Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ομιλίες ΜΓ΄–ΞΓ΄

Γρηγόριος Παλαμᾶς

Ομιλία ΜΣΤ΄: Στη Γ΄ Κυριακή του Λουκά

Το θαύμα της αναστάσεως του υιού της χήρας στη Ναΐν, η αντιπαραβολή με τους προφήτες της Παλαιάς Διαθήκης και η αλληγορική ερμηνεία της αναστάσεως του νου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 4 από 21

ΕΙΣ ΤΟ ΤΗΣ ΤΡΙΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΛΟΥΚΑ ΕΥΑΓΓΕΛΙΟΝ ΥΠΟΘΕΣΙΝ ΕΧΟΥΣΑ ΤΟΝ ΥΠΟ ΤΟΥ ΚΥΡΙΟΥ ΕΓΕΡΘΕΝΤΑ ΤΗΣ ΧΗΡΑΣ ΠΑΙΔΑ, Ἐν ᾗ καὶ περὶ τοῦ συγγνωμονικοὺς ἡμᾶς εἶναι καὶ συμπαθεῖς πρὸς ἀλλήλους Τὸ θεῖον καὶ κοινωφελὲς ὁ μέγας Παῦλος τῆς πίστεως ἐνδεικνύμενος καὶ καταγγέλλων αὐτῆς τὰ ἔργα καὶ τὰ ἆθλα καὶ τοὺς καρποὺς καὶ τὴν δύναμιν, ἀπ’ αὐτῶν μὲν ἄρχεται τῶν αἰώνων, ὧν οὐδὲν ἀρχαιότερον, «πίστει», λέγων, «νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ρήματι Θεοῦ εἰς τὸ μὴ ἐκ φαινομένων τὰ βλεπόμενα γεγονέναι», τελευτᾷ δὲ εἰς τὴν μέλλουσαν παγκοσμίαν ἀνάστασιν καὶ τὴν κατ’ αὐτὴν τῶν ἁγίων τελείωσιν, ἧς οὐδὲν τελεώτερον.

Μεταξὺ δὲ τῶν ἐπὶ τῇ πίστει θαυμασθέντων καὶ δι’ ἑαυτῶν ταύτῃ συμμαρτυρούντων ποιούμενος τὸν κατάλογον καὶ τοῦτό φησιν, ὅτι διὰ πίστεως «ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὑτῶν». Αἱ δέ εἰσιν ἥ τε Σαραφθία καὶ ἡ Σουναμῖτις, ὧν ἡ μὲν τὸν υἱὸν θανόντα παρὰ τοῦ προφήτου Ἠλιοῦ πάλιν ἔλαβε ζῶντα, ἡ δὲ Σουναμῖτις παρὰ τοῦ Ἐλισσαίου τὸν ἑαυτῆς.

