Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ομιλίες ΜΓ΄–ΞΓ΄

Γρηγόριος Παλαμᾶς

Ομιλία ΜΖ΄: Στην παραβολή του Σπορέως

Ερμηνεία της παραβολής του Σπορέως, τα είδη των ακάρπων ψυχών, η αγαθή γη και η προϋπόθεση της κάθαρσης από τα πάθη για την καρποφορία του θείου λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 5 από 21

ΕΙΣ ΤΟ ΤΗΣ ΤΕΤΑΡΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΛΟΥΚΑ ΕΥΑΓΓΕΛΙΟΝ, ΤΟ ΛΕΓΟΝ «ΕΞΗΛΘΕΝ Ο ΣΠΕΙΡΩΝ ΤΟΥ ΣΠΕΙΡΑΙ ΤΟΝ ΣΠΟΡΟΝ ΑΥΤΟΥ» Ἐν ᾗ καὶ περὶ τῆς ὀφειλομένης πρὸ τοῦ σπόρου τούτου παρ’ ἡμῶν τελεῖσθαι καλλιεργείας Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς οὐκ ἀπὸ τῶν σοφῶν, οὐκ ἀπὸ τῶν εὐγενῶν, οὐκ ἀπὸ τῶν πλουσίων ἢ τῶν ἐνδόξων, ἀλλ’ ἐξ ἁλιέων καὶ σκηνορράφων καὶ πτωχῶν καὶ ἀγραμμάτων ἐξελέξατο τοὺς οἰκείους μαθητάς· ὡς ἂν ὑποδείξῃ πᾶσιν, ὅτι οὐ πενία, οὐκ ἰδιωτία, οὐκ εὐτέλεια, οὐκ ἄλλο τι τῶν τοιούτων ἕτερον ἐμπόδιόν ἐστι πρὸς τὴν κτῆσιν τῆς ἀρετῆς καὶ τὴν ἐπίγνωσιν τῶν θείων λογίων καὶ τῶν μυστηρίων τοῦ πνεύματος· ἀλλὰ καὶ ὁ πενέστερος καὶ ὁ εὐτελέστερος καὶ ὁ ἰδιωτικώτερος, ἐὰν ἐνδείξηται προθυμίαν καὶ πρὸς τὸ καλὸν τὴν προσήκουσαν ἐπιστροφήν, δύναται μὴ μόνον ἐπιγνῶναι τὴν θείαν διδασκαλίαν, ἀλλὰ καὶ αὐτὸς διδάσκαλος καταστῆναι διὰ τῆς χάριτος τοῦ Θεοῦ· τὰ δὲ ἐμποδίζοντα πρὸς σύνεσιν καὶ κατάληψιν τῶν πνευματικῶν διδαγμάτων ἡ ἡμετέρα ρᾳθυμία ἐστὶ καὶ τὸ πάσῃ δυνάμει τοῖς προσκαίροις καὶ βιωτικοῖς προσκεῖσθαι, κἀντεῦθεν μὴ χώραν ἢ καιρὸν παρέχειν πρὸς ἀκρόασιν καὶ μελέτην καὶ ἀνάμνησιν τῶν ἀκουσθέντων, μηδὲ φροντίδα ποεῖσθαι περὶ τῶν μελλόντων καὶ αἰωνίων.

Δείκνυται δὲ τοῦτο μάλιστα πάντων καὶ ἀπὸ τῆς σήμερον ἀναγινωσκομένης τοῦ Εὐαγγελίου φωνῆς. Παραβολικῶς τοῦ Κυρίου τῷ λαῷ διαλεξαμένου, προσελθόντες οἱ μαθηταὶ κατ’ ἰδίαν μαθεῖν ἐζήτουν τῆς εἰρημένης τηνικαῦτα παραβολῆς τὸν σκοπὸν καὶ τὴν δύναμιν, καὶ ἠρώτων τίνος ἕνεκεν ἐν παραβολαῖς τῷ λαῷ διαλέγεται, μὴ ἐχούσαις ἐκ τοῦ προχείρου τὴν κατανόησιν. Ὁ δὲ Κύριός φησι πρὸς αὐτούς, «ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ· ἐκείνοις δὲ ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσι, καὶ ἀκούοντες μὴ συνιῶσιν».

