται». Τί διὰ τῆς τῶν φαράγγων πληρώσεως καὶ τῆς ταπεινώσεως τῶν βουνῶν αἰνιττόμενος; Ὅπερ ὁ Κύριος σαφῶς φησιν, ὅτι «ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται». Καὶ «ἔσται», φησί, «τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας· καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ». Σκολιόν ἐστι τὸ ψεῦδος, ὁ δόλος, ἡ διαβολή· τραχεῖα δὲ ὁδὸς ἡ ὀργή, τὸ μῖσος, ὁ φθόνος, ἡ μνησικακία, ἅπερ ἅπαντα εὐθύνεται καὶ καταλεαίνεται μεταβαλλόμενα διὰ τῶν ἔργων τῆς μετανοίας.
Καὶ οὕτω «πᾶσα σάρξ», ἤτοι πᾶς ἄνθρωπος ἐκ παντὸς ἔθνους τε καὶ γένους ὁ εὐθύνας καὶ καταλεάνας ἑαυτὸν διὰ τῆς μετανοίας, «ὄψεται τὸ σωτήριον τοῦ Θεοῦ».
Ἐγὼ δὲ πρὸς ὑμᾶς ταῦτα λέγων, ἀδελφοί, οὐ μετρίως ὀδυνῶμαι τὴν ψυχήν, ἀναλογιζόμενος, πῶς ἡμεῖς οἱ καταξιωθέντες ἐκ πολλοῦ τοῦ κατὰ Χριστὸν βαπτίσματος οὐδὲ ἐκεῖνά πω κατωρθώσαμεν, ἅπερ ἀπῄτει ὁ Ἰωάννης τοὺς προσιόντας τῷ ἰδίῳ βαπτίσματι.
Καίτοι τοσοῦτο διαφέρει τοῦ διδομένου τότε παρὰ τοῦ Ἰωάννου τὸ τοῦ Κυρίου βάπτισμα, οὗ ἡμεῖς κατηξιώθημεν, ὅσον τοῦ ὕδατος ἡ χάρις τοῦ θείου Πνεύματος· καὶ τοῦτο δηλῶν ὁ Κύριος ἔλεγε τοῖς μαθηταῖς, «Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ». Καὶ Ἰωάννης μὲν ἐβάπτιζεν, ἵνα πιστεύσωσιν εἰς τὸν ἐρχόμενον, ὁ δὲ Κύριος μετεσκεύασε δι’ ἑαυτοῦ τὸ τοῦ Ἰωάννου βάπτισμα, ἐμφυτεύσας μυστικῶς αὐτῷ δι’ ἑαυτοῦ τὴν ἀΐδιον πηγὴν τῆς χάριτος. Ταῦτα γὰρ διδάσκοντος τοῦ Ἰωάννου καὶ βαπτίζοντος τοὺς προσιόντας, ἔρχεται ὁ Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην τοῦ βαπτισθῆναι ὑπὸ Ἰωάννου. Ἔρχεται δὲ οὐ μετὰ δυοκαιδεκάτην ἡμέραν τῆς αὐτοῦ γεννήσεως, ὡς νῦν ταύτην ἐκτελοῦμεν τὴν ἑορτήν, κατ’ ἐνιαυτὸν πάντων τῶν κατὰ τὴν θεανδρικὴν οἰκονομίαν ὑπὲρ ἡμῶν τετελεσμένων τὴν μνήμην ἄγειν προαιρούμενοι καλῶς, ἀλλ’ ἔρχεται τριάκοντα ἔτη γεγονώς, ὡς ὁ Λουκᾶς ἱστόρησεν, εἷς καὶ αὐτὸς εἶναι φαινόμενος τοῦ ὄχλου καὶ μηδὲν ἐξηλλαγμένον ἐπιδεικνύμενος, ἐν λιτότητι καὶ ἐσχάτῃ εὐτελείᾳ τε καὶ ἀφανείᾳ.