Ἑκατέρα δὲ τούτων μεγάλην δι’ ἔργων ἐπεδείξατο πίστιν. Ἡ μὲν Σαραφθία κατὰ πίστιν φθάσασα τὴν ἐπηγγελμένην παρὰ τοῦ προφήτου τῶν ἐδωδίμων αὔξησιν καὶ πρὸ τῶν παίδων θρέψασα τοῦτον ἐκ τῆς τοῦ ἀλεύρου δρακὸς καὶ τοῦ ὀλίγου ἐλαίου, ἃ μόνα φαγεῖν εἶχε, καὶ μετὰ τῶν παίδων ἀποθανεῖν. Ἀλλὰ καὶ τοῦ υἱοῦ αὐτῆς μετὰ τὴν Ἠλιοῦ παρουσίαν ἀρρωστήσαντος καὶ ἀποθανόντος («ἦν» γάρ, φησίν, «ἡ ἀρρωστία αὐτοῦ μεγάλη σφόδρα, ἕως οὐκ ἀπελείφθη ἐν αὐτῷ πνεῦμα ζωῆς») αὕτη οὐκ ἀπώσατο τὸν προφήτην, οὐκ ἐμέμψατο, οὐκ ἀπεπήδησε τῆς ἣν παρ’ αὐτοῦ ἐδιδάχθη θεοσεβείας· ἀλλ’ ἑαυτῆς κατηγόρησε καὶ τὰς οἰκείας ἁμαρτίας αἰτίας εἶναι τοῦ πάθους ἐνόμισεν, ἄνθρωπον μὲν τοῦ Θεοῦ τὸν Ἠλίαν ἐπ’ αὐτῆς καλοῦσα τῆς συμφορᾶς, ἑαυτὸν δὲ μᾶλλον καταιτιωμένη καὶ λέγουσα πρὸς αὐτὸν προτρεπτικῶς μᾶλλον ἢ σκωπτικῶς, «τί ἐμοὶ καὶ σοί, ἄνθρωπε τοῦ Θεοῦ; εἰσῆλθες πρός με ἀναμνῆσαι τὰς ἁμαρτίας μου καὶ θανατῶσαι τὸν υἱόν μου»; Φῶς εἶ σύ, φησί, κατὰ μέθεξιν, ὡς φωτὸς τοῦ τῆς δικαιοσύνης διάκονος, καὶ παραγενόμενος ἐμφανῆ μου τὰ ἀφανῆ πεποίηκας ἁμαρτήματα· ταῦτα δέ μου τὸν υἱὸν ἐθανάτωσεν. Ὁρᾶτε πίστιν γυναικὸς ἀλλοφύλου; Ὁρᾶτε ταπείνωσιν; Διὰ τοῦτο καὶ τὴν ἐκλογὴν εἰκότως ἔλαβε παρὰ Θεοῦ τὴν ἀρχήν, καὶ πρόγραμμα γενέσθαι κατηξιώθη τῆς τῶν ἐθνῶν κλήσεώς τε καὶ πίστεως, ὕστερον δὲ καὶ τὸν παῖδα ζῶντα ἐδέξατο.

Ἡ δὲ Σουναμῖτις καὶ ἀφ’ ὧν εἶπε πρὸς τὸν ἄνδρα αὐτῆς περὶ Ἐλισσαίου καὶ ἀφ’ ὧν ἡτοίμασε πρὸς ὑποδοχὴν τῷ προφήτῃ, καὶ ἀπὸ τῆς φιλοσοφίας, ἣν ἐπεδείξατο τοῦ παιδὸς θανόντος, τὴν πίστιν ἔδειξε· κρύψασα γὰρ ἡσυχῆ τὸ πάθος ἐπὶ τὸν προφήτην ἔδραμε, καὶ εἵλκυσεν ἐπὶ τὴν οἰκίαν πρὸς αὐτὸν εἰποῦσα, «ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε»· καὶ διὰ τῆς πίστεως ταύτης ἀναστάντα τὸν υἱὸν παρὰ τοῦ προφήτου ἐδέξατο, ὡς μὴ μᾶλλον εἶναι τῶν προφητῶν ἐκείνων τὸ ἐξαίρετον τοῦτο θαῦμα ἢ τῆς τῶν δεξαμένων τοὺς ἀναστάντας μητέρων πίστεως, καθάπερ καὶ ὁ Παῦλος ὑπέφηνεν εἰπών, «διὰ πίστεως ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν».