Εἴποι δ’ ἄν τις πρὸς αὐτὸν θαρρήσας, καὶ τί τοῦτο, ὦ Δέσποτα; Ὁ μόνος ἁπάντων προαγωγεύς, ὁ μόνος ἁπάντων δεσπότης καὶ προμηθεύς, ὁ μόνος κοινὸς Πατήρ, ὁ μόνος κοινὸς Σωτήρ, τὸ φῶς τῶν ἐν σκότει κειμένων τῆς ἀγνωσίας, τὸ φῶς «τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον», νῦν μόνους φωτίζεις τοὺς ἀπολέκτους σοι μαθητάς, τοῖς δὲ ἄλλοις ἀσαφῶς διαλέγῃ, ἵνα μὴ συνῶσι καὶ φωτισθῶσι; Ναί, φησιν, αὐτοπροαίρετον ἐν τῷ κόσμῳ τούτῳ μόνον ἠθέλησα πλάσαι ζῶον τὸν ἄνθρωπον· ἦλθον δὲ εἰς τὸν κόσμον οὐ καταλῦσαι παραφθαρέν, ἀλλ’ ἀνασῶσαι τὸ πλάσμα τῶν ἰδίων χειρῶν· διὰ τοῦτο πρὸς βίαν οὐδένα τῶν ἁπάντων ἐφέλκομαι· μόνους ἀξίους φωτίζεσθαι κρίνω δικαίως τοὺς προαιρουμένους καὶ ποθοῦντας καὶ ζητοῦντας εἰς τὸ πρᾶξαι τὴν σωτήριον γνῶσιν· «πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει· καὶ ὁ ζητῶν εὑρίσκει· καὶ τῷ κρούοντι ἀνοιγήσεται». Ὑπὸ φιλανθρωπίας ὅμως ὑπερβαλλούσης διαλέγομαι καὶ τοῖς μὴ τοιούτοις, εἰ καὶ σαφῶς, ἵνα κινήσω καὶ προτρέψωμαι τούτους εἰς τὸ ἑλέσθαι καὶ μαθεῖν ἐπὶ τῷ πρᾶξαι ζητῆσαι. Οὕτω γὰρ δεδομένον καὶ αὐτοῖς ἔσται γνῶναι τὰ μυστήρια τῆς τοῦ Θεοῦ βασιλείας. Ὑμῖν οὖν, φησί, δέδοται γνῶναι τοῖς κατ’ ἰδίαν φιλοπονώτερον ἐπιζητοῦσιν, ὡς εἰς ἔργον ἀγαγεῖν τὴν εἴδησιν.

Καλὸν γὰρ οὐχ ἁπλῶς ἡ γνῶσις, ἀλλ’ ἡ ἔμπρακτος γνῶσις, ὥσπερ καὶ πρᾶξις ἡ κατὰ λόγον· «οὐ γὰρ οἱ ἀκροαταί», φησίν, «ἀλλ’ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται».

Ἀλλ’ ὁρᾶτε ὅτι ἀπὸ τῆς ἡμετέρας ἀπραξίας καὶ ρᾳθυμίας, ἀδελφοί, γίνεται τὸ μὴ συνιέναι μηδὲ καταλαμβάνειν εὐχερῶς τὴν ἱερὰν διδαχήν; Τοῦτο κἀγὼ λέγω νῦν πρὸς τὴν ὑμετέραν ἀγάπην, κρίμασιν οἷς ὁ Κύριος οἶδε, διδάσκαλος ἐφ’ ὑμᾶς καταστάς· εἴ τις μὴ συνορᾶν ἔχει κατὰ πάντα τῶν ὑπ’ ἐμοῦ διδασκομένων ἐπ’ ἐκκλησίας τὴν δύναμιν, προσερχέσθω καὶ κατ’ ἰδίαν ἐπερωτάτω, αὐτῷ τε τοῦ Θεοῦ συνεργοῦντος καὶ λόγον ἐμοὶ διδόντος «ἐν ἀνοίξει τοῦ στόματός μου» διὰ τὴν αὐτοῦ ταύτην ἐπίμονον ζήτησιν.

Νῦν δὲ ἄνωθεν ἴδωμεν τὴν παραβολήν. «Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ». Καλῶς ἡ τοῦ Πνεύματος χάρις ἐπ’ ἐκκλησίας εἰς ἐπήκοον πάντων ἐνομοθέτησε τὴν παραβολὴν ἀρτίως ἀναγινώσκεσθαι ταύτην· σπόρου γάρ ἐστι νῦν καιρὸς καὶ τοῖς πλείστοις σπουδὴ τῇ γῇ καταβάλλειν τὰ ἐκ γῆς σπέρματα. Ὁ δὲ σπείρων εἰς τὴν γῆν τοὺς ἐτησίους καρπούς, ἐπεὶ φθαρτὰ σπείρει καὶ χωρὶς τοῦ φθαρῆναι μηδὲ φυόμενα, καὶ φθαρτὰ πάντως θερίσει τε καὶ καρπώσεται, πρόσκαιρον σαρκὸς σύστασιν τῆς μετὰ μικρὸν λυομένης. Διδαχθησόμεθα δὲ διὰ τῆς παραβολῆς ταύτης, τίνα τὰ πνευματικὰ καὶ ἄφθαρτα σπέρματα, καὶ τίς ὁ τοῦ σπόρου τούτου καιρὸς καὶ τίς ὁ τούτων σπορεὺς καὶ τίς ἡ δεκτικὴ τούτων ἄρουρα, ἵνα μὴ μόνον ἐπ’ ἐλπίδι τοῦ πρόσκαιρα θρέψοντος θέρους πονῶμεν, ἀλλὰ καὶ ἐπ’ ἐλπίδι τοῦ ζωὴν αἰώνιον παρέξοντος θέρους πάντα ποιῶμεν. «Ἐξῆλθε» γάρ, φησίν, «ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὑτοῦ». Τίς οὗτος; Αὐτὸς ὁ Κύριος, ὁ διὰ τοῦ Ψαλμῳδοῦ περὶ ἑαυτοῦ προειπών, «ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου».