Ὁ μέντοι Ἰωάννης τῷ διορατικῷ πνεύματι τοῦτον ἐγγίσαντα γνωρίσας πρὸς μὲν τοὺς ὄχλους ἔλεγε, «μέσος ὑμῶν ἕστηκεν, ὃν ὑμεῖς οὐκ οἴδατε, ὃς μετ’ ἐμὲ ὢν» τῇ κατὰ σάρκα γεννήσει καὶ τῇ φανερώσει «πρῶτός μου ἦν» ὡς Θεὸς καὶ Θεοῦ Λόγος καὶ Υἱός, ἐκ Θεοῦ Πατρὸς πρὸ αἰώνων γεννηθείς, καὶ νῦν ἐν ἑαυτῷ φέρων τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, «οὗ οὔκ εἰμι ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος». Ὑπόδημα δέ ἐστι τοῦ Λόγου τοῦ Θεοῦ τί ἄλλο, ἢ πάντως ἡ σάρξ, ἣν ὑπὲρ ἡμῶν ὑπέδυ; Τοῦ δὲ ὑποδήματος ἱμὰς ὁ τρόπος ἐστὶ τῆς συναφείας τῆς θεότητος καὶ τῆς σαρκός, ὃν ἀπόρρητον ὄντα λύειν καὶ διευκρινεῖν οὐδὲ αὐτὸς ἱκανός, ὁ ἐν γεννητοῖς γυναικῶν ὑψηλότερος. «Οὗτος», φησί, «βαπτίσει ὑμᾶς ἐν Πνεύματι ἁγίῳ καὶ πυρί», τῷ φωτιστικῷ δηλονότι καὶ κολαστικῷ, κατ’ ἀξίαν ἑκάστου τῆς ἑαυτοῦ διαθέσεως κομιζομένου τὸ κατάλληλον. Τούτου πάντες ἡμεῖς λογικὸν γεώργιόν ἐσμεν· αὐτὸς ἔχει τοῦ τοιούτου γεωργίου «τὸ πτύον ἐν τῇ χειρί», τουτέστι τὰς λειτουργικὰς δυνάμεις καὶ τοὺς ὑπηρετουμένους ἀγγέλους τῇ μελλούσῃ κρίσει καὶ διαχωρίζοντας τὰ ζιζάνια ἀπὸ τοῦ σίτου· χεῖρα δὲ νοήσεις τὴν ἐξουσίαν. «
Καὶ καθαριεῖ», φησί, «τὴν ἅλωνα αὑτοῦ», τουτέστι τὸν κόσμον ἅπαντα, «καὶ τὸν μὲν σῖτον», τοὺς γονίμους πρὸς δικαιοσύνην, «συνάξει εἰς τὴν ἀποθήκην», τὰς οὐρανίους δηλονότι μονάς, «τὸ δὲ ἄχυρον» ὡς ἄχρηστον, τοὺς πρὸς ἀρετὴν ἀγόνους, «κατακαύσει πυρὶ ἀσβέστῳ». Εἰ δὲ ἄσβεστον ἐκεῖνο τὸ πῦρ, καὶ ἀδαπάνητον ἔχει τὸ ὑπέκκαυμα· τοῦτο δὲ τὸ αἰώνιον παρίστησι τῆς κολάσεως.