Ἀλλὰ καίτοι συνεργὸν ἔχοντες τῶν μητέρων οἱ προφῆται τὴν πίστιν καὶ τὴν πρὸς Θεὸν εὐαρέστησιν, ὁ μὲν Ἠλιοῦ τά τε ἄλλα πεποίηκε, καὶ μετ’ ὀλοφυρμοῦ πρὸς τὸν Θεὸν ἀνεβόησεν «οἴμοι», λέγων, «Κύριε, ὁ μάρτυς τῆς χήρας, μεθ’ ἧς ἐγὼ κατοικῶ, σὺ ἐκάκωσας τοῦ θανατῶσαι τὸν υἱὸν αὐτῆς; Καὶ ἐπεκαλέσατο τὸν Κύριον καὶ εἶπε, Κύριε ὁ Θεός μου, ἐπιστραφήτω δὴ ἡ ψυχὴ τοῦ παιδαρίου τούτου εἰς αὐτό. Καὶ ἐγένετο οὕτως». Ὁ δὲ Ἑλισσαιὲ μὴ μόνον προσέφυ τῷ παιδαρίῳ περιϊὼν καὶ ἀνακάμπτων ἕως ἑπτάκις, ἀλλὰ καὶ προσηύξατο πρὸς Κύριον κατὰ τὸ γεγραμμένον, καὶ οὕτω τὸν τῆς Σουναμίτιδος ἀνεζώωσεν.

Ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κατὰ τὴν σήμερον ἀναγινωσκομένην τοῦ Εὐαγγελίου φωνὴν σπλαγχνισθεὶς ἐπὶ τῇ χήρᾳ, ἧς ὁ υἱὸς ἐξεκομίζετο τεθνηκώς, καὶ μηδὲν μελήσας μηδὲ πραγματευσάμενος μηδ’ εὐξάμενος, ἀλλὰ προστάγματι μόνῳ δοὺς ἐκ νεκροῦ ζῶντα τὸν μονογενῆ τῇ πενθούσῃ μητρί, μόνος ἔδειξεν αὐτὸς ὢν ὁ ζωῆς καὶ θανάτου κύριος· «ἐγένετο», γάρ, φησὶν ὁ Εὐαγγελιστής, «ἐν τῇ ἑξῆς, ἐπορεύετο ὁ Ἰησοῦς εἰς πόλιν καλουμένην Ναΐν». Αὐτόκλητος ἐπὶ τὸ μέγα θαῦμα τοῦτο τῆς ἀναστάσεως ὁ Κύριος ἔρχεται ἵνα δείξῃ μὴ μόνην τὴν ζωοποιὸν δύναμιν, ἀλλὰ καὶ τὴν ἀγαθότητα καὶ τὴν εὐσπλαγχνίαν ἀσύγκριτον ἔχων. Τῷ μὲν γὰρ Ἠλίᾳ οἷον καὶ ἐπέσκωψεν, ἡ Σαραφθία κινοῦσα πρὸς τὴν τοῦ παιδὸς ἀναβίωσιν· τὸν δὲ Ἐλισσαῖον προδιδάξασα μὴ προϊδόντα τὸ πάθος, εἶτα καὶ κατηνάγκασεν ἡ Σουναμῖτις «ζῇ», λέγουσα, «Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε»· ὁ δὲ Κύριος προγινώσκει παρ’ ἑαυτοῦ καὶ μηδενὸς ἐκκαλουμένου πορεύεται πρὸς τὴν πόλιν, ἀφ’ ἧς ὁ τεθνηκὼς ἐξεκομίζετο παῖς. «Ἐπορεύετο δέ», φησίν, «ἐν τῇ ἑξῆς». Καὶ τοῦτο πανσόφως ὁ Εὐαγγελιστὴς ὑπεσημήνατο. Ὑπογράφει γὰρ ἡ τοῦ παιδὸς τῆς χήρας ἀνάστασις τὴν ἀνακαίνισιν τοῦ ἡμετέρου νοῦ.