Ἀλλὰ πόθεν ἐξῆλθεν ὁ πανταχοῦ παρών; Ποῦ δὲ ἦλθεν ὁ μηδαμόθεν ἀπών; Αὐτὸς πάλιν περὶ ἑαυτοῦ φησίν, «ἐξῆλθον παρὰ τοῦ Πατρός, καὶ ἐλήλυθα εἰς τὸν κόσμον». Ἐξῆλθε δὲ παρὰ τοῦ Πατρὸς τῶν πατρικῶν κόλπων μὴ χωρισθείς, καὶ ἦλθεν εἰς τὸν κόσμον ὁ ἐν τῷ κόσμῳ ὢν καὶ δι’ οὗ γέγονεν ὁ κόσμος καὶ καταβέβηκεν ἐξ οὐρανοῦ εἰς τὴν γῆν ὁ τὸν οὐρανὸν καὶ τὴν γῆν πληρῶν, ὥστε τὸ ἐξελθεῖν τὸν τοῦ Θεοῦ μονογενῆ καὶ καταβεβηκέναι ἐκ τῶν οὐρανῶν οὐδὲν ἕτερον παρίστησιν, ἢ τὴν διὰ σαρκὸς ἐπιφάνειαν αὐτοῦ καὶ τὴν ἐκ τοῦ ἀπορρήτου ὕψους τῆς θεότητος ἐπὶ τὴν ἐσχατιὰν τῆς ἀνθρωπίνης φύσεως κένωσιν.

Ἐξῆλθεν οὖν οὗτος οὕτω «τοῦ σπεῖραι τὸν σπόρον αὑτοῦ». Τίς ἐστιν ὁ σπόρος οὗτος; Ὁ λόγος τῆς διδασκαλίας, τὰ ρήματα τῆς αἰωνίου ζωῆς, τὰ ἐντάλματα τῆς ἀθανασίας, ἡ ἐπαγγελία τῆς παλινζωΐας, τὸ Εὐαγγέλιον τῆς βασιλείας τῶν οὐρανῶν. Αὐτοῦ δέ ἐστι ταῦτα· αὐτός τε γὰρ περὶ ἑαυτοῦ φησι, «τὰ πήματα, ἃ ἐγὼ λαλῶ, Πνεῦμά εἰσι καὶ ζωή εἰσι», καὶ ὁ Πέτρος πρὸς αὐτὸν ἔλεγε, «ρήματα ζωῆς αἰωνίου ἔχεις». Ἔστιν οὖν αὐτοῦ μόνου ὁ τοιοῦτος σπόρος, καὶ αὐτός ἐστι μόνος ὁ τοῦτον σπείρων διηνεκῶς, δι’ οὗ δείκνυται αὐτὸς ὢν ὁ ἐπὶ πάντων Θεός. Πᾶς γὰρ διδάσκαλος καὶ εὐαγγελιστὴς καὶ τῆς εὐσεβείας καὶ τῆς κατ’ εὐσέβειαν πολιτείας κήρυξ σπείρει μὲν καὶ αὐτὸς τὰ ρήματα τῆς ζωῆς, τὸν λόγον τῆς εὐαγγελικῆς καὶ οὐρανίου διδασκαλίας, ἀλλ’ ἐν τῇ γενεᾷ αὐτοῦ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῇ παρέρχεται μηδὲ πρότερον ὤν· καὶ ὁ λόγος δὲ τῆς σωτηρίας, ὃν σπείρει διδάσκων, οὐκ αὐτοῦ ἐστιν, ἀλλὰ τοῦ Θεοῦ, τοῦ καὶ συνεργοῦντος αὐτῷ καὶ «διδόντος λόγον ἐν ἀνοίξει τοῦ στόματος αὐτοῦ».

Ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, Θεὸς ὢν ἀληθινός, ἴδιον ἑαυτοῦ ἔχει τὸν σπόρον τοῦτον τῆς αἰωνίου ζωῆς, καὶ αὐτὸς ἀεί ἐστιν ὁ σπείρων καὶ διὰ τοῦ ἐν τῇ κτίσει τῆς φύσεως νόμου καὶ διὰ τοῦ γραπτῶς τοῖς Ἰσραηλίταις διδομένου νόμου καὶ διὰ τοῦ προφητικοῦ λόγου καὶ διὰ τοῦ Εὐαγγελίου τῆς χάριτος ὕστερον.