Πρὸς μὲν οὖν τοὺς ὄχλους τοιαῦτα ὁ Ἰωάννης καὶ πρὸ τοῦ παραγενέσθαι καὶ παραγενομένου πρὸς τὸν Ἰορδάνην τοῦ Κυρίου ἔλεγεν. Αὐτὸν δὲ ὑποκύπτοντα ὁρῶν αὐτὸς ὑποπτήξας «διεκώλυε λέγων πρὸς αὐτόν, ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι»· καὶ γὰρ ἐκ τοῦ παλαιοῦ σπέρματος φὺς καὶ κληρονόμος ὢν ἐκείνου τοῦ πταίσματος καὶ τῆς ἐκ τούτου προστροπῆς, χρῄζω καὶ αὐτὸς τῆς ἀπὸ σοῦ καθάρσεως, καὶ σὺ ὁ ἄνευ σπορᾶς ἐκ Παρθένου ἁγίας σαρκωθεὶς καὶ ὡς Θεὸς μόνος ὑπάρχων ἀναμάρτητος ἔρχῃ πρός με, δέσποτα; Ὁ δὲ ὡς δεσπότης δούλῳ προστάσσων, «ἄφες ἄρτι», φησί. Τὸ δὲ «ἄρτι» προσέθηκεν, ὅτι μετὰ τὸ βαπτισθῆναι τὸν Κύριον ἐπίσης ἅπας ὁ χῶρος ἐκεῖνος κολυμβήθρα γέγονε πνευματικὴ καὶ μετὰ τοῦ Ἰωάννου καὶ τοὺς ἄλλους πάντας περιέσχεν ὡς ἀπὸ πηγῆς τοῦ προσκυνητοῦ ἐκείνου σώματος ἐπὶ πάντας ἡ θεία χάρις χεομένη καὶ πάντας τοὺς ἀξίους περιρρέουσα καὶ θείως φωτίζουσα καὶ τῆς πατρῴας ἀρᾶς ἐκλυτρουμένη.
Καὶ τοῦτό ἐστιν ὅπερ αὐτὸς ὁ Ἰωάννης μετὰ ταῦτα ἔλεγεν, «οὗτός ἐστιν, ὃν εἶπον, ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν· καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν». «Ἄφες οὖν ἄρτι», πρὸς αὐτόν φησιν ὁ Ἰησοῦς, «οὕτω γὰρ πρέπον ἡμῖν ἐστι», τουτέστιν ἐμοί· ἔστι δὲ καὶ τοῦτο δεσποτικὸν πρὸς Ἰωάννην λεγόμενον. «Οὕτω γοῦν πρέπον ἡμῖν ἐστι πληρῶσαι πᾶσαν δικαιοσύνην», τουτέστι μηδεμίαν μὲν ἐμὲ θείαν ἐντολὴν ἄπρακτον ἀφεῖναι, τὴν δὲ ἀνθρωπίνην φύσιν οὕτω τελέως δικαιῶσαι καὶ τῆς θείας καὶ ἀϊδίου χάριτος ἐμφανέστερον αὐτὴν πληρῶσαι· τὸ γὰρ παρὰ σοῦ δεξάμενος βάπτισμα φανερῶς ἐπ’ αὐτὴν ἑλκύσω τὸ Πνεῦμα τῆς υἱοθεσίας ἄνωθεν.
Ἀλλ’ ὁ μὲν Ἰωάννης ἀκούσας τοῦ δεσποτικοῦ προστάγματος «ἄφες» λέγοντος μηκέτ’ ἔχων ἀντειπεῖν, ἀφῆκε βαπτισθῆναι τὸν Κύριον, ἡμεῖς δὲ τὰ μὲν ἑξῆς τῶν προκειμένων ἐπὶ τῆς ἑξῆς ἐροῦμεν, ἰδιαίτατα ὄντα τῇ κυρίᾳ τῶν ἡμερῶν.
Ἐπεὶ δὲ τὸ Πνεῦμα τοῦτο καὶ ἐφίσταται καὶ ἀφίσταται αὐτεξουσίως ὡς ὁμοσθενὲς Πατρί τε καὶ Υἱῷ, καὶ τοῖς μὲν ἐν μετανοίᾳ ζῶσι παραμένει, κἂν ἁμάρτωσι, μὴ ἀφιστάμενον, ὡς ἀπὸ τοῦ Δαβὶδ ἐμάθομεν, τῶν δὲ ἀμετανοήτως ἁμαρτανόντων ἀπανίσταται, ὡς καὶ ἀπὸ τοῦ Σαοὺλ ἐκείνου, γένοιτο ἡμᾶς πάντας ἔργοις καὶ λόγοις καὶ λογισμοῖς διὰ βίου τῆς μετανοίας ἀντεχομένους ἔνοικον τοῦτ’ ἔχειν διὰ παντὸς συνετίζον καὶ περιέπον καὶ τὴν ἀνωτάτην σωτηρίαν παρέχον, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.