Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ομιλίες ΜΓ΄–ΞΓ΄

Γρηγόριος Παλαμᾶς

Ομιλία ΝΖ΄: Στην Κυριακή των Πατέρων

Η ανθρώπινη γενεαλογία του Λόγου, η προετοιμασία της Θεοτόκου, η ένωση της ιερατικής και βασιλικής φυλής, και η κατά χάριν υιοθεσία διά του βαπτίσματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 15 από 21

ΕΚΦΩΝΗΘΕΙΣΑ Τῌ ΚΥΡΙΑΚῌ ΤΩΝ ΠΑΤΕΡΩΝ Περὶ τῆς κατὰ σάρκα γενεαλογίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῆς αὐτὸν ἐν παρθενίᾳ τεκούσης ἀειπαρθένου καὶ Θεοτόκου Ἀγενεαλόγητον εἶναι τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν κατὰ τὴν θεότητα καὶ ὁ Δαβὶδ δείκνυσι, καὶ ὁ Ἠσαΐας φησί, καὶ μετ’ αὐτοὺς ὁ Ἀπόστολος. Πῶς γὰρ γενεαλογηθήσεται «ὁ ἐν ἀρχῇ ὤν, καὶ πρὸς τὸν Θεὸν ὤν, καὶ Θεὸς ὤν, καὶ Θεοῦ Λόγος καὶ Υἱὸς ὤν», καὶ μήτε πατέρα ἔχων ἑαυτοῦ προγενέστερον, καὶ ὄνομα ἔχων μετὰ τοῦ Πατρὸς «τὸ ὑπὲρ πᾶν ὄνομα» καὶ πάντα λόγον;

Διὰ κυρίων γὰρ καὶ ὡς ἐπὶ τὸ πολὺ διαφόρων ὀνομάτων ἡ γενεαλογία προάγεται· Θεοῦ δὲ ὄνομα κύριον οὐκ ἔστιν εὑρεῖν καὶ ὃ δὲ ἔστιν εἰπεῖν ἐπὶ Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου, ἕν ἐστι καὶ κατ’ οὐδὲν διενήνοχεν.

Ἀνεκδιήγητος μὲν οὖν ἡ τοῦ Χριστοῦ γενεὰ κατὰ τὴν θεότητα· γενεαλογεῖται δὲ κατὰ τὸ ἀνθρώπινον, ἀπόγονος ὢν ἀνθρώπων ὁ καὶ υἱὸς ἀνθρώπου γενέσθαι καταξιώσας διὰ τὸ σῶσαι τὸν ἄνθρωπον. Καὶ τὴν αὐτοῦ ταύτην γενεαλογίαν οἱ δύο τῶν εὐαγγελιστῶν Ματθαῖος καὶ Λουκᾶς συνεγράψαντο. Ἀλλ’ ὁ μὲν Ματθαῖος κατὰ τὴν σήμερον ἀναγινωσκομένην τοῦ κατ’ αὐτὸν εὐαγγελίου φωνὴν ἐκ τῶν προγενεστέρων ἀρξάμενος τῶν πρὸ τοῦ Ἀβραὰμ ἐποιήσατο μνήμην ἦλθεν, οὗ κατὰ θείαν οἰκονομίαν ὡς ἐκ τῆς αὐτῆς φυλῆς καὶ πατριᾶς οὖσα μνηστὴ γέγονεν ἡ Θεοτόκος Παρθένος, ὡς ἐντεῦθεν καὶ τὸ κατ’ αὐτὴν οὐδὲν ἧττον ἀναφαίνεσθαι γένος. Ὁ δὲ Λουκᾶς οὐκ ἀπὸ τῶν προγενεστέρων ἀλλ’ ἀπὸ τῶν προσεχεστέρων ἀρξάμενος ἀπ’ αὐτοῦ τοῦ μνηστῆρος ἀνιὼν οὐ μέχρις Ἀβραὰμ ἔληξεν, ἀλλὰ καὶ τὸν Θεὸν ἐν τοῖς κατὰ τὸ ἀνθρώπινον τοῦ Χριστοῦ προπάτορσι συνηρίθμησεν, ἐμοὶ δοκεῖν δεῖξαι θέλων ὡς ἐξ ἀρχῆς ὁ ἄνθρωπος οὐ κτίσμα μόνον ὑπῆρξε Θεοῦ, ἀλλὰ καὶ υἱὸς ἐν πνεύματι, ὃ τηνικαῦτα καὶ διὰ τοῦ ζωαρχικοῦ ἐμφυσήματος αὐτῷ μετὰ ψυχῆς ἐδόθη. Ἐδόθη δὲ οἷον ἀρραβών, ὡς εἴπερ τούτῳ προσανέχων τὴν ἐντολὴν φυλάξει, δι’ αὐτοῦ δυνηθείη καὶ τῆς πρὸς Θεὸν τελειωτέρας μετασχεῖν ἑνώσεως, δι’ ἧς ἔμελλε συνδιαιωνίζειν τῷ Θεῷ τῆς ἀθανασίας ἐπειλημμένος.