Καιρὸς δὲ τοῦ τοιούτου σπόρου πᾶς ὁ βίος ἑκάστου τῶν ἀνθρώπων ἐστί, καὶ μάλιστα ὁ μετὰ τὴν παρουσίαν τοῦ Κυρίου μέχρι τῆς συντελείας πᾶς χρόνος. Καιρὸς δὲ θέρους τοῦ σπόρου τούτου κατὰ τὴν προσδοκωμένην δευτέραν ἐστὶν ἔλευσιν καὶ ἐπιφάνειαν τοῦ Κυρίου· διὸ καὶ ὁ Ἀπόστολος «ἐπ’ ἐλπίδι», φησὶν «ὀφείλει ὁ ἀροτριῶν ἀροτριᾶν» καὶ «ὁ σπείρων εἰς τὸ πνεῦμα, θερίσει ζωὴν αἰώνιον», καὶ ὁ Ψαλμῳδὸς προφήτης «οἱ σπείροντες ἐν δάκρυσι νῦν, ἐν ἀγαλλιάσει θεριοῦσι» τότε.

Ἐξῆλθε δὲ ὁ Κύριος τοῦ σπεῖραι τὸν σπόρον αὑτοῦ. Ποῦ; Εἰς τὰς τῶν ἀνθρώπων καρδίας· αὗται γάρ εἰσιν αἱ ἄρουραι, αἱ τὰ πνευματικὰ ὑποδεχόμεναι σπέρματα. Τούτων δὲ αἱ μὲν ἐοίκασιν ὁδῷ, οἷον καταπεπατημέναι καὶ συμπεπιλημέναι ὑπὸ τῶν πονηρῶν λογισμῶν τε καὶ παθῶν καὶ τῶν ἐφόρων τούτων πονηροτάτων δαιμόνων· αἱ δὲ γῇ ἐοίκασι πετρώδει, ὅσαι διὰ μικροψυχίαν καὶ πώρωσιν μὴ δύνανται παρακατασχεῖν εἰς τέλος τὰ τῆς διδασκαλίας σπέρματα καὶ καρποφορῆσαι δι’ αὐτῶν εἰς ζωὴν τὴν αἰώνιον· αἱ δὲ γῇ ἐοίκασιν ἀκανθηφόρῳ διὰ τὸ προσέχειν κτήσεσι καὶ πλούτῳ καὶ ἀπολαύσεσι προσκάροις καὶ τοῖς ἐκ τούτων φυομένοις.

Ὡς οὖν πολλῶν διαφορῶν θεωρουμένων ἐν ταῖς καρδίαις τῶν ἀνθρώπων «ἐξῆλθε», φησίν, «ὁ σπείρων τοῦ σπείρειν τὸν σπόρον αὐτοῦ· καὶ ἐν τῷ σπείρειν αὐτόν, ὃ μὲν ἔπεσε παρὰ τὴν ὁδὸν καὶ κατεπατήθη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό». Τὸ μὲν οὖν ἔπεσε, φησί, παρὰ τὴν ὁδόν, τουτέστιν εἰς καρδίας ἢ ἔξω τῆς ὁδοῦ κυρίου τῆς εὐθείας οὔσας, διὸ καὶ κατεπατήθη ὑπὸ τῶν ἐμπεριπατούντων ταῖς ἀνοδίαις πονηρῶν δαιμόνων, ἢ κατὰ τὴν ὁδὸν αὐτῶν τὴν πονηράν, διὸ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ, τὰ ἐναέρια δηλονότι πονηρὰ πνεύματα, κατέφαγεν αὐτὸ καὶ ἠφάνισε, καὶ οὕτως οἱ ἄνθρωποι ἐκεῖνοι ὡς μὴ ἀκούσαντές εἰσιν ὅλως τὸν λόγον τοῦ Θεοῦ· «οἱ γὰρ παρὰ τὴν ὁδὸν εἰσί», φησίν, «οἱ ἀκούοντες, εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσι». «

Καὶ ἕτερον ἔπεσε», φησίν, «ἐπὶ τὴν πέτραν», ὁ δὲ Ματθαῖος «ἐπὶ τὰ πετρώδη» φησί, καρδίαν δηλονότι πεπωρωμένην καὶ σκληράν, ἧς οὐκ ἔστιν εἴσω χωρῆσαι τὸν λόγον καὶ ταύτης ἐρρωμένως ἀντιλαβέσθαι καὶ οἷον ἐρριζωθῆναι· διὸ «καὶ φυέν», φησίν, «ἐξηράνθη, διὰ τὸ μὴ ἔχειν ἰκμάδα»· τουτέστι μικρὸν παραμεῖναν καὶ δόξαν ἐπιδιδόναι μετρίως, εἶτα ἠφανίσθη πειρασμῶν τινων ἐπελθόντων, μὴ δυνηθὲν τελεσφορῆσαι διὰ τὴν ἀσθένειαν τῆς προαιρέσεως· «οἱ γὰρ ἐπὶ τῆς πέτρας εἰσί», φησίν, «οἳ ὅταν ἀκούσωσι, μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ρίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσι, καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται». «Καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν», καρδιῶν ὁλοσχερῶς προσκειμένων τοῖς σωματικοῖς καὶ προσκαίροις καὶ βιωτικοῖς καὶ καταβεβαπτισμένων ταῖς ἐν τούτοις μερίμναις καὶ ταῖς ἐκ τούτων ἡδοναῖς. Διὸ καὶ συμφυεῖσαι αἱ τοιαῦται ἄκανθαι ἀπέπνιξαν καὶ ἠφάνισαν αὐτό. «Τὸ γὰρ εἰς τὰς ἀκάνθας πεσόν», φησίν, «οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται καὶ οὐ τελεσφοροῦσιν».