Χήρα γὰρ ἦν καὶ ἡ καθ’ ἡμᾶς ψυχή, διὰ τὴν ἁμαρτίαν, τοῦ οὐρανίου νυμφίου, ἔχουσα καθάπερ τινὰ μονογενῆ τὸν οἰκεῖον ἑκάστη νοῦν, ὃς τεθνηκὼς ἦν τῷ κέντρῳ τῆς ἁμαρτίας ἀπολέσας τὴν ὄντως ζωήν· ἐξεκομίζετο δὲ καὶ οὗτος, πορρωτέρω δήπου Θεοῦ γινόμενος ὑπὸ τῶν ἀγόντων αὐτὸν παθῶν εἰς ᾅδου καὶ ἀπωλείας βυθούς. Ἀλλὰ πορευθεὶς ἐφ’ ἡμᾶς ὁ Κύριος καὶ ἐπιστὰς ἤδη τῇ διὰ σαρκὸς αὐτοῦ παρουσίᾳ καὶ ἀνεκαίνισε καὶ ἀνήγειρεν. Αὕτη δὲ οὐκ ἐξ ἀρχῆς ἐφ’ ἡμᾶς, ἀλλ’ ὕστερον ἐπ’ ἐσχάτων τῶν αἰώνων γέγονε. Διὰ τοῦτο οὐδὲ τοῦτο παρῆκεν ὁ Εὐαγγελιστής, «ἐπορεύετο», λέγων, «ἐν τῇ ἑξῆς» ὁ Ἰησοῦς ἀναστήσων τὸν τεθνηκότα τῆς χήρας παῖδα καὶ ταύτης τὸ πένθος εἰς εὐφροσύνην μετασκευάσων. Προσέχετε τοῖς λεγομένοις τὸν νοῦν, ἀδελφοί, παρακαλῶ· καὶ ὑμῶν γὰρ ἕκαστος ἐὰν αἴσθησιν λάβῃ τοῦ ἐν αὐτῷ τεθνηκότος καὶ τὰς οἰκείας ἁμαρτίας θρηνῇ, πενθῶν καὶ σκυθρωπάζων διὰ ταύτας ἐν μετανοίᾳ, πορεύσεται καὶ πρὸς αὐτὸν ὁ παράκλητος ζωὴν παρέχων καὶ παράκλησιν τὴν αἰώνιον. «Μακάριοι» γάρ, φησίν, «οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται».

Ἀλλ’ «ἐπορεύετο», φησίν, «ὁ Ἰησοῦς, καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοὶ καὶ ὄχλος πολύς». Ὁ μὲν γὰρ Ἠλίας μονοῦται μέλλων ἀναστήσειν τὸν τῆς Σαραφθίας, καὶ ὁ Ἐλισσαῖος ἀναβὰς τὸ ὑπερῷον, ἔνθα ὁ τεθνηκὼς ἔκειτο, «ἀπέκλεισε τὴν θύραν, ὡς ἡ ἱστορία φησί, κατὰ τῶν δύο αὐτῶν», τῆς τε Σουμανίτιδος καὶ τοῦ οἰκείου μαθητοῦ Γιεζί. Ἐπεὶ γὰρ ἐκτενεστάτης ἦν αὐτοῖς πρὸς τὸν Θεὸν δεήσεως χρεία, πεφύκασι δὲ οἱ ἄνθρωποι μονωθέντες τὸν νοῦν ἀπασχολεῖν τελεώτερον καὶ πρὸς τὸν Θεὸν ὅλον ἀνατείνειν ἔχειν, διὰ τοῦτο καὶ τῶν οἰκειοτάτων ἐχώρισαν ἑαυτούς, ὁ δὲ Κύριος, ὡς ἀληθῶς ζωῆς ἔχων καὶ θανάτου τὴν ἐξουσίαν καὶ μηδαμῶς προσευχῆς ἐπὶ τῷ ζωῶσαι τὸν παῖδα δεόμενος, οὐ μόνον τοὺς οἰκείους μαθητὰς εἶχε μεθ’ ἑαυτοῦ, ἀλλὰ καὶ ὄχλον πολύν, τὸν μὲν αὐτὸς ἦγε, τὸν δὲ περὶ τὸν ἐκφερομένον εὗρε. Καὶ πάντων ὁρώντων καὶ ἀκουόντων προστάγματι μόνῳ τὸν νεκρὸν ἀνεζώωσεν, ὑπὸ φιλανθρωπίας παρρησίᾳ τοῦτο ποιήσας, ἵνα πάντας ἐφελκύσηται πρὸς τὴν εἰς αὐτὸν σωτήριον πίστιν. «Ὡς γὰρ ἤγγισε», φησί, «τῇ πύλῃ τῆς πόλεως, ἐξεκομίζετο τεθνηκώς»· προειδὼς γὰρ καὶ αὐτὴν τῆς ἐκφορᾶς τὴν ὥραν, εἰς καιρὸν ἐπέστη· «ἐξεκομίζετο οὖν τεθνηκὼς υἱὸς μονογενὴς τῇ μητρὶ αὑτοῦ· καὶ αὐτὴ χήρα».