Ἐπεὶ δὲ τῇ τοῦ ἀλάστορος κακοβουλίᾳ προσσχὼν ἐκεῖνος τὴν θείαν ἐντολὴν παρέβη καὶ ἀνάξιος ὤφθη καὶ τοῦ ἀρραβῶνος ἐκπέπτωκε καὶ τὸν θεῖον διέκοψε σκοπόν, ἡ δὲ τοῦ Θεοῦ χάρις ἀμεταμέλητός ἐστι καὶ ἡ πρόθεσις ἀδιάψευστος, ἐκλογὴ γίνεται τῶν ἐξ ἐκείνου φύντων· ἵνα διὰ πολλῶν εὑρεθῇ τῆς θείας υἱοθεσίας ἐκείνης καὶ χάριτος ἱκανὸν δοχεῖον εἰς τέλος ὑπηρετῆσον τῇ τοῦ Θεοῦ βουλῇ, καὶ σκεῦος ἀναφανῇ πρὸς τὴν καθ’ ὑπόστασιν ἕνωσιν τῆς θείας καὶ ἀνθρωπίνης φύσεως ἄξιον, οὐ μόνον ἄνω τιθεῖσαν τὴν ἡμῶν φύσιν, ἀλλὰ καὶ τὸ κατ’ αὐτὴν γένος ἐπανορθοῦσαν· ὁποία ἡ θεόπαις καὶ Θεομήτωρ ἀνεδείχθη Παρθένος, διὸ καὶ κεχαριτωμένη παρὰ τοῦ ἀρχαγγέλου Γαβριὴλ ἀνηγόρευται, ὡς ὄντως ἐκλεκτῶν ἐκλεκτὴ καὶ σκεῦος ἄμωμον καὶ ἀμόλυντον καὶ θεανδρικῆς ὑποστάσεως ἄξιον καὶ χωρῆσαι καὶ συνεργάσασθαι. Ταύτην οὖν ὁ Θεὸς πρὸ αἰώνων ἑαυτῷ προορίζει καὶ τῶν ἀπ’ αἰῶνος ἐκλέγεται, καὶ περισσοτέρας ἢ κατὰ πάντας ἀξιοῖ τῆς χάριτος, ἁγίαν ἁγίων ταύτην καὶ πρὸ τοῦ ξένου τόκου τελέσας, διὸ καὶ τοῖς ἁγίοις τῶν ἁγίων ἐνοικεῖν εὐδοκήσας σύσκηνον οἷον καὶ σύνοικον αὐτὴν ἐκ παιδὸς προσδεξάμενος. Ἐκλέγεται δὴ ταύτην οὐχ ἁπλῶς τῶν πολλῶν, ἀλλὰ τῶν ἐξ αἰῶνος ἐξειλεγμένων καὶ θαυμαστῶν καὶ περιβοήτων ἐπὶ εὐσεβείᾳ τε καὶ συνέσει καὶ τοῖς θεοφιλέσιν ὁμοῦ καὶ κοινωφελέσι καὶ ἤθεσι καὶ λόγοις καὶ πράξεσι.

Καὶ ὁρᾶτε τὴν ἐκλογὴν ὅθεν ἤρξατο. Τῶν τοῦ Ἀδὰμ παίδων ὑπὸ τοῦ Θεοῦ ἐξελέγη ὁ θαυμάσιος Σήθ, ἠθῶν εὐκοσμίᾳ καὶ αἰσθήσεων εὐταξίᾳ καὶ ἀρετῶν εὐπρεπείᾳ οὐρανὸν ἑαυτὸν ἐπιδεικνὺς ἔμψυχον, καὶ τυχὼν διὰ τοῦτο τῆς ἐκλογῆς, ἐξ ἧς βλαστήσειν ἔμελλεν ἡ Παρθένος αὕτη, τὸ οὐράνιον ὄντως καὶ θεοπρεπὲς ὄχημα τοῦ ὑπερουρανίου Θεοῦ, καὶ τοὺς ἀνθρώπους ἐπανακαλέσασθαι πρὸς υἱοθεσίαν ἀθάνατον· διὸ καὶ Θεοῦ υἱοὶ τὸ γένος ἅπαν ἐκαλοῦντο τοῦ Σήθ, διὰ τὸ μέλλειν ἐκ τῆς γενεᾶς ταύτης υἱὸν ἀνθρώπου γενήσεσθαι τὸν υἱὸν τοῦ Θεοῦ· ἐπεὶ καὶ ὁ Σὴθ ἀνάστασις ἑρμηνεύεται, μᾶλλον δὲ ἐξανάστασις, ἥτις ἔστι κυρίως ὁ Κύριος ζωὴν ἀθάνατον τοῖς εἰς αὐτὸν πιστεύουσιν ἐπαγγελλόμενός τε καὶ χαριζόμενος.

Καὶ τοῦ τύπου τὸ κατάλληλον ὅσον; «Ὁ μὲν Σὴθ ἐγένετο τῇ Εὔᾳ», ὡς αὐτή φησιν, «ἀντὶ Ἄβελ», ὃν ἀπέκτεινε φθονήσας ὁ Κάϊν, ὁ δὲ τῆς Παρθένου τόκος, Χριστός, ἐγένετο τῇ φύσει ἀντὶ Ἀδάμ, ὃν ἐθανάτωσε φθονήσας ὁ τῆς κακίας ἀρχηγὸς καὶ γεννήτωρ.