Ἐκβαλὼν δὲ οὕτω καὶ ἀποδοκιμάσας ὁ Κύριος τούς τε μὴ προσχόντας τῇ τοῦ θείου Πνεύματος διδασκαλίᾳ, οἵτινές εἰσιν οἱ παρὰ τὴν ὁδόν, καὶ τοὺς προσχόντας μὲν ἀλλ’ ἐπ’ ὀλίγον, οἵτινές εἰσιν οἱ ἐοικότες γῇ πετρώδει, καὶ τοὺς προσδεξαμένους μὲν καὶ κατέχοντας ἐν γνώσει, ἀλλ’ ὑπὸ πλούτου καὶ δόξης καὶ τρυφῆς διεφθορότας (οὗτοι γάρ εἰσιν οἱ ἀκανθώδεις), εἶτα διὰ τῆς παραβολῆς εἰσάγει καὶ παρίστησι τοὺς εὐδοκίμους τίνες, «τὸ δὲ ἕτερον», λέγων, «ἔπεσεν ἐπὶ τὴν γῆν τὴν ἀγαθήν», ψυχὴν δηλονότι καλὴν καὶ ἀγαθὴν ἔχουσαν προαίρεσιν, ἥτις καὶ δέχεται προθύμως καὶ κατέχει παρ’ ἑαυτῇ τὸν λόγον τῆς διδασκαλίας μὴ πάροδον ἐῶσα ποιεῖσθαι δι’ αὐτῆς τοὺς ἐχθροὺς τῆς οἰκείας σωτηρίας, καὶ ἐν ὑπομονῇ φυλάττει βεβαίως ἐμμένουσα τοῖς ἀκουσθεῖσι τῷ φέρειν γενναίως τοὺς πειρασμούς, καὶ τελεσφορεῖ τὸν χρηματιστικὸν καὶ ἀπολαυστικὸν καὶ διαρρέοντα βίον ἀπωσαμένη, καὶ καρποφορεῖ καρπόν, ὡς ὁ θεῖος Μάρκος φησίν, «ἀναβαίνοντα καὶ αὐξάνοντα ἐν τριάκοντα καὶ ἐν ἑξήκοντα καὶ ἐν ἑκατόν».

Ταῦτα δ’ ἂν εἴποι τις δουλείαν, μισθαρνίαν, υἱότητα. Ὁ γὰρ τῷ Θεῷ προσιὼν ἀληθῶς πρῶτον μὲν ὡς ὑπεύθυνός ἐστι δοῦλος διὰ τὴν πρῴην ἀνυποταξίαν καὶ ἀπείθειαν, εἶτα δουλεύσας καὶ μισθοῦ ἐφίεται, προκόψας δὲ εἰς ἀγάπην ὡς υἱός ἐστιν ἤδη, ἐν ἕξει τῆς ἀρετῆς γεγονὼς καὶ φυσικῶς οἷον καὶ ἀβιάστως ὑπείκων τῷ οὐρανίῳ Πατρί. Σπουδάσωμεν, ἀδελφοί, ἢ τῆς θείας υἱοθεσίας ἀντιποιήσασθαι διὰ τῆς πρὸς Θεὸν ἀγάπης καὶ τῆς ἀπὸ πάντων σχολῆς, προσευχῆς τε διηνεκοῦς καὶ ψαλμῳδίας καὶ ἀπερισπάστου προσεδρείας, ἢ μετὰ τῶν μισθίων συντετάχθαι τὴν διὰ πάντων ἐγκράτειαν ἐν ἀγῶνι κατορθοῦντες, ἢ τοῖς δούλοις συναριθμηθῆναι πενθοῦντες τὰ προημαρτημένα· ὁ γὰρ τούτων καθάπαξ τῶν τριῶν ἐκτὸς τῶν σωζομένων ἐκτός ἐστιν.

Ἀλλὰ «ταῦτα λέγων ὁ Κύριος ἐφώνει», φησίν, «ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω». Οὐχ ὅτι μὴ πάντες οἱ ἄνθρωποι ὦτα ἔχουσιν, ἀλλ’ ὅτι μὴ πάντες ἔχουσι ταῦτα εἰς τὸ ἀκούειν τὸν λόγον τῆς σωτηρίας. Ἐπεὶ δὲ καὶ «νοῦς ὁρᾷ καὶ νοῦς ἀκούει» κατὰ τὸ ᾀδόμενον, οἱ σὺν νῷ καὶ μετὰ συνέσεως ἀκούοντες ἐκεῖνοι ὦτα ἔχουσιν ἀκούειν. Εἰ δὲ καὶ «ἀγαθὴ σύνεσις τοῖς ποιοῦσιν αὐτὴν» καὶ ὁ λόγος διὰ πράξεων ἀναγινώσκεται, ἐκεῖνος ἔχει ὦτα ἀκούειν, οὐχ ὁ ἁπλῶς ἀκούων, ἀλλ’ ὁ ὑπακούων καὶ εἰς ἔργον ἄγων τὸ ἀκουσθέν.

