Ἔργον
Γρηγόριος Παλαμᾶς – Ομιλίες ΜΓ΄–ΞΓ΄
Ομιλία Ξ΄: Στην εορτή των Αγίων Θεοφανείων
Η φανέρωση της Αγίας Τριάδος, το άνοιγμα των ουρανών διά της Βαπτίσεως του Κυρίου και η χορηγία της χάριτος στους πιστούς.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ομιλία Ξ΄: Στην εορτή των Αγίων Θεοφανείων
Η φανέρωση της Αγίας Τριάδος, το άνοιγμα των ουρανών διά της Βαπτίσεως του Κυρίου και η χορηγία της χάριτος στους πιστούς.
ΡΗΘΕΙΣΑ ΕΝ Τῌ ΑΓΙᾼ ΕΟΡΤῌ ΤΩΝ ΦΩΤΩΝ Ἐν ᾗ καὶ κατὰ τὸ ἐγχωροῦν ἔκφανσις τοῦ μυστηρίου τοῦ Χριστοῦ βαπτίσματος Χθὲς συνεκκλησιάζων καὶ συνεορτάζων ὑμῖν προεορτάζουσι τὴν τῶν Φώτων ἡμέραν τὰ προσήκοντα διελεξάμην, εἰπὼν πρὸς τὴν ὑμετέραν ἀγάπην περὶ τοῦ κατὰ Χριστὸν βαπτίσματος, οὗ ἡμεῖς ἠξιώμεθα, ὡς ἐπίγνωσίς ἐστι Θεοῦ καὶ ὑπόσχεσις πρὸς τὸν Θεόν, πίστις μὲν καὶ ἐπίγνωσις τῆς ἐν Θεῷ ἀληθείας, συνθήκη δὲ καὶ ὑπόσχεσις ἔργων καὶ λόγων καὶ τρόπων ἀρεσκόντων Θεῷ διὰ συμβόλων ἱερῶν τελουμένων. Ἀλλὰ καὶ τοῦτο διδάσκοντες προσεθήκαμεν, ὡς ἐὰν μὴ τὰς ὑποσχέσεις ἐκείνας εἰς ἔργον ἀγάγωμεν, τὰ ἱερὰ ἐκεῖνα σύμβολα καὶ αἱ διὰ τούτων καὶ σὺν τούτοις διὰ λόγου πρὸς Θεὸν ὑποσχέσεις οὐ μόνον οὐκ ὠφελοῦσι τὸν ἄνθρωπον, ἀλλὰ καὶ καταδίκῃ δικαίως καθυποβάλλουσιν.
Εἶτα τὴν Ἰωάννου τοῦ προφήτου καὶ προδρόμου καὶ βαπτιστοῦ πρὸς τοὺς ὄχλους διδασκαλίαν ἐξηγησάμεθα, ἣ καὶ αὕτη περὶ τοῦ αὐτοῦ βαπτίσματος διαλαμβάνει· τὸ μὲν γὰρ ἐπίγνωσίς ἐστι Θεοῦ, καθάπερ εἰρήκαμεν, ὁ δὲ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ Πρόδρομος καὶ βαπτιστὴς εἰς ἐπίγνωσιν αὐτοῦ διὰ τῆς οἰκείας διδασκαλίας ἡμᾶς ἐνάγει, προαιώνιον αὐτὸν δεικνὺς καὶ δεσπότην τοῦ παντός, κριτήν τε ζώντων καὶ νεκρῶν καὶ κατ’ ἐξουσίαν τοὺς μὲν ἀξίους εἰς τὰς ἀϊδίους μονὰς εἰσάγοντα, τοὺς δὲ κατακρίτους εἰς τὴν γέενναν ριπτοῦντα, καὶ Κύριον μὲν αὐτὸν εἶναι καὶ τῶν ἀγγέλων μαρτυρῶν, ἑαυτὸν δὲ τοῖς ἐσχάτοις δούλοις συντάττων.
Ἐπεὶ δὲ τὸ βάπτισμα μὴ μόνον ἐπίγνωσίς ἐστι Θεοῦ, ἀλλὰ καὶ ὑπόσχεσις ἐπιστροφῆς καὶ θεαρέστων ἔργων, διὰ τοῦτο ὁ τοῦ Χριστοῦ Πρόδρομος καὶ βαπτιστὴς οὐ μόνον πρὸς ἐπίγνωσιν ἐνῆγε τοῦ Χριστοῦ, ἀλλὰ καὶ μετάνοιαν ἐκήρυττε καὶ καρποὺς ἀξίους τῆς μετανοίας ἐπεζήτει, τὴν δικαιοσύνην, τὴν ἐλεημοσύνην, τὴν μετριοφροσύνην, τὴν ἀγάπην, τὴν ἀλήθειαν· καὶ τοῦτο δὲ δεικνύς, ὅτι χωρὶς ἔργων ἡ πρὸς τὸν Θεὸν ὑπόσχεσις οὐδὲν ὠφελεῖ, ἀλλὰ καὶ καταδικάζει τὸν ἄνθρωπον, ἀξίνην ἐπανετείνετο καὶ πυρκαϊὰν ἐπεδείκνυ ἄσβεστον καὶ «πᾶν», ἔλεγε, «δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται». Πρὸς τούτοις ἐξηγησάμεθα πρὸς τὴν ὑμετέραν ἀγάπην καὶ τοὺς πρὸς αὐτὸν τὸν Κύριον βαπτισθῆναι παραγενόμενον τοῦ Βαπτιστοῦ λόγους, εὐλαβουμένου, καὶ ὑποχωροῦντος καὶ παραιτουμένου τὸ ἔργον καὶ ζητοῦντος μᾶλλον αὐτὸν παρ’ ἐκείνου λαβεῖν τὸ βάπτισμα, ἀλλὰ καὶ τοὺς τοῦ Κυρίου πρὸς ἐκεῖνον λόγους ὡς δεσπότου δούλῳ προστάσσοντος, ἅμα δὲ καὶ ὡς φίλῳ καὶ συγγενεῖ κατὰ σάρκα τὸ μυστήριον ἐκκαλύπτοντος καὶ τὰς εὐλόγους αἰτίας ἐπιδεικνύντος· καὶ ἀφικόμεθα τηνικαῦτα πρὸς ὑμᾶς λέγοντες ἕως οὗ πεισθεὶς ὁ Ἰωάννης ἀφῆκε βαπτισθῆναι τὸν Κύριον.