Τὰ αὐτὰ τῇ πενθούσῃ καὶ τὴν λύπην ηὔξησε πολλαπλασίαν, καὶ τὴν λύσιν ἐξαισίαν ἤνεγκεν. Ἰδὼν γὰρ ὁ Κύριος μητέρα καὶ μητέρα χήραν ἐφ’ ἑνὶ παιδὶ τὰς ἐλπίδας σαλεύουσαν καὶ ἀώρῳ θανάτῳ τοῦτον ἀφῃρημένην, ἑπομένην τε τῇ σορῷ τοῦ παιδὸς καὶ κοπτομένην ἐλεεινῶς, «ἐσπλαγχνίσθη», φησὶ (πῶς γὰρ οὐκ ἔμελλεν, «ὁ πατὴρ τῶν ὀρφανῶν καὶ κριτὴς τῶν χηρῶν»;) «καὶ εἶπε πρὸς αὐτήν», παραμυθούμενός τε καὶ τὸ μέλλον προορῶν, «μὴ κλαῖε». ᾜδει μὲν ἐκεῖνος τί ἔμελλε ποιεῖν, ἡ δὲ γυνὴ οὔτε αὐτὸν ᾔδει, πολλῷ μᾶλλον οὐδὲ τὸ μέλλον, διὸ οὐδὲ πίστιν εἶχεν, οὐδὲ ᾔτει παρ’ αὐτοῦ τι· οὐδὲ αὐτὸς ἀπῄτει πίστιν παρ’ αὐτῆς, ἀλλὰ πάντα δυνάμενος καὶ μηδὲ τῆς ἀπὸ τῶν πιστευόντων συνεργείας δεόμενος, «προσελθὼν ἥψατο τῆς σοροῦ», ἵνα δείξῃ καὶ τὸ οἰκεῖον σῶμα ζωοποιὸν ἔχον ὡς ὁμόθεον δύναμιν· «καὶ εἶπε, νεανίσκε, σοὶ λέγω, ἐγέρθητι· καὶ ἀνεκάθισεν ὁ νεκρός»· ἤκουσε γὰρ ὁ κωφὸς χοῦς τοῦ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα, ἤκουσε τοῦ τὰ πάντα φέροντος τῷ ρήματι τῆς δυνάμεως αὐτοῦ, ἤκουσεν οὐ φωνὴν ἀνθρώπου θεοφόρου, ἀλλὰ Θεοῦ ἐνανθρωπήσαντος· καὶ μὴ μόνον «ἀνεκάθισεν ὁ νεκρός», ἀλλὰ «καὶ ἤρξατο λαλεῖν». Καὶ ἐπὶ τοῦ υἱοῦ γὰρ τῆς Σαραφθίας χήρας, ἡνίκα ἐπέστρεψεν ἡ ψυχὴ αὐτοῦ εἰς αὐτόν, ἀνεβόησεν εὐθὺς τὸ παιδάριον κατὰ τὴν ἱστορίαν· δεῖγμα δὲ τοῦτο τοῦ μὴ κατὰ φαντασίαν εἶναι τὴν ἀνάστασιν.

Ὁ μὲν οὖν Ἠλίας ἕνα διὰ προσευχῆς, καὶ ὁ Ἐλισσαῖος ἕνα ζῶν, ἕτερον δ’ ἀνέστησε νεκρός, πιστούμενοι καὶ προδεικνύντες τὴν θεανδρικὴν τοῦ Χριστοῦ ζωοποιὸν ἐνέργειαν· ὁ δὲ Κύριος τρεῖς μὲν ἐκ νεκρῶν ἤγειρε προστάγματι πρὸ τοῦ σταυροῦ, τὸν παῖδα τῆς χήρας τοῦτον, τὴν τοῦ ἀρχισυναγώγου θυγατέρα καὶ τὸν τετραήμερον Λάζαρον. Ἐν δὲ τῷ σταυρῷ πολλούς, οἳ καὶ «ἐνεφανίσθησαν πολλοῖς». Πρὸς δὲ τούτοις μετὰ τὸν ὑπὲρ ἡμῶν διὰ σταυροῦ θάνατον ἑαυτὸν ἀνέστησε, μᾶλλον δὲ ἐξανέστησε τριήμερον, μόνος αὐτὸς ἀρχηγὸς γεγονὼς τῆς ἀϊδίου ζωῆς. Οἱ γὰρ ἄλλοι πάντες, εἰ καὶ ἀνέστησαν, ἀλλὰ τῆς θνητῆς πάλιν καὶ καθ’ ἡμᾶς μετέλαχον ζωῆς.

Χριστοῦ δὲ ἐκ νεκρῶν ἀναστάντος, «θάνατος αὐτοῦ οὐκέτι κυριεύει». Διὸ καὶ μόνος ὁ Κύριος «ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο», τουτέστι τῶν πιστῶν καὶ ἐπ’ ἐλπίδι ἀναστάσεως καὶ ζωῆς αἰωνίου τῶν ὧδε μεταναστάντων· ἀπαρχὴ γοῦν τῶν κεκοιμημένων ἐγένετο καὶ «πρωτότοκος ἐκ τῶν νεκρῶν», καὶ ἡμῖν ἐπιστώσατό τε καὶ ἐπηγγείλατο οὐ τὴν καθ’ ἡμᾶς ζωὴν ταύτην τὴν θνητὴν καὶ ἐπίκηρον, ἅτε ψυχικῷ πνεύματι διοικουμένην, ἀλλὰ τὴν ἐν ἐλπίσιν ἡμῖν ἀποκειμένην ἔνθεον καὶ ἀθάνατον καὶ αἰώνιον· αὕτη γὰρ αὐτοῦ δῶρον ὄντως θεοπρεπέστατον. Ὡς οὖν μὴ ταύτην ἐνταῦθα παρέχων τοῖς ὑπ’ αὐτοῦ ἀναστᾶσιν, ἀλλὰ τὴν θανάτῳ διακοπτομένην οὐκ αὐτοῖς αὐτὴν χαριζόμενος παρέχει, ἀλλὰ δι’ ἑτέρους τοῦτο ποιεῖ, ἐνάγων πρὸς πίστιν αὐτοὺς ἣ πρόξενός ἐστι τῆς αἰωνίου ζωῆς· κἀνταῦθα γὰρ οὐ τὸν παῖδα δι’ ἑαυτόν, ἀλλὰ διὰ τὴν μητέρα «σπλαγχνισθεὶς ἐπ’ αὐτῇ» τὸν παῖδα ἀνέστησεν, ὡς ὁ Εὐαγγελιστὴς σαφῶς ἱστορεῖ· διὸ καὶ ἀναστήσας ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ.

Ἀλλ’ ὁρᾶτε πῶς ὁ Κύριος σπλαγχνισθεὶς ἐπὶ τῇ χήρᾳ πενθούσῃ τὸν υἱόν, οὐ παραμυθητικοῖς μόνον πρὸς αὐτὴν ἐχρήσατο λόγοις, ἀλλὰ καὶ δι’ ἔργων αὐτὴν ἐθεράπευσεν; Οὕτω καὶ ἡμεῖς ποιῶμεν πρὸς δύναμιν, καὶ μὴ λόγῳ μόνῳ συμπαθεῖς ὦμεν τοῖς κακῶς πάσχουσιν, ἀλλὰ καὶ δι’ ἔργων τὸ πρὸς αὐτοὺς συμπαθὲς ἐπιδείξωμεν· ἐὰν γὰρ ἡμεῖς πάσῃ δυνάμει τὴν εὐποιίαν ἐπιδειξώμεθα, καὶ ὁ Θεὸς ἀμειβόμενος πάσῃ δυνάμει τὴν πρὸς ἡμᾶς εὐποιίαν ἀντεπιδείξεται. Συνορᾶτε δὴ τὴν ὑπεροχὴν καὶ τὴν ὑπερβολὴν τῆς ἀμοιβῆς ὅση· καθ’ ὅσον γὰρ ὑπερέχει ὁ Θεὸς ἀνθρώπου, κατὰ τοσοῦτο καὶ ἡ δύναμις ἐκείνου τῆς ἀνθρωπίνης δυνάμεως, καὶ ἡ παρὰ τῆς δυνάμεως ἐκείνης ἐκτελουμένη χάρις τῆς παρ’ δου χρυσοῦς, τίς οὐκ ἂν ἠσπάσατο τὸ συνάλλαγμα;

Νῦν δὲ οὐ «χάλκεια χρυσέων» ἐστὶν ἀλλάξασθαι, μετάλλων ἀμφοῖν τῇ φύσει σχεδὸν ὁμοτίμων, ἀλλ’ ἀνθρώπινα παρασχεῖν καὶ κομίσασθαι θεῖα, καὶ ἀνθρώπινα πρὸς ἀνθρώπους, ὃ καὶ φυσικόν ἐστιν ὄφλημα· τὸ γὰρ πρὸς ἀλλήλους συμπαθὲς καὶ τὸν ἔλεον ἀλλήλοις πάντως ἐκ τοῦ πεφυκότος ὀφείλομεν· ἂν δὲ καὶ πρὸς τοὺς πολυτρόπους εἰς ἡμᾶς τοῦ Θεοῦ ἀπίδωμεν οἰκτιρμούς, ὑπὲρ ὧν οὐδὲν αὐτὸς ἕτερον ἀπαιτεῖ παρ’ ἡμῶν ἢ τὸ πρὸς ἀλλήλους συγγνωμονικόν τε καὶ κοινωνικὸν καὶ φιλάνθρωπον, λέγων, «ἄφετε καὶ ἀφεθήσεται ὑμῖν, δίδοτε καὶ δοθήσεται ὑμῖν», πῶς οὐχ ὡς ἀπαραίτητον χρέος, ἐφ’ ὅσον ἔχομεν, δι’ ἔργων πρὸς τοὺς δεομένους τῶν ἀδελφῶν τὴν συγγνώμην καὶ τὸν ἔλεον ἀποδώσομεν;

Ἐπεὶ δὲ μὴ μόνον ἠλεήθημεν παρὰ Θεοῦ καὶ τοσαῦτα εὐηργετήθημεν, ὅσα οὐδὲ ἀπαριθμήσασθαι δυνατόν, ἀλλὰ καὶ ἐγγύας πάλιν ἐλάβομεν παρ’ αὐτοῦ, μέτρῳ καλῷ καὶ πεπιεσμένῳ τῆς πρὸς τοὺς ἀδελφοὺς εὐποιίας λήψεσθαι τὴν ἀντίδοσιν, τί μὴ πρὸς ταύτην σπεύδομεν ὅση δύναμις; Τί μὴ καὶ τὴν ζωὴν αὐτὴν ὑπὲρ ἀλλήλων, εἰ δεήσει, κατὰ μίμησιν τοῦ Δεσπότου κατατιθέμεθα, ἵνα ἀντιλάβωμεν παρ’ αὐτοῦ τὴν ζωὴν τὴν αἰώνιον; Καί τοι καὶ τοῦτο χρέος ἡμῖν, εἰ καὶ μὴ πρὸς ἀλλήλους ἴσως, ἀλλὰ πρὸς τὸν δόντα ἑαυτὸν εἰς θάνατον ὑπὲρ ἡμῶν οὐκ εἰς λύτρον μόνον, ἀλλὰ καὶ παράδειγμα καὶ διδασκαλίαν ἔμπρακτον, ἔργου καὶ λόγου καὶ νοῦ παντὸς ἀσυγκρίτως ὑψηλοτέραν. «Εἰς τοῦτο» γάρ, φησί, «Χριστὸς ἔπαθεν ὑπὲρ ἡμῶν, ἡμῖν ὑπολιμπάνων ὑπογραμμόν, ἵνα ἐξακολουθήσωμεν τοῖς ἴχνεσιν αὐτοῦ καὶ ἕτοιμοι ὦμεν, εἰ δεήσει καὶ τὴν ψυχὴν ἡμῶν θεῖναι», εἰς ἐκπλήρωσιν τῶν ἐντολῶν αὐτοῦ· οὕτω γὰρ καὶ τῆς ἐν αὐτῷ διαιωνιζούσης ζωῆς καὶ βασιλείας μεθέξομεν, συζῶντες ἀϊδίως αὐτῷ καὶ συνδοξαζόμενοι. Ὁρᾶτε τὸν Μυροχεύμονα τοῦτον, οὗ προσάγουσαν τὴν μνήμην τῆς ἱερᾶς μαρτυρίας προεορτάζειν ἠρξάμεθα σήμερον;

Τὸ αἷμα τοῦ οἰκείου σώματος ἑκὼν ἐξέχεεν ὑπὲρ Χριστοῦ, καὶ ἀένναον αὐτὸ καὶ ἀνεξάντλητον διὰ τοῦτο πεποίηκε πηγὴν πολυειδῶν θαυμάτων, ἁγιασμοῦ ψυχῆς καὶ σώματος, εὐωδεστάτου καὶ ἱερωτάτου μύρου, καίτοι ψυχὴ μὲν ἡ τοῦ Μεγαλομάρτυρος τὴν μετ’ ἀγγέλων ἀΐδιον καὶ ἀναλλοίωτον δόξαν ἀπολαβοῦσα νῦν ἔχει δικαίως ἐν οὐρανοῖς, τὸ δὲ σῶμα οὔπω ἐκείνῃ συνεδοξάσθη, ἀλλ’ οἷόν τε πρόγραμμα καὶ τύπος καὶ σύμβολόν ἐστι τὰ παρόντα πρὸς τὴν μέλλουσαν ἀποκαλύπτεσθαι περὶ αὐτὸ θειοτάτην καὶ οὐράνιον δόξαν· εἰ δὲ τὸ πρόγραμμα καὶ ὁ τύπος τοιοῦτος, τί τὸ μέλλον ἐκεῖνο τέλος; πάντως ἄρρητόν τε καὶ ἀνεννόητον.

Γένοιτο δὲ καὶ ἡμᾶς ταῖς πρεσβείαις τοῦ ἐν μάρτυσι Μυροχεύμονος, ὥσπερ ἐνταῦθα τοῦ προχεομένου παρ’ αὐτοῦ θείου μύρου τούτου μεταλαμβάνομεν, οὕτω καὶ τότε τῆς δόξης ἐκείνης θεωροὺς καὶ μετόχους εἶναι χάριτι καὶ φιλανθρωπίᾳ τοῦ ἐνδοξαζομένου τοῖς οἰκείοις μάρτυσιν Ἰησοῦ Χριστοῦ τοῦ ἐπὶ πάντων Θεοῦ, ᾧ πρέπει πᾶσα δόξα εἰς ἀπεράντους αἰῶνας. Ἀμήν.