Ἀκούσωμεν δὴ καὶ ἡμεῖς συνετῶς, ἀδελφοί, παρακαλῶ, πρὸ πάντων, ὡς οὐκ εἶπεν ὁ Κύριος, ὅτι ἐξῆλθε τὰς λογικὰς ἀρούρας ἀροτριᾶσαι, οὐδὲ ἀνατεμεῖν δὶς καὶ τρὶς καὶ ἀνορύξαι τὰς τῶν ἀγρίων βοτανῶν ρίζας καὶ καταλεᾶναι τὰς βώλους, τουτέστι προκαλλιεργῆσαι τὰς ἡμετέρας καρδίας καὶ διανοίας, ἀλλ’ ἐξῆλθεν εὐθὺς τοῦ σπεῖραι. Διὰ τί; Ἐπειδή περ ἡ πρὸ τοῦ σπόρου τούτου καλλιεργία τῆς ψυχῆς παρ’ ἡμῶν ὀφείλει γίνεσθαι· διὸ καὶ ὁ τοῦ Εὐαγγελίου τῆς χάριτος πρόδρομος προκαταλαβὼν μεγάλῃ τῇ φωνῇ παρηγγυᾶτο λέγων, «ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ», καὶ «μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν».

Ἑτοιμασία δὲ καὶ μετανοίας ἐστὶν ἀρχὴ ἡ αὐτομεμψία, ἡ ἐξομολόγησις, ἡ ἀποχὴ τῶν κακῶν. Ἀλλὰ καὶ προσαπειλεῖ τοῖς μὴ προητοιμασμένοις οὕτως, ὥστε καρποὺς ἐνεγκεῖν ἀξίους τῆς μετανοίας· «πᾶν γὰρ δένδρον», φησί, «μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται». Ἐκκοπὴ δέ ἐστιν ἡ κατὰ τῶν ἀμετανοήτως ἁμαρτανόντων τοῦ Θεοῦ ἀπόφασις, καθ’ ἣν καὶ τῆς παρούσης καὶ τῆς μελλούσης ἀπορραγέντες ζωῆς, τῇ ἀσβέστῳ, φεῦ, τοῦ πυρὸς παραπέμπονται γεέννῃ.

Μετανοήσωμεν οὖν, ἀδελφοί, καὶ καρποὺς ἀξίους τῆς μετανοίας ἐπιδειξώμεθα· ἀποστῶμεν ἕκαστος ἀπὸ τῶν πονηριῶν αὐτοῦ· μάθωμεν καλὰ λέγειν καὶ ποιεῖν· ἑτοίμους ποιήσωμεν ἑαυτοὺς πρὸς ὑποδοχὴν τοῦ οὐρανίου σπέρματος, τοῦ λόγου τῆς ζωῆς· παύσωμεν τὴν γλῶσσαν ἡμῶν ἀπὸ κακῶν (τίνων τούτων; τῆς ἀργολογίας, τῆς λοιδορίας, τῆς καταλαλιᾶς), καὶ τὰ χείλη ἡμῶν τοῦ μὴ λαλεῖν ὅρκους καὶ ψεύδη καὶ βαττολογίας. Τάχα ταῦτά ἐστι τὰ διὰ τῆς παραβολῆς εἰρημένα πονηρὰ πετεινὰ τοῦ οὐρανοῦ, ἃ κατεσθίει καὶ ἀφανίζει τὸ σπέρμα τὸ ἀγαθόν. Πᾶν γὰρ ρῆμα οἷον ἐναέριόν ἐστι πτηνόν· διὸ καὶ εἰσὶν οἳ πτερόεντας τοὺς λόγους ἔφησαν. Τὸ δὲ ρῆμα τὸ πονηρὸν ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας, οἷον ἀπό τινος καλιᾶς, διὰ τοῦ στόματος ἀφιέμενον, τὸν ἁγιασμὸν ἀφαιρεῖται τῆς ψυχῆς· διὸ καὶ ὁ Κύριος ἀλλαχοῦ «τὰ ἐκπορευόμενα», φησί, «διὰ τοῦ στόματος, ἐκεῖνά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον». Λόγος οὖν σαπρὸς μὴ ἐξερχέσθω ἐκ τοῦ στόματος ὑμῶν, ἀλλ’ ὅς ἐστιν ἱκανὸς οἰκοδομὴν διδόναι τοῖς ἀκούουσι.