Ὑπελείφθη δὲ τοῦ εὐαγγελίου τὸ εἰς ἐπήκοον ἀνεγνωσμένον νῦν, ὅτι «βαπτισθεὶς ὁ Ἰησοῦς ἀνέβη εὐθὺς ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοί, καὶ εἶδεν ὁ Ἰωάννης τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡς περιστερὰν καὶ ἐρχόμενον ἐπ’ αὐτόν. Καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα, οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα».
Μέγα καὶ ὑψηλόν, ἀδελφοί, τὸ τοῖς ὀλίγοις τούτοις ρήμασιν ἐμπεριειλημμένον μυστήριον τοῦ Χριστοῦ βαπτίσματος, δυσθεώρητόν τε καὶ δυσερμήνευτον, καὶ οὐχ ἧττον δυσκατάληπτον· ἀλλ’ ἐπεὶ σωτήριον διαφερόντως, τῷ τὰς Γραφὰς ἐρευνᾶν προτρεψαμένῳ πεισθέντες καὶ θαρρήσαντες ἀνιχνεύσωμεν ἐφ’ ὅσον ἐφικτὸν τοῦ μυστηρίου τὴν δύναμιν. Καθάπερ οὖν τὴν ἀρχὴν μετὰ τὸ εἰπεῖν τὸν Θεόν, «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν», ἐν Ἀδὰμ τῆς φύσεως ἡμῶν πλασθείσης, διὰ τοῦ πρὸς αὐτὸν ἐμφυσήματος τὸ ζωαρχικὸν Πνεῦμα ἐκφανέν τε καὶ δοθὲν συνεξέφηνε τὸ καθ’ ὑπόστασιν τῆς δημιουργοῦ θεότητος τριαδικὸν ἐπὶ τῶν ἄλλων κτισμάτων, ἅτε μόνῳ ρήματι προαγομένων τοῦ Λόγου καὶ τοῦ λέγοντος Πατρὸς ἐκφαινομένων μόνον· οὕτω νῦν τῆς ἡμετέρας φύσεως ἀναπλαττομένης ἐν Χριστῷ, φανερωθὲν τὸ Πνεῦμα τὸ ἅγιον διὰ τῆς ἐκ τῶν ὑπερουρανίων πρὸς αὐτὸν ἐν Ἰορδάνῃ βαπτιζόμενον καθόδου, τὸ σωστικὸν τῶν λογικῶν κτισμάτων τῆς ἀνωτάτω τε καὶ παντουργοῦ Τριάδος ἐφανέρωσε μυστήριον.
Τίνος δὲ ἕνεκεν τοῦ ἀνθρώπου πλαττομένου τε καὶ ἀναπλαττομένου τὸ τῆς ἁγίας Τριάδος φανεροῦται μυστήριον; Οὐ μόνον ὅτι μόνος μύστης καὶ προσκυνητὴς ἐπίγειός ἐστιν αὐτῆς, ἀλλ’ ὅτι καὶ μόνος κατ’ εἰκόνα ταύτης. Τὰ μὲν γὰρ αἰσθητικὰ καὶ ἄλογα τῶν ζώων πνεῦμα μόνον ἔχει ζωτικόν, ἀλλ’ οὐδὲ τοῦτο καθ’ ἑαυτὸ ὑφίστασθαι δυνάμενον, νοῦ δὲ καὶ λόγου τελέως ἀμοιρεῖ· τὰ δὲ ὑπὲρ αἴσθησιν παντάπασιν, ἄγγελοί τε καὶ ἀρχάγγελοι, ἅτε νοεροὶ καὶ λογικοί, νοῦν ἔχουσι καὶ λόγον, ἀλλ’ οὐχὶ καὶ πνεῦμα ζωοποιόν, ἐπεὶ μηδὲ σῶμα τὸ παρ’ αὐτοῦ ζωοποιούμενον· ἄνθρωπος δὲ μόνος κατ’ εἰκόνα τῆς τρισυποστάτου φύσεως νοῦν ἔχει καὶ λόγον καὶ πνεῦμα τοῦ σώματος ζωοποιόν, ἐπεὶ καὶ σῶμα τὸ ζωοποιούμενον.
Ὡς οὖν ἀναπλαττομένης τῆς ἡμῶν φύσεως ἐν Ἰορδάνῃ φανερωθείσης τῆς ἀνωτάτω τε καὶ παντουργοῦ Τριάδος, οἷά τινος ἀρχετύπου τῆς κατὰ ψυχὴν ἡμῶν εἰκόνος, οἱ μὲν κατὰ Χριστὸν μετὰ Χριστὸν βαπτίζοντες εἰς τρεῖς βαπτίζουσι καταδύσεις, ὁ δὲ Ἰωάννης ἐν τῷ Ἰορδάνῃ εἰς μίαν κατάδυσιν ἐβάπτιζε. Καὶ τοῦτο ἐπισημαινόμενος ὁ εὐαγγελιστὴς Ματθαῖος «βαπτισθείς», φησίν, «ὁ Ἰησοῦς, ἀνέβη εὐθὺς ἀπὸ τοῦ ὕδατος». «Καὶ ἰδού», φησί, δηλονότι μηδέπω ἐκβάντι τοῦ ὕδατος ἀναδύντι μόνον, «ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοί». Συντείνατε ἀλλὰ τὴν ὑμετέραν διάνοιαν, ἀδελφοί, παρακαλῶ, καὶ προσέχετε τοῖς λεγομένοις ἀκριβῶς τὸν νοῦν, ὡς συνεῖναι τοῦ κατὰ Χριστὸν βαπτίσματος μυστηρίου τὴν δύναμιν. Ἡ γὰρ εἰς τὸ ὕδωρ τοῦ Χριστοῦ κατάδυσις καὶ τὸ ὑπ’ αὐτὸ γενέσθαι τοῦτον βαπτιζόμενον τὴν εἰς ᾅδου προϋπεδείκνυ κατάβασιν αὐτοῦ· τοιγαροῦν καὶ ἡ ἐκ τοῦ ὕδατος ἀνάβασις τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ προϋπεδείκνυ.