Ἀλλ’ ὁ μὲν Σὴθ οὐκ ἀνέστησε τὸν Ἄβελ, τύπος γὰρ τῆς ἀναστάσεως ἦν· ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὸν Ἀδὰμ ἀνέστησεν, αὐτὸς γάρ ἐστιν ἡ ἀληθινὴ τῶν ἀνθρώπων ζωὴ καὶ ἀνάστασις, δι’ ἣν καὶ οἱ ἀπὸ τοῦ Σὴθ κατ’ ἐλπίδα τῆς θείας ἠξιώθησαν υἱοθεσίας, υἱοὶ κεκλημένοι τοῦ Θεοῦ. Ὅτι δὲ διὰ τὴν ἐλπίδα ταύτην υἱοὶ ἐκαλοῦντο τοῦ Θεοῦ δῆλον ἐκ τοῦ πρώτου κληθέντος καὶ τὴν ἐκλογὴν διαδεξαμένου. Ἐνὼς δὲ οὗτος ἦν ὁ τοῦ Σήθ, ὃς κατὰ τὸ γεγραμμένον ὑπὸ Μωσέως «πρῶτος ἤλπισεν ἐπικαλεῖσθαι τῷ ὀνόματι Κυρίου».

Ὁρᾶτε σαφῶς ὅτι κατ’ ἐλπίδα τῆς θείας κλήσεως ἔτυχεν; Εἰ δὲ οἱ Ἑβδομήκοντά φασι «πρῶτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου», οὐκ ἀπᾴδουσιν οὐδὲν τῶν ἄλλων. Ὁ γὰρ Ἐνὼς θεαρέστως εἴπερ τις τηνικαῦτα ζῶν πρῶτος μετὰ τὸν Σὴθ τὴν ἐλπίδα ταύτην δεξάμενος παρὰ Θεοῦ καὶ ἐπεκαλεῖτο ταύτην καὶ ἐπεκλήθη κατ’ αὐτήν. Τῶν μὲν τοῦ Ἀδὰμ παίδων ἐκλέγεται παρὰ Θεοῦ ὁ Σήθ, διὸ καὶ εἰς αὐτὸν ὁ Λουκᾶς γενεαλογῶν ἀναφέρει τὸ γένος ἅπαν, ἐξ οὗ τὸ κατὰ σάρκα Χριστός· τῶν δ’ ἐκ τοῦ Σὴθ γεννηθέντων Ἐνὼς ἐκλεγεὶς προεκρίθη, καθάπερ εἴρηται· τῶν δ’ ἐκ τούτου καταγομένων, Ἐνώχ, ὃς δι’ ἑαυτοῦ παρέστησε μὴ ἄμισθον εἶναι τὴν ἀρετήν, μηδὲ τὸν ἐπίκηρον τουτονὶ κόσμον ἄξιον οἰκητήριον εἶναι τῶν εὐαρεστούντων Θεῷ· μετετέθη γὰρ εὐαρεστήσας αὐτῷ.

Τῶν δ’ ἐκ τούτου πάλιν καταγομένων ὁ Λάμεχ ἐκλεκτὸς προεκρίθη, καὶ μετὰ τοῦτον ὁ τούτου μὲν υἱός, παντὸς δὲ τοῦ μετὰ τὸν κατακλυσμὸν κόσμου μόνος πατὴρ Νῶε τῆς ἐκλογῆς ἐπέτυχεν, ὡς κατ’ ἐκεῖνο καιροῦ μόνος σωφρόνως ζῶν εὑρεθεὶς μετὰ τοῦ οἴκου παντός, ἡνίκα λαβόντες γυναῖκας οἱ υἱοὶ τοῦ Θεοῦ ἀπὸ τῶν θυγατέρων τῶν ἀνθρώπων, καθ’ ἅ φησιν ὁ Μωϋσῆς, ἤγουν οἱ ἀπὸ τοῦ προπάτορος τῆς Θεομήτορος Σὴθ ἐκ τῶν ἀποβληθέντων ὡς ἀναξίων, ἐκ τῆς γενεᾶς τῆς μητροπαρθένου ταύτης ἀπεσκυβαλίσθησαν καὶ αὐτοὶ τοῦ θείου παντάπασιν ἀποστερηθέντες Πνεύματος· ὅπερ ἐπῆλθε μὲν ὕστερον τῇ Παρθένῳ κατὰ τὸν εἰπόντα πρὸς αὐτήν, «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι», προῳκονόμει δὲ καὶ τὴν ταύτης εἰς τὸ εἶναι πρόοδον ἄνωθεν ἐκλεγομένον καὶ ἀνακαθαῖρον τὴν τοῦ γένους σειράν, καὶ τοὺς μὲν ἀξίους ἢ ἀξιολόγων ἐσομένους πατέρας προσιέμενον, τοὺς δὲ ἀναξίους τελείως ἀποβαλλόμενον.

Διὸ καὶ περὶ τῶν ἀποβληθέντων ἐκείνων τηνικαῦτα εἶπε Κύριος ὁ Θεός, «οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας»· εἰ γὰρ καὶ ἐκ σαρκὸς καὶ σπέρματος Ἀδὰμ ἡ Παρθένος, ἐξ ἧς τὸ κατὰ σάρκα Χριστός, ἀλλ’ ἐκ Πνεύματος ἁγίου κἀκείνου πολυειδῶς ἄνωθεν καθαιρομένου, τῶν κατὰ γενεὰς ἀριστίνδην ἐκλεγομένων· διὰ τοῦτο καὶ ὁ Νῶε «δίκαιος καὶ τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ», κατὰ τὸ γεγραμμένον περὶ αὐτοῦ, τῆς ἐκλογῆς ἠξίωται ταύτης.

Καὶ σκοπεῖτε πῶς φανερὸν ποιεῖται τοῖς νοῦν ἔχουσι τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι πᾶσα ἡ θεόπνευστος Γραφὴ διὰ τὴν Θεοτόκον ἀνεγράφη Παρθένον. Τῆς μὲν γὰρ σειρᾶς τοῦ κατ’ αὐτὴν γένους ἀπὸ Ἀδὰμ ἀρξαμένης διὰ τοῦ Σὴθ καὶ τοῦ Νῶε καὶ τοῦ Ἀβραάμ, τοῦ τε Δαβὶδ καὶ τοῦ Ζοροβάβελ καὶ τῶν μεταξὺ τούτων καὶ τῶν ἐφεξῆς ἠκριβωμένως ἅπαν ἀπαγγέλλουσα τὸ γένος μέχρι τοῦ καιροῦ πρόεισι, καθ’ ὃν ἡ Θεομήτωρ Παρθένος· τῶν δ’ ἄλλων γενῶν τῶν μὲν οὐδ’ ἥψατο, τὰ δὲ γενεαλογεῖν ἀρξαμένη μετὰ μικρὸν ἀπολείπει λήθης ἀφιεῖσα βυθοῖς, κἀκείνων μάλιστα μνημονεύει τῶν τῆς Θεοτόκου προγόνων, ὅσοι δι’ ἑαυτῶν καὶ τῶν κατ’ αὐτοὺς ὡς ἐν τύπῳ προϋπεδείκνυον τὸν ἐσόμενον ἐκ τῆς Παρθένου Χριστόν.

Ὁρᾶτε δὴ κἀν τούτῳ τῷ Νῶε τὸν τύπον σαφῆ τοῦ τηνικαῦτα μέλλοντος ἐκ τῆς Παρθένου τεχθήσεσθαι, δι’ ἣν ἡ ἐκλογή· σωτὴρ γὰρ ὁ Νῶε ἀνεφάνη τοῦ τῶν ἀνθρώπων γένους οὐχ ἁπλῶς πάντων, ἀλλὰ τοῦ οἴκου αὐτοῦ παντὸς σωθέντος δι’ αὐτοῦ· οὕτω δὴ καὶ ὁ Χριστὸς σωτήρ ἐστι τοῦ γένους τῶν ἀνθρώπων, οὐχ ἁπλῶς πάντων, ἀλλὰ παντὸς τοῦ οἰκείου οἴκου, δηλαδὴ τῆς Ἐκκλησίας αὐτοῦ, ἀλλ’ οὐ τῶν ἀπειθούντων. Ἀλλὰ καὶ ἀνάπαυσίς ἐστιν ἑρμηνευόμενον τὸ Νῶε· τίς δὲ ἡ ὄντως ἀνάπαυσις ἢ ὁ ἐκ τῆς Παρθένου γεννηθείς, «δεῦτε», λέγων, «πρός με διὰ τῆς μετανοίας πάντες. οἱ κοπιῶντες καὶ πεφορτισμένοι ταῖς ἁμαρτίαις, κἀγὼ ἀναπαύσω ὑμᾶς», ἐλευθερίαν καὶ ἄνεσιν ὑμῖν καὶ ζωὴν αἰώνιον χαριζόμενος;

Διὸ καὶ ὁ θεὶς τῷ Νῶε τοὔνομα Λάμεχ, ὡς ἐν αὐτῷ βλέπων τὸν ἐσόμενον ἐκ τοῦ γένους ὕστερον Χριστόν, ὃς ἀνάπαυσις ἐγένετο τῶν ἀπ’ αἰῶνος θεοσεβῶν, διὰ τοῦ ὀνόματος τούτου σαφῶς προφητεύει περὶ Χριστοῦ· «ἐπωνόμασε» γάρ, φησί, «τὸ ὄνομα τοῦ παιδὸς Νῶε, λέγων, οὗτος ἀναπαύσει ἡμᾶς ἀπὸ πάντων τῶν ἔργων ἡμῶν, καὶ ἀπὸ τῶν λυπῶν τῶν χειρῶν ἡμῶν καὶ ἀπὸ τῆς γῆς, ἣν κατηράσατο Κύριος ὁ Θεὸς ἡμῶν». Οὐ γὰρ ἔστιν ὁ λόγος οὗτος περὶ τοῦ γεγονότος κατακλυσμοῦ· ὁ γὰρ τοῦ Λάμεχ θάνατος προέλαβε τὸν κατακλυσμόν, ὁ δὲ Λάμεχ φησίν, ὅτι «ἀναπαύσει ἡμᾶς», καὶ ἑαυτὸν συμμέτοχον εἰσάγων τῆς προφητευομένης παρ’ αὐτοῦ ἀναπαύσεως· οὔπω δὲ τότε πᾶς ἄνθρωπος «διενοεῖτο ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ πάσας τὰς ἡμέρας» τῆς ζωῆς αὐτοῦ, δι’ ὃ γέγονε παρὰ Θεοῦ ἐπὶ τῆς γῆς ἡ παγγενὴς διαφθορὰ τῶν ἐπὶ γῆς ἁπάντων. Πρὸς τίνα οὖν ὁ λόγος ἦν, «ἡμᾶς», λέγων, «ἀναπαύσει»;

Ἀλλὰ καὶ «ἀναπαύσει», φησίν, «ἀπὸ τῆς γῆς, ἧς ὁ Θεὸς κατηράσατο»· τίς οὖν ὁ ἀναπαύσας ἡμᾶς ἀπὸ τῆς γῆς ταύτης, εἰ μὴ ὁ τὸν οὐρανὸν ἀνοίξας καὶ ἀναγαγὼν ἐκεῖσε τὴν ἡμετέραν φύσιν, καὶ λόγοις καὶ ἔργοις τὴν πρὸς οὐρανὸν ὑποδείξας ἄνοδον καὶ πρὸς αὐτὴν ἡμᾶς ἐκκαλούμενος; Εἰ δὲ καὶ ὁ κατακλυσμὸς τύπος ἦν τῆς ἀναπαύσεως ταύτης, ἀλλ’ ὡς ἐκκοπὴ καὶ κατάπαυσις τῆς ἁμαρτίας, οὐ τῶν ἡμαρτηκότων ἄνεσις καὶ ἀνάπαυσις.

Οὕτω μὲν οὖν καὶ διὰ ταῦτα ὁ Νῶε τῆς ἐκλογῆς ἐπέτυχεν. Ἐκ δὲ τῶν αὐτοῦ παίδων εἰς τὴν ἐκλογὴν τοῦ μακαρίου γένους τῆς Θεομήτορος ἐκλεγεὶς προσελήφθη ὁ Σήμ· διὸ καίτοι εὐαρέστου καὶ τοῦ Ἰάφεθ φανέντος τῷ πατρί, μόνος ἀκούει παρὰ τοῦ πατρὸς «εὐλογητὸς ὁ Θεὸς Σήμ», ὡς τοῦ κατ’ αὐτὸν γένους ἐσομένου θείου.

Καὶ γὰρ ἐξ αὐτοῦ ὁ Ἀβραάμ, ὃς προκριθεὶς κατ’ ἐκλογὴν τῶν ἐκ τοῦ Σὴμ πάντων εἰς τὴν σειρὰν τοῦ γένους τῆς μητροπαρθένου ἐκλήθη καὶ μετωνομάσθη παρὰ τοῦ Θεοῦ, καὶ τὴν μεγάλην ἐκείνην ἔλαβεν ἐπαγγελίαν ἐνευλογηθήσεσθαι ἐν τῷ σπέρματι αὐτοῦ πάσας τὰς φυλὰς τῆς γῆς· οὗ σπέρμα κατὰ Παῦλόν ἐστι κατὰ σάρκα Χριστὸς ὁ Θεὸς ὁ ἐκ Παρθένου τεχθείς. Καὶ τίς ἂν ἐξείποι τὰς κατὰ τὸν Ἀβραὰμ θεοπτίας, τὰς θεοσημείας, τὰς θείας ἐπαγγελίας, αἳ περὶ τῆς ἀειπαρθένου καὶ Θεομήτορος καὶ τοῦ κατ’ αὐτὴν ἀπορρήτου τόκου καὶ προετύπουν καὶ προεφήτευον; Ἀλλ’ ἵν’ ἐπιδράμωμεν τὰ ἑξῆς τοῦ καιροῦ μηκύνειν μὴ συγχωροῦντος, τῶν ἐκ τοῦ Ἀβραὰμ πάλιν γεννηθέντων Ἰσαὰκ ἐξελέγη, καὶ τῶν ἐκ τούτου πάλιν ὁ Ἰακώβ, καὶ τῶν ἐξ Ἰακὼβ ἡ τοῦ Ἰούδα φυλή, καὶ ταύτης ἡ τοῦ Ἰεσσαὶ ρίζα, καὶ τῶν ἐκ τῆς ρίζης ἐκείνης φύντων Δαβὶδ ὁ Ψαλμῳδὸς καὶ προφήτης καὶ βασιλεύς, περὶ οὗ φησιν ὁ Θεὸς ὅτι, «τὸ σπέρμα σου εἰς τὸν αἰῶνα μένει, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα, καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός».

Τίς δὲ ὁ μάρτυς οὗτος; Πάντως ὁ καθήμενος ἐπὶ τοῦ οὐρανίου θρόνου, περὶ οὗ πάλιν ἀλλαχοῦ φησιν, «ὅτι πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς». Ἐντεῦθεν δὲ καὶ διπλῆ τις ἀναφαίνεται ἡ σειρὰ τοῦ μακαρίου γένους τῆς Θεομήτορος καὶ Ἰωσὴφ τοῦ μνηστῆρος αὐτῆς· ἄμφω γὰρ τῆς αὐτῆς φυλῆς καὶ πατριᾶς ἦσαν κατὰ τὸν νόμον. Διπλασιάζεται οὖν ἐντεῦθεν ἡ τοῦ γένους σειρά, ἔκ τε τῶν φύσει καὶ τῶν ἐκ νόμου παίδων συμπλεκομένη, καὶ πολλάκις μὲν εἰς ἓν ἰοῦσα, πολλάκις δὲ δίχα διαιρουμένη, ὡς εἶναι τὸν αὐτὸν παῖδα, τὸ παραδοξότατον εἶναι δοκοῦν, δύω πατέρων ἀδελφῶν ὄντων παῖδα, τοῦ μὲν ἐκ νόμου, ὡς οὐ τῇ φύσει παιδοποιήσαντος, τοῦ δὲ ἐκ φύσεως, ὡς δι’ ἑαυτοῦ σπέρμα τῷ ἀδελφῷ ἀναστήσαντος, δι’ ἀμφοτέρων μέντοι τῶν πατέρων εἰς τὸν Δαβὶδ ἀναφέροντος τοῦ τεχθέντος τὸ γένος.

Ἴδοι δ’ ἄν τις τὸ γένος τοῦτο καὶ διφυὲς ἄλλως· τὸ γὰρ βασιλικὸν γένος τῷ ἱερατικῷ πολλάκις καὶ πολυειδῶς συνήφθη. Οὕτω δὴ καὶ ὁ Ζοροβάβελ ἐκ τῆς θείας ὢν σειρᾶς τοῦ γένους τῆς Θεομήτορος καὶ διὰ τῶν ἐκ τοῦ Νάθαν, ὃς τοῖς ἱερεῦσιν ἐναρίθμιος ἦν, καὶ διὰ τῶν ἐκ Σολομῶντος γεννηθέντων, ὃς διεδέξατο τὴν βασιλείαν εἰς Δαβὶδ ἀναφέρει τὸ γένος. Καὶ διὰ τοῦτο διαφόρως παρά τε τοῦ Λουκᾶ καὶ τοῦ Ματθαίου τῶν εὐαγγελιστῶν γενεαλογεῖται κατὰ σάρκα ὁ Κύριος, τοῦ μὲν τοὺς φύσει, τοῦ δὲ τοὺς ἐκ νόμου προτιθέντος εἰς ἀπαρίθμησιν, καὶ τοῦ μὲν τῶν ἐκ τοῦ βασιλικοῦ γένους μεμνημένου μόνον, τοῦ δὲ Λουκᾶ συνεισφέροντος καὶ τοὺς ἐκ τῆς λεϋιτικῆς ἢ τῆς βασιλικῆς φυλῆς καθ’ ἱερατείαν ἢ κῆδος ἀλλήλοις συναφθέντας.

Ὁ μέντοι Ζοροβάβελ ἐπειδὴ καὶ αὐτὸς ἐν τοῖς προπάτορσι προεκρίθη τῆς Θεομήτορος, τύπος καὶ αὐτὸς προανεφάνη Χριστοῦ καὶ μεγάλων προσρημάτων τε καὶ πραγμάτων ἠξίωται· ἐν αἰχμαλώτοις γὰρ γεννηθεὶς ἐπ’ ἀρετῇ καὶ συνέσει θαυμάζεται παρὰ Κύρου βασιλέως Μήδων τε καὶ Περσῶν, καὶ διδάσκει Ἑβραίους τε καὶ ἀλλοφύλους τὴν τῆς ἀληθείας ἰσχύν, καὶ ἐλευθεροῖ τῆς αἰχμαλωσίας τὸ γένος, καὶ ἀνακαινίζει τὸν ναὸν τοῦ Θεοῦ· καθ’ ἃ καὶ ὁ Χριστὸς ὕστερον, οὐ ναὸν ἄψυχον ἀνακαινίζων, ἀλλ’ ἔμψυχον καὶ λογικόν, τὴν ἡμῶν φύσιν, καὶ λυτρούμενος αἰχμαλωσίας οὐκ αἰσθητῆς καὶ προσφάτου, ἀλλὰ νοητῆς καὶ ἀρχαίας, οὐδ’ ἀπὸ γῆς εἰς γῆν μεταφέρων τοὺς ἑπομένους, ἀλλ’ ἀπὸ τῆς γῆς μεταβιβάζων εἰς οὐρανόν. Ἔστι δὲ καὶ οὗτος ὁ Ζοροβάβελ ἀμφοτέρων τῆς τε Παρθένου καὶ τοῦ μνηστῆρος προπάτωρ, ἀλλὰ τῆς μὲν Παρθένου κατὰ μόνην τὴν φύσιν, τοῦ δὲ Ἰωσὴφ καὶ κατὰ φύσιν πρόγονός ἐστι καὶ κατὰ νόμον· δύο γὰρ πατέρας Ἰωσὴφ ἔσχε τόν τε Ἠλεὶ κατὰ τὸν Λουκᾶν καὶ κατὰ τὸν Ματθαῖον τὸν Ἰακώβ. Ἠλεὶ γὰρ καὶ Ἰακὼβ ἀδελφῶν ὄντων καὶ εἰς Ζοροβάβελ τὸ γένος ἀναφερόντων, τοῦ Ἠλεὶ θανόντος ἄπαιδος ἐκ τῆς συνοικούσης ἐκείνῳ γεννᾷ παῖδα τὸν Ἰωσὴφ Ἰακὼβ οὗτος κατὰ νόμον προσήκοντα τῷ Ἠλεί.

Ταῦτα δὲ πάντα προγράμματα καὶ τύποι μυστηρίων εἰσὶ μειζόνων· τῇ μὲν γὰρ βασιλικῇ τὴν ἱερατικὴν φυλὴν ἔδει συναφθῆναι πολυειδῶς, τὴν κατὰ σάρκα τοῦ Χριστοῦ γενεὰν φύουσαν· ἐπεὶ πολυειδῶς ὄντως βασιλεὺς αἰώνιος καὶ ἀρχιερεύς ἐστιν ὁ Χριστός.

Τοὺς δὲ υἱοποιήτους ἐν υἱῶν εἶναι μοίρᾳ καὶ τοὺς θετοὺς πατέρας στέργειν τὸν νόμον οὐχ ἧττον ὅτι μὴ καὶ μᾶλλον τῶν κατὰ φύσιν, ἀκολούθως δὲ καὶ τὴν ἄλλην συγγένειαν, πρόγραμμα καὶ τύπος ὑπῆρχε σαφὴς τῆς παρὰ τοῦ Χριστοῦ κατά τε τὸ Πνεῦμα καὶ τὸν τῆς χάριτος νόμον, υἱοθεσίας καὶ συγγενείας καὶ κλήσεως. Αὐτὸς γάρ φησιν ἐν τοῖς εὐαγγελίοις ὁ Κύριος, «ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, οὗτος καὶ ἀδελφός μου καὶ ἀδελφή μου καὶ μήτηρ μού ἐστιν».

Ὁρᾶτε γενεὰν Χριστοῦ καὶ συγγένειαν οὐ κατὰ φύσιν φυεῖσαν, ἀλλὰ κατὰ χάριν καὶ τὸν ἐκ τῆς χάριτος νόμον; Ὃς τοσοῦτον ἐπὶ τὸ κρεῖττον τοῦ διὰ Μωσέως διενήνοχε νόμου, ὡς τοὺς κατ’ ἐκεῖνον υἱοὺς κληθέντας οὐκ ἐκ Θεοῦ γεννᾶσθαι οὐδ’ ὑπερβαίνειν τὴν φύσιν, τοὺς δὲ ἐκ τοῦ νόμου τῆς χάριτος υἱοὺς χρηματίσαντας ἐκ Θεοῦ τε γεννᾶσθαι καὶ ὑπὲρ φύσιν τελεῖσθαι καὶ διὰ Χριστοῦ τῷ Ἀβραὰμ εἰσποιεῖσθαι καὶ τῶν καθ’ αἷμα μᾶλλον προσοικειοῦσθαι.

Πάντες γὰρ οἱ κατὰ Χριστὸν βαπτισθέντες τὸν Χριστὸν ἐνδυσάμενοι κατὰ Παῦλον, ἑτέρων ὄντες παῖδες κατὰ τὴν φύσιν, ὑπὲρ φύσιν γίνονται παρὰ Χριστοῦ τοῦ νικῶντος οὕτω τὴν φύσιν, ὡς αὐτὸς μὲν σπέρματος ἄνευ ἐκ Πνεύματος ἁγίου καὶ τῆς ἀειπαρθένου σαρκωθῆναι Μαρίας, τοῖς δὲ πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ δύναμιν καὶ ἐξουσίαν παρέχειν τέκνα Θεοῦ γενέσθαι. Ὅσοι γὰρ ἔλαβον αὐτόν, ὁ εὐαγγελιστής φησιν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὑτοῦ, «οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός, οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ’ ἐκ Θεοῦ ἐγεννήθησαν».

Πῶς δὲ εἰπὼν ὅτι «ἐκ Θεοῦ ἐγεννήθησαν», οὐκ εἶπεν ὅτι ‘καὶ γεγόνασι τέκνα Θεοῦ’, ἀλλ’ «ἔλαβον δύναμιν γενέσθαι»; Πρὸς τὸ τέλος καὶ τὴν ἀποκατάστασιν ἐκείνην βλέπων, τὴν τελειότητα τοῦ μέλλοντος αἰῶνος· ὁ αὐτὸς γὰρ εὐαγγελιστὴς ἐν ἐπιστολαῖς φησιν, «οὔπω ἐφανερώθη τί ἐσόμεθα· ὅταν δὲ φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα». Τότε τοίνυν καὶ τέκνα Θεοῦ ἐσόμεθα λαμπρότητα Θεοῦ ἰδόντες καὶ παθόντες καὶ τῇ αὐγῇ τῆς Χριστοῦ δόξης περιλαμπόμενοί τε καὶ συνεκλάμποντες, ὡς καὶ Μωϋσῆς καὶ Ἠλίας κατὰ τὸ Θαβώριον ὄρος ἐν δόξῃ σὺν αὐτῷ ὀφθέντες παρέστησαν ἡμῖν· «λάμψουσι» γάρ, φησίν, «οἱ δίκαιοι ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν». Νῦν δὲ δύναμιν πρὸς τοῦτο διὰ τῆς ἐν τῷ θείῳ βαπτίσματι χάριτος λαμβάνομεν.

Ὡς γὰρ τὸ τεχθὲν βρέφος δύναμιν ἔλαβε παρὰ τῶν γεννησάντων ἀνὴρ γενέσθαι καὶ κληρονόμος τῆς αὐτῶν οἰκίας καὶ περιουσίας, οὔπω δὲ ταύτην ἔχει τὴν κληρονομίαν διὰ τὸ τῆς ἡλικίας ἀτελές, ἀλλ’ οὐδὲ λήψεται ταύτην ἂν θανάτῳ προκαταληφθῇ, οὕτω καὶ ὁ ἀναγεννηθεὶς ἐν Πνεύματι διὰ τοῦ κατὰ Χριστὸν βαπτίσματος δύναμιν μὲν ἔλαβεν υἱὸς γενέσθαι καὶ κληρονόμος μὲν Θεοῦ, συγκληρονόμος δὲ Χριστοῦ, καὶ λήψεται τὴν θείαν καὶ ἀθάνατον υἱοθεσίαν καὶ κληρονομίαν ἀσφαλῶς τε καὶ ἀναφαιρέτως ἐπὶ τοῦ μέλλοντος αἰῶνος, ἂν μὴ νοητῷ θανάτῳ ταύτης ἐκκρουσθῇ· νοητὸς δὲ ἔστι θάνατος ἡ ἁμαρτία· ὁ μὲν γὰρ αἰσθητὸς θάνατος λύεται τοῦ μέλλοντος αἰῶνος ἐπιστάντος, ὁ δὲ νοητὸς κυροῦται τοῖς ἐντεῦθεν αὐτὸν ἐπαγομένοις.

Τοιγαροῦν πᾶς ὁ βαπτισθεὶς εἰ μέλλει τεύξεσθαι τῆς ἐλπιζομένης ἀϊδίου μακαριότητος καὶ σωτηρίας, πάσης ἁμαρτίας ἐκτὸς βιώσεται· καὶ τοῦτο δηλοῦντες Πέτρος καὶ Παῦλος, οἱ κορυφαῖοι τοῦ κορυφαίου χοροῦ τῶν ἱερῶν Ἀποστόλων, ὁ μὲν εἰπὼν περὶ τοῦ Χριστοῦ, ὡς «ὅπερ ἀπέθανε τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ, ζῇ διηνεκῶς τῷ Θεῷ», ἐπήνεγκεν «οὕτω καὶ ἡμεῖς ὀφείλομεν νεκροὶ μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῆν δὲ τῷ Θεῷ»· ὁ δὲ Πέτρος, «Χριστοῦ οὖν θανόντος ὑπὲρ ἡμῶν σαρκί, τὴν αὐτὴν καὶ ἡμεῖς ἔννοιαν ὁπλίσασθε εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις, ἀλλὰ θελήματι Θεοῦ τὸν ἑξῆς βιῶσαι χρόνον». Εἰ δὲ καὶ δι’ ἡμᾶς ἔζησεν ὅνπερ ἔζησε βίον ἐπὶ γῆς ὁ Κύριος ἡμῖν ὑπολιμπάνων ὑπογραμμόν, ἀναμαρτήτως δὲ ἐκεῖνος ἔζησε, καὶ ἡμᾶς ἀναμαρτήτως ἀναγκαῖον ζῆν κατὰ μίμησιν ἐκείνου· ἐπεὶ δὲ καὶ τοῖς κατὰ σάρκα τέκνοις τοῦ Ἀβραὰμ ἔλεγεν αὐτός, «εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν», πόσῳ μᾶλλον πρὸς ἡμᾶς ἐρεῖ τοὺς μηδὲ κατὰ σάρκα τὴν πρὸς αὐτὸν ἔχοντας συγγένειαν, ὡς εἴπερ ἐμοὶ παῖδες ἦτε, τὰ ἔργα τὰ ἐμὰ ἐποιεῖτε ἄν;

Οὕτω μὲν οὖν ἀκόλουθόν τε καὶ δίκαιον τὸν μετὰ τὸ θεῖον βάπτισμα, μετὰ τὰς ἐν ἐκείνῳ πρὸς Θεὸν συνθήκας, μετὰ τὴν ἐξ ἐκείνου θειοτάτην χάριν μὴ κατ’ ἴχνος ἐχόμενον τῆς τοῦ Χριστοῦ πολιτείας, ἀλλὰ παραβαίνοντα καὶ προσκρούοντα τῷ εὐεργέτῃ τῆς θείας υἱοθεσίας καὶ τῆς αἰωνίου κληρονομίας ἔκπτωτον εἰς τέλος γίνεσθαι.

Ἀλλὰ τίς ἀξίως ὑμνήσει, Χριστὲ βασιλεῦ, τῆς σῆς φιλανθρωπίας τὸ μέγεθος; Ὃ γὰρ αὐτῷ οὐκ ἐδέησεν, ὅπερ αὐτὸς οὐκ ἐποίησε, τὴν μετάνοιαν λέγω (οὐ γὰρ ἐδεήθη ποτὲ μετανοίας ἐκεῖνος ἁμαρτίας ὑπάρξας ἐκτός), ταύτην ἡμῖν μεσῖτιν καὶ μετὰ τὴν χάριν ἁμαρτοῦσι παρέσχεν· αὕτη δέ ἐστιν ἡ πρὸς αὐτὸν καὶ τὸν κατὰ τὸ θέλημα τούτου βίον ἐκ μεταμελείας πάλιν ἐπιστροφή. Κἂν τοίνυν τὴν πρὸς θάνατον ἁμαρτίαν ἁμάρτῃ τις, ἀποστραφῇ δὲ ταύτην ἐκ ψυχῆς καὶ ἀπόσχηται ταύτης, ἐπιστρέψῃ δὲ πρὸς τὸν Κύριον ἔργῳ καὶ ἀληθείᾳ, θαρρείτω καὶ εὔελπις ἔστω λίαν· τῆς γὰρ ἀϊδίου ζωῆς καὶ σωτηρίας οὐκ ἀστοχήσει· τὸ μὲν γὰρ τῆς σαρκὸς τέκνον θανάτῳ περιπεσὸν παρὰ τοῦ γεννήσαντος οὐκ ἀναζῇ πάλιν, ὁ δὲ Χριστῷ γεννηθεὶς κἂν περιπέσῃ ταῖς πρὸς θάνατον ἁμαρτίαις, ἐπιστραφεὶς δὲ προσδράμῃ τῷ καὶ τοὺς νεκροὺς ἀνιστάντι Πατρί, ζωοποιεῖται πάλιν καὶ τῆς θείας υἱοθεσίας ἐπιτυγχάνει καὶ τῆς τῶν δικαίων οὐκ ἐκβάλλεται συναυλίας.

Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν εἰς δόξαν αὐτοῦ καὶ τοῦ ἀνάρχου αὐτοῦ Πατρὸς καὶ τοῦ ζωοποιοῦ Πνεύματος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀκαταλήκτους αἰῶνας. Ἀμήν.