Μηδεὶς ὑμῶν οὕτω προσηλωμένος ἔστω τοῖς βιωτικοῖς, ὡς ὑπ’ αὐτῶν οἷον ἀπελιθῶσθαι, μὴ δυνάμενος διανοίγειν τὰ ὦτα καὶ τὴν καρδίαν πρὸς τὴν δρόσον τῶν λόγων τῆς διδασκαλίας τοῦ Πνεύματος. Διὰ τί γὰρ ἡ μὲν γῆ δεχομένη τὸν ὑετὸν χαυνοῦται καὶ τέγκεται καὶ πιαίνεται, ἡ δὲ κέραμος σκληρὰ καὶ ξηρὰ διαμένει καὶ ἀδιάλυτος; οὐχ ὅτι ἡ μὲν γῆ θερμαίνεται ταῖς τοῦ ἡλίου βολαῖς οὐ κατακαίεται δέ, διὸ καὶ ἀνεῳγμένους ἔχει τοὺς πόρους πρὸς ὑποδοχὴν τοῦ ὑετοῦ, ἡ δὲ κέραμος ὑπὸ τῆς τοῦ πυρὸς βιαίας ὁμιλίας κατακαιομένη μεμυκότας καὶ συγκεκλεισμένους ἔχει τοὺς ἐν τῷ βάθει πόρους ἰσχυρῶς, ὡς μὴ δύνασθαι δέχεσθαι τὸν ὑετόν, κἂν λεπτότατος ἦ; Οὕτω καὶ πᾶς μὲν ὁ κατεχόμενος ὑπὸ τῶν σωματικῶν καὶ γηΐνων καὶ βιωτικῶν σφόδρα καὶ διηνεκῶς σκληρύνεται τὴν καρδίαν καὶ πρὸ τοῦ εἰς γῆν ἐπιστρέψαι κατανεκρωθεὶς τὴν διάνοιαν ἀνεπαισθήτως ἔχει τῆς ἐκ Θεοῦ διδαχῆς· ὁ δὲ χρώμενος τῷ κόσμῳ τούτῳ καὶ μὴ καταχρώμενος κατὰ τὴν τοῦ ἀποστόλου παραίνεσιν ἕτοιμος ἔσται πρὸς τὸ ζητεῖν καὶ συνετῶς ἀκούειν καὶ ἐνεργεῖν μετὰ σπουδῆς καὶ προθυμίας καὶ τὰ οὐράνια· καὶ μὴ μόνον οὕτως ἀκούειν, ἀλλὰ καὶ συντηρεῖν ἐν ἑαυτῷ καὶ εἰς ἔργον ἄγειν, ἵνα μακαρισθῇ παρὰ τοῦ Κυρίου ἐξομοιωθεὶς τῷ πιστῷ καὶ φρονίμῳ δούλῳ· «ὁ γὰρ ἀκούων μου», φησί, «τοὺς λόγους καὶ ποιῶν αὐτούς, ὁμοιώσω αὐτὸν ἀνδρὶ φρονίμῳ».

Ὁ γαστριμαργίᾳ καὶ πλεονασμῷ πότου καὶ τρυφῇ καὶ μέθῃ διαχεόμενος μηκέτι τοῦτο πραττέτω· εἰ δὲ μή, τὸ οὐράνιον σπέρμα, τὸν λόγον τῆς διδασκαλίας, μάτην προσδέξεται· οὐδὲ γὰρ δονήσεται καρποφόρος τῷ Θεῷ ἀναφανῆναι ἄρουρα. Ὑμεῖς ἴστε πάντες, ὡς ὅταν τὸ ὑγρὸν ἐν ταῖς κατεσπαρμέναις ἀρούραις πλεονάζῃ, καρπὸν αὗται ἐνεγκεῖν οὐ δύνανται· πῶς οὖν καρδία τρυφαῖς καὶ οἰνοφλυγίαις καταβεβρεγμένη οὐράνιον δυνήσεται καρπὸν ἐπιδείξασθαι;

Ὁ πορνείας ἀκαθαρσίᾳ τινὶ περιπεσὼν ἐπιστρεψάτω καὶ ἀποστήτω ταύτης καὶ καθαρισάτω ἑαυτὸν διὰ τῆς μετανοίας. «Μὴ γὰρ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει»; Εἰ γὰρ τῷ βορβόρῳ τούτῳ ἐγκαλινδεῖται, πῶς δεξάμενος ἀβλαβὲς παρ’ ἑαυτῷ τηρήσει τὸ θεῖον μύρον, τὸν πολύτιμον μαργαρίτην, τὸν σωτήριον λέγω λόγον; Χοίρῳ μαργαρίτης οὐ περιτίθεται, καὶ μύρον βορβόρῳ παρὰ τῶν εὖ φρονούντων οὐκ ἀναμίγνυται· κἂν γὰρ ἐκκενώσας τις ἀναμίξῃ τῇ κόπρῳ, κἂν εἰς ἀκάθαρτον περικλείσῃ σκεῦος, ὁμοίως τὸ μύρον ἀχρειοῖ καὶ ἀπόλλυσι. Καίτοι τὸ θεῖον ἀπαθές ἐστι μύρον· ἀλλ’ ὅπερ ἂν ἔπαθεν, εἰ παθητόν, ἀχρειωθέν, τοῦτο πείσεται πάντως ὁ προσενεγκάμενος καὶ τῆς ἀκαθαρσίας μὴ ἀφιστάμενος. Ὁ πλεονεκτεῖν μηκέτι πλεονεκτείτω, ἀλλὰ καὶ ἀφ’ ὧν ἔχει τοῖς μὴ ἔχουσι μεταδιδότω. Εἰ γὰρ μὴ τοῦτο ποιήσει, τὴν ὀργὴν τὴν θείαν οὐ διαφεύξεται· μὴ φυγὼν δὲ τὴν θείαν ὀργήν, πῶς τὸ θεῖον ὑποδέξεται σπέρμα; Πρὸς γὰρ τοὺς ἐρωτήσαντας, πῶς φύγωμεν ἀπὸ τῆς μελλούσης ὀργῆς, Ἰωάννης ὁ τοῦ Κυρίου Πρόδρομος ἔλεγεν, «ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι· καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω».