Εἰκότως οὖν καὶ ἀκολούθως ἀναβάντι ἐκ τοῦ ὕδατος εὐθὺς ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοί· ἐπεὶ καὶ κατὰ τὴν εἰς ᾅδου κάθοδον ὑπόγειος ὑπὲρ ὑμῶν γενόμενος, ἐπαινιὼν ἐκεῖθεν πάντα ἀνέῳξεν ἑαυτῷ τε καὶ ἡμῖν, οὐ μόνον ἔγγειά τε καὶ τὰ περίγεια, ἀλλὰ καὶ αὐτὸν τὸν ἀνωτάτω οὐρανόν, εἰς ὃν ἔπειτα σωματικῶς ἀναληφθεὶς «πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθε»· καθάπερ γὰρ τὸ σωτήριον αὐτοῦ πάθος διὰ τοῦ μυστικοῦ ἄρτου καὶ τοῦ ποτηρίου προϋπέδειξε καὶ τοῖς πιστοῖς τελεῖν ἔπειτα τὸ μυστήριον τοῦτο παρέδωκεν εἰς σωτηρίαν, οὕτω καὶ τὴν εἰς ᾅδου κάθοδόν τε καὶ ἀνάβασιν αὐτοῦ μυστικῶς διὰ τοῦ κατ’ αὐτὸν τούτου βαπτίσματος προϋποδείξας τοῖς πιστοῖς τελεῖν ἔπειτα τοῦτο παρέδωκεν εἰς σωτηρίαν, ἑαυτῷ μὲν τὰ ἐπώδυνα καὶ δυσχερῆ παρέχων, ἡμῖν δὲ τὴν κοινωνίαν τῶν αὐτοῦ παθημάτων ἐξ ἀρχῆς εὐθὺς διὰ τῶν ἀνωδύνων τούτων χαριζόμενος καὶ ποιῶν ἡμᾶς κατὰ τὸν ἀπόστολον συμφύτους τῷ ὀνόματι τοῦ θανάτου αὐτοῦ, ἵνα καταξιώσῃ καὶ τῆς ἐπηγγελμένης ἀναστάσεως κατὰ καιρόν.
Ψυχὴν γὰρ ἔχων καὶ σῶμα καθ’ ἡμᾶς, ἃ παρ’ ἡμῶν ὑπὲρ ἡμῶν ἀνείληφε, διὰ μὲν τοῦ σώματος τὰ πάθη καὶ τὸν θάνατον καὶ τὴν ταφὴν ὑπὲρ ἡμῶν ὑπέστη, καὶ αὐτὴν τὴν ἐκ τοῦ τάφου ἔγερσιν ἀνέδειξεν εἰς ἀθανασίαν καὶ αὐτοῦ τοῦ σώματος, καὶ τούτων εἰς ἀνάμνησιν τελεῖν τὴν ἀναίμακτον θυσίαν παρέδωκεν ἡμῖν καὶ δι’ αὐτῆς καρποῦσθαι τὴν σωτηρίαν· διὰ δὲ τῆς ψυχῆς εἰς ᾅδου κατῆλθέ τε καὶ ἐπανῆλθε, φωτὸς ἀϊδίου καὶ ζωῆς μεταδιδοὺς τοῖς πᾶσι, καὶ πρὸς δεῖγμα τούτου τὸ θεῖον βάπτισμα τελεῖν παρέδωκεν ἡμῖν, καὶ δι’ αὐτοῦ καρποῦσθαι τὴν σωτηρίαν, δι’ ἑκατέρου τε μυστηρίου καὶ δι’ ἀμφοτέρων καὶ ψυχῆς καὶ σώματος θεουργουμένων καὶ σπέρματα ζωῆς ἀκηράτου δεχομένων. Ἐν γὰρ τοῖς δυσὶ τούτοις πᾶσα ἡμῶν ἤρτηται ἡ σωτηρία πάσης τῆς θεανδρικῆς οἰκονομίας ἐν τοῖς δυσὶ τούτοις συγκεφαλαιουμένης. «Ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοί».