Καὶ ἁπλῶς ἕκαστος ὑμῶν ἃς ἐν ἑαυτῷ διὰ τῆς ἐμπαθοῦς καὶ φιληδόνου ζωῆς ἔθρεψεν ἀκάνθας καὶ τριβόλους τῆς ἁμαρτίας προρρίζους ἐκβαλέτω διὰ τῆς μετανοίας. Οὕτω γὰρ καλλιεργήσει ἑαυτὸν καὶ πρὸς ὑποδοχὴν ἑτοιμασθήσεται τοῦ σωτηρίου σπέρματος, καὶ λαβὼν τελεσφορήσει καὶ καρποφορήσει τὴν ζωὴν τὴν αἰώνιον· ὑπὲρ ἧς οὐχ ἁπλῶς ὀρέξεις σώματος, ἀλλὰ καὶ αὐτήν, εἰ δεήσει, τὴν ψυχὴν προϊέσθαι δεῖ· οὕτω γὰρ καὶ τοῖς δεσποτικοῖς ἴχνεσιν ἀκολουθήσομεν καὶ τῆς ἐν Χριστῷ δόξης καὶ βασιλείας μεθέξομεν, αἰωνίως συζῶντες αὐτῷ καὶ συνδοξαζόμενοι.

Καὶ μάρτυς ἡμῖν ἀπαράγραπτος ἡ τῶν μαρτύρων ἀκρότης, ὁ θαυματουργὸς καὶ μυροβλύτης Δημήτριος, οὗ καὶ τῇ εἰκόνι βασιλεῖς καὶ ἱερεῖς προσπίπτουσι καὶ παρίστανται χαίροντες, ἐπειδὴ βίῳ καὶ λόγῳ καὶ πάθεσι τοῖς δεσποτικοῖς ἐξηκολούθησεν ἴχνεσιν. ᾯ καὶ πανηγυριστὴς εὐπρόσδεκτος ἔσται καὶ τῆς προκηρυττομένης ἤδη τελετῆς κοινωνὸς οὐχ ἁπλῶς ἅπας, ἀλλ’ ὁ μετανοίᾳ προτελεσθείς.

Ὁ γὰρ ὑλικῆς πάσης προσπαθείας ἀπαναστὰς καὶ Χριστοῦ κατὰ Παῦλον εὐωδίαν ὅλον ἑαυτὸν ἀποδείξας ἐπὶ τοσοῦτον, ὡς καὶ τὴν σορὸν μετὰ τὴν ἄθλησιν εὐωδεστάτων μύρων ἀναδεῖξαι πηγήν, πῶς προσήσεται περιχορεύοντα καὶ προσᾴδοντα τὸν ἐμπαθοῦς ὕλης πνέοντα καὶ μωλώπων ἁμαρτημάτων ἀνιάτων ἀπόζοντα; «οὐχ ὡραῖος αἶνος μαρτύρων ἐν στόμασιν ἁμαρτωλῶν» κατὰ τὸ γεγραμμένον. Οὐκοῦν προεορτάζοντες καὶ προκαθάρωμεν ἑαυτοὺς τῇ προσιούσῃ κυρίᾳ τῆς τοῦ Μεγαλομάρτυρος πανηγύρεως, ὡς ἄν, ἐπὶ τῇ μνήμῃ τῶν αὐτοῦ διὰ Χριστὸν ἄθλων καὶ τοῦ πρὸ τῶν ἄθλων κατὰ Χριστὸν βίου καὶ τῶν μετὰ τοὺς ἄθλους παρὰ Χριστοῦ βραβείων πνευματικῶς εὐφρανθέντες καὶ συνευφρανθέντες αὐτῷ, λάβωμεν ἀρραβῶνα τοῦτο τῆς ἐλπιζομένης ἡμῖν ἐν οὐρανοῖς συναυλίας μετὰ τῶν ἀϊδίως εὐφραινομένων.

Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν πρεσβείαις τοῦ ἡμεδαποῦ πολιούχου καὶ χριστομάρτυρος εἰς δόξαν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.