Οὐχ ‘ὁ οὐρανὸς’ εἶπεν, ἀλλ’ «ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοί», τουτέστι πάντες, τὰ ἄνω πάντα, ἵνα μηδὲν τῶν ἄνω καὶ ὑπὲρ ἡμᾶς ἐπικείμενον ὁρῶν εἶναί τι νομίσῃς τοῦ νῦν βαπτισθέντος ὑπερκείμενον καὶ ἀνώτερον, ἀλλ’ ἐννοήσῃς καὶ ἐπιγνῷς μίαν φύσιν καὶ δεσποτείαν ἐκ τῆς ὑπὲρ οὐρανὸν κύκλῳ κατ’ αὐτὴν ἀπειρίας μέχρι καὶ τῶν τοῦ παντὸς μέσων καὶ τῶν καθ’ ἡμᾶς τούτων ἐσχάτων φθάνουσαν, τουτέστι πάντα πληροῦσαν καὶ μηδὲν ἐκτὸς ἑαυτῆς ἐῶσαν καὶ πάντα σωτηρίως συνέχουσάν τε καὶ περιέχουσαν καὶ πάντων ὑπερεκτεινομένην, τρισὶ μέντοι χαρακτῆρσι συναφέσιν ἀπορρήτως γνωριζομένην. «Ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοί», ὡς ἂν αὐτὸς ὢν ἐμφανέστατα δειχθῇ ὁ καὶ πρὸ τῶν οὐρανῶν ὑπάρχων, μᾶλλον δὲ καὶ πρὸ τῶν ὄντων πάντων ὢν καὶ πρὸς τὸν Θεὸν ὢν καὶ Θεοῦ Λόγος καὶ Υἱὸς ὢν καὶ μήτε τὸν Πατέρα ἔχων ἑαυτοῦ προγενέστερον καὶ ὄνομα ἔχων μετὰ τοῦ Πατρὸς «τὸ ὑπὲρ πᾶν ὄνομα» καὶ πάντα λόγον· τῶν γὰρ φαινομένων αὐτοῦ μεταξὺ καὶ τοῦ κατ’ οὐρανὸν Πατρὸς ἐγκοσμίων καὶ ὑπερκοσμίων πάντων σχισθέντων καὶ παρ’ ἑκάτερα διερριμένων, αὐτὸς μόνος συνημμένος ὢν ἐδείκνυτο μετὰ Πατρὸς καὶ Πνεύματος, ὡς καὶ πρὸ τῆς συστάσεως τῶν ὄντων ὑπάρχων σὺν αὐτοῖς. «Ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοί», ὡς δὲ ὁ Μάρκος φησίν, «ἐσχίσθησαν». «Ἀναβαίνων» γάρ, φησίν, «ἀπὸ τοῦ ὕδατος, εἶδε σχιζομένους τοὺς οὐρανούς».
Πῶς οὖν ὁ μὲν «ἀνεῴχθησαν» εἶπεν, ὁ δὲ «ἐσχίσθησαν»; Ἵνα μὴ διαφύγῃ τοὺς συνετῶς ἀκροωμένους διπλοῦς ὢν ὁ τοῦ μυστηρίου τρόπος. Διὰ μὲν γὰρ τοῦ «ἀνεῴχθησαν» προαποκεκλεισμένους ὄντας ἔδειξεν ἡμῖν τοὺς οὐρανοὺς διὰ τὴν ἁμαρτίαν καὶ τὴν εἰς Θεὸν παρακοὴν ἡμῶν. Τῷ γὰρ Ἀδὰμ μετὰ τὸ παρακοῦσαι τοῦ Θεοῦ καὶ ἀκοῦσαι παρ’ αὐτοῦ, ὅτι «γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ», ἀποκεκλεῖσθαι γέγραπται ὁ οὐρανός. Εἰκότως οὖν ὑπηκόῳ διὰ πάντων ἀναφανέντι τῷ Χριστῷ καί, ὡς αὐτὸς πρὸς Ἰωάννην εἶπε, πληρώσαντι πᾶσαν δικαιοσύνην καὶ διὰ τοῦ βαπτίσματος ἀρτίως, ἀνεῴχθησαν οἱ οὐρανοί.
Ἐπεὶ δέ, καθάπερ φησὶν αὐτὸς ὁ τοῦ Κυρίου πρόδρομος, «οὐκ ἐκ μέτρου δίδωσι τὸ Πνεῦμα ὁ Θεός, ἀλλ’ ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν καὶ πάντα δίδωσιν ἐν τῇ χειρὶ αὐτοῦ», δείκνυται πᾶσαν τὴν ἀμέτρητόν τε καὶ ἄπειρον δύναμίν τε καὶ ἐνέργειαν τοῦ Πνεύματος λαβὼν κατὰ σάρκα ὁ Χριστός. Ἔδειξαν οἱ οὐρανοὶ δι’ ἔργου ἀχώρητον εἶναι πᾶσι τοῖς κτιστοῖς πᾶσαν ταύτην τὴν δύναμιν καὶ ἐνέργειαν τοῦ θείου Πνεύματος· διὸ καὶ ταύτης ἐκφαινομένης τε καὶ διαβαινούσης οἷον πρὸς τὴν θεοϋπόστατον ἐκείνην σάρκα, αὐτοὶ μὴ χωροῦντες διεσχίσθησαν. Καλῶς ἄρ’ εἶπεν ὁ πρὸς τὸν Θεὸν εἰπών, ὅτι «οὐδὲ ὁ οὐρανὸς καθαρὸς ἐνώπιόν σου», οὐρανὸν εἰπὼν τοὺς κατ’ οὐρανὸν ἀγγέλους, τοὺς ἀρχαγγέλους, τὰ πολυόμματα Χερουβίμ, τὰ ἑξαπτέρυγα Σεραφίμ, τὴν ἄλλην πᾶσαν ὑπερκόσμιον φύσιν.
Εἰκότως οὖν οὐδὲ ὁ οὐρανός, τουτέστιν οἱ κατ’ αὐτὸν ἄγγελοι, καθαροὶ ἐνώπιον τοῦ Θεοῦ τῶν οὐρανῶν, ἐπεὶ καὶ παρὰ τῆς ἀνωτάτω καὶ δεσποτικῆς ἱεραρχίας εἰς τὸ διηνεκὲς καθαιρόμενοι καὶ φωτιζόμενοι τῆς κατ’ αὐτὴν ὑπερτελοῦς καθαρότητος ἀποδέουσι.
Μόνη δὲ ἡ καθ’ ἡμᾶς ἐν Χριστῷ φύσις θεοϋπόστατός τε οὖσα καὶ ὁμόθεος ὑπερτελῆ καὶ τὴν καθαρότητα πλουτεῖ, καὶ χωρητικὴ πάσης τῆς λαμπρότητος καὶ ἀγλαΐας ὡς εἰπεῖν καὶ δυνάμεως καὶ ἐνεργείας τοῦ θείου Πνεύματος. Τοιγαροῦν οὐχ οἱ οὐρανοὶ μόνον ἀνεῴχθησαν, ἀλλὰ καὶ αὐτοὶ οἱ ἄγγελοι τῇ ἐπ’ αὐτὸν τοιαύτῃ καθόδῳ τοῦ θείου Πνεύματος ὑπεχώρησαν. «Βαπτισθεὶς ὁ Ἰησοῦς ἀνέβη εὐθὺς ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοί»· ὁ δὲ Λουκᾶς καὶ προσευχομένου τοῦ Χριστοῦ φησι τὸν οὐρανὸν ἀνεῳχθῆναι· «ἐγένετο» γάρ, φησί, «τοῦ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανόν».
Καὶ βαπτιζόμενος γὰρ καταβαίνων τε καὶ ἀναβαίνων ἐκ τοῦ ὕδατος προσηύχετο, διδάσκων ἔργοις, ὡς οὐ τὸν ἱερέα καὶ τελεστὴν τῶν μυστηρίων δεῖ προσεύχεσθαι μόνον, ἀλλὰ καὶ τὸν τελούμενον ἐπὶ πάσης τελετῆς θείας τοῦτο δεῖ ποιεῖν, κἂν μὲν ὁ τελῶν τελεώτερος ᾖ τὴν ἀρετὴν καὶ ἐκτενεστέραν ἀναπέμπῃ τὴν εὐχήν, δι’ αὐτοῦ ἐπὶ τὸν τελούμενον ἡ χάρις διαβαίνει, ἀξιωτέρου δὲ τοῦ τελουμένου ὄντος καὶ ἐκτενέστερον προσευχομένου, ὁ θελητὴς τοῦ ἐλέους (ὢ τῆς ἀφάτου χρηστότητος!) οὐκ ἀπαναίνεται μεταδοῦναι δι’ αὐτοῦ τῷ τελεστῇ τῆς χάριτος· ὡς καὶ νῦν ἐμφανῶς ἐπὶ τοῦ Ἰωάννου γέγονεν, ὃ καὶ αὐτὸς ὕστερον παρρησίᾳ μαρτυρεῖ λέγων, «ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν».
Διὰ τί δὲ τῷ Ἰησοῦ προσευχομένῳ μόνῳ ὁ οὐρανὸς ἀνέῳκται, οὐδενὶ δὲ τῶν πρὸ αὐτοῦ; Τί λέγεις; Ὁ ἔτι ἐν ἐμβρύοις ὢν συνεὶς τὴν θεανδρικὴν τοῦ ἐνυποστάτου Λόγου τοῦ Θεοῦ οἰκονομίαν, καὶ μὴ συσκιρτήσας μόνον ἐν ἀγαλλιάσει θείου Πνεύματος ἐξ αὐτῆς τῆς μητρικῆς νηδύος, ἀλλὰ καὶ τῇ κυοφορούσῃ μεταδοὺς τῆς χάριτος, ὁ λυθεὶς ἐκεῖθεν τὸ πατρικὸν λύσας στόμα δι’ αὐτὸν ἀφωνίᾳ πεδηθὲν προστάξαντος ἀγγέλου, τὸ τῆς ἐρήμου θρέμμα, ὁ ἐν γεννητοῖς γυναικῶν ὑψηλότερος καὶ τῶν ἐξ αἰῶνος προφητῶν περισσότερος, οὐχ ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ Χριστοῦ ὑποδήματος (ὅστις ποτέ ἐστιν οὗτος ὁ ἱμὰς) καὶ τῶν ἀποδεόντων τῆς αὐτοῦ ἀξίας ἱκανός τις ἦν τὸν οὐρανὸν ἀνοῖξαι, μᾶλλον δὲ τὰ ὑπερουράνια; Ἵνα γάρ, καὶ τῆς πρὸς πάντας ὑπεροχῆς τὸ ὕψος τοῦ κατὰ σάρκα νῦν βαπτιζομένου ἐπιγνῷς, κᾀκεῖνό μοι σκόπει· ὡς «ἀνεῴχθησαν αὐτῷ», γέγραπται, «οἱ οὐρανοί», ἐδείχθη δὲ ἡμῖν δι’ ἔργων, ὡς οὐχ ἁπλῶς οἱ οὐρανοί, ἀλλ’ αὐτὸς αὐτῷ ἀνέῳκται ὁ κόλπος τοῦ ἀνωτάτω Πατρός· ἐκεῖθεν γὰρ τὸ Πνεῦμα καὶ ἡ μαρτυροῦσα τὸ γνήσιον τῆς υἱότητος φωνή.
Οἱ δὲ οὐρανοὶ τούτου κήρυκές εἰσιν, οἷά τινα παγκόσμια στόματα διανοιγέντες καὶ μὴ τοῖς ἐν οὐρανοῖς ἀγγέλοις μόνον, ἀλλὰ καὶ τοῖς ἐπὶ γῆς ἀνθρώποις διατρανοῦντες πᾶσι τὴν πρὸς τὸν οὐράνιον Πατέρα καὶ τὸ ἐξ αὐτοῦ Πνεῦμα προελθὸν ἐκπορευτῶς τοῦ Υἱοῦ τοῦ Θεοῦ ὁμοτιμίαν κατ’ οὐσίαν τε καὶ δύναμιν καὶ δεσποτείαν τοῦ παντός.
Μόνῳ οὖν αὐτῷ προσευχομένῳ ἀνεῴχθησαν εἰκότως· ἐπεὶ καὶ τὸ ἐσφραγισμένον βιβλίον, ὃ τάχα τὸν ἡμῖν πρότερον κεκλεισμένον τοῦτον οὐρανὸν αἰνίττεται, κατὰ τὴν Ἰωάννου Ἀποκάλυψιν οὐδεὶς ἠδύνατο ἀνοῖξαι οὐδὲ ἀναγνῶναι τῶν ἐν οὐρανῷ καὶ ἐπὶ γῆς καὶ ὑπὸ γῆν ἁπάντων· «ἐνίκησε δέ», φησί, «μόνος ἀνοῖξαί τε καὶ ἀναγνῶναι τοῦτο ὁ Λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα». Τίς δὲ ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, Ἰακὼβ ὁ πατριάρχης προεδίδαξεν ἡμᾶς· «Σκύμνος», λέγων, «λέοντος Ἰούδα, ἐκ φυλῆς υἱέ μου ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης, ὡς λέων καὶ ὡς σκύμνος. Τίς ἐγερεῖ αὐτόν;
Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως οὗ ἔλθῃ ᾧ ἀπόκειται· καὶ αὐτὸς προσδοκία ἐθνῶν», δηλονότι ὁ νῦν φανερῶς ἀνοίξας οὗτος καὶ τὰ ὑπερουράνια πάντα, μόνος ἀναγνοὺς τοὺς ἐξ αἰῶνος καὶ εἰς αἰῶνας λόγους τῆς προνοίας, τοὺς ἐν τῷ πατρικῷ κόλπῳ ἀποκρύφους θησαυροὺς τῆς σοφίας, τὰ ἀνεξερεύνητα βάθη καὶ τὰ μυστήρια τοῦ Πνεύματος. «Βαπτισθεὶς ὁ Ἰησοῦς ἀνέβη εὐθὺς ἀπὸ τοῦ ὕδατος καὶ ἰδοὺ ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοί». Ὁρᾶτε ὅτι τὸ ἅγιον βάπτισμα πύλη ἐστὶ τῶν οὐρανῶν εἰσάγον ἐκεῖσε τοὺς βαπτιζομένους; Οὐ γὰρ «ἀνεῴχθησαν» εἶπεν ἁπλῶς, ἀλλ’ «ἀνεώχθησαν αὐτῷ οἱ οὐρανοί»· πάντα δὲ αὐτῷ δι’ ἡμᾶς ἐγένετο τὰ γενόμενα. Ἡμῖν οὖν ἀνεῴχθησαν δι’ αὐτοῦ οἱ οὐρανοί· καὶ ἀναπεπταμένας ἔχοντες τὰς πύλας προσμένουσι τὴν ἡμετέραν εἴσοδον. Καὶ μαρτυρεῖ τοῦτο πρὸ τῶν ἄλλων ὁ πρωταγωνιστὴς ἐν μάρτυσι Στέφανος.
Θεὶς γὰρ οὗτος τὰ γόνατα προσηύχετο καὶ ἀτενίσας εἶδεν, ὃ μηδεὶς τῶν πρὸ τοῦ Χριστοῦ βαπτίσματος· «ἀτενίσας γὰρ εἶδε τοὺς οὐρανοὺς ἀνεῳγμένους, καὶ τὸν Ἰησοῦν ἐν τῇ δόξῃ τοῦ Πατρός», εἶδεν οὐ μόνον δόξαν ἄρρητον καὶ τόπον ὑπερουράνιον, ἀλλὰ καὶ αὐτὸν τὸν ποθούμενον ἐν τῇ δόξῃ τοῦ Πατρός, δι’ ἧς ἐκεῖνα μακαρίως τεθέαται πρῶτος τῶν μετὰ Χριστὸν ἁπάντων, ἃ μηδεὶς τῶν πρὸ Χριστοῦ, εἰς ἃ καὶ αὐτὰ τὰ τῶν ἀγγέλων τάγματα παρακύπτειν φοβεῖται· εἷλκε γὰρ αὐτὸν ὁ ποθούμενος Ἰησοῦς πρῶτον ἐν οὐρανοῖς διάκονον τοῦτον εἶναι ποθῶν καὶ τῶν λειτουργικῶν πνευμάτων πολλῷ προτιμότερον, ὡς καὶ πρῶτον τῆς ἀθλήσεως μάρτυρα.
Ἡμῖν οὖν ἀνεῴχθησαν δι’ αὐτοῦ οἱ οὐρανοί, καὶ ἡμᾶς ἐκάθησε δι’ ἑαυτοῦ· οὐ γὰρ αὐτὸς ἐδεῖτο καθάρσεως ἢ ἀνοίξεως. Καὶ εἶδεν ὁ Ἰωάννης, ἵνα λέγειν ἔχῃ πρὸς τοὺς ἐρωτῶντας ὕστερον, «κᾀγὼ ἑώρακα καὶ μεμαρτύρηκα, ὅτι οὗτός ἐστιν ὁ Χριστὸς ὁ τοῦ Θεοῦ Υἱός»· εἶδεν οὖν ὁ Ἰωάννης τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡς περιστερὰν καὶ ἐρχόμενον ἐπ’ αὐτόν. Μαρτυρεῖ δὲ καὶ τὸ τῆς περιστερᾶς εἶδος τὴν καθαρότητα τοῦ πρὸς ὃν καταβέβηκε· τοῦτο γὰρ τὸ ζῶον τόποις ἀκαθάρτοις καὶ δυσώδεσιν οὐκ ἐφίπταται· συνεπιμαρτυρεῖ δὲ καὶ τῇ τοῦ Πατρὸς ἄνωθεν φωνῇ· «Καὶ ἰδοὺ» γάρ, φησί, τουτέστιν ὁμοῦ σὺν τῷ εἴδει τῆς περιστερᾶς καὶ «φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα»· οὗτος, ὃν νῦν δείκνυσι τὸ ἐμὸν Πνεῦμα κατελθὸν καὶ μένον ἐπ’ αὐτὸν ὡς ἐμὸν συναΐδιον Υἱόν. Ὡς γὰρ δακτύλῳ χρησάμενος ὁ Πατὴρ τῷ ἰδίῳ καὶ συναϊδίῳ καὶ ὁμοουσίῳ καὶ ὑπερουρανίῳ Πνεύματι φωνῶν ἅμα καὶ δακτυλοδεικτῶν ἄνωθεν, ὁμοῦ δὲ καὶ τὴν πρὸς αὐτὸν συνάφειαν ἐπιδεικνύμενος, τὸν ἐν Ἰορδάνῃ τηνικαῦτα ὑπὸ Ἰωάννου βαπτιζόμενον τὸν ἑαυτοῦ ἀγαπητὸν Υἱὸν εἶναι φανερῶς, ἀπέδειξε καὶ ἐκήρυξε τοῖς πᾶσιν.
Ἐπεὶ δὲ μὴ μόνον οἷά τις πατρικὸς δάκτυλος τὸ Πνεῦμα ἐξεφάνη δακτυλοδεικτοῦντος, ἀλλὰ καὶ μέχρις αὐτοῦ κατῆλθε τοῦ πατρικῷ δακτύλῳ δεικνυμένου οἷον ἐπαφώμενον, καὶ μηδὲ τοῦτο μόνον ἀλλὰ καὶ ἐπ’ αὐτὸν διέμεινεν· «ἐμαρτύρησε» γάρ, φησίν, «ὁ Ἰωάννης ὅτι, τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ’ αὐτόν»· καὶ οὐκ ἐπ’ αὐτὸν μόνον, ἀλλὰ καὶ ἐν αὐτῷ (καὶ μάρτυς πάλιν ὁ αὐτὸς λέγων, «ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν»), ἀλλὰ καὶ πρὸ τῆς φανερᾶς καθόδου ἀφανῶς ἐνῆν αὐτῷ· τοῦτο δὲ καὶ πρὸς τῶν ἀσωμάτων καὶ οὐρανίων ἀγγέλων μαρτυρεῖται, τοῦ μὲν λέγοντος πρὸς τὴν ἐν παρθενίᾳ τοῦτον συλλαμβάνουσαν, «ὅτι Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ», τοῦ δὲ πρὸς τὸν Ἰωσὴφ περὶ αὐτῆς, «ὅτι τὸ γεννηθὲν ἐν αὐτῇ ἐκ Πνεύματός ἐστιν ἁγίου». Ἐπειδὴ ταῦτα οὐχ ἁπλῶς συνάφεια κηρύττεται, ἀλλ’ ἀλληλουχία τις ὑπερφυὴς ἅμα καὶ διηνεκὴς καὶ παντελὴς καὶ ἀσύγχυτος, καὶ οὗτος ἡμῖν εἷς ἀναδείκνυται Θεὸς ἐν θεότητι τρισυποστάτῳ καὶ παντοδυνάμῳ, ἡνίκα καὶ ὅπως εὐδόκησε δι’ ἑαυτοῦ φανερούμενος, Πατὴρ ὑπερουράνιος, Υἱὸς ὁμοούσιος, Πνεῦμα ἅγιον ἐκ Πατρὸς ἐκπορευόμενον καὶ ἐν Υἱῷ ἀναπαυόμενον, ἀσύγχυτον καὶ τὴν ἕνωσιν ἔχων καὶ ἀμέριστον τὴν διαίρεσιν.
Δύο μὲν γάρ εἰσιν οἱ μαρτυροῦντες, ὁ δὲ μαρτυρούμενος εἷς· μαρτυροῦσι δὲ καὶ τὴν οἰκείαν θεότητα καὶ τὴν ἀλλήλων συμφυΐαν καὶ τὴν διάκρισιν· τὴν μὲν θεότητα ἐκ τῆς ὑπερανῳκισμένης δεσποτείας, ἀφ’ ἧς οἱ οὐρανοὶ πάντες ἀθρόον ἐσχίσθησαν, τὴν δὲ συμφυΐαν διὰ τῆς ἄκρας καὶ διηνεκοῦς συναφείας καὶ τῆς συννεύσεως, τὴν δὲ διάκρισιν διὰ τῆς τῶν ὑποστατικῶν ὀνομάτων ὑπαλλαγῆς καὶ τῆς σχέσεως.
Ἀναβιβάζεται δὲ καὶ τὸ παρ’ ἡμῶν πρόσλημμα πρὸς τὴν ἀξίαν ἐκείνην τῷ Υἱῷ τοῦ Θεοῦ ἀχωρίστως συνθεωρούμενον, ὡς εἶναι καὶ μετὰ τὴν ἐνανθρώπησιν αὐτοῦ τὰς προσκυνητὰς καὶ φωτιστικὰς ὑποστάσεις τρεῖς, εἰς ἃς ἡμεῖς πιστεύομέν τε καὶ βαπτιζόμεθα, τὸν μὲν παλαιὸν ἄνθρωπον ἀποδυόμενοι τῷ θείῳ βαπτίσματι, περικείμενοι δὲ Χριστόν, τὸν νέον Ἀδάμ, τὸν τὴν ὑπεύθυνον ἡμῶν φύσιν ἐν ἑαυτῷ καινὴν ὑποστήσαντα, παρθενικῶν ἐξ αἱμάτων ταύτην ἀναλαβόμενον, ὡς εὐδόκησε, καὶ δι’ ἑαυτοῦ δικαιώσαντα, καὶ τοὺς ἐξ αὐτοῦ κατὰ Πνεῦμα γενομένους· ἔπειτα πάντας τῆς προγονικῆς ἐκείνης ἀρᾶς καὶ καταδίκης ἐλευθερώσαντα.
Τί οὖν; ἐπειδήπερ οὐχ ὑπόστασιν παρ’ ἡμῶν ὁ τοῦ Θεοῦ μονογενὴς Υἱός, ἀλλὰ τὴν ἡμετέραν ἀναλαβὼν ἐκαινούργησε φύσιν ἑνωθεὶς αὐτῇ κατ’ ἰδίαν ὑπόστασιν, οὐχὶ καὶ τῶν ὑποστάσεων ἡμῶν ἑκάστῃ τῆς αὑτοῦ μεταδίδωσι χάριτος, οὐδὲ τῶν ἰδίων ἕκαστος πλημμελημάτων λαμβάνει παρ’ αὐτοῦ τὴν ἄφεσιν; Καὶ πῶς, ὃς «πάντας θέλει τελέως σωθῆναι», καὶ ὑπὲρ πάντων «κλίνας τοὺς οὐρανοὺς κατῆλθε» καὶ δι’ ἔργων καὶ λόγων καὶ παθημάτων οἰκείων πᾶσαν ὑποδείξας ὁδὸν ἡμῖν σωτηρίας εἰς οὐρανοὺς ἀνῆλθεν ἕλκων ἐκεῖσε τοὺς πειθομένους; Ἀλλὰ τὴν μὲν φύσιν, ἣν παρ’ ἡμῶν ὑπὲρ ἡμῶν προσλαβόμενος ἐκαινούργησεν, ἡγιασμένην καὶ δεδικαιωμένην καὶ τῷ Πατρὶ διὰ πάντων ὑπήκοον οὖσαν ἔδειξε, δι’ ὧν αὐτὸς ταύτῃ καθ’ ὑπόστασιν ἡνωμένος κατ’ αὐτὸν ἔπραξέ τε καὶ ἔπαθεν· ἑκάστου δὲ τῶν πιστευόντων ἡμῶν οὐχ ἁπλῶς τὴν φύσιν, ἀλλὰ καὶ τὴν ὑπόστασιν ἐκαινούργησε, καὶ τῶν ἁμαρτημάτων ἡμῖν τὴν ἄφεσιν ἐχαρίσατο διὰ τοῦ θείου βαπτίσματος, διὰ τῆς τῶν οἰκείων ἐντολῶν τηρήσεως, διὰ τῆς μετανοίας, ἣν τοῖς πταίουσιν ἐχαρίσατο, καὶ διὰ τῆς μεταδόσεως τοῦ οἰκείου σώματός τε καὶ αἵματος.
Εἰπὼν δὲ ὁ Πατὴρ ἄνωθεν περὶ τοῦ κατὰ σάρκα βαπτισθέντος, «οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα», ἔδειξεν ὅτι πάντα τὰ ἄλλα τὰ διὰ τῶν προφητῶν πρότερα ἐκεῖνα, αἱ νομοθεσίαι, αἱ ἐπαγγελίαι, αἱ υἱοθεσίαι, ἀτελῆ ἦν, καὶ οὐ κατὰ προηγούμενον τοῦ Θεοῦ θέλημα ἐλέχθησαν καὶ ἐτελέσθησαν, ἀλλὰ πρὸς τὸ νῦν τέλος ἔβλεπον, καὶ διὰ τοῦ νῦν τελεσθέντος κᾀκεῖνα ἐτελειώθησαν.
Καὶ τί λέγω τὰς διὰ τῶν προφητῶν νομοθεσίας, τὰς ἐπαγγελίας, τὰς υἱοθεσίας; Καὶ ἡ ἀπ’ ἀρχῆς γὰρ καταβολὴ τοῦ κόσμου πρὸς τοῦτον ἔβλεπε, τὸν κάτω μὲν ὡς Υἱὸν ἀνθρώπου βαπτιζόμενον, ἄνωθεν δὲ Υἱὸν ἀγαπητὸν μόνον μαρτυρούμενον Θεοῦ, δι’ ὃν τὰ πάντα καὶ δι’ οὗ τὰ πάντα, καθάπερ ὁ ἀπόστολός φησιν.
Οὐκοῦν καὶ ἡ ἀπ’ ἀρχῆς παραγωγὴ τοῦ ἀνθρώπου δι’ αὐτόν, κατ’ εἰκόνα πλασθέντος τοῦ Θεοῦ, ἵνα δυνηθῇ ποτε χωρῆσαι τὸ ἀρχέτυπον· καὶ ὁ ἐν τῷ παραδείσῳ παρὰ Θεοῦ νόμος δι’ αὐτόν· οὐ γὰρ ἂν ἔθηκεν ὁ θείς, εἴπερ εἰς ἅπαν ἔμελλε διαμένειν ἀτέλεστος· καὶ τὰ μετ’ αὐτὸν ὑπὸ Θεοῦ εἰρημένα καὶ τετελεσμένα σχεδὸν πάντα δι’ αὐτόν, εἰ μή τις ἐρεῖ καλῶς καὶ τὰ ὑπερκόσμια πάντα, τὰς ἀγγελικὰς λέγω φύσεις τε καὶ τάξεις καὶ τὰς ἐκεῖ θεσμοθεσίας, πρὸς τοῦτο τείνειν ἀπ’ ἀρχῆς τὸ τέλος, τὴν θεανδρικὴν οἰκονομίαν λέγω, ᾗ καὶ ἀπ’ ἀρχῆς ἄχρι τέλους διηκόνησαν. Εὐδοκία γάρ ἐστι τὸ προηγούμενον καὶ ἀγαθὸν τοῦ Θεοῦ καὶ τέλειον θέλημα· οὗτος δέ ἐστι μόνος, ᾧ εὐδοκεῖ καὶ ἐπαναπαύεται καὶ ἀρέσκεται τελέως ὁ Πατήρ, «ὁ θαυμαστὸς αὐτοῦ σύμβουλος, ὁ τῆς μεγάλης αὐτοῦ βουλῆς ἄγγελος», ὁ παρ’ αὐτοῦ τοῦ οἰκείου Πατρὸς ἀκούων καὶ λαλῶν καὶ τοῖς ὑπακούουσι παρέχων ζωὴν αἰώνιον.
Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν ἐν αὐτῷ τῷ βασιλεῖ τῶν αἰώνων Χριστῷ